The Greek Library Author

Lycophron

Ἀλεξάνδρα

Scientific editors
A.W. Mair
Edition reference
Callimachus and Lycophron, Aratus · London · William Heinemann · 1921
CTS identifier
urn:cts:greekLit:tlg0341.tlg002.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

1λέξω τὰ πάντα νητρεκῶς, ἅ μʼ ἱστορεῖς,

2ἀρχῆς ἀπʼ ἄκρας· ἢν δὲ μηκυνθῇ λόγος,

3σύγγνωθι δέσποτʼ· οὐ γὰρ ἥσυχος κόρη

4ἔλυσε χρησμῶν, ὡς πρίν, αἰόλον στόμα,

5ἀλλʼ ἄσπετον χέασα παμμιγῆ βοὴν

6δαφνηφάγων φοίβαζεν ἐκ λαιμῶν ὄπα,

7Σφιγγὸς κελαινῆς γῆρυν ἐκμιμουμένη.

8τῶν ἅσσα θυμῷ καὶ διὰ μνήμης ἔχω,

9κλύοις ἄν, ὦναξ, κἀναπεμπάζων φρενὶ

10πυκνῇ διοίχνει δυσφάτους αἰνιγμάτων

11οἴμας τυλίσσων, ᾗπερ εὐμαθὴς τρίβος

12ὀρθῇ κελεύθῳ τἀν σκότῳ ποδηγετεῖ.

13ἐγὼ δʼ ἄκραν βαλβῖδα μηρίνθου σχάσας,

14ἄνειμι λοξῶν εἰς διεξόδους ἐπῶν,

15πρώτην ἀράξας νύσσαν ὡς πτηνὸς δρομεύς.

16Ἠὼς μὲν αἰπὺν ἄρτι Φηγίου πάγον

17κραιπνοῖς ὑπερποτᾶτο Πηγάσου πτεροῖς,

18Τιθωνὸν ἐν κοίταισι τῆς Κέρνης πέλας

19λιποῦσα, τὸν σὸν ἀμφιμήτριον κάσιν.

20οἱ δʼ οὖσα γρώνης εὐγάληνα χερμάδος

21ναῦται λίαζον κἀπὸ γῆς ἐσχάζοσαν

22ὕσπληγγας. αἱ δὲ παρθενοκτόνον Θέτιν

23ἰουλόπεζοι θεῖνον εὐῶπες σπάθαις

24πελαργοχρῶτες, αἱ Φαλακραῖαι κόραι,

25ὑπὲρ Καλυδνῶν λευκὰ φαίνουσαι πτίλα,

26ἄφλαστα, καὶ φώσσωνας ὠργυιωμένους

27ἀπαρκτίαις πρηστῆρος αἴθωνος πνοαῖς.

28ἡ δʼ ἔνθεον σχάσασα βακχεῖον στόμα,

29ἄτης ἀπʼ ἄκρων βουπλανοκτίστων λόφων,

30τοιῶνδʼ ἀπʼ ἀρχῆς ἦρχʼ Ἀλεξάνδρα λόγων·

31αἰαῖ, τάλαινα θηλαμών, κεκαυμένη

32καὶ πρόσθε μὲν πεύκαισιν οὐλαμηφόροις

33τριεσπέρου λέοντος, ὅν ποτε γνάθοις

34Τρίτωνος ἠμάλαψε κάρχαρος κύων·

35ἔμπνους δὲ δαιτρὸς ἡπάτων φλοιδούμενος

36τινθῷ λέβητος ἀφλόγοις ἐπʼ ἐσχάραις

37σμήριγγας ἐστάλαξε κωδείας πέδῳ,

38ὁ τεκνοραίστης, λυμεὼν ἐμῆς πάτρας,

39ὁ δευτέραν τεκοῦσαν ἄτρωτον βαρεῖ

40τύψας ἀτράκτῳ στέρνον, ἔν τʼ αὐλῷ μέσῳ

41πατρὸς παλαιστοῦ χερσὶν ὀχμάσας δέμας

42Κρόνου παρʼ αἰπὺν ὄχθον, ἔνθα γηγενοῦς

43ἵππων ταρακτής ἐστιν Ἰσχένου τάφος,

44ὁ τὴν θαλάσσης Αὐσονίτιδος μυχοὺς

45στενοὺς ὀπιπεύουσαν ἀγρίαν κύνα

46κτανὼν ὑπὲρ σπήλυγγος ἰχθυωμένην,

47ταυροσφάγον λέαιναν, ἣν αὖθις πατὴρ

48σάρκας καταίθων λοφνίσιν δωμήσατο,

49Λέπτυνιν οὐ τρέμουσαν, οὐδαίαν θεόν·

50ἐξηνάριξεν ὅν ποτʼ ἀξίφῳ δόλῳ

51νέκυς, τὸν Ἅιδην δεξιούμενον πάλαι·

52λεύσσω σε, τλῆμον, δεύτερον πυρουμένην

53ταῖς τʼ Αἰακείοις χερσὶ τοῖς τε Ταντάλου

54Λέτριναν οἰκουροῦσι λειψάνοις πυρὸς

55παιδὸς καταβρωθέντος αἰθάλῳ δέμας,

56τοῖς Τευταρείοις βουκόλου πτερώμασι·

57τὰ πάντα πρὸς φῶς ἡ βαρύζηλος δάμαρ,

58στείλασα κοῦρον τὸν κατήγορον χθονός,

59ἄξει, πατρὸς μομφαῖσιν ἠγριωμένη,

60λέκτρων θʼ ἕκατι τῶν τʼ ἐπεισάκτων γάμων.

61αὐτὴ δὲ φαρμακουργός, οὐκ ἰάσιμον

62ἕλκος δρακοῦσα τοῦ ξυνευνέτου λυγρὸν

63Γιγαντοραίστοις ἄρδισιν τετρωμένου

64πρὸς ἀνθοπλίτου, ξυνὸν ὀγχήσει μόρον,

65πύργων ἀπʼ ἄκρων πρὸς νεόδμητον νέκυν

66ῥοιζηδὸν ἐκβράσασα κύμβαχον δέμας·

67πόθῳ δὲ τοῦ θανόντος ἠγκιστρωμένη,

68ψυχὴν περὶ σπαίροντι φυσήσει νεκρῷ.

69στένω, στένω σε δισσὰ καὶ τριπλᾶ, δορὸς

70αὖθις πρὸς ἀλκὴν καὶ διαρπαγὰς δόμων

71καὶ πῦρ ἐναυγάζουσαν αἰστωτήριον.

72στένω σε, πάτρα, καὶ τάφους Ἀτλαντίδος

73δύπτου κέλωρος, ὅς ποτʼ ἐν ῥαπτῷ κύτει,

74ὁποῖα πορκὸς Ἰστριεὺς τετρασκελής,

75ἀσκῷ μονήρης ἀμφελυτρώσας δέμας,

76Ῥειθυμνιάτης κέπφος ὣς ἐνήξατο,

77Ζήρυνθον ἄντρον τῆς κυνοσφαγοῦς θεᾶς

78λιπὼν ἐρυμνὸν κτίσμα Κυρβάντων Σάον,

79ὅτʼ ἠμάθυνε πᾶσαν ὀμβρήσας χθόνα

80Ζηνὸς καχλάζων νασμός· οἱ δὲ πρὸς πέδῳ

81πύργοι κατηρείποντο, τοὶ δὲ λοισθίαν

82νήχοντο μοῖραν προὐμμάτων δεδορκότες.

83φηγὸν δὲ καὶ δρύκαρπα καὶ γλυκὺν βότρυν

84φάλλαι τε καὶ δελφῖνες αἵ τʼ ἐπʼ ἀρσένων

85φέρβοντο φῶκαι λέκτρα θουρῶσαι βροτῶν.

86λεύσσω θέοντα γρυνὸν ἐπτερωμένον

87τρήρωνος εἰς ἅρπαγμα Πεφναίας κυνός,

88ἣν τόργος ὑγρόφοιτος ἐκλοχεύεται,

89κελυφάνου στρόβιλον ὠστρακωμένην.

90καὶ δή σε ναύτην Ἁχερουσία τρίβος

91καταιβάτις πύγαργον, οὐ πατρὸς κόπρους

92στείβοντα ῥακτῶν βουστάθμων, ξενώσεται,

93ὡς πρόσθε, κάλλους τὸν θυωρίτην τριπλαῖς.

94ἀλλʼ ὀστρίμων μὲν ἀντὶ Γαμφηλὰς ὄνου

95καὶ Λᾶν περάσεις, ἀντὶ δʼ εὐχίλου κάπης

96καὶ μηλιαυθμῶν ἠδὲ χερσαίας πλάτης

97τράμπις σʼ ὀχήσει καὶ Φερέκλειοι πόδες

98δισσὰς σαλάμβας κἀπὶ Γυθείου πλάκας,

99ἐν αἷσι πρὸς κύνουρα καμπύλους σχάσας

100πεύκης ὀδόντας, ἕκτορας πλημμυρίδος,

101σκαρθμῶν ἰαύσεις εἰναφώσσωνα στόλον.

102καὶ τὴν ἄνυμφον πόρτιν ἁρπάσας λύκος,

103δυοῖν πελειαῖν ὠρφανισμένην γονῆς

104καὶ δευτέραν εἰς ἄρκυν ὀθνείων βρόχων

105ληῖτιν ἐμπταίσασαν ἰξευτοῦ πτερῷ,

106Θύσαισιν ἁρμοῖ μηλάτων ἀπάργματα

107φλέγουσαν ἐν κρόκαισι καὶ Βύνῃ θεᾷ,

108θρέξεις ὑπὲρ Σκάνδειαν Αἰγίλου τʼ ἄκραν,

109αἴθων ἐπακτὴρ καγχαλῶν ἀγρεύματι.

110νήσῳ δʼ ἐνὶ δράκοντος ἐκχέας πόθον

111Ἀκτῆς, διμόρφου γηγενοῦς σκηπτουχίας,

112τὴν δευτέραν ἕωλον οὐκ ὄψει Κύπριν,

113ψυχρὸν παραγκάλισμα κἀξ ὀνειράτων

114κεναῖς αφάσσων ὠλέναισι δέμνια.

115ὁ γάρ σε συλλέκτροιο Φλεγραίας πόσις

116στυγνὸς Τορώνης, ᾧ γέλως ἀπέχθεται

117καὶ δάκρυ, νῆις δʼ ἐστὶ καὶ τητώμενος

118ἀμφοῖν, ὁ Θρῄκης ἔκ ποτʼ εἰς ἐπακτίαν

119Τρίτωνος ἐκβολαῖσιν ἠλοκισμένην

120χέρσον περάσας, οὐχὶ ναυβάτῃ στόλῳ,

121ἀλλʼ ἀστίβητον οἶμον, οἷά τις σιφνεύς,

122κευθμῶνος ἐν σήραγγι τετρήνας μυχούς,

123νέρθεν θαλάσσης ἀτραποὺς διήνυσε,

124τέκνων ἀλύξας τὰς ξενοκτόνους πάλας

125καὶ πατρὶ πέμψας τὰς ἐπηκόους λιτὰς

126στῆσαι παλίμπουν εἰς πάτραν, ὅθεν πλάνης

127Παλληνίαν ἐπῆλθε γηγενῶν τροφόν—

128κεῖνός σε, Γουνεὺς ὥσπερ, ἐργάτης δίκης

129τῆς θʼ Ἡλίου θυγατρὸς Ἰχναίας βραβεύς,

130ἐπεσβολήσας λυγρὰ νοσφιεῖ γάμων,

131λίπτοντα κάσσης ἐκβαλὼν πελειάδος·

132ὅς τοὺς Λύκου τε καὶ Χιμαιρέως τάφους

133χρησμοῖσι κυδαίνοντας οὐκ αἰδούμενος

134οὐδʼ Ἀνθέως ἔρωτας οὐδὲ τὸν ξένοις

135σύνδορπον Αἰγαίωνος ἁγνίτην πάγον

136ἔτλης θεῶν ἀλοιτὸς ἐκβῆναι δίκην,

137λάξας τράπεζαν κἀνακυπώσας Θέμιν,

138ἄρκτου τιθήνης ἐκμεμαγμένος τρόπους.

139τοιγὰρ ψαλάξεις εἰς κενὸν νευρᾶς κτύπον,

140ἄσιτα κὰδώρητα φορμίζων μέλη·

141κλαίων δὲ πάτραν τὴν πρὶν ῇθαλωμένην

142ἵξῃ χεροῖν εἴδωλον ἠγκαλισμένος

143τῆς πενταλέκτρου θυιάδος Πλευρωνίας.

144γυιαὶ γὰρ εὐναστῆρας ἄμναμοι τριπλαῖς

145πήναις κατεκλώσαντο δηναιᾶς Ἁλός

146νυμφεῖα πεντάγαμβρα δαίσασθαι γάμων.

147δοιὼ μὲν ἁρπακτῆρας αὐγάσει λύκους,

148πτηνοὺς τριόρχας αἰετοὺς ὀφθαλμίας,

149τὸν δʼ ἐκ Πλυνοῦ τε κἀπὸ Καρικῶν ποτῶν

150βλαστόντα ῥίζης, ἡμικρῆτα βάρβαρον,

151Ἐπειόν, οὐκ Ἀργεῖον ἀκραιφνῆ γοναῖς.

152οὗ πάππον ἐν γαμφαῖσιν Ἐνναία ποτὲ

153Ἕρκυννʼ Ἐρινὺς Θουρία Ξιφηφόρος

154ἄσαρκα μιστύλασα τύμβευσεν φάρῳ,

155τὸν ὠλενὶτην χόνδρον ἐνδατουμένη.

156ὃν δὴ δὶς ἡβήσαντα καὶ βαρὺν πόθον

157φυγόντα Ναυμέδοντος ἁρπακτήριον

158ἔστειλʼ Ἐρεχθεὺς εἰς Λετριναίους γύας

159λευρὰν ἀλετρεύσοντα Μόλπιδος πέτραν,

160τοῦ Ζηνὶ δαιτρευθέντος Ὀμβρίῳ δέμας,

161γαμβροκτόνον ῥαίσοντα πενθεροφθόροις

162βουλαῖς ἀνἀγνοις, ἃς ὁ Καδμίλου γόνος

163ἤρτυσε. τὸν δὲ λοῖσθον ἐκπιὼν σκύφον

164φερωνύμους ἔδυψε Νηρέως τάφους,

165πανώλεθρον κηλῖδα θωύξας γένει,

166ὁ τὴν πόδαργον Ψύλλαν ἡνιοστροφῶν

167καὶ τὴν ὁπλαῖς ῞Αρπινναν Ἁρπυίαις ἴσην.

168τὸν δʼ αὖ τέταρτον αὐθόμαιμον ὄψεται

169κίρκου καταρρακτῆρος, ὅν τε συγγόνων

170τὰ δευτερεῖα τῆς δαϊσφάλτου πάλης

171λαβόντα κηρύξουσιν. ἐν δὲ δεμνίοις

172τὸν ἐξ ὀνείρων πέμπτον ἐστροβημένον

173εἰδωλοπλάστῳ προσκαταξανεῖ ῥέθει,

174τὸν μελλόνυμφον εὐνέτην Κυταϊκῆς,

175τῆς ξεινοβάκχης, ὅν ποτʼ Οἰνώνης φυγάς,

176μύρμων τὸν ἑξάπεζον ἀνδρώσας στρατόν,

177Πελασγικὸν Τυφῶνα γεννᾶται πατήρ,

178ἀφʼ ἑπτὰ παίδων φεψάλῳ σποδουμένων

179μοῦνον φλέγουσαν ἐξαλύξαντα σποδόν.

180χὠ μὲν παλιμπόρευτον ἵξεται τρίβον,

181σφῆκας δαφοινοὺς χηραμῶν ἀνειρύσας,

182ὁποῖα κοῦρος δῶμα κινήσας καπνῷ·

183οἱ δʼ αὖ προγεννήτειραν οὐλαμωνύμου

184βύκταισι χερνίψαντες ὠμησταὶ πόριν,

185τοῦ Σκυρίου δράκοντος ἔντοκον λεχώ,

186ἣν ὁ ξύνευνος Σαλμυδησίας ἁλὸς

187ἐντὸς ματεύων, Ἑλλάδος καρατόμον,

188δαρὸν φαληριῶσαν οἰκήσει σπίλον

189Κελτοῦ πρὸς ἐκβολαῖσι λιμναίων ποτῶν,

190ποθῶν δάμαρτα, τήν ποτʼ ἐν σφαγαῖς κεμὰς

191λαιμὸν προθεῖσα φασγάνων ἒκ ῥύσεται.

192βαθὺς δʼ ἔσω ῥηγμῖνος αὐδηθήσεται

193ἔρημος ἐν κρόκαισι νυμφίου δρόμος,

194στένοντος ἄτας καὶ κενὴν ναυκληρίαν

195καὶ τὴν ἄφαντον εἶδος ἠλλοιωμένην

196γραῖαν σφαγείων ἠδὲ χερνίβων πέλας

197Ἅιδου τε παφλάζοντος ἐκ βυθῶν φλογὶ

198κρατῆρος, ὃν μέλαινα ποιφύξει φθιτῶν

199σάρκας λεβητίζουσα δαιταλουργίᾳ.

200χὠ μὲν πατήσει χῶρον αἰάζων Σκύθην,

201εἰς πέντε που πλειῶνας ἱμείρων λέχους.

202οἱ δʼ ἀμφὶ βωμὸν τοῦ προμάντιος Κρόνου

203σὺν μητρὶ τέκνων νηπίων κρεανόμου

204ὅρκων τὸ δευτεροῦχον ἄρσαντες ζυγὸν

205στερρὰν ἐνοπλίσουσιν ὠλέναις πλάτην,

206σωτῆρα Βάκχον τῶν πάροιθε πημάτων

207Σφάλτην ἀνευάζοντες, ᾧ ποτʼ ἐν μυχοῖς

208Δελφινίου παρʼ ἄντρα Κερδῴου θεοῦ

209Ταύρῳ κρυφαίας χέρνιβας κατάρξεται

210ὁ χιλίαρχος τοῦ πολιρραίστου στρατοῦ.

211ᾧ θυμάτων πρόσπαιον ἐκτίνων χάριν

212δαίμων Ἐνόρχης Φιγαλεὺς Φαυστήριος

213λέοντα θοίνης, ἴχνος ἐμπλέξας λύγοις,

214σχήσει, τὸ μὴ πρόρριζον αἰστῶσαι στάχυν

215κείροντʼ ὀδόντι καὶ λαφυστίαις γνάθοις.

216λεύσσω πάλαι δὴ σπεῖραν ὁλκαίων κακῶν,

217σύρουσαν ἅλμῃ κἀπιροιζοῦσαν πάτρᾳ

218δεινὰς ἀπειλὰς καὶ πυριφλέκτους βλάβας.

219Ὡς μή σε Κάδμος ὤφελʼ ἐν περιρρύτῳ

220Ἴσσῃ φυτεῦσαι δυσμενῶν ποδηγέτην,

221τέταρτον ἐξ Ἄτλαντος ἀθλίου σπόρον,

222τῶν αὐθομαίμων συγκατασκάπτην Πρύλιν,

223τόμουρε πρὸς τὰ λῷστα νημερτέστατε·

224μήδʼ Αἰσακείων οὑμὸς ὤφελεν πατὴρ

225χρησμῶν ἀπῶσαι νυκτίφοιτα δείματα,

226μιᾷ δὲ κρύψαι τοὺς διπλοῦς ὑπὲρ πάτρας

227μοίρᾳ, τεφρώσας γυῖα Λημναίῳ πυρί·

228οὐκ ἂν τοσῶνδε κῦμʼ ἐπέκλυσεν κακῶν.

229καὶ δὴ Παλαίμων δέρκεται βρεφοκτόνος

230ζέουσαν αἰθυίαισι πλεκτανοστόλοις

231γραῖαν ξύνευνον Ὠγένου Τιτηνίδα.

232καὶ δὴ διπλᾶ σὺν πατρὶ ῥαίεται τέκνα,

233στερρῷ τυπέντι κλεῖδας εὐάρχῳ μύλῳ,

234τὰ πρόσθεν αὐλητῆρος ἐκπεφευγότα

235ψυδραῖσι φήμαις λαρνακοφθόρους ῥιφάς,

236ᾧ δὴ πιθήσας στυγνὸς ἄρταμος τέκνων,

237αἰθυιόθρεπτος πορκέων λιναγρέτης,

238κρηθμοῖσι καὶ ῥαιβοῖσι νηρίταις φίλος,

239χηλῷ κατεδρύφαξε διπτύχους γονάς.

240σὺν τοῖς δʼ ὁ τλήμων, μητρὸς οὐ φράσας θεᾶς

241μνήμων ἐφετμάς, ἀλλᾶ ληθάργῳ σφαλείς,

242πρηνὴς θανεῖται στέρνον οὐτασθεὶς ξίφει.

243καὶ δὴ στένει Μύρινα καὶ παράκτιοι

244ἵππων φριμαγμὸν ᾐόνες δεδεγμέναι,

245ὅταν Πελασγὸν ἅλμα λαιψηροῦ ποδὸς

246εἰς θῖνʼ ἐρείσας λοισθίαν αἴθων λύκος

247κρηναῖον ἐξ ἄμμοιο ῥοιβδήσῃ γάνος,

248πηγὰς ἀνοίξας τὰς πάλαι κεκρυμμένας.

249καὶ δὴ καταίθει γαῖαν ὀρχηστὴς Ἄρης,

250στρόμβῳ τὸν αἱματηρὸν ἐξάρχων νόμον.

251ἅπασα δὲ χθὼν προὐμμάτων δῃουμένη

252κεῖται, πέφρικαν δʼ ὥστε ληίου γύαι

253λόγχαις ἀποστίλβοντες, οἰμωγὴ δέ μοι

254ἐν ὠσὶ πύργων ἐξ ἄκρων ἰνδάλλεται,

255πρὸς αἰθέρος κυροῦσα νηνέμους ἕδρας,

256γόῳ γυναικῶν καὶ καταρραγαῖς πέπλων,

257ἄλλην ἐπʼ ἄλλῃ συμφορὰν δεδεγμένων.

258Ἐκεῖνό σʼ, ὦ τάλαινα καρδία, κακὸν

259ἐκεῖνο δάψει πημάτων ὑπέρτατον,

260εὖτʼ ἂν λαβράζων περκνὸς αἰχμητὴς χάρων,

261πτεροῖσι χέρσον αἰετὸς διαγράφων

262ῥαιβῷ τυπωτὴν τόρμαν ἀγκύλῃ βάσει,

263κλάζων τʼ ἄμικτον στόματι ῥιγίστην βοήν,

264τὸν φίλτατόν σου τῶν ἀγαστόρων τρόφιν

265Πτῴου τε πατρός ἁρπάσας μετάρσιον,

266ὄνυξι γαμφηλαῖσί θʼ αἱμάσσων δέμας,

267ἔγχωρα τίφη καὶ πέδον χραίνῃ φόνῳ,

268λευρᾶς βοώτης γατομῶν διʼ αὔλακος.

269λαβὼν δὲ ταύρου τοῦ πεφασμένου δάνος,

270σκεθρῷ ταλάντῳ τρυτάνης ἠρτημένον,

271αὖθις τὸν ἀντίποινον ἐγχέας ἴσον

272Πακτώλιον σταθμοῖσι τηλαυγῆ μύδρον,

273κρατῆρα Βάκχου δύσεται, κεκλαυσμένος

274νύμφαισιν αἳ φίλαντο Βηφύρου γάνος

275Λειβηθρίην θʼ ὕπερθε Πιμπλείας σκοπήν,

276ὁ νεκροπέρνας, ὃς προδειμαίνων πότμον

277καὶ θῆλυν ἀμφὶ σῶμα τλήσεται πέπλον

278δῦναι, παρʼ ἱστοῖς κερκίδος ψαύσας κρότων,

279καὶ λοῖσθος εἰς γῆν δυσμενῶν ῥῖψαι πόδα,

280τὸ σόν, ξύναιμε, κἀν ὕπνῳ πτήσσων δόρυ.

281ὦ δαῖμον, οἷον κίονʼ αἰστώσεις δόμων,

282ἔρεισμα πάτρας δυστυχοῦς ὑποσπάσας·

283οὐ μὴν ἀνατεί γʼ οὐδʼ ἄνευ μόχθων πικρῶν

284πένθους θʼ ὁ λῃστὴς Δωριεὺς γελᾷ στρατός,

285ἐπεγκαχάζων τοῦ δεδουπότος μόρῳ,

286ἀλλʼ ἀμφὶ πρύμναις τὴν πανυστάτην δραμὼν

287πεύκαις βίου βαλβῖδα συμφλεχθήσεται,

288καλῶν ἐπʼ εὐχαῖς πλεῖστα Φύξιον Δία

289πορθουμένοισι κῆρας ἀρκέσαι πικράς.

290τότʼ οὔτε τάφρος, οὔτε ναυλόχων σταθμῶν

291πρόβλημα καὶ σταυροῖσι κορσωτὴ πτέρυξ,

292οὐ γεῖσα χραισμήσουσιν, οὐδʼ ἐπάλξιες·

293ἀλλʼ ὡς μέλισσαι συμπεφυρμένοι καπνῷ

294καὶ λιγνύος ῥιπαῖσι καὶ γρυνῶν βολαῖς

295ἄφλαστα καὶ κόρυμβα καὶ κλῃδῶν θρόνους

296πυκνοὶ κυβιστητῆρες ἐξ ἑδωλίων

297πηδῶντες αἱμάξουσιν ὀθνείαν κόνιν.

298πολλοὺς δʼ ἀριστεῖς πρωτόλειά θʼ Ἑλλάδος

299αἰχμῇ φέροντας καὶ σποραῖς ὠγκωμένους,

300αἱ σαὶ καταξανοῦσιν ὄβριμοι χέρες,

301φόνῳ βλύουσαι κἀπιμαιμῶσαι μάχης.

302ἐγὼ δὲ πένθος οὐχὶ μεῖον οἴσομαι,

303τὰς σὰς στένουσα καὶ διʼ αἰῶνος ταφάς.

304οἰκτρὸν γάρ, οἰκτρὸν κεῖνʼ ἐπόψομαι φάος

305καὶ πημάτων ὕψιστον, ὧν κράντης χρόνος,

306μήνης ἑλίσσων κύκλον, αὐδηθήσεται.

307αἰαῖ, στενάζω καὶ σὸν εὔγλαγον θάλος,

308ὦ σκύμνε, τερπνὸν ἀγκάλισμα συγγόνων,

309ὅς τʼ ἄγριον δράκοντα πυρφόρῳ βαλὼν

310ἴυγγι τόξων, τὸν τυπέντα δʼ ἐν βρόχοις

311μάρψας ἀφύκτοις βαιὸν ἀστεργῆ χρόνον,

312πρὸς τοῦ δαμέντος αὐτὸς οὐ τετρωμένος,

313καρατομηθεὶς τύμβον αἱμάξεις πατρός.

314οἴμοι δυσαίων, καὶ διπλᾶς ἀηδόνας

315καὶ σόν, τάλαινα, πότμον αἰάζω, σκύλαξ.

316ὧν τὴν μὲν αὐτόπρεμνον ἡ τοκὰς κόνις

317χανοῦσα κευθμῷ χείσεται διασφάγος,

318λεύσσουσαν ἄτην ἀγχίπουν στεναγμάτων,

319ἵνʼ ἄλμα πάππου καὶ χαμευνάδος μόροι

320τῆς λαθρονύμφου πόρτιος μεμιγμένοι

321σκύμνῳ κέχυνται, πρὶν λαφύξασθαι γάνος,

322πρὶν ἐκ λοχείας γυῖα χυτλῶσαι δρόσῳ·

323σὲ δʼ ὠμὰ πρὸς νυμφεῖα καὶ γαμηλίους

324ἄξει θυηλὰς στυγνὸς Ἴφιδος λέων,

325μητρὸς κελαινῆς χέρνιβας μιμούμενος,

326ἣν εἰς βαθεῖαν λαιμίσας ποιμανδρίαν

327στεφηφόρον βοῦν δεινὸς ἄρταμος δράκων

328ῥαίσει τριπάτρῳ φασγάνῳ Κανδάονος,

329λύκοις τὸ πρωτόσφακτον ὅρκιον σχάσας.

330σὲ δʼ ἀμφὶ κοίλην αἰχμάλωτον ᾐόνα

331πρέσβυν Δολόγκων δημόλευστον ὠλένῃ

332ἐπεσβόλοις ἀραῖσιν ἠρεθισμένῃ

333κρύψει κύπασσις χερμάδων ἐπομβρίᾳ,

334Μαίρας ὅταν φαιουρὸν ἀλλάξῃς δομήν.

335ὁ δʼ ἀμφὶ τύμβῳ τἀγαμέμνονος δαμεὶς

336κρηπῖδα πήγῳ νέρθε καλλυνεῖ πλόκῳ,

337ὁ πρὸς καλύπτρης τῆς ὁμαίμονος τάλας

338ὠνητὸς αἰθαλωτὸν εἰς πάτραν μολών,

339τὸ πρὶν δʼ ἀμυδρὸν οὔνομʼ αἰστώσας σκότῳ,

340ὅταν χέλυδρος πυρσὸν ὠμόθριξ βαρὺν

341ἀπεμπολητὴς τῆς φυταλμίας χθονὸς

342φλέξας τὸν ὠδίνοντα μορμωτὸν λόχον

343ἀναψαλάξῃ γαστρὸς ἑλκύσας ζυγά,

344τῆς Σισυφείας δʼ ἀγκύλης λαμπουρίδος

345λάμψῃ κακὸν φρύκτωρον αὐτανέψιος

346τοῖς εἰς στενὴν Λεύκοφρυν ἐκπεπλωκόσι

347καὶ παιδοβρῶτος Πορκέως νήσους διπλᾶς.

348ἐγὼ δὲ τλήμων ἡ γάμους ἀρνουμένη,

349ἐν παρθενῶνος λαΐνου τυκίσμασιν

350ἄνις τεράμνων εἰς ἀνώροφον στέγην

351εἱρκτῆς ἁλιβδύσασα λυγαίας δέμας,

352ἡ τὸν Θοραῖον Πτῷον Ὡρίτην θεὸν

353λίπτοντʼ ἀλέκτρων ἐκβαλοῦσα δεμνίων,

354ὡς δὴ κορείαν ἄφθιτον πεπαμένη

355πρὸς γῆρας ἄκρον, Παλλάδος ζηλώμασι

356τῆς μισονύμφου Λαφρίας Πυλάτιδος,

357τῆμος βιαίως φάσσα πρὸς τόργου λέχος

358γαμψαῖσιν ἅρπαις οἰνὰς ἑλκυσθήσομαι,

359ἡ πολλὰ δὴ Βούδειαν Αἴθυιαν Κόρην

360ἀρωγὸν αὐδάξασα τάρροθον γάμων.

361ἡ δʼ εἰς τέραμνα δουρατογλύφου στέγης

362γλήνας ἄνω στρέψασα χώσεται στρατῷ,

363ἐξ οὐρανοῦ πεσοῦσα καὶ θρόνων Διός,

364ἄνακτι πάππῳ χρῆμα τιμαλφέστατον.

365ἑνὸς δὲ λώβης ἀντί, μυρίων τέκνων

366Ἑλλὰς στενάξει πᾶσα τοὺς κενοὺς τάφους,

367οὐκ ὀστοθήκαις, χοιράδων δʼ ἐφημένους,

368οὐδʼ ὑστάτην κεύθοντας ἐκ πυρὸς τέφρην

369κρωσσοῖσι ταρχυθεῖσαν, ἣ θέμις φθιτῶν,

370ἀλλʼ οὔνομʼ οἰκτρὸν καὶ κενηρίων γραφὰς

371θερμοῖς τεκόντων δακρύοις λελουμένας

372παίδων τε καὶ θρήνοισι τοῖς ὁμευνίδων.

373Ὀφέλτα καὶ μύχουρε χοιράδων Ζάραξ

374σπίλοι τε καὶ Τρυχάντα καὶ τραχὺς Νέδων

375καὶ πάντα Διρφωσσοῖο καὶ Διακρίων

376γωλειὰ καὶ Φόρκυνος οἰκητήριον,

377ὅσων στεναγμῶν ἐκβεβρασμένων νεκρῶν

378σὺν ἡμιθραύστοις ἰκρίοις ἀκούσετε,

379ὅσων δὲ φλοίσβων ῥαχίας ἀνεκβάτου

380δίναις παλιρροίοισιν ἕλκοντος σάλου,

381ὅσων δὲ θύννων ἠλοκισμένων ῥαφὰς

382πρὸς τηγάνοισι κρατός, ὧν καταιβάτης

383σκηπτὸς κατʼ ὄρφνην γεύσεται δῃουμένων,

384ὅταν καρηβαρεῦντας ἐκ μέθης ἄγων

385λαμπτῆρα φαίνῃ τὸν ποδηγέτην σκότου

386σίντης, ἀγρύπνῳ προσκαθήμενος τέχνῃ.

387τὸν δʼ οἷα δύπτην κηρύλον διὰ στενοῦ

388αὐλῶνος οἴσει κῦμα γυμνήτην φάγρον,

389διπλῶν μεταξὺ χοιράδων σαρούμενον.

390Γυραῖσι δʼ ἐν πέτραισι τερσαίνων πτερὰ

391στάζοντα πόντου, δευτέραν ἅλμην σπάσει,

392βληθεὶς ἀπʼ ὄχθων τῷ τριωνύχῳ δορί,

393ᾧ νιν κολαστὴς δεινὸς οὐτάσας λατρεὺς

394ἀναγκάσει φάλλαισι κοινωνεῖν δρόμου

395κόκκυγα κομπάζοντα μαψαύρας στόβους.

396ψυχρὸν δʼ ἐπʼ ἀκταῖς ἐκβεβρασμένον νέκυν

397δελφῖνος ἀκτὶς Σειρία καθαυανεῖ.

398τάριχον ἐν μνίοις δὲ καὶ βρύοις σαπρὸν

399κρύψει κατοικτίσασα Νησαίας κάσις,

400δίσκου μεγίστου τάρροθος Κυναιθέως.

401τύμβος δὲ γείτων ὄρτυγος πετρουμένης

402τρέμων φυλάξει ῥόχθον Αἰγαίας ἁλός.

403τὴν Καστνίαν δὲ καὶ Μελιναίαν θεὸν

404λυπρὸς παρʼ Ἅιδην δεννάσει κακορροθῶν,

405ἥ μιν παλεύσει δυσλύτοις οἴστρου βρόχοις,

406ἔρωτας οὐκ ἔρωτας, ἀλλʼ Ἐρινύων

407πικρὰν ἀποψήλασα κηρουλκὸν πάγην.

408ἅπασα δʼ ἄλγη δέξεται κωκυμάτων,

409ὅσην Ἄρατθος ἐντὸς ἠδὲ δύσβατοι

410Λειβήθριαι σφίγγουσι Δωτίου πύλαι,

411οἷς οὑμὸς ἔσται κἀχερουσίαν πάρα

412ῥηγμῖνα δαρὸν ἐστεναγμένος γάμος.

413πολλῶν γὰρ ἐν σπλάγχνοισι τυμβευθήσεται

414βρωθεὶς πολυστοίχοισι καμπέων γνάθοις

415νήριθμος ἑσμός· οἱ δʼ ἐπὶ ξένης ξένοι,

416παῶν ἔρημοι δεξιώσονται τάφους.

417τὸν μὲν γὰρ Ἠιὼν Στρυμόνος Βισαλτία,

418Ἀψυνθίων ἄγχουρος ἠδὲ Βιστόνων,

419κουροτρόφον πάγουρον Ἠδωνῶν πέλας

420κρύψει, πρὶν ἢ Τυμφρηστὸν αὐγάσαι λέπας,

421τὸν πατρὶ πλεῖστον ἐστυγημένον βροτῶν,

422ὅμηρον ὅς μιν θῆκε τετρήνας λύχνους,

423ὅτʼ εἰς νόθον τρήρωνος ηὐνάσθη λέχος.

424Τρισσοὺς δὲ ταρχύσουσι Κερκάφου νάπαι

425Ἄλεντος οὐκ ἄπωθε καύηκας ποτῶν·

426τὸν μέν, Μολοσσοῦ Κυπέως Κοίτου κύκνον,

427συὸς παραπλαγχθέντα θηλείας τόκων,

428ὅτʼ εἰς ὀλύνθων δῆριν ἑλκύσας σοφὴν

429τὸν ἀνθάμιλλον αὐτὸς ἐκ μαντευμάτων

430σφαλεὶς ἰαύσει τὸν μεμορμένον πότμον·

431τὸν δʼ αὖ τέταρτον ἐγγόνων Ἐρεχθέως,

432αἴθωνος αὐτάδελφον ἐν πλασταῖς γραφαῖς·

433τρίτον δέ, τοῦ μόσσυνας Ἐκτήνων ποτὲ

434στερρᾷ δικέλλῃ βουσκαφήσαντος γόνον,

435ὃν Γογγυλάτης εἷλε Βουλαῖος Μυλεύς,

436ἀγηλάτῳ μάστιγι συνθραύσας κάρα,

437ἦμος ξυναίμους πατρὸς αἱ Νυκτὸς κόραι

438πρὸς αὐτοφόντην στρῆνον ὥπλισαν μόρου.

439δοιοὶ δὲ ῥείθρων Πυράμου πρὸς ἐκβολαῖς

440αὐτοκτόνοις σφαγαῖσι Δηραίνου κύνες

441δμηθέντες αἰχμάσουσι λοισθίαν βοὴν

442πύργων ὑπὸ πτέρναισι Παμφύλου κόρης.

443αἰπὺς δʼ ἁλιβρὼς ὄχμος ἐν μεταιχμίῳ

444Μάγαρσος ἁγνῶν ἠρίων σταθήσεται,

445ὡς μὴ βλέπωσι, μηδὲ νερτέρων ἕδρας

446δύντες, φόνῳ λουσθέντας ἀλλήλων τάφους.

447οἱ πέντε δὲ Σφήκειαν εἰς Κεραστίαν

448καὶ Σάτραχον βλώξαντες Ὑλάτου τε γῆν

449Μορφώ παροικήσουσι τὴν Ζηρυνθίαν.

450Ὁ μὲν πατρὸς μομφαῖσιν ἠλαστρημένος

451Κυχρεῖος ἄντρων Βωκάρου τε ναμάτων,

452οὑμὸς ξύναιμος, ὡς ὀπατρίου φονεὺς

453πώλου, νόθον φίτυμα, συγγενῶν βλάβη,

454τοῦ λύσσαν ἐν ποίμναισιν αἰχμητηρίαν

455χέαντος, ὃν χάρωνος ὠμηστοῦ δορὰ

456χαλκῷ τορητὸν οὐκ ἔτευξεν ἐν μάχῃ,

457μίαν πρὸς Ἅιδην καὶ φθιτοὺς πεπαμένον

458κέλευθον, ἣν γωρυτὸς ἔκρυψε Σκύθης,

459ἦμος καταίθων θύσλα Κωμύρῳ λέων

460σφῷ πατρὶ λάσκε τὰς ἐπηκόους λιτάς,

461σκύμνον παρʼ ἀγκάλαισιν ἀίτα βράσας.

462οὐ γάρ τι πείσει φῖτυν, ὡς ὁ Λήμνιος

463πρηστὴρ Ἐνυοῦς, οὔποτʼ εἰς φύζαν τραπεὶς

464ταῦρος βαρύφρων, δυσμενεστάτου ξένων

465ἔτυψε δώρῳ σπλάγχνον, ἀρνεύσας λυγρὸν

466πήδημα πρὸς κνώδοντος αὐτουργοὺς σφαγάς.

467ἐλᾷ δὲ πάτρας τῆλε Τραμβήλου κάσιν,

468ὃν ἡ ξύναιμος πατρὸς ἐκλοχεύεται,

469δοθεῖσα πρωταίχμεια τῷ πυργοσκάφῳ.

470ἣν δή ποτʼ, ἐν ῥήτραισι δημοτῶν σταθείς,

471γλαυκῷ κελαινὸν δόρπον ὤτρυνεν κυνὶ

472στεῖλαι τριπλᾶς θύγατρας ὁ σπείρας βάβαξ,

473τῷ πᾶσαν ἅλμῃ πηλοποιοῦντι χθόνα,

474ὅταν κλύδωνας ἐξερεύγηται γνάθων,

475λάβρῳ σαλεύων πᾶν τρικυμίᾳ πέδον.

476ὁ δʼ ἀντὶ πιποῦς σκορπίον λαιμῷ σπάσας

477Φόρκῳ κακῆς ὠδῖνος ἔκλαυσεν βάρος,

478χρῄζων πυθέσθαι πημάτων ξυμβουλίαν.

479Ὁ δεύτερος δὲ νῆσον ἀγρότης μολών,

480χερσαῖος αὐτόδαιτος ἐγγόνων δρυὸς

481λυκαινομόρφων Νυκτίμου κρεανόμων,

482τῶν πρόσθε μήνης φηγίνων πύρνων ὀχὴν

483σπληδῷ κατʼ ἄκρον χεῖμα θαλψάντων πυρός,

484χαλκωρυχήσει καὶ τὸν ἐκ βόθρου σπάσει

485βῶλον, δικέλλῃ πᾶν μεταλλεύων γνύθος.

486οὗ φῖτυν ἠνάριξεν Οἰταῖος στόνυξ,

487βουβῶνος ἐν τόρμαισι θρυλίξας δέμας.

488ἔγνω δʼ ὁ τλήμων σὺν κακῷ μαθὼν ἔπος,

489ὡς πολλὰ χείλευς καὶ δεπαστραίων ποτῶν

490μέσῳ κυλίνδει μοῖρα παμμήστωρ βροτῶν.

491ὁ δʼ αὐτὸς ἀργῷ πᾶς φαληριῶν λύθρῳ,

492στόρθυγξ δεδουπὼς τὸν κτανόντʼ ἠμύνατο,

493πλήξας ἀφύκτως ἄκρον ὀρχηστοῦ σφυρόν.

494τρίτος δὲ τοῦ μάρψαντος ἐκ κοίλης πέτρας

495κέλωρ γίγαντος ὅπλα, τοῦ ποτʼ εἰς λέχος

496λαθραῖον αὐτόκλητος Ἰδαία πόρις

497ἡ ζῶσʼ ἐς Ἅιδην ἵξεται καταιβάτις,

498θρήνοισιν ἐκτακεῖσα, Μουνίτου τοκάς·

499ὃν δή ποτʼ ἀγρώσσοντα Κρηστώνης ἔχις

500κτενεῖ, πατάξας πτέρναν ἀγρίῳ βέλει,

501ὅταν τεκόντος αἰχμάλωτος εἰς χέρας

502ἡ πατρομήτωρ τὸν δνόφῳ τεθραμμένον

503βάλῃ νεογνὸν σκύμνον. ᾗ μόνῃ ζυγὸν

504δούλειον ἀμφήρεισαν Ἀκταίων λύκοι

505τῆς ἁρπαγείσης ἀντίποινα θυιάδος,

506ὧν ὀστράκου στρόβιλος ἐντετμημένος

507κόρσην σκεπάζει ῥῦμα φοινίου δορός.

508τὰ δʼ ἄλλα θριπόβρωτος ἄψαυστος δόμων

509σφραγὶς δοκεύει, θάμβος ἐγχώροις μέγα.

510ἃ δὴ πρὸς ἄστρων κλίμακα στήσει δρόμον

511τοῖς ἡμιθνήτοις διπιύχοις Λαπερσίοις·

512οὓς μήποτʼ, ὦ Ζεῦ σῶτερ, εἰς πάτραν ἐμὴν

513στείλαις ἀρωγοὺς τῇ δισαρπάγῳ κρεκί,

514μηδὲ πτερωτὰς ὁπλίσαντες ὁλκάδας

515πρύμνης ἀπʼ ἄκρας γυμνὸν αἰψηρὸν πόδα

516εἰς Βεβρύκων ῥίψειαν ἐκβατηρίαν,

517μηδʼ οἱ λεόντων τῶνδε καρτερώτεροι,

518ἀλκὴν ἄμικτοι, τοὺς Ἄρης ἐφίλατο,

519καὶ δἶ Ἐνυώ, καὶ τριγέννητος θεὰ

520Βοαρμία Λογγᾶτις Ὁμολωὶς Βία.

521οὐκ ἄν, τὰ χειρώνακτες ἐργάται διπλοῖ,

522Δρύμας τε καὶ Πρόφαντος, ὁ Κρώμνης ἄναξ,

523ἐλατύπησαν κοιράνῳ ψευδωμότῃ,

524ἓν ἦμαρ ἀρκέσειε πορθηταῖς λύκοις

525στέξαι βαρεῖαν ἐμβολὴν ῥαιστηρίαν,

526καίπερ πρὸ πύργων τὸν Καναστραῖον μέγαν

527ἐγχώριον γίγαντα δυσμενῶν μοχλὸν

528ἔχοντα, καὶ τὸν πρῶτον εὐστόχῳ βολῇ

529μαιμῶντα τύψαι ποιμνίων ἀλάστορα.

530οὗ δή ποτʼ αἴθων πρῶτα καινίσει δόρυ

531κίρκος θρασὺς πήδημα λαιψηρὸν δικών,

532Γραικῶν ἄριστος, ᾧ πάλαι τεύχει τάφους

533ἀκτὴ Δολόγκων εὐτρεπὴς κεκμηκότι,

534Μαζουσία προὔχουσα χερσαίου κέρως.

535Ἀλλʼ ἔστι γάρ τις, ἔστι καὶ παρʼ ἐλπίδα

536ἡμῖν ἀρωγὸς πρευμενὴς ὁ Δρύμνιος

537δαίμων Προμανθεὺς Αἰθίοψ Γυράψιος,

538ὅς, τὸν πλανήτην Ὀρθάνην ὅταν δόμοις

539σίνιν καταρρακτῆρα δέξωνται πικρὸν

540οἱ δεινὰ κἀπόθεστα πείσεσθαί ποτε

541μέλλοντες, ἔν τε δαιτὶ καὶ θαλυσίοις

542λοιβαῖσι μειλίσσωσιν ἀστεργῆ Κράγον,

543θήσει βαρὺν κογῳὸν ἐν λέσχαις μέσον.

544καὶ πρῶτα μὲν μύθοισιν ἀλλήλους ὀδὰξ

545βρύξουσι κηκασμοῖσιν ὠκριωμένοι,

546αὖθις δʼ ἐναιχμάσουσιν αὐτανέψιοι,

547ἀνεψιαῖς ὄρνισι χραισμῆσαι γάμους

548βιαιοκλῶπας ἁρπαγάς τε συγγόνων

549χρῄζοντες, ἀλφῆς τῆς ἀεδνώτου δίκην.

550ἦ πολλὰ δὴ βέλεμνα Κνηκιὼν πόρος

551ῥιφέντα τόλμαις αἰετῶν ἐπόψεται,

552ἄπιστα καὶ θαμβητὰ Φηραίοις κλύειν.

553ὁ μὲν κρανείᾳ κοῖλον οὐτάσας στύπος

554φηγοῦ κελαινῆς διπτύχων ἕνα φθερεῖ,

555λέοντα ταύρῳ συμβαλόντα φύλοπιν.

556ὁ δʼ αὖ σιγύμνῳ πλεύρʼ ἀναρρήξας βοὸς

557κλινεῖ πρὸς οὖδας. τῷ δὲ δευτέραν ἔπι

558πληγὴν ἀθαμβὴς κριὸς ἐγκορύψεται,

559ἄγαλμα πήλας τῶν Ἀμυκλαίων τάφων.

560ὁμοῦ δὲ χαλκὸς καὶ κεραύνιοι βολαὶ

561ταύρους καταξανοῦσιν, ὧν ἀλκὴν ἑνὸς

562οὐδʼ ὁ Σκιαστὴς Ὀρχιεὺς Τιλφούσιος

563ἐμέμψατʼ, ἐν χάρμαισι ῥαιβώσας κέρας.

564καὶ τοὺς μὲν Ἅιδης, τοὺς δʼ Ὀλύμπιοι πλάκες

565παρʼ ἦμαρ αἰεὶ δεξιώσονται ξένους,

566φιλαυθομαίμους, ἀφθίτους τε καὶ φθιτούς.

567καὶ τῶν μὲν ἡμῖν εὐνάσει δαίμων δόρυ,

568βαιόν τι μῆχαρ ἐν κακοῖς δωρούμενος.

569ἄλλων δʼ ἄπλατον χειρὶ κινήσει νέφος,

570ὧν οὐδʼ ὁ Ῥοιοῦς ἶνις εὐνάζων μένος

571σχήσει, τὸν ἐννέωρον ἐν νήσῳ χρόνον

572μίμνειν ἀνώγων, θεσφάτοις πεπεισμένους,

573τροφὴν δʼ ἀμεμφῆ πᾶσι τριπτύχους κόρας

574ἴσκων παρέξειν, Κυνθίαν ὅσοι σκοπὴν

575μίμνοντες ἠλάσκουσιν Ἰνωποῦ πέλας,

576Αἰγύπτιον Τρίτωνος ἕλκοντες ποτόν.

577ἃς δὴ Πρόβλαστος ἐξεπαίδευσε θρασὺς

578μυληφάτου χιλοῖο δαιδαλευτρίας

579ἕρπιν τε ῥέζειν ἠδʼ ἀλοιφαῖον λίπος,

580οἰνοτρόπους Ζάρηκος ἐκγόνους φάβας.

581αἳ καὶ στρατοῦ βούπειναν ὀθνείων κυνῶν

582τρύχουσαν ἀλθανοῦσιν, ἐλθοῦσαί ποτε

583Σιθῶνος εἰς θυγατρὸς εὺναστήριον.

584καὶ ταῦτα μὲν μίτοισι χαλκέων πάλαι

585στρόμβων ἐπιρροιζοῦσι γηραιαὶ κόραι·

586Κηφεὺς δὲ καὶ Πράξανδρος, οὐ ναυκληρίας

587λαῶν ἄνακτες, ἀλλʼ ἀνώνυμοι σποραί,

588πέμπτοι τέταρτοι γαῖαν ἵξονται θεᾶς

589Γόλγων ἀνάσσης· ὧν ὁ μὲν Λάκωνʼ ὄχλον

590ἄγων Θεράπνης, θάτερος δʼ ἀπʼ Ὠλένου

591Δύμης τε Βουραίοισιν ἡγεμὼν στρατοῦ.

592ὁ δʼ Ἀργύριππα Δαυνίων παγκληρίαν

593παρʼ Αὐσονίτην Φυλαμὸν δωμήσεται,

594πικρὰν ἑταίρων ἐπτερωμένην ἰδὼν

595οἰωνόμικτον μοῖραν, οἳ θαλασσίαν

596δίαιταν αἰνέσουσι, πορκέων δίκην,

597κύκνοισιν ἰνδαλθέντες εὐγλήνοις δομήν.

598ῥάμφεσσι δʼ ἀγρώσσοντες ἐλλόπων θοροὺς

599φερώνυμον νησῖδα νάσσονται πρόμου,

600θεατρομόρφῳ πρὸς κλίτει γεωλόφῶ

601ἀγυιοπλαστήσαντες ἐμπέδοις πομαῖς

602πυκνὰς καλιάς, Ζῆθον ἐκμιμούμενοι.

603ὁμοῦ δʼ ἐς ἄγραν κἀπὶ κοιταίαν νάπην

604νύκτωρ στελοῦνται, πάντα φεύγοντες βροτῶν

605κάρβανον ὄχλον, ἐν δὲ γραικίταις πέπλοις

606κόλπων ἰαυθμοὺς ἠθάδας διζήμενοι,

607καὶ κρῖμνα χειρῶν κἀπιδόρπιον τρύφος

608μάζης σπάσονται, προσφιλὲς κνυζούμενοι,

609τῆς πρὶν διαίτης τλήμονες μεμνημένοι.

610Τροιζηνίας δὲ πραῦμα φοιτάδος, πλάνης

611ἔσται κακῶν τε πημάτων παραίτιον,

612ὅταν θρασεῖα θουρὰς οἰστρήσῃ κύων

613πρὸς λέκτρα. τύμβος δʼ αὐτὸν ἐκσώσει μόρου

614Ὁπλοσμίας, σφαγαῖσιν ηὐτρεπισμένον.

615κολοσσοβάμων δʼ ἐν πτυχαῖσιν Αὐσόνων

616σταθεὶς ἐρείσει κῶλα χερμάσων ἔπι

617τοῦ τειχοποιοῦ γαπέδων Ἀμοιβέως,

618τὸν ἑρματίτην νηὸς ἐκβαλὼν κέτρον.

619κρίσει δʼ Ἀλαίνου τοῦ κασιγνήτου σφαλεὶς

620εὐχὰς ἀρούραις ἀμφʼ ἐτητύμους βαλεῖ,

621Δηοῦς ἀνεῖναι μήποτʼ ὄμπνιον στάχυν,

622γύας τιθαιβώσσοντος ἀρδηθμῷ Διός,

623ἢν μή τις αὐτοῦ ῥίζαν Αἰτωλῶν σπάσας

624χέρσον λαχήνῃ, βουσὶν αὔλακας τεμών.

625στήλαις δʼ ἀκινήτοισιν ὀχμάσει πέδον,

626ἃς οὔτις ἀνδρῶν ἐκ βίας καυχήσεται

627μετοχλίσας ὀλίζον. ἦ γὰρ ἀπτέρως

628αὐταὶ παλιμπόρευτον ἵξονται βάσιν

629ἄνδηρʼ ἀρέζοις ἴχνεσιν δατούμεναι.

630θεὸς δὲ πολλοῖς αἰπὺς αὐδηθήσεται,

631ὅσοι παρʼ Ἰοῦς γρῶνον οἰκοῦνται πέδον,

632δράκοντα τὸν φθείραντα Φαίακας κτανών.

633οἱ δʼ ἀμφικλύστους χοιράδας Γυμνησίας

634σισυρνοδῦται καρκίνοι πεπλωκότες

635ἄχλαινον ἀμπρεύσουσι νήλιποι βίον,

636τριπλαῖς δικώλοις σφενδόναις ὡπλισμένοι.

637ὧν αἱ τεκοῦσαι τὴν ἑκηβόλον τέχνην

638ἄδορπα παιδεύσουσι νηπίους γονάς.

639οὐ γάρ τις αὐτῶν ψίσεται πύρνον γνάθῳ,

640πρὶν ἂν κρατήσῃ ναστὸν εὐστόχῳ λίθῳ

641ὑπὲρ τράφηκος σῆμα κείμενον σκοποῦ.

642καὶ τοὶ μὲν ἀκτὰς ἐμβατήσονται λεπρὰς

643Ἰβηροβοσκοὺς ἄγχι Ταρτησοῦ πύλης,

644Ἄρνης παλαιᾶς γέννα, Τεμμίκων πρόμοι,

645γραῖαν ποθοῦντες καὶ Λεοντάρνης πάγους

646Σκῶλόν τε καὶ Τέγυραν Ὀγχηστοῦ θʼ ἕδος

647καὶ χεῦμα Θερμώδοντος Ὑψάρνου θʼ ὕδωρ.

648τοὺς δʼ ἀμφὶ Σύρτιν καὶ Λιβυστικὰς πλάκας

649στενήν τε πορθμοῦ συνδρομὴν Τυρσηνικοῦ

650καὶ μιξόθηρος ναυτιλοφθόρους σκοπὰς

651τῆς πρὶν θανούσης ἐκ χερῶν Μηκιστέως

652τοῦ στερφοπέπλου Σκαπανέως Βοαγίδα

653ἁρπυιογούνων κλώμακάς τʼ ἀηδόνων

654πλαγχθέντας, ὠμόσιτα δαιταλωμένους,

655πρόπαντας Ἅιδης πανδοκεὺς ἀγρεύσεται,

656λώβαισι παντοίαισιν ἐσπαραγμένους,

657ἕνα φθαρέντων ἄγγελον λιπὼν φίλων

658δελφινόσγμον κλῶπα Φοινίκης θεᾶς.

659ὃς ὄψεται μὲν τοῦ μονογλήνου στέγας

660χάρωνος, οἴνης τῷ κρεωφάγῳ σκύφον

661χερσὶ προτείνων, τοὐπιδόρπιον ποτόν.

662ἐπόψεται δὲ λείψανον τοξευμάτων

663τοῦ Κηραμύντου Πευκέως Παλαίμονος,

664οἳ πάντα θρανύξαντες εὔτορνα σκάφη

665σχοίνῳ κακὴν τρήσουσι κεστρέων ἄγρην.

666ἄλλος δʼ ἐπʼ ἄλλῳ μόχθος ἄθλοις μενεῖ,

667τοῦ πρόσθεν αἰεὶ πλεῖον ἐξωλέστερος.

668ποία Χάρυβδις οὐχὶ δαίσεται νεκρῶν;

669ποία δʼ Ἐρινὺς μιξοπάρθενος κύων;

670τίς οὐκ ἀηδὼν στεῖρα Κενταυροκτόνος

671Αἰτωλὶς ἢ Κουρῆτις αἰόλῳ μέλει

672πείσει τακῆναι σάρκας ἀκμήνους βορᾶς;

673ποίαν δὲ θηρόπλαστον οὐκ ἐσόψεται

674δράκαιναν, ἐγκυκῶσαν ἀλφίτῳ θρόνα,

675καὶ κῆρα κνωπόμορφον; οἱ δὲ δύσμοροι

676στένοντες ἄτας ἐν συφοῖσι φορβάδες

677γίγαρτα χιλῷ συμμεμιγμένα τρυγὸς

678καὶ στέμφυλα βρύξουσιν. ἀλλά νιν βλάβης

679μῶλυς σαώσει ῥίζα καὶ Κτάρος φανεὶς

680Νωνακριάτης Τρικέφαλος Φαιδρὸς θεός.

681ἥξει δʼ ἐρεμνὸν εἰς ἀλήπεδον φθιτῶν

682καὶ νεκρόμαντιν πέμπελον διζήσεται

683ἀνδρῶν γυναικῶν εἰδότα ξυνουσίας,

684ψυχαῖσι θερμὸν αἷμα προσράνας βόθρῳ,

685καὶ φασγάνου πρόβλημα, νερτέροις φόβον,

686πήλας ἀκούσει κεῖθι πεμφίγων ὄπα

687λεπτὴν ἀμαυρᾶς μάστακος προσφθέγμασιν.

688ὅθεν Γιγάντων νῆσος ἡ μετάφρενον

689θλάσασα καὶ Τυφῶνος ἀγρίου δέμας

690φλογμῷ ζέουσα δέξεται μονόστολον,

691ἐν ᾗ πιθήκων πάλμυς ἀφθίτων γένος

692δύσμορφον εἰς κηκασμὸν ᾤκισεν τόσων,

693οἳ μῶλον ὠρόθυναν ἐκγόνοις Κρόνου.

694Βαίου δʼ ἀμείψας τοῦ κυβερνήτου τάφον

695καὶ Κιμμέρων ἔπαυλα κἀχερουσίαν

696ῥόχθοισι κυμαίνουσαν οἴδματος χύσιν

697Ὄσσαν τε καὶ λέοντος ἀτραποὺς βοῶν

698χωστὰς Ὀβριμοῦς τʼ ἄλσος οὐδαίας Κόρης,

699Πυριφλεγές τε ῥεῖθρον, ἔνθα δύσβατος

700τείνει πρὸς αἴθραν κρᾶτα Πολυδέγμων λόφος,

701ἐξ οὗ τὰ πάντα χύτλα καὶ πᾶσαι μυχῶν

702πηγαὶ κατʼ Αὐσονῖτιν ἕλκονται χθόνα,

703λιπὼν δε Ληθαιῶνος ὑψηλὸν κλέτας

704λίμνην τʼ Ἄορνον ἀμφιτορνωτὴν βρόχῳ

705καὶ χεῦμα Κωκυτοῖο λαβρωθὲν σκότῳ,

706Στυγὸς κελαινῆς νασμόν, ἔνθα Τερμιεὺς

707ὁρκωμότους ἔτευξεν ἀφθίτοις ἕδρας,

708λοιβὰς ἀφύσσων χρυσέαις πέλλαις γάνος,

709μέλλων Γίγαντας κἀπὶ Τιτῆνας περᾶν·

710θήσει Δαείρᾳ καὶ ξυνευνέτῃ δάνος,

711πήληκα κόρσῃ κίονος προσάρμοσας.

712κτενεῖ δὲ κούρας Τηθύος παιδὸς τριπλᾶς,

713οἴμας μελῳδοῦ μητρὸς ἐκμεμαγμένας,

714αὐτοκτόνοις ῥιφαῖσιν ἐξ ἄκρας σκοπῆς

715Τυρσηνικὸν πρὸς κῦμα δυπτούσας πτεροῖς,

716ὅπου λινεργὴς κλῶσις ἑλκύσει πικρά.

717τὴν μὲν Φαλήρου τύρσις ἐκβεβρασμένην

718Γλάνις τε ῥείθροις δέξεται τέγγων χθόνα·

719οὗ σῆμα δωμήσαντες ἔγχωροι κόρης

720λοιβαῖσι καὶ θύσθλοισι Παρθενόπην βοῶν

721ἔτεια κυδανοῦσιν οἰωνὸν θεάν.

722ἀκτὴν δὲ τὴν προὔχουσαν εἰς Ἐνιπέως

723Λευκωσία ῥιφεῖσα τὴν ἐπώνυμον

724πέτραν ὀχήσει δαρόν, ἔνθα λάβρος Ἲς

725γείτων θʼ ὁ Λᾶρις ἐξερεύγονται ποτά.

726λίγεια δʼ εἰς Τέρειναν ἐκναυσθλώσεται,

727κλύδωνα χελλύσσουσα. τὴν δὲ ναυβάται

728κρόκαισι ταρχύσουσιν ἐν παρακτίαις,

729Ὠκινάρου δίναισιν ἀγχιτέρμονα.

730λούσει δὲ σῆμα βούκερως νασμοῖς Ἄρης

731ὀρνιθόπαιδος ἵσμα φοιβάζων ποτοῖς.

732πρώτῃ δέ καὶ ποτʼ αὖθι συγγόνων θεᾷ

733κραίνων ἁπάσης Μόψοπος ναυαρχίας

734πλωτῆρσι λαμπαδοῦχον ἐντυνεῖ δρόμον,

735χρησμοῖς πιθήσας. ὅν ποτʼ αὐξήσει λεὼς

736Νεαπολιτῶν, οἳ παρʼ ἄκλυστον σκέπας

737ὅρμων Μισηνοῦ στύφλα νάσσονται κλίτη.

738Βύκτας δʼ ἐν ἀσκῷ συγκατακλείσας βοὸς

739παλινστροβήτοις πημοναῖς ἀλώμενος

740κεραυνίῃ μάστιγι συμφλεχθήσεται

741καύηξ, ἐρινοῦ προσκαθήμενος κλάδῳ

742ὡς μὴ καταβρόξῃ νιν ἐν ῥόχθοις κλύδων,

743Χάρυβδιν ἐκφυσῶσαν ἑλκύσας βυθῷ.

744βαιὸν δὲ τερφθεὶς τοῖς Ἀτλαντίδος γάμοις,

745ἀναυλόχητον αὐτοκάβδαλον σκάφος

746βῆναι ταλάσσει καὶ κυβερνῆσαι τάλας

747αὐτουργότευκτον βᾶριν εἰς μέσην τρόπιν

748εἰκαῖα γόμφοις προστεταργανωμένην.

749ἧς οἷα τυτθὸν Ἀμφίβαιος ἐκβράσας

750τῆς κηρύλου δάμαρτος ἀπτῆνα σπόρον

751αὐταῖς μεσόδμαις καὶ σὺν ἰκρίοις βαλεῖ

752πρὸς κῦμα δύπτην ἐμπεπλεγμένον κάλοις.

753πόντου δʼ ἄυπνος ἐνσαρούμενος μυχοῖς,

754ἀστῷ σύνοικος Θρῃκίας Ἀνθηδόνος

755ἔσται. παρʼ ἄλλου δʼ ἄλλος, ὡς πεύκης κλάδον,

756βύκτης στροβήσει φελλὸν ἐνθρώσκων πνοαῖς.

757μόλις δὲ Βύνης ἐκ παλιρροίας κακῆς

758ἄμπυξ σαώσει στέρνα δεδρυφαγμένον

759καἰ χεῖρας ἄκρας, αἷς κρεαγρεύτους πέτρας

760μάρπτων ἁλιβρώτοισιν αἱμαχθήσεται

761στόρθυγξι. νῆσον δʼ εἰς Κρόνῳ στυγουμένην

762ἅρπην περάσας, μεζέων κρεανόμον,

763ἄχλαινος ἵκτης, πημάτων λυγρῶν κόπις,

764τὸν μυθοπλάστην ἐξυλακτήσει γόον,

765ἀρὰς τετικὼς τοῦ τυφλωθέντος δάκους.

766οὔπω μάλʼ, οὔπω· μὴ τοσόσδʼ ὕπνος λάβοι

767λήθης Μέλανθον ἐγκλιθένθʼ Ἱππηγέτην.

768ἥξει γάρ, ἥξει ναύλοχον Ῥείθρου σκέπας

769καὶ Νηρίτου πρηῶνας. ὄψεται δὲ πᾶν

770μέλαθρον ἄρδην ἐκ βάθρων ἀνάστατον

771μύκλοις γυναικόκλωψιν. ἡ δὲ βασσάρα

772σεμνῶς κασωρεύουσα κοιλανεῖ δόμους,

773θοίναισιν ὄλβον ἐκχέασα τλήμονος.

774αὐτὸς δὲ πλείω τῶν ἐπὶ Σκαιαῖς πόνους

775ἰδὼν μολοβρός, τλήσεται μὲν οἰκετῶν

776στυγνὰς ἀπειλὰς εὐλόφῳ νώτῳ φέρειν

777δέννοις κολασθείς, τλήσεται δὲ καὶ χερῶν

778πληγαῖς ὑπείκειν καὶ βολαῖσιν ὀστράκων.

779οὐ γὰρ ξέναι μάστιγες, ἀλλὰ δαψιλὴς

780σφραγὶς μενεῖ Θόαντος ἐν πλευραῖς ἔτι,

781λύγοισι τετρανθεῖσα, τὰς ὁ λυμεὼν

782ἐπεγκολάπτειν ἀστένακτος αἰνέσει,

783ἑκουσίαν σμώδιγγα προσμάσσων δομῇ,

784ὅπως παλεύσῃ δυσμενεῖς, κατασκόποις

785λώβαισι καὶ κλαυθμοῖσι φηλώσας πρόμον.

786ὃν Βομβυλείας κλιτὺς ἡ Τεμμικία

787ὕψιστον ἡμῖν πῆμʼ ἐτέκνωσέν ποτε,

788μόνος πρὸς οἴκους ναυτίλων σωθεὶς τάλας.

789λοῖσθον δὲ καύηξ ὥστε κυμάτων δρομεύς,

790ὡς κόγχος ἅλμῃ πάντοθεν περιτριβείς,

791κτῆσίν τε θοίναις Πρωνίων λαφυστίαν

792πρὸς τῆς Λακαίνης αἰνοβακχεύτου κιχὠν,

793σῦφαρ θανεῖται πόντιον φυγὼν σκέπας

794κόραξ σὺν ὅπλοις Νηρίτων δρυμῶν πέλας.

795κτενεῖ δὲ τύψας πλευρὰ λοίγιος στόνυξ

796κέντρῳ δυσαλθὴς ἔλλοπος Σαρδωνικῆς.

797κέλωρ δὲ πατρὸς ἄρταμος κληθήσεται,

798Ἀχιλλέως δάμαρτος αὐτανέψιος.

799μάντιν δὲ νεκρὸν Εὐρυτὰν στέψει λεὼς

800ὅ τʼ αἰπὺ ναίων Τραμπύας ἐδέθλιον,

801ἐν ᾗ ποτʼ αὖθις Ἡρακλῆ φθίσει δράκων

802Τυμφαῖος ἐν θοίναισιν Αἰθίκων πρόμος,

803τὸν Αἰακοῦ τε κἀπὸ Περσέως, σπορᾶς

804καὶ Τημενείων οὐκ ἄπωθεν αἱμάτων.

805Πέργη δέ μιν θανόντα, Τυρσηνῶν ὄρος,

806ἐν Γορτυναίᾳ δέξεται πεφλεγμένον,

807ὅταν στενάζων κῆρας ἐκπνεύσῃ βίον

808παιδός τε καὶ δάμαρτος, ἣν κτείνας πόσις

809αὐτὸς πρὸς Ἅιδην δευτέραν ὁδὸν περᾷ,

810σφαγαῖς ἀδελφῆς ἠλοκισμένος δέρην,

811Γλαύκωνος Ἀψύρτοιό τʼ αὐτανεψίας.

812χὠ μὲν τοσούτων θῖνα πημάτων ἰδὼν

813ἄστρεπτον Ἅιδην δύσεται τὸ δεύτερον,

814γαληνὸν ἦμαρ οὔποτʼ ἐν ζωῇ δρακών.

815ὦ σχέτλἰ , ὥς σοι κρεῖσσον ἦν μίμνειν πάτρᾳ

816βοηλατοῦντα καὶ τὸν ἐργάτην μύκλον

817κάνθωνʼ ὑπὸ ζεύγλαισι μεσσαβοῦν ἔτι

818πλασταῖσι λύσσης μηχαναῖς οἰστρημένον

819ἢ τηλικῶνδε πεῖραν ὀτλῆσαι κακῶν.

820Ὁ δʼ αἰνόλεκτρον ἁρπαγεῖσαν εὐνέτης

821πλᾶτιν ματεύων, κληδόνων πεπυσμένος,

822ποθῶν δὲ φάσμα πτηνὸν εἰς αἴθραν φυγόν,

823ποίους θαλάσσης οὐκ ἐρευνήσει μυχούς;

824ποίαν δὲ χέρσον οὐκ ἀνιχνεύσει μολών;

825ἐπόψεται μὲν πρῶτα Τυφῶνος σκοπάς,

826καὶ πέμπελον γραῦν μαρμαρουμένην δέμας,

827καὶ τὰς Ἐρεμβῶν ναυβάταις ἠχθημένας

828προβλῆτας ἀκτάς. ὄψεται δὲ τλήμονος

829Μύρρας ἐρυμνὸν ἄστυ, τῆς μογοστόκους

830ὠδῖνας ἐξέλυσε δενδρώδης κλάδος,

831καὶ τὸν θεᾷ κλαυσθέντα Γαύαντος τάφον

832Σχοινῇδι μουσόφθαρτον Ἀρέντᾳ Ξένῃ,

833κραντῆρι λευκῷ τόν ποτʼ ἔκτανε πτέλας.

834ἐπόψεται δὲ τύρσιας Κηφηίδας

835καὶ Λαφρόου λακτίσμαθʼ Ἑρμαίου ποδὸς

836δισσάς τε πέτρας, κέπφος αἷς προσήλατο

837δαιτὸς χατίζων. ἀντὶ θηλείας δʼ ἔβη

838τὸν χρυσόπατρον μόρφνον ἁρπάσας γνάθοις,

839τὸν ἡπατουργὸν ἄρσενʼ ἀρβυλόπτερον.

840πεφήσεται δὲ τοῦ θεριστῆρος ξυρῷ

841φάλαινα δυσμίσητος ἐξινωμένη,

842ἱπποβρότους ὠδῖνας οἴξαντος τόκων

843τῆς δειρόπαιδος μαρμαρώπιδος γαλῆς·

844ὃς ζῳοπλαστῶν ἄνδρας ἐξ ἄκρου ποδὸς

845ἀγαλματώσας ἀμφελυτρώσει πέτρῳ,

846λαμπτηροκλέπτης τριπλανοῦς ποδηγίας.

847Ἐπόψεται δὲ τοὺς θερειπότους γύας

848καὶ ῥεῖθρον Ἀσβύσταο καὶ χαμευνάδας

849εὐνάς, δυσόδμοις θηρσὶ συγκοιμώμενος.

850καὶ πάντα τλήσεθʼ οὕνεκʼ Αἰγύας κυνὸς

851τῆς θηλύπαιδος καὶ τριάνορος κόρης.

852ἥξει δʼ ἀλήτης εἰς Ἰαπύγων στρατόν,

853καὶ δῶρʼ ἀνάψει παρθένῳ Σκυλητρίᾳ

854Ταμάσσιον κρατῆρα καὶ βοάγριον

855καὶ τὰς δάμαρτος ἀσκέρας εὐμάριδας.

856ἥξει δὲ Σῖριν καὶ Λακινίου μυχούς,

857ἐν οἷσι πόρτις ὄρχατον τεύξει θεᾷ

858Ὁπλοσμίᾳ φυτοῖσιν ἐξησκημένον.

859γυναιξὶ δʼ ἔσται τεθμὸς ἐγχώροις ἀεὶ

860πενθεῖν τὸν εἰνάπηχυν Αἰακοῦ τρίτον

861καὶ Δωρίδος, πρηστῆρα δαΐου μάχης,

862καὶ μήτε χρυσῷ φαιδρὰ καλλύνειν ῥέθη,

863μήθʼ ἁβροπήνους ἀμφιβάλλεσθαι πέπλους

864κάλχῃ φορυκτούς, οὕνεκεν θεᾷ θεὸς

865χέρσου μέγαν στόρθυγγα δωρεῖται κτίσαι.

866ἥξει δὲ ταύρου γυμνάδας κακοξένους

867πάλης κονίστρας, ὅν τε Κωλῶτις τεκνοῖ,

868Ἀλεντία κρείουσα Λογγούρου μυχῶν,

869Ἅρπης Κρόνου πήδημα Καγχείας θʼ ὕδωρ

870κάμψας, Γονοῦσάν τʼ ἠδὲ Σικανῶν πλάκας,

871καὶ θηροχλαίνου σηκὸν ὠμηστοῦ λύκου,

872ὃν Κρηθέως ἄμναμος ὁρμίσας σκάφος

873ἔδειμε πεντήκοντα σὺν ναυηγέταις.

874κρόκαι δὲ Μινυῶν εὐλιπῆ στελγίσματα

875τηροῦσιν, ἅλμης οὐδὲ φοιβάζει κλύδων

876οὐδʼ ὀμβρία σμήχουσα δηναιὸν νιφάς.

877ἄλλους δὲ θῖνες οἵ τε Ταυχείρων πέλας

878μύρμηκες αἰάζουσιν ἐκβεβρασμένους

879ἔρημον εἰς Ἄτλαντος οἰκητήριον

880θρυλιγμάτων δέρτροισι προσσεσηρότας·

881Μόψον Τιταιρώνειον ἔνθα ναυβάται

882θανόντα ταρχύσαντο, τυμβείαν δʼ ὑπὲρ

883κρηπῖδʼ ἀνεστήλωσαν Ἀργῷου δορὸς

884κλασθὲν πέτευρον, νερτέρων κειμήλιον,

885Αὔσιγδα Κινύφειος ᾗ τέγγων ῥόος

886νασμοῖς λιπαίνει, τῷ δὲ Νηρέως γόνῳ

887Τρίτωνι Κολχὶς ὤπασεν δάνος γυνὴ

888χρυσῷ πλατὺν κρατῆρα κεκροτημένον,

889δείξαντι πλωτὴν οἶμον, ᾗ διὰ στενῶν

890μύρμων ἐνήσει Τῖφυς ἄθραυστον σκάφος.

891Γραικοὺς δὲ χώρας τουτάκις λαβεῖν κράτη

892θαλασσόπαις δίμορφος αὐδάζει θεός,

893ὅταν παλίμπουν δῶρον ἄγραυλος λεὼς

894῞Ελληνʼ ὀρέξῃ νοσφίσας πάτρας Λίβυς.

895εὐζὰς δὲ δειμαίνοντες Ἀσβύσται κτέαρ

896κρύψουσʼ ἄφαντον ἐν χθονὸς νειροῖς μυχοῖς,

897ἐν ᾗ Κυφαίων δύσμορον στρατηλάτην

898ναύταις συνεκβράσουσι Βορραῖαι πνοαί,

899τόν τʼ ἐκ Παλαύθρων ἔκγονον Τενθρηδόνος,

900Ἀμφρυσίων σκηπτοῦχον Εὐρυαμπίων,

901καὶ τὸν δυνάστην τοῦ πετρωθέντος λύκου

902ἀποινοδόρπου καὶ πάγων Τυμφρηστίων.

903ὧν οἱ μὲν Αἰγώνειαν ἄθλιοι πάτραν

904ποθοῦντες, οἱ δʼ Ἐχῖνον, οἱ δὲ Τίταρον

905Ἶρόν τε καὶ Τρηχῖνα καὶ Περραιβικὴν

906Γόννον Φάλαννάν τʼ ἠδʼ Ὀλοσσόνων γύας

907καὶ Κασταναίαν, ἀκτέριστον ἐν πέτραις

908αἰῶνα κωκύσουσιν ἠλοκισμένοι.

909ἄλλην δʼ ἐπʼ ἄλλῃ κῆρα κινήσει θεός,

910λυγρὴν πρὸ νόστου συμφορὰν δωρούμενος.

911τὸν δʼ Αἰσάρου τε ῥεῖθρα καὶ βραχύπτολις

912Οἰνωτρίας γῆς κεγχρίνῃ βεβρωμένον

913Κρίμισα φιτροῦ δέξεται μιαιφόνον·

914αὐτὴ γὰρ ἄκραν ἄρδιν εὐθυνεῖ χεροῖν

915σάλπιγξ ἀποψάλλουσα Μαιώτην πλόκον·

916Δύρα παρʼ ὄχθαις ὅς ποτε φλέξας θρασὺν

917λέοντα ῥαιβῷ χεῖρας ὥπλισε Σεύθῃ

918δράκοντʼ ἀφύκτων γομφίων λυροκτύπῳ.

919Κρᾶθις δὲ τύμβους ὄψεται δεδουπότος,

920εὐρὰξ Ἀλαίου Παταρέως ἀνακτόρων,

921Ναύαιθος ἔνθα πρὸς κλύδωνʼ ἐρεύγεται.

922κτενοῦσι δʼ αὐτὸν Αὔσονες Πελλήνιοι

923βοηδρομοῦντα Λινδίων στρατηλάταις,

924οὓς τῆλε Θερμύδρου τε Καρπάθου τʼ ὀρῶν

925πλάνητας αἴθων Θρασκίας πέμψει κύων,

926ξένην ἐποικήσοντας ὀθνείαν χθόνα.

927ἐν δʼ αὖ Μακάλλοις σηκὸν ἔγχωροι μέγαν

928ὑπὲρ τάφων δείμαντες, αἰανῆ θεὸν

929λοιβαῖσι κυδανοῦσι καὶ θύσθλοις βοῶν.

930ὁ δʼ ἱπποτέκτων Λαγαρίας ἐν ἀγκάλαις,

931ἔγχος πεφρικὼς καὶ φάλαγγα θουρίαν,

932πατρῷον ὅρκον ἐκτίνων ψευδώμοτον,

933ὃν ἀμφὶ μήλων τῶν δορικτήτων τάλας

934πύργων Κομαιθοῦς συμπεφυρμένων στρατῷ

935στεργοξυνεύνων οὕνεκεν νυμφευμάτων

936Ἀλοῖτιν ἔτλη τὴν Κυδωνίαν Θρασὼ

937ὁρκωμοτῆσαι τόν τε Κρηστώνης θεὸν

938Κανδάονʼ ἤ Μάμερτον ὁπλίτην λύκον,

939ὁ μητρὸς ἐντὸς δελφύος στυγνὴν μάχην

940στήσας ἀραγμοῖς πρὸς κασίγνητον χεροῖν,

941οὔπω τὸ Τιτοῦς λαμπρὸν αὐγάζων φάος

942οὐδʼ ἐκφυγὼν ὠδῖνας ἀλγεινὰς τόκων.

943τοιγὰρ πόποι φύξηλιν ἤνδρωσαν σπόρον,

944πύκτην μὲν ἐσθλόν, πτῶκα δʼ ἐν κλόνῳ δορός,

945καὶ πλεῖστα τέχναις ὠφελήσαντα στρατόν·

946ὃς ἀμφὶ Κῖριν καὶ Κυλιστάνου Κυλιστάνου Scheer from E.M. 544. 30 Κυλιστάρ(ν)ου.γάνος

947ἔπηλυς οἴκους τῆλε νάσσεται πάτρας,

948τὰ δʼ ἐργαλεῖα, τοῖσι τέτρηνας βρέτας

949τεύξει ποτʼ ἐγχώροισι μέρμερον βλάβην,

950καθιερώσει Μυνδίας ἀνακτόροις.

951ἄλλοι δʼ ἐνοικήσουσι Σικανῶν χθόνα,

952πλαγκτοὶ μολόντες, ἔνθα Λαυμέδων τριπλᾶς

953ναύταις ἔδωκε Φοινοδάμαντος κόρας,

954ταῖς κητοδόρποις συμφοραῖς δεδηγμένος,

955τηλοῦ προθεῖναι θηρσὶν ὠμησταῖς βορὰν

956μολόντας εἰς γῆν ἕσπερον Λαιστρυγόνων,

957ὅπου συνοικεῖ δαψιλὴς ἐρημία.

958αἱ δʼ αὖ παλαιστοῦ μητέρος Ζηρυνθίας

959σηκὸν μέγαν δείμαντο, δωτίνην θεᾷ,

960μόρον φυγοῦσαι καὶ μονοικήτους ἕδρας,

961ὧν δὴ μίαν Κριμισός, ἰνδαλθεὶς κυνί,

962ἔζευξε λέκτροις ποταμός· ἡ δὲ δαίμονι

963τῷ…

964τρισσῶν…

965

The complete text is available when the reading interface loads.