Fragmenta
- Edition reference
- Fragmenta, ed. B. Snell, Tragicorum Graecorum fragmenta, vol. 1, Göttingen: Vandenhoeck & Ruprecht, 1971: 321–322.
- CTS identifier
urn:cts:greekLit:tlg0351.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
ἄνθρωπος ὢν μέμνησο τῆς κοινῆς τύχης
2
φθόνος κάκιστος κἀδικώτατος θεός,
κακοῖς τε χαίρει κἀγαθοῖς ἀλγύνεται
3
ζευχθεὶς γάμοισιν οὐκέτ' ἔστ' ἐλεύθερος.
ἀλλ' ἕν γ' ἔχει τι χρηστόν· ἐν κήδει γὰρ ὤν
ἐσθλῷ δέδοικε μηδὲν ἐξαμαρτάνειν
3a?
ἄριστον ἀνδρὶ κτῆμα συμπαθὴς γυνή
4
παίδων κρατεῖν δεῖ τῶν νεωτέρων σοφούς
5
γῆρας λεόντων κρεῖσσον ἀκμαίων νεβρῶν
6*
γάμος κράτιστός ἐστιν ἀνδρὶ σώφρονι,
τρόπον γυναικὸς χρηστὸν ἔνδον λαμβάνειν·
αὕτη γὰρ ἡ προὶξ οἰκίαν σῴζει μόνη