The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, FHG 4: 339.
CTS identifier
urn:cts:greekLit:tlg0360.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t

{ΘΗΒΑΙΚΑ.}

1

Schol. Apoll. Rh. I, 551: Ἀρμενίδας ἐν τοῖς Θη-

βαϊκοῖς Ἀμφικτύονος υἱὸν

Ἰτωνὸν ἐν Θεσσαλίᾳ γεννηθῆναι (γενέσθαι cod. Par.

sc. φησὶ), ἀφ' οὗ Ἴτων πόλις καὶ Ἰτωνὶς Ἀθηνᾶ.

2

Idem I, 741: Ὅτι δὲ ἠκολούθησαν τῇ Ἀμφίονος

λύρᾳ οἱ λίθοι αὐτόματοι, ἱστορεῖ καὶ Ἀντιμενίδας (scr.

Ἀρμενίδας) ἐν πρώτῳ, τὴν δὲ λύραν δοθῆναι Ἀμφίονι

ὑπὸ Μουσῶν φησι.

3

Photius Lex.: Μακάρων νῆσοι· ἡ ἀκρόπολις τῶν

ἐν Βοιωτίᾳ Θηβῶν τὸ παλαιὸν, ὡς Ἁρμένδας.

4

Schol. Pind. Ol. VI, 23: [<Ἑπτὰ ἔπειτα πυρᾶν>]

Ἀριστόδημος φησὶ τὰς ἑπτὰ πυρὰς εἶναι τῶν στρατιω-

τῶν τῶν ἀπολομένων ... Ἀρμενιδ' (scr. Ἀρμενίδας)

γράφει· «Καὶ πυρὰς ποιοῦντες ἑπτὰ ἐπὶ τοῖς ἕρμασιν,

ἐνταῦθα ὅπου καλοῦνται Ἑπτὰ πυραὶ, ἢ ἀπὸ τῶν ἑπτὰ

ἐπὶ Θήβαις ἢ ἀπὸ τῶν ἑπτὰ παίδων Νιόβης ἐκεῖ καυ-

θέντων, ἀπὸ τῶν ιδʹ, χωρισθεισῶν τῶν συ-

ζυγιῶν.»

5

Steph. Byz.: Ἁλίαρτος, πόλις Βοιωτίας ... Ἀρμε-

νίδας δὲ τῷ ρ Ἀρίαρτόν φησιν.

6

Athenaeus I: Ἐπίχαρμος δὲ ἀπό τινων

Βιβλίνων φησὶν αὐτὸν (τὸν οἶνον Βίβλινον) ὠνομάσθαι.

Ἀρμενίδας δὲ τῆς Θρᾴκης φησὶν εἶναι χώραν τὴν Βι-

βλίαν, ἣν αὖθις Τισάρην καὶ Οἰσύμην προσαγορευθῆ-

ναι.

7

Hesychius: <Ἐνοδία,> Ἄρτεμις, ἐπεὶ κυνηγητικὴ,

ὡς Ἀνδρομενίδης.