The Greek Library Author

Anonymous

Fragmenta

Authority group
Lycophron (catalogue association; authorship remains anonymous)
Edition reference
Fragmenta, ed. B. Snell, Tragicorum Graecorum fragmenta, vol. 1, Göttingen: Vandenhoeck & Ruprecht, 1971: 275–278.
CTS identifier
urn:cts:greekLit:tlg0341.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

{ΑΙΟΛΙΔΗΣ}

1a

{ΑΙΟΛΟΣ}

1b

{ΑΛΗΤΗΣ}

1c

{ΑΝΔΡΟΜΕΔΑ}

1d

{ΕΛΕΦΗΝΩΡ}

1e

{ΗΡΑΚΛΗΣ}

1f

{ΙΚΕΤΑΙ}

1g

{ΙΠΠΟΛΥΤΟΣ}

1h

{ΚΑΣΣΑΝΔΡΕΙΣ}

1i

{ΛΑΙΟΣ}

1k

{ΜΑΡΑΘΩΝΙΟΙ}

2-4

{ΜΕΝΕΔΗΜΟΣ ΣΑΤΥΡΟΙ}

2

{ΣΙΛ.} παῖδες κρατίστου πατρὸς ἐξωλέστατοι,

ἐγὼ μὲν ὑμῖν, ὡς ὁρᾶτε, στρηνιῶ·

δεῖπνον γὰρ οὔτ' ἐν Καρίᾳ, μὰ τοὺς θεούς,

οὔτ' ἐν Ῥόδῳ τοιοῦτον οὔτ' ἐν Λυδίᾳ

κατέχω δεδειπνηκώς· Ἄπολλον, ὡς καλόν

ἀλλὰ κυλίκιον

ὑδαρὲς ὁ παῖς περιῆγε τοῦ πεντωβόλου,

ἀτρέμα παρεξεστηκός· ὅ τ' ἀλιτήριος

καὶ δημόκοινος ἐπεχόρευε δαψιλής

θέρμος, πενήτων καὶ τρικλίνου συμπότης

3

ὡς ἐκ βραχείας δαιτὸς ἡ βαιὰ κύλιξ

αὐτοῖς κυκλεῖται πρὸς μέτρον, τράγημα δέ

ὁ σωφρονιστὴς πᾶσιν ἐν μέσῳ λόγος

4

πολλάκις

συνόντας αὐτοὺς

ἐπὶ πλεῖον ὁ ὄρνις κατελάμβανε

τὴν ἕω καλῶν

〈×–⏑–×〉 τοῖσι δ' οὐδέπω κόρος

4a

{ΝΑΥΠΛΙΟΣ}

4b

{ΟΙΔΙΠΟΥΣ Αʹ Βʹ}

4c

{ΟΡΦΑΝΟΣ}

5

{ΠΕΛΟΠΙΔΑΙ}

ἀλλ' ἡνίκ' ἂν μὲν ᾖ πρόσω τὸ κατθανεῖν,

Ἅιδης ποθεῖται τοῖς δεδυστυχηκόσιν·

ὅταν δ' ἐφέρπῃ κῦμα λοίσθιον βίου,

τὸ ζῆν ποθοῦμεν· οὐ γὰρ ἔστ' αὐτοῦ κόρος

6

{ΠΕΝΘΕΥΣ}

7

{ΣΥΜΜΑΧΟΙ}

8

{ΤΗΛΕΓΟΝΟΣ}

9

{ΧΡΥΣΙΠΠΟΣ}

{<ΑΛΕΞΑΝΔΡΑ>}Λέξω τὰ πάντα νητρεκῶς, ἅ μ' ἱστορεῖς,ἀρχῆς ἀπ' ἄκρας· ἢν δὲ μηκυνθῇ λόγος,σύγγνωθι, δέσποτ'· οὐ γὰρ ἥσυχος κόρηἔλυσε χρησμῶν, ὡς πρίν, αἰόλον στόμα·ἀλλ' ἄσπετον χέασα παμμιγῆ βοὴνδαφνηφάγων φοίβαζεν ἐκ λαιμῶν ὄπα,Σφιγγὸς κελαινῆς γῆρυν ἐκμιμουμένη.τῶν ἅσσα θυμῷ καὶ διὰ μνήμης ἔχω,κλύοις ἄν, ὦναξ, κἀναπεμπάζων φρενὶπυκνῇ διοίχνει δυσφάτους αἰνιγμάτωνοἴμας τυλίσσων, ᾗπερ εὐμαθὴς τρίβοςὀρθῇ κελεύθῳ τἀν σκότῳ ποδηγετεῖ.ἐγὼ δ' ἄκραν βαλβῖδα μηρίνθου σχάσαςἄνειμι λοξῶν ἐς διεξόδους ἐπῶν,πρώτην ἀράξας νύσσαν, ὡς πτηνὸς δρομεύς. Ἠὼς μὲν αἰπὺν ἄρτι Φηγίου πάγονκραιπνοῖς ὑπερποτᾶτο Πηγάσου πτεροῖς,Τιθωνὸν ἐν κοίτῃσι τῆς Κέρνης πέλαςλιποῦσα, τὸν σὸν ἀμφιμήτριον κάσιν.οἱ δ' οὖσα γρώνης εὐγάληνα χερμάδοςναῦται λίαζον κἀπὸ γῆς ἐσχάζοσανὕσπληγγας. αἱ δὲ παρθενοκτόνον Θέτινἰουλόπεζοι θεῖνον εὐῶπες σπάθαιςπελαργοχρῶτες, αἱ Φαλακραῖαι κόραι,ὑπὲρ Καλυδνῶν λευκὰ φαίνουσαι πτίλα,ἄφλαστα καὶ φώσσωνας ὠργυιωμένουςἀπαρκτίαις πρηστῆρος αἴθωνος πνοαῖς.ἡ δ' ἔνθεον σχάσασα βακχεῖον στόμαἌτης ἀπ' ἄκρων βουπλανοκτίστων λόφωντοιῶνδ' ἀπ' ἀρχῆς ἦρχ' Ἀλεξάνδρα λόγων· Αἰαῖ, τάλαινα θηλαμὼν κεκαυμένη,καὶ πρόσθε μὲν πεύκῃσιν οὐλαμηφόροιςτριεσπέρου λέοντος, ὅν ποτε γνάθοιςΤρίτωνος ἠμάλαψε κάρχαρος κύων.ἔμπνους δὲ δαιτρὸς ἡπάτων φλοιδούμενοςτινθῷ λέβητος ἀφλόγοις ἐπ' ἐσχάραιςσμήριγγας ἐστάλαξε κωδείας πέδῳ,ὁ τεκνοραίστης, λυμεὼν ἐμῆς πάτρας,ὁ δευτέραν τεκοῦσαν ἄτρωτον βαρεῖτύψας ἀτράκτῳ στέρνον ἔν τ' αὐλῷ μέσῳπατρὸς παλαιστοῦ χερσὶν ὀχμάσας δέμαςΚρόνου παρ' αἰπὺν ὄχθον, ἔνθα γηγενοῦςἵππων ταρακτής ἐστιν Ἰσχένου τάφος,ὁ τὴν θαλάσσης Αὐσονίτιδος μυχοὺςστενοὺς ὀπιπεύουσαν ἀγρίαν κύνακτανὼν ὑπὲρ σπήλυγγος ἰχθυωμένην,ταυροσφάγον λέαιναν, ἣν αὖθις πατὴρσάρκας καταίθων λοφνίσιν δωμήσατο,Λέπτυνιν οὐ τρέμουσαν οὐδαίαν θεόν·ἐξηνάριξεν ὅν ποτ' ἀξίφῳ δόλῳνέκυς, τὸν Ἅιδην δεξιούμενον πάλαι.λεύσσω σε, τλῆμον, δεύτερον πυρουμένηνταῖς τ' Αἰακείοις χερσὶ τοῖς τε ΤαντάλουΛέτριναν οἰκουροῦσι λειψάνοις πυρὸςπαιδὸς καταβρωθέντος αἰθάλῳ δέμας,τοῖς Τευταρείοις βουκόλου πτερώμασι·τὰ πάντα πρὸς φῶς ἡ βαρύζηλος δάμαρστείλασα κοῦρον τὸν κατήγορον χθονὸςἄξει, πατρὸς μομφῇσιν ἠγριωμένη,λέκτρων θ' ἕκατι τῶν τ' ἐπεισάκτων γάμων.αὐτὴ δὲ φαρμακουργός, οὐκ ἰάσιμονἕλκος δρακοῦσα τοῦ ξυνευνέτου λυγρόν,Γιγαντοραίστοις ἄρδισιν τετρωμένουπρὸς ἀνθοπλίτου, ξυνὸν ὀγχήσει μόρον,πύργων ἀπ' ἄκρων πρὸς νεόδμητον νέκυνῥοιζηδὸν ἐκβράσασα κύμβαχον δέμας·πόθῳ δὲ τοῦ θανόντος ἠγκιστρωμένηψυχὴν περισπαίροντι φυσήσει νεκρῷ. Στένω, στένω σε δισσὰ καὶ τριπλᾶ, δορὸςαὖθις πρὸς ἀλκὴν καὶ διαρπαγὰς δόμωνκαὶ πῦρ ἐναυγάζουσαν αἰστωτήριον.στένω σε, πάτρα, καὶ τάφους Ἀτλαντίδοςδύπτου κέλωρος, ὅς ποτ' ἐν ῥαπτῷ κύτει,ὁποῖα πόρκος Ἰστριεὺς τετρασκελής,ἀσκῷ μονήρης ἀμφελυτρώσας δέμαςῬειθυμνιάτης κέπφος ὣς ἐνήξατο,Ζήρυνθον ἄντρον τῆς κυνοσφαγοῦς θεᾶςλιπών, ἐρυμνὸν κτίσμα Κυρβάντων Σάον,ὅτ' ἠμάθυνε πᾶσαν ὀμβρήσας χθόναΖηνὸς καχλάζων νασμός. οἱ δὲ πρὸς πέδῳπύργοι κατηρείποντο, τοὶ δὲ λοισθίαννήχοντο μοῖραν προὐμμάτων δεδορκότες.φηγὸν δὲ καὶ δρύκαρπα καὶ γλυκὺν βότρυνφάλλαι τε καὶ δελφῖνες αἵ τ' ἐπ' ἀρσένωνφέρβοντο φῶκαι λέκτρα θουρῶσαι βροτῶν. Λεύσσω θέοντα γρυνὸν ἐπτερωμένοντρήρωνος εἰς ἅρπαγμα, Πεφναίας κυνός,ἣν τόργος ὑγρόφοιτος ἐκλοχεύεται,κελυφάνου στρόβιλον ὠστρακωμένην. Καὶ δή σε ναύτην Ἁχερουσία τρίβοςκαταιβάτις πύγαργον οὐ πατρὸς κόπρουςστείβοντα ῥακτῶν βουστάθμων ξενώσεται,ὡς πρόσθε κάλλους τὸν θυωρίτην τριπλαῖς.ἀλλ' ὀστρίμων μὲν ἀντί, Γαμφηλὰς ὄνουκαὶ Λᾶν περήσεις, ἀντὶ δ' εὐχίλου κάπηςκαὶ μηλιαυθμῶν ἠδὲ χερσαίας πλάτηςτράμπις ς' ὀχήσει καὶ Φερέκλειοι πόδεςδισσὰς σαλάμβας κἀπὶ Γυθείου πλάκας,ἐν αἷσι πρὸς κύνουρα καμπύλους σχάσαςπεύκης ὀδόντας, ἕκτορας πλημμυρίδος,σκαρθμῶν ἰαύσεις εἰναφώσσωνα στόλον.καὶ τὴν ἄνυμφον πόρτιν ἁρπάσας λύκος,δυοῖν πελειαῖν ὠρφανισμένην γονῆςκαὶ δευτέραν εἰς ἄρκυν ὀθνείων βρόχωνληῖτιν ἐμπταίσασαν ἰξευτοῦ πτερῷ,Θύσῃσιν ἁρμοῖ μηλάτων ἀπάργματαφλέγουσαν ἐν κρόκῃσι καὶ Βύνῃ θεᾷ,θρέξεις ὑπὲρ Σκάνδειαν Αἰγίλου τ' ἄκραν,αἴθων ἐπακτὴρ καγχαλῶν ἀγρεύματι.νήσῳ δ' ἐνὶ δράκοντος ἐκχέας πόθονἈκτῆς, διμόρφου γηγενοῦς σκηπτουχίας,τὴν δευτέραν ἕωλον οὐκ ὄψει Κύπριν,ψυχρὸν παραγκάλισμα κἀξ ὀνειράτωνκεναῖς ἀφάσσων ὠλέναισι δέμνια.ὁ γάρ σε συλλέκτροιο Φλεγραίας πόσιςστυγνὸς Τορώνης, ᾧ γέλως ἀπέχθεταικαὶ δάκρυ, νῆις δ' ἐστὶ καὶ τητώμενοςἀμφοῖν, ὁ Θρῄκης ἔκ ποτ' εἰς ἐπακτίανΤρίτωνος ἐκβολαῖσιν ἠλοκισμένηνχέρσον περάσας, οὐχὶ ναυβάτῃ στόλῳ,ἀλλ' ἀστίβητον οἶμον, οἷά τις σιφνεύς,κευθμῶνος ἐν σήραγγι τετρήνας μυχούς,νέρθεν θαλάσσης ἀτραποὺς διήνυσε,τέκνων ἀλύξας τὰς ξενοκτόνους πάλαςκαὶ πατρὶ πέμψας τὰς ἐπηκόους λιτὰςστῆσαι παλίμπουν εἰς πάτραν, ὅθεν πλάνηςΠαλληνίαν ἐπῆλθε γηγενῶν τροφόν·κεῖνός σε, Γουνεὺς ὥσπερ, ἐργάτης δίκης,τῆς θ' Ἡλίου θυγατρὸς Ἰχναίας βραβεύς,ἐπεσβολήσας λυγρὰ νοσφιεῖ γάμων,λίπτοντα κάσσης ἐκβαλὼν πελειάδος.ὃς τοὺς Λύκου τε καὶ Χιμαιρέως τάφουςχρησμοῖσι κυδαίνοντας οὐκ αἰδούμενοςοὐδ' Ἀνθέως ἔρωτας οὐδὲ τὸν ξένοιςσύνδορπον Αἰγαίωνος ἁγνίτην πάγονἔτλης θεῶν ἀλοιτὸς ἐκβῆναι δίκην,λάξας τράπεζαν κἀνακυπώσας Θέμιν,ἄρκτου τιθήνης ἐκμεμαγμένος τρόπους.τοιγὰρ ψαλάξεις εἰς κενὸν νευρᾶς κτύπον,ἄσιτα κἀδώρητα φορμίζων μέλη.κλαίων δὲ πάτραν τὴν πρὶν ᾐθαλωμένηνἵξῃ χεροῖν εἴδωλον ἠγκαλισμένοςτῆς πενταλέκτρου θυιάδος Πλευρωνίας.γυιαὶ γὰρ εὐναστῆρας ἄμναμοι τριπλαῖςπήναις κατεκλώσαντο δηναιᾶς Ἁλός,νυμφεῖα πεντάγαμβρα δαίσασθαι γάμων.δοιὼ μὲν ἁρπακτῆρας αὐγάσαι λύκουςπτηνοὺς τριόρχας αἰετοὺς ὀφθαλμίας.τὸν δ' ἐκ Πλυνοῦ τε κἀπὸ Καρικῶν ποτῶν