Phaseis
- Authority group
- Ptolemy (catalogue association; authorship remains anonymous)
- Edition reference
- Phaseis, ed. Heiberg, op. cit., vol. 2 (1907) 3–67.
- CTS identifier
urn:cts:greekLit:tlg0363.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
2
6
Πάλιν δὴ καθ' ἕκαστον τῶν ἐκκειμένων τεσ-
σάρων σχηματισμῶν δύο γίνονται πρῶται διαφοραί·
τοὺς μὲν γὰρ αὐτῶν καλοῦμεν ἀληθινούς, τοὺς δὲ
φαινομένους. καὶ κοινότερον ἀληθινοὶ μέν εἰσιν,
ὅσοι μὴ τὸν ἀστέρα μόνον ἀλλὰ καὶ τὸν ἥλιον ἔχουσι
κατ' αὐτὸν ἀκριβῶς τὸν ὁρίζοντα, φαινόμενοι δέ,
ὅσοι τὸν μὲν ἀστέρα κατ' αὐτὸν τὸν ὁρίζοντα, τὸν
δὲ ἥλιον ὑπὸ γῆν, οὐ μὴν οὕτως ἁπλῶς, ἀλλ' ἤτοι
πρὸ τῆς ἀνατολῆς αὐτῆς ἢ μετ' αὐτὴν τὴν δύσιν.
ἰδιαίτερον δὲ καθ' ἕκαστον τῶν σχηματισμῶν ἑῴαν μὲν
ἀνατολὴν ἀληθινὴν λέγουσιν, ὅταν συνανατέλλωσιν
ὅ τε ἀστὴρ καὶ ὁ ἥλιος, ἑσπερίαν δὲ ἀνατολὴν ἀληθῆ,
ὅταν ἅμα τῷ ἡλίῳ δύνοντι ὁ ἀστὴρ ἀνατέλλῃ, ἑῴαν
δὲ δύσιν ἀληθῆ, ὅταν ἅμα τῷ ἡλίῳ ἀνατέλλοντι
ὁ ἀστὴρ δύνῃ, ἑσπερίαν δὲ δύσιν ἀληθῆ, ὅταν
συγκαταδύνωσιν ὅ τε ἀστὴρ καὶ ὁ ἥλιος, πάλιν δ'
αὖ ἑῴαν ἀνατολὴν φαινομένην, ὅταν πρὸ τῆς ἀνα-
τολῆς τοῦ ἡλίου καὶ ὁ ἀστὴρ ἀνατέλλων φαίνηται,
ἑσπερίαν δ' ἀνατολὴν φαινομένην, ὅταν μετὰ τὴν
τοῦ ἡλίου δύσιν ὁ ἀστὴρ ἀνατέλλων φαίνηται, ἑῴαν
δὲ δύσιν φαινομένην, ὅταν πρὸ τῆς ἀνατολῆς τοῦ
ἡλίου ὁ ἀστὴρ δύνων φαίνηται, ἑσπερίαν δὲ δύσιν
φαινομένην, ὅταν μετὰ τὴν τοῦ ἡλίου δύσιν καὶ ὁ
ἀστὴρ δύνων φαίνηται.
Ἐπὶ μὲν οὖν τῶν ἀληθινῶν σχηματισμῶν οὐ
μόνους τοὺς τῶν ἀστέρων ἀλλὰ καὶ τοὺς τοῦ ἡλίου
7
τόπους θεωρεῖσθαι συμβέβηκεν, ἐπειδὴ καὶ οὗτος κατ'
αὐτὸν συνίσταται τὸν ὁρίζοντα, ἐπὶ δὲ τῶν φαινο-
μένων, ἐφ' ὅσον οὕτως ἁπλῶς αὐτοὺς ἀκούομεν,
οὐκέτι καὶ τοὺς τοῦ ἡλίου πάντως· δυνατὸν γὰρ γί-
νεται καὶ πλείοσιν ἡμέραις κατὰ διαφόρους ὑπὸ γῆν
τοῦ ἡλίου διαστάσεις ἑωθινάς τε καὶ ἑσπερινὰς τὰς
ἀνατολὰς καὶ τὰς δύσεις φαίνεσθαι τῶν ἀστέρων ὡς
ἂν ὑποδεχομένων τινὰ παράλλαξιν τῶν ὑποκειμένων
χρόνων. διόπερ οὐδέτερον τῶν κατειλεγμένων σχη-
ματισμῶν ἤδη καὶ φάσεις ῥητέον· ἡ μὲν γὰρ φάσις
δήλωσίς ἐστιν ὡρισμένου τε ἅμα καὶ φαινομένου σχη-
ματισμοῦ, τῶν δ' ἐκκειμένων οἱ μὲν ἀληθινοὶ τοὺς
χρόνους αὐτοὺς καθιστῶσιν ἀφανεῖς, οἱ δὲ φαινόμενοι
τοὺς τοῦ ἡλίου τόπους. ὅταν οὖν τοὺς φαινομένους
μηκέθ' ἀπλῶς οὕτως εἰκῆ καὶ ὡς ἔτυχεν ἐκδεχώμεθα,
προσδιοριζόμενοι δὲ τοὺς πρώτους ἢ ἐσχάτους τῶν
ἀνατολῶν καὶ τῶν δύσεων, τότε καὶ τὸ τῆς φάσεως
ἴδιον περιέξουσιν ἑνὸς ἤδη γινομένου καὶ τοῦ κατὰ
τὸν ἥλιον τόπου, καθ' ὃν ὄντος αὐτοῦ πρῶτον ἢ ἔσχα-
τον οἱ ἀστέρες ἀνατέλλοντες καὶ δύνοντες φαίνεσθαι
δύνανται, καὶ συνίστανται κατὰ τὸν τοιοῦτον ἤδη
διορισμὸν ἐπὶ μέν γε τῶν ἐκκειμένων παραλλήλων καὶ
ὅλως, ἐφ' ὅσον τέμνει τοὺς τροπικοὺς ὁ ὁρίζων, ἑῴα
μὲν ἀνατολικὴ φάσις ἡ πρώτη τῶν φαινομένων ἀνα-
τολή, ἑσπερία δὲ ἀνατολικὴ φάσις ἡ ἐσχάτη τῶν
φαινομένων τοῦ ἀστέρος ἀνατολή, καὶ πάλιν ἑῴα μὲν
δυτικὴ φάσις ἡ πρώτη τῶν φαινομένων τοῦ ἀστέρος
8
δύσις, ἑσπερία δὲ δυτικὴ φάσις ἡ ἐσχάτη τῶν φαινο-
μένων τοῦ ἀστέρος δύσις.
Ἐπὶ μὲν οὖν τῶν περὶ αὐτὸν τὸν διὰ μέσων
τῶν ζῳδίων κύκλον τὰς θέσεις ἐχόντων ἀπλανῶν ἡ
τάξις τῶν φάσεων τὸν ἐκκείμενον περιέχει τρόπον·
κατὰ μὲν τὸν ἀπὸ τῆς ἑῴας ἀνατολῆς ἕως τῆς ἑσπερίας
ἀνατολῆς χρόνον οἱ ἀστέρες ἀνατέλλοντες καὶ οὐ δύ-
νοντες φαίνονται, τὸν δὲ μεταξὺ τῆς ἑσπερίας ἀνατο-
λῆς καὶ τῆς ἑῴας δύσεως φαίνονται μέν, οὔτε δ'
ἀνατέλλοντες οὔτε δύνοντες, τὸν δ' ἀπὸ τῆς ἑσπερίας
δύσεως ἕως τῆς ἑῴας ἀνατολῆς ὅλως οὐ φαίνονται.
τούτους δέ, ὅτε μὲν ἀφανίζονταί τινα χρόνον, καλοῦμεν
ἐπιτέλλοντας καὶ κρυπτομένους, καὶ τὴν μὲν ἑῴαν
αὐτῶν ἀνατολὴν ἁπλῶς ἐπιτολὴν καλοῦμεν, τὴν δ'
ἑσπερίαν δύσιν ἁπλῶς κρύψιν, ὅτε δὲ φαίνονταί τινα
χρόνον μήτε ἀνατέλλοντες μήτε δύνοντες κολοβοδιεξό-
δους καλοῦσιν.
Ἐπὶ δὲ τῶν ἱκανὴν ἀπεχόντων ἀστέρων διάστα-
σιν τοῦ διὰ μέσων πρὸς ἄρκτους ἢ μεσημβρίαν
ἐνίοτε μεταπίπτει τῆς ἐκκειμένης τάξεως κατὰ τὴν
ἑτέραν τῶν συζυγιῶν, καὶ τὸ μὲν ἕτερον τῶν εἰρη-
μένων ἰδιωμάτων μετὰ τῆς τάξεως τηρεῖται, τὸ δὲ
ἐναντίον συμμεταπίπτει τῇ κατ' αὐτὸ τάξει. τοῖς μὲν
γὰρ νοτιωτέραν ἔχουσι τοῦ διὰ μέσων τὴν θέσιν ἡ
μὲν ἑσπερία δύσις τηρεῖται προχρονοῦσα τῆς ἑῴας
ἀνατολῆς καὶ τὸ τῶν ἐπιτολῶν καὶ κρύψεων ἴδιον,
ὅτι τὸν μεταξὺ πάλιν τῶν δύο τούτων φάσεων χρό-
9
νον ἀφανίζονται τέλεον, ἡ δὲ ἑῴα δύσις ἀνάπαλιν
ἐνίοτε προχρονεῖ τῆς ἑσπερίας ἀνατολῆς, ὡς μηκέτι
τὸ τῶν κολοβοδιεξόδων ἴδιον αὐτοῖς ἐπισυμπίπτειν,
ἀλλὰ τὸ τῶν καλουμένων νυκτιδιεξόδων, ἐπειδὴ τὸν
ἀπὸ τῆς ἑῴας δύσεως ἕως τῆς ἑσπερίας ἀνατολῆς
χρόνον καὶ ἀνατέλλοντες καὶ δύνοντες καὶ ὅλον τὸ
ὑπὲρ γῆν ἡμισφαίριον διεξιόντες φαίνονται μετὰ μὲν
τὴν τοῦ ἡλίου δύσιν ἀνατέλλοντες, πρὸ δὲ τῆς ἀνα-
τολῆς αὐτοῦ καταδύνοντες. τοῖς δὲ βορειοτέραν
ἔχουσι τοῦ διὰ μέσων τὴν θέσιν ἀνάπαλιν ἡ μὲν
ἑσπερία ἀνατολὴ τηρεῖται προχρονοῦσα τῆς ἑῴας δύ-
σεως καὶ τὸ τῶν κολοβοδιεξόδων ἴδιον, ὅτι πάλιν τὸν
μεταξὺ τούτων τῶν δύο φάσεων χρόνον φαίνονται
μέν, οὔτε δ' ἀνατέλλοντες οὔτε δύνοντες, ἡ δὲ ἑῴα
ἀνατολὴ προχρονεῖ πολλάκις τῆς ἑσπερίας δύσεως τῷ
μηκέτι τὸ τῶν ἀφανιζομένων καὶ ἐπιτελλόντων καὶ
κρυπτομένων ἴδιον αὐτοῖς παρακολουθεῖν, ἀλλὰ τὸ
τῶν καλουμένων ἐνιαυτοφανῶν, ἐπειδὴ καὶ τὸν ἀπὸ
τῆς ἑῴας ἀνατολῆς ἕως τῆς ἑσπερίας δύσεως χρό-
νον φαίνεσθαι δύνανται δύνοντες μὲν μετὰ τὴν τοῦ
ἡλίου δύσιν, ἀνατέλλοντες δὲ πρὸ τῆς ἀνατολῆς αὐτοῦ·
καλοῦνται δὲ οἱ τοιοῦτοι καὶ ἀμφιφανεῖς. διὸ καὶ
παρατηρητέον ἐπὶ τῆς ἀναγραφῆς, ὅτι τοὺς ἐπιτέλ-
λειν καὶ κρύπτεσθαι λεγομένους τῶν ἀφανιζομένων
εἶναι συμβέβηκε, τοὺς δ' ἀνατέλλειν ἑῴους ἁπλῶς ἢ
δύνειν ἑσπερίους τῶν ἐνιαυτοφανῶν τε καὶ ἀμφιφα-
νῶν, ὁμοίως δὲ τοὺς μὲν τὴν ἑσπερίαν ἀνατολὴν τῆς
ἑῴας δύσεως προχρονοῦσαν ἔχοντας τῶν κολοβο-
10
διεξόδων, τοὺς δʹ ἀνάπαλιν τὴν ἑῴαν δύσιν τῆς ἑσπε-
ρίας ἀνατολῆς τῶν νυκτιδιεξόδων.
Τὰ μὲν οὖν περὶ τὰς διαφορὰς καὶ τὰς τάξεις
τῶν φάσεων ἁρμόζοντα τῇ παρούσῃ προθέσει σχεδὸν
τοσαῦτ' ἂν εἴη· κεχρήμεθα δὲ τῇ καθ' ἡμᾶς τοῦ
ἔτους χρονογραφίᾳ διὰ τὸ τῆς κατὰ τὸ ἔτος ἐπουσίας ἐν
ταῖς ἐμβολίμοις διὰ τετραετηρίδος ἡμέραις ἀποδιδο-
μένης ἐπὶ πολὺν χρόνον δύνασθαι τὰς αὐτὰς φάσεις
ταῖς ὁμωνύμοις ἡμέραις ὡς ἐπίπαν ἐκλαμβάνεσθαι.
τῶν οὖν ἡμερῶν ἑκάστην ἀπὸ τῆς ἐν τῷ Θὼθ νεομηνίας
ἐκτιθέμενοι κατὰ τὴν οἰκείαν τάξιν ὑπογράφομεν,
ἐφ' ὅσον ἔνεστι, τὰς συντελουμένας ἐν αὐταῖς φάσεις
κατά τινας τῶν ὑποκειμένων κλιμάτων ὥρας προτάσ-
σοντες ἑκάστης φάσεως πρὸς ἔνδειξιν τοῦ κλίματος τὸ
πλῆθος τῶν συνισταμένων ἰσημερινῶν ὡρῶν τῆς με-
γίστης ἡμέρας ἢ νυκτός, ἐν ᾧ γίγνεται παραλλήλῳ,
καὶ ἔτι προσυπογράφοντες τὰς τετηρημένας παρὰ τοῖς
παλαιοῖς ἐν ταῖς κατὰ τὰς ἐκκειμένας ἡμέρας τοῦ
ἡλίου παρόδοις τοῦ περιέχοντος ἐπισημασίας, οὐχ
ὡς ἀπαραλλάκτως μέντοι ταύτας τε καὶ ἐκ παντὸς
ἀποβησομένας, ἀλλ' ὡς ἐπὶ πολύ, καὶ καθ' ὅσον οὐδὲν
τῶν ἄλλων αἰτίων πολλῶν ὄντων ἀντιπίπτει· τρέπε-
σθαι μὲν γάρ πως οἰητέον τὰς τῶν ἀέρων καταστάσεις
καὶ παρὰ τοὺς ἐκκειμένους τῶν ἀπλανῶν πρὸς τὸν
ἥλιον σχηματισμούς, ὥσπερ καὶ παρ' αὐτὴν μόνην
τὴν ἐπὶ τὰς τροπὰς καὶ ἰσημερίας τοῦ ἡλίου πάροδον,
οὐ μὴν ἐπὶ τούτοις εἶναι τὴν πᾶσαν αἰτίαν τοῦ συμ-
11
πτώματος, ἀλλὰ καὶ συμβάλλεσθαι πλεῖστον εἰς τὴν
ἔκβασιν τῶν συντελεσθησομένων τήν τε σελήνην καὶ
τοὺς ε̅ πλανωμένους, τὴν μὲν σελήνην ἀνταναλαμβάνου-
σαν ὡς ἐπὶ πολὺ τὰς ἐπισημασίας ἀπὸ τῶν κατ' αὐτὰς
τὰς φάσεις ἡμερῶν ἐπὶ τὰς τῶν ἰδίων πρὸς τὸν ἥλιον
σχηματισμῶν, τοὺς δὲ ε̅ πλανωμένους πάλιν συνερ-
γοῦντας ταῖς ποιότησι τῶν προτελέσεων ἀνάλογον ταῖς
τῶν οἰκείων φύσεων κράσεσι καὶ συμμετρίαις, καθάπερ
καὶ τῶν ὡρῶν αὐτῶν ἔστιν ἰδεῖν καὶ τοὺς καιροὺς
ποτὲ μὲν συλληπτικῶς ποτὲ δὲ καθυστερικῶς ἀποβαί-
νοντας διὰ τὰς τῶν συζυγιῶν ἡλίου καὶ σελήνης δια-
στάσεις καὶ τὰς ποιότητας κατὰ τὸ μᾶλλον καὶ ἧττον
ἐπὶ πλεῖστον διατεινομένας ἕνεκεν τῆς τῶν πλανω-
μένων ταύτας ἐπιπορεύσεως.
Καλῶς οὖν ἔχει προσεῖναι ταῖς ἐπισκέψεσι τῶν
ἐπισημασιῶν καὶ ὅλως τῶν τοιούτων προρρήσεων
πρῶτον μὲν στοχαζομένους τοῦ παρ' αὐτὰς αἰτίου καὶ
μὴ τὸ πᾶν ἐπὶ μόνῳ τούτῳ ποιουμένους καὶ προσκα-
τανοοῦντας, ὅτι καὶ τῶν ἀναγραψάντων αὐτῶν τὰς
ἐπισημασίας ἄλλοι κατ' ἄλλας χώρας τυγχάνουσι τε-
τηρηκότες καὶ πολλαχῇ μηδ' ὁμοίαις καταστάσεσι
περιπεπτωκότες ἤτοι δι' αὐτὸ τὸ τῶν χωρίων ἴδιον
ἢ διὰ τὸ μηδὲ τὰς αὐτὰς φάσεις ἐν ταῖς αὐταῖς ἡμέραις
συνίστασθαι πανταχῇ, ἔπειτα καθ' ὅσον ἐνδέχεται συνε-
πιλαμβανομένους καὶ τῶν ἄλλων αἰτιῶν καὶ συνεπι-
σκεπτομένους τὰς διὰ τῶν ἡμερολογικῶν ἐκτεθειμένας
τῶν πλανωμένων παρόδους, ἵνα τὰς μὲν ἡμέρας τῶν
12
ἐπισημασιῶν ἐφαρμόζωμεν ταῖς τε τῶν ἔγγιστα διχο-
τόμων καὶ ταῖς πρὸ συνόδου μάλιστα καὶ πανσελήνου
καὶ προσέτι ταῖς τῶν περὶ αὐτὰς τὰς φάσεις ἐπὶ
τὰ δωδεκατημόρια μεταβάσεων τοῦ ἡλίου, τὰς δὲ
ποιότητας τῇ φύσει τοῦ μάλιστα συνεσχηματισμένου
τῶν ε̅ πλανωμένων, τοῦ μὲν τῆς Ἀφροδίτης ἀστέρος
πρὸς τὰ θερμὰ τῶν καταστημάτων συνεργήσοντος, τοῦ
δὲ Κρόνου πρὸς τὰ ψυχρά, τοῦ δὲ Διὸς πρὸς τὰ
ὑγρά, τοῦ δὲ Ἄρεως πρὸς τὰ ξηρά, τοῦ δὲ Ἑρμοῦ
πρὸς τὰ κινητικὰ καὶ πνευματώδη, συνυπακουομένης
αὐτῶν τῆς πρὸς τὰς ἐναντίας τῶν κράσεων ἀποσυνερ-
γήσεως.
Τὸ μέντοι τινὰς τῶν παρὰ τοῖς παλαιοτέροις
κατωνομασμένων ἀμαυροτέρων ἀστέρων μὴ προσεντετάχ-
θαι παρ' ἡμῖν μήτε ἐν αὐτῇ τῇ τῆς πραγματείας συντάξει
μήτε νῦν, οἷον Ὀιστόν, Πλειάδας, Ἐρίφους, Προτρυγη-
τῆρα, Δελφῖνα, καὶ εἴ τις τοιοῦτος, συγχωρητέον, εἰ
μὴ βαρὺ τὸ αἴτημα, μάλιστα μὲν διὰ τὸ δυσδιακρίτους
καὶ δυσκατανοήτους εἶναι παντάπασιν τὰς τῶν οὕτω
σμικρῶν ἀστέρων ἐσχάτας καὶ πρώτας φαντασίας, κε-
χρῆσθαί τε τοὺς πρὸ ἡμῶν αὐταῖς ἀπὸ στοχασμοῦ
τινος μᾶλλον ἢ τηρήσεως ἐξ αὐτῶν τῶν φαινομένων
ἄν τις κατανοήσειεν· ἔπειθ' ὅτι τῆς πρώτης προθέ-
σεως ἡμῖν μέχρι τῶν τοῦ πρώτου καὶ τοῦ δευτέρου
μεγέθους ἀπλανῶν διὰ τὴν ἐκκειμένην αἰτίαν ὑποβλη-
θείσης τὸ τοιούτοις μόνοις τῶν ὑποκάτω τὰ μεγέθη
13
καὶ μὴ πᾶσιν ἐπιβάλλειν δυσπόριστον ἔμοιγε αἰτίαν
ἔχειν καταφαίνεται τῶν ἐπ' αὐτοῖς ἀναγεγραμμένων
ἐπισημασιῶν ἄδηλον ἐχουσῶν τὴν αἰτίαν διὰ τὸ τῶν
ἡμερῶν ἄστατον καὶ προσαναφθησομένων ἂν οἰκειότε-
ρον ταῖς τῶν περὶ τὸν αὐτὸν χρόνον λαμπροτέρων
ἀστέρων φάσεσιν, οἷον τῶν ἐπ' Ὀιστῷ καὶ Δελφῖνι
ταῖς τοῦ κατὰ τὸν Ἀετὸν λαμπροῦ, τῶν δ' ἐπὶ Προ-
τρυγητῆρι ταῖς Ἀρκτούρου καὶ Στάχυος, τῶν δὲ ἐπὶ
Πλειάσι καὶ τοῖς Ἐρίφοις ταῖς Αἰγὸς καὶ τῶν Ὑάδων,
ὧν ἑκάστου καὶ τὸ μέγεθος ἀξιόπιστον ἂν εἴη πρὸς
τὸ δύνασθαί τινα τροπὴν πρὸς τὸ περιέχον ἀπεργά-
σασθαι καὶ τῆς φάσεως ὁ χρόνος σαφὴς καὶ μετὰ
καταλήψεως ὡρισμένης, ἃ τοῖς ἀμαυροῖς, κἂν ἐκ πλει-
όνων τινὰ τυγχάνῃ συνεστῶτα, τοῖς γε μὴ μυθοποιεῖν
προαιρουμένοις οὐδαμῶς ἂν ὑπάρχοντα φανείη, μᾶλ-
λον δ' οὐδ' ἑῴας ἢ ἑσπερίας κυρίως ἄν τις αὐτῶν
ἐπικαλέσειε τὰς πρώτας ἢ τὰς ἐσχάτας τῶν φαντα-
σιῶν μείζονος πολλῷ τῆς ὑπὸ τὸν ὁρίζοντα τοῦ ἡλίου
διαστάσεως ἐπ' αὐτῶν συνισταμένης τῶν κατ' αὐτοὺς
τοὺς χρόνους τῆς ἑῴας καὶ τῆς ἑσπερίας ἐκβαλλομένων.
προσπαραμεμυθημένων δὲ καὶ τούτων αὐτάρκως ὑπο-
τάξομεν ἤδη τὴν ἀναγραφὴν ἔχουσαν οὕτως·
14
{ΘΩΘ}
αʹ. ὡρῶν ι̅δ̅ 𐅵ʹ· ὁ ἐπὶ τῆς οὐρᾶς τοῦ Λέοντος ἐπιτέλ-
λει. Ἱππάρχῳ ἐτησίαι παύονται. Εὐδόξῳ ὑετία,
βρονταί, ἐτησίαι παύονται.
βʹ. ὡρῶν ι̅δ̅· ὁ ἐπὶ τῆς οὐρᾶς τοῦ Λέοντος ἐπιτέλλει,
καὶ Στάχυς κρύπτεται. Ἱππάρχῳ ἐπισημαίνει.
γʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ ἐπὶ τῆς οὐρᾶς τοῦ Λέοντος
ἐπιτέλλει. ὡρῶν ι̅ε̅· ὁ καλούμενος Αἲξ ἑσπέριος ἀνα-
τέλλει. Αἰγυπτίοις ἐτησίαι παύονται. Εὐδόξῳ ἄνεμοι
μεταπίπτοντες. Καίσαρι ἄνεμος, ὑετός, βρονταί. Ἱπ-
πάρχῳ ἀπηλιώτης πνεῖ.
δʹ. ὡρῶν ι̅ε̅· ὁ ἔσχατος τοῦ Ποταμοῦ ἑῷος δύνει.
Καλλίππῳ χειμαίνει καὶ ἐτησίαι παύονται.
εʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· Στάχυς κρύπτεται. ὡρῶν ι̅ε̅ 𐅵ʹ· ὁ
λαμπρὸς τῆς Λύρας ἑῷος δύνει. Μητροδώρῳ δυσαε-
ρία. Κόνωνι ἐτησίαι λήγουσιν.
Ϛʹ. ὡρῶν ι̅ε̅ 𐅵ʹ· ὁ λαμπρὸς τῆς νοτίου Χηλῆς κρύ-
πτεται. Αἰγυπτίοις ὀμίχλη καὶ καῦμα ἢ ὑετὸς ἢ
βροντή. Εὐδόξῳ ἄνεμος, βροντή, δυσαερία. Ἱππάρχῳ
ἄνεμος, νοτία.
ζʹ. Μητροδώρῳ δυσαερία. Καλλίππῳ, Εὐκτήμονι,
15
Φιλίππῳ δυσαερία καὶ ἀταξία ἀέρος. Εὐδόξῳ ὑετός,
βρονταί, ἄνεμος μεταπίπτων.
ηʹ. Αἰγυπτίοις ὑετία, χειμὼν κατὰ θάλασσαν ἢ
νότος. Καίσαρι ἄνεμοι μεταπίπτοντες, ὑετία, καὶ ἐτη-
σίαι παύονται.
θʹ. ὡρῶν ι̅δ̅· ὁ λαμπρὸς τοῦ Ὄρνιθος ἑῷος δύνει.
Αἰγυπτίοις ζέφυρος ἢ ἀργεστὴς πνεῖ.
ιʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ λαμπρὸς τοῦ Περσέως ἑσπέριος
ἀνατέλλει. Φιλίππῳ δυσαερία. Δοσιθέῳ χειμαίνει.
ιαʹ. Αἰγυπτίοις ἐπισημαίνει.
ιβʹ. ὡρῶν ι̅ε̅· ὁ λαμπρὸς τῆς νοτίου Χηλῆς κρύπτεται.
ιγʹ. Δοσιθέῳ ἀκρασία ἀέρων.
ιδʹ. ὡρῶν ι̅δ̅ 𐅵ʹ· ὁ καλούμενος Κάνωβος ἐπιτέλλει.
Καίσαρι βορέαι παύονται πνέοντες.
ιεʹ. Εὐδόξῳ ἄνεμοι νότιοι.
ιϚʹ. Καλλίππῳ καὶ Κόνωνι ἐπισημαίνει.
ιζʹ. ὡρῶν ι̅δ̅ 𐅵ʹ· ὁ λαμπρὸς τοῦ Ὄρνιθος ἑῷος
δύνει, καὶ ὁ λαμπρὸς τῆς νοτίου Χηλῆς κρύπτεται,
καὶ ὁ ἔσχατος τοῦ Ποταμοῦ ἑῷος δύνει. Εὐδόξῳ
βορέαι παύονται. Μητροδώρῳ ἐπισημαίνει. Δημοκρίτῳ
Ἀβδηρίτῃ ἐπισημαίνει, καὶ χελιδὼν ἀφανίζεται.
ιηʹ. ὡρῶν ι̅ε̅ 𐅵ʹ· ὁ κατὰ τὸ γόνυ τοῦ Τοξότου κρύ-
16
πτεται. Αἰγυπτίοις ὑετία, ἐπισημαίνει, φθινοπώρου
ἀρχή, χελιδὼν ἀφανίζεται. Δοσιθέῳ νοτία. Εὐ-
κτήμονι μετοπώρου ἀρχή.
ιθʹ. ὡρῶν ι̅ε̅ 𐅵ʹ· ὁ λαμπρὸς τοῦ νοτίου Ἰχθύος
ἑσπέριος ἀνατέλλει. Ἱππάρχῳ δυσαερία καὶ ὑετία κατὰ
θάλασσαν καὶ φθινοπώρου ἀρχή.
κʹ. Καίσαρι μετοπώρου ἀρχή, καὶ χελιδὼν ἀφανί-
ζεται. Μητροδώρῳ ὑετία κατὰ θάλασσαν καὶ δυσαερία.
καʹ. ὡρῶν ι̅δ̅· ὁ λαμπρὸς τῆς νοτίου Χηλῆς
κρύπτεται. ὡρῶν ι̅ε̅· ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ
Ἡνιόχου ἑσπέριος ἀνατέλλει. Αἰγυπτίοις ζέφυρος ἢ
λίψ, ὀψὲ ἀπηλιώτης. Εὐδόξῳ μετόπωρον μέσον.
κβʹ. ὡρῶν ι̅δ̅ 𐅵ʹ· ὁ καλούμενος Ἀντάρης κρύπτεται.
Αἰγυπτίοις ζέφυρος ἢ ἀργεστὴς καὶ ψακάς. Εὐδόξῳ
νοτία.
κγʹ. ὡρῶν ι̅δ̅ 𐅵ʹ· ὁ καλούμενος Αἲξ ἑσπέριος
ἀνατέλλει. ὡρῶν ι̅ε̅ 𐅵ʹ· Ἀρκτοῦρος ἑῷος ἀνατέλλει.
Αἰγυπτίοις ψακὰς καὶ ἄνεμος, ἐπισημαίνει. Καλλίππῳ
καὶ Μητροδώρῳ ὑετία.
κδʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ κοινὸς Ἵππου καὶ Ἀνδρομέδας
ἑῷος δύνει.
17
κεʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ λαμπρὸς τῆς νοτίου Χηλῆς
κρύπτεται. ὡρῶν ι̅ε̅· ὁ λαμπρὸς τοῦ Ὄρνιθος ἑῷος
δύνει. Αἰγυπτίοις ζέφυρος ἢ νότος καὶ δι' ἡμέρας
ὄμβρος.
κϚʹ. ὡρῶν ι̅ε̅· Ἀρκτοῦρος ἑῷος ἀνατέλλει. Εὐδόξῳ
ὑετός. Ἱππάρχῳ ζέφυρος ἢ νότος.
κζʹ. ὡρῶν ι̅δ̅· ὁ κοινὸς Ἵππου καὶ Ἀνδρομέδας
ἑῷος δύνει, καὶ ὁ ἔσχατος τοῦ Ποταμοῦ ἑῷος δύνει.
κηʹ. μετοπωρινὴ ἰσημερία. Αἰγυπτίοις καὶ Εὐδόξῳ
ἐπισημαίνει.
κθʹ. ὡρῶν ι̅δ̅· ὁ καλούμενος Ἀντάρης κρύπτεται.
ὡρῶν ι̅δ̅ 𐅵ʹ· Ἀρκτοῦρος ἑῷος ἀνατέλλει. Εὐκτήμονι
ἐπισημαίνει. Δημοκρίτῳ ὑετὸς καὶ ἀνέμων ἀταξία.
λʹ. ὡρῶν ι̅δ̅ 𐅵ʹ· ὁ κοινὸς Ἵππου καὶ Ἀνδρομέδας
ἑῷος δύνει. Εὐκτήμονι καὶ Φιλίππῳ καὶ Κόνωνι
ἐπισημαίνει.
{ΦΑΩΦΙ}
αʹ. Αἰγυπτίοις ζέφυρος ἢ νότος. Ἱππάρχῳ ἐπι-
σημαίνει.
βʹ. ὡρῶν ι̅ε̅· ὁ κοινὸς Ἵππου καὶ Ἀνδρομέδας
ἑῷος δύνει. ὡρῶν ι̅ε̅ 𐅵ʹ· ὁ λαμπρὸς τῆς βορείου Χηλῆς
κρύπτεται. Εὐδόξῳ καὶ Εὐκτήμονι ἐπισημαίνει. Ἱπ-
πάρχῳ νότος ἢ ζέφυρος.
18
γʹ. ὡρῶν ι̅δ̅· Ἀρκτοῦρος ἑῷος ἀνατέλλει. ὡρῶν
ι̅ε̅ 𐅵ʹ· ὁ λαμπρὸς τοῦ Ὄρνιθος ἑῷος δύνει.
δʹ. ὡρῶν ι̅ε̅· ὁ λαμπρὸς τῆς βορείου Χηλῆς κρύπτε-
ται. Αἰγυπτίοις καὶ Καλλίππῳ χειμάζει, δυσαερία.
Εὐκτήμονι καὶ Φιλίππῳ ὑετός.
εʹ. ὡρῶν ι̅ε̅ 𐅵ʹ· ὁ κοινὸς Ἵππου καὶ Ἀνδρομέδας
ἑῷος δύνει. Εὐδόξῳ ὑετός. Εὐκτήμονι χειμάζει.
Μητροδώρῳ ὑετός.
Ϛʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· Ἀρκτοῦρος ἑῷος ἀνατέλλει, καὶ ὁ
ἔσχατος τοῦ Ποταμοῦ ἑῷος δύνει. ὡρῶν ι̅δ̅ 𐅵ʹ· ὁ λαμ-
πρὸς τῆς βορείου Χηλῆς κρύπτεται, καὶ ὁ καλούμενος
Ἀντάρης κρύπτεται. ὡρῶν ι̅ε̅ 𐅵ʹ· ὁ λαμπρὸς τοῦ
βορείου Στεφάνου ἑῷος ἀνατέλλει. Αἰγυπτίοις καὶ
Καίσαρι χειμών, ὑετός, βρονταί, ἀστραπαί.
ζʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· Στάχυς ἐπιτέλλει. ὡρῶν ι̅δ̅· ὁ
καλούμενος Αἲξ ἑσπέριος ἀνατέλλει, καὶ ὁ λαμπρὸς τῆς
βορείου Χηλῆς κρύπτεται. Αἰγυπτίοις ὑετοί, χειμαίνει.
Εὐδόξῳ ὑετὸς καὶ ἄνεμος μεταπίπτων. Δοσιθέῳ
ἐπισημαίνει.
ηʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ λαμπρὸς τῆς βορείου Χηλῆς
κρύπτεται. ὡρῶν ι̅δ̅ 𐅵ʹ· ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ
19
Ἡνιόχου ἑσπέριος ἀνατέλλει, καὶ Στάχυς ἐπιτέλλει.
Δημοκρίτῳ χειμάζει, σπόρου ὥρα.
θʹ. ὡρῶν ι̅ε̅ 𐅵ʹ· Στάχυς ἐπιτέλλει. Αἰγυπτίοις βορ-
ρᾶς πνεῖ.
ιʹ. ὡρῶν ι̅ε̅· ὁ λαμπρὸς τοῦ βορείου Στεφάνου ἑῷος
ἀνατέλλει. Ἱππάρχῳ νότος.
ιαʹ. ὡρῶν ι̅ε̅· ὁ κατὰ τὸ γόνυ τοῦ Τοξότου κρύπτεται.
ιβʹ. ὡρῶν ι̅ε̅· ὁ καλούμενος Ἀντάρης κρύπτεται.
Αἰγυπτίοις ζέφυρος ἢ λίψ. Εὐδόξῳ ἐπισημαίνει. Ἱπ-
πάρχῳ ἀπηλιώτης.
ιγʹ.
ιδʹ. Δοσιθέῳ καὶ Εὐδόξῳ ἐπισημαίνει.
ιεʹ. Αἰγυπτίοις ἀργεστής, ὑετός.
ιϚʹ. ὡρῶν ι̅δ̅ 𐅵ʹ· ὁ λαμπρὸς τοῦ βορείου Στεφάνου
ἑῷος ἀνατέλλει. Εὐδόξῳ βορέαι ἢ νότοι. Δοσιθέῳ
ἄνεμος μεταπίπτων. Καλλίππῳ ἐπισημαίνει. Καίσαρι
ἄνεμος ἄτακτος, ὑετός, βρονταί.
ιζʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ καλούμενος Ἀντάρης κρύπτεται.
Αἰγυπτίοις βορέας ἢ λίψ. Εὐδόξῳ ἐπισημαίνει.
ιηʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· Ἀρκτοῦρος ἑσπέριος δύνει.
ιθʹ. Εὐδόξῳ ἀνέμων μεταβολαί, βρονταί.
κʹ. ὡρῶν ι̅δ̅· ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ἡνιόχου
ἑσπέριος ἀνατέλλει. Ἱππάρχῳ νότος ἢ βορέας.
20
καʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ καλούμενος Αἲξ ἑσπέριος ἀνα-
τέλλει
κβʹ. ὡρῶν ι̅δ̅· ὁ λαμπρὸς τοῦ βορείου Στεφάνου
ἑῷος ἀνατέλλει. Αἰγυπτίοις ζέφυρος ἢ νότος δι' ἡμέρας,
ὑετός. Δοσιθέῳ ἐπισημασία.
κγʹ.
κδʹ. ὡρῶν ι̅δ̅ 𐅵ʹ· ὁ καλούμενος Κάνωβος ἑῷος δύνει.
κεʹ. Αἰγυπτίοις πνεύματα ἄτακτα.
κϚʹ. ὡρῶν ι̅δ̅· Ἀρκτοῦρος ἑσπέριος δύνει. Εὐδόξῳ
ἐπισημαίνει. Καίσαρι βορέας πνεῖ.
κζʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ λαμπρὸς τοῦ βορείου Στεφάνου
ἑῷος ἀνατέλλει. ὡρῶν ι̅δ̅ 𐅵ʹ· ὁ κατὰ τὸ γόνυ τοῦ Το-
ξότου κρύπτεται. Αἰγυπτίοις καὶ Καλλίππῳ ἐπι-
σημαίνει. Εὐκτήμονι καὶ Καλλίππῳ ἀμιξία ἀέρος,
κατὰ θάλασσαν χειμὼν πολύς.
κηʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ
Ἡνιόχου ἑσπέριος ἀνατέλλει. Μητροδώρῳ σημαίνει.
Εὐκτήμονι καὶ Καλλίππῳ ἀέρος μίξις, καὶ κατὰ θά-
λασσαν χειμάζει.
λʹ. Αἰγυπτίοις χειμάζει σφόδρα.
21
{ΑΘΥΡ}
αʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ λαμπρὸς τῆς νοτίου Χηλῆς ἐπι-
τέλλει.
βʹ. ὡρῶν ι̅δ̅ 𐅵ʹ· ὁ λαμπρὸς τῆς νοτίου Χηλῆς
ἐπιτέλλει. ὡρῶν ι̅ε̅· τὸ αὐτό. Αἰγυπτίοις ἐπισημαίνει.
Δοσιθέῳ χειμάζει. Δημοκρίτῳ ψύχη ἢ πάχνη. Ἱπ-
πάρχῳ νότος πυκνός.
γʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ λαμπρὸς τῆς βορείου Χηλῆς ἐπι-
τέλλει. ὡρῶν ι̅ε̅ 𐅵ʹ· ὁ λαμπρὸς τῆς Λύρας ἑῷος
ἀνατέλλει. Εὐκτήμονι καὶ Φιλίππῳ ἄνεμος μέγας πνεῖ.
δʹ. ὡρῶν ι̅δ̅· ὁ λαμπρὸς τῆς βορείου Χηλῆς
ἐπιτέλλει. ὡρῶν ι̅δ̅ 𐅵ʹ· Ἀρκτοῦρος ἑσπέριος δύνει.
Αἰγυπτίοις νότος ἢ λίψ. Καλλίππῳ καὶ Εὐκτήμονι
πνεύματα σφοδρά. Καίσαρι καὶ Μητροδώρῳ ἄνεμοι,
χειμάζει.
εʹ. ὡρῶν ι̅δ̅ 𐅵ʹ· ὁ λαμπρὸς τῆς βορείου Χηλῆς ἐπιτέλλει.
Ϛʹ. ὡρῶν ι̅δ̅· ὁ κατὰ τὸ γόνυ τοῦ Τοξότου κρύπτεται.
Κόνωνι καὶ Εὐδόξῳ ἀκρασία πνευμάτων. Καλλίππῳ
22
ἀκρασία ἀέρων. Καίσαρι καὶ Ἱππάρχῳ νότος ἢ βορ-
ρᾶς ψυχρός.
ζʹ. ὡρῶν ι̅δ̅· ὁ λαμπρὸς τῶν Ὑάδων ἑσπέριος ἀνα-
τέλλει. Αἰγυπτίοις νότος λάβρος. Μέτωνι ζέφυρος.
Εὐδόξῳ βορέας ἢ νότος. Μητροδώρῳ ἀκρασία ἀέρος.
Εὐκτήμονι καὶ Φιλίππῳ καὶ Ἱππάρχῳ ὑετός.
ηʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ λαμπρὸς τῶν Ὑάδων ἑσπέριος
ἀνατέλλει. Καλλίππῳ ὑετία. Εὐκτήμονι ἐπισημαίνει.
θʹ. ὡρῶν ι̅ε̅ 𐅵ʹ· ὁ κοινὸς Ποταμοῦ καὶ ποδὸς
Ὠρίωνος ἑῷος δύνει. Αἰγυπτίοις χειμών, ὑετός.
ιʹ. ὡρῶν ι̅δ̅· ὁ καλούμενος Κάνωβος ἑῷος δύνει.
Αἰγυπτίοις νότος ἢ ζέφυρος. Δοσιθέῳ χειμών.
ιαʹ. ὡρῶν ι̅ε̅· ὁ λαμπρὸς τῆς Λύρας ἑῷος ἀνατέλλει.
Μέτωνι ὑετὸς θυελλώδης. Ἱππάρχῳ ἀργεστὴς ψυχρός.
ιβʹ. ὡρῶν ι̅ε̅· Ἀρκτοῦρος ἑσπέριος δύνει, καὶ ὁ
κοινὸς Ποταμοῦ καὶ ποδὸς Ὠρίωνος ἑῷος δύνει.
ιγʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ κατὰ τὸ γόνυ τοῦ Τοξότου
κρύπτεται. Αἰγυπτίοις νότος ἢ εὖρος δι' ἡμέρας,
ψακάζει. Μητροδώρῳ χειμάζει, θύελλα. Εὐκτήμονι
ὑετοί, χειμάζει.
ιδʹ. ὡρῶν ι̅δ̅ 𐅵ʹ· ὁ κοινὸς Ποταμοῦ καὶ ποδὸς
Ὠρίωνος ἑῷος δύνει. Φιλίππῳ καὶ Εὐκτήμονι χειμών,
θύελλα. Ἱππάρχῳ βορέας ἢ νότος ψυχρὸς καὶ ὑετός.
23
ιεʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ λαμπρὸς τοῦ Περσέως ἑῷος
δύνει, καὶ ὁ λαμπρὸς τοῦ βορείου Στεφάνου ἑσπέριος
δύνει. ὡρῶν ι̅ε̅ 𐅵ʹ· ὁ λαμπρὸς τῶν Ὑάδων ἑῷος
δύνει. Αἰγυπτίοις καὶ Ἱππάρχῳ χειμῶνος ἀρχή.
Μητροδώρῳ καὶ Καλλίππῳ καὶ Κόνωνι ἐπισημασία.
ιϚʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ λαμπρὸς τῶν Ὑάδων ἑῷος δύνει.
ὡρῶν ιδʹ 𐅵ʹ· τὸ αὐτό. ὡρῶν ιεʹ· τὸ αὐτό. Εὐκτή-
μονι καὶ Δοσιθέῳ χειμάζει.
ιζʹ. ὡρῶν ι̅δ̅· ὁ κοινὸς Ποταμοῦ καὶ ποδὸς Ὠρίωνος
ἑῷος δύνει. ὡρῶν ι̅ε̅ 𐅵ʹ· ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἡγου-
μένου Διδύμου ἑσπέριος ἀνατέλλει. Εὐδόξῳ χειμῶνος
ἀρχὴ καὶ ἐπισημασία. Δημοκρίτῳ χειμὼν καὶ κατὰ
γῆν καὶ κατὰ θάλασσαν.
ιθʹ. ὡρῶν ι̅δ̅ 𐅵ʹ· ὁ λαμπρὸς τῆς Λύρας ἑῷος
ἀνατέλλει. Αἰγυπτίοις νότος ἢ εὖρος δι' ἡμέρας.
Καίσαρι χειμάζει.
κʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ κοινὸς Ποταμοῦ καὶ ποδὸς
Ὠρίωνος ἑῷος δύνει. ὡρῶν ι̅δ̅· ὁ λαμπρὸς τοῦ Περ-
σέως ἑῷος δύνει. ὡρῶν ι̅ε̅ 𐅵ʹ· ὁ ἐν τῷ ἡγουμένῳ
ὤμῳ τοῦ Ὠρίωνος ἑῷος δύνει, καὶ ὁ μέσος τῆς ζώνης
τοῦ Ὠρίωνος ἑῷος δύνει. Καίσαρι χειμών.
καʹ. ὡρῶν ι̅ε̅· ὁ ἐν τῷ ἡγουμένῳ ὤμῳ τοῦ Ὠρίωνος
24
ἑῷος δύνει, καὶ ὁ μέσος τῆς ζώνης τοῦ Ὠρίωνος ἑῷος
δύνει. ὡρῶν ι̅ε̅ 𐅵ʹ· Ἀρκτοῦρος ἑσπέριος δύνει. Αἰ-
γυπτίοις βορέας δι' ἡμέρας καὶ νυκτός. Εὐδόξῳ ὑετός.
Καίσαρι χειμών.
κβʹ. ὡρῶν ι̅δ̅ 𐅵ʹ· ὁ ἐν τῷ ἡγουμένῳ ὤμῳ τοῦ
Ὠρίωνος ἑῷος δύνει.
κγʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ καλούμενος Κάνωβος ἑῷος δύνει.
ὡρῶν ι̅δ̅· ὁ λαμπρὸς τοῦ βορείου Στεφάνου ἑσπέριος
δύνει, καὶ ὁ ἐν τῷ ἡγουμένῳ ὤμῳ τοῦ Ὠρίωνος ἑῷος
δύνει. ὡρῶν ι̅ε̅· ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἡγουμένου
Διδύμου ἑσπέριος ἀνατέλλει. Εὐδόξῳ χειμέριος περί-
στασις.
κδʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ ἐν τῷ ἐμπροσθίῳ δεξιῷ βα-
τραχίῳ τοῦ Κενταύρου ἐπιτέλλει. ὡρῶν ι̅δ̅ 𐅵ʹ· ὁ μέσος
τῆς ζώνης τοῦ Ὠρίωνος ἑῷος δύνει. ὡρῶν ι̅ε̅ 𐅵ʹ.
Κύων ἑῷος δύνει. Αἰγυπτίοις χειμέριος περίστασις.
Εὐδόξῳ βορέας ψυχρός.
κεʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ ἐν τῷ ἡγουμένῳ ὤμῳ τοῦ
Ὠρίωνος ἑῷος δύνει, καὶ ὁ καλούμενος Ἀντάρης ἐπι-
τέλλει. ὡρῶν ι̅δ̅ 𐅵ʹ· ὁ λαμπρὸς τοῦ Περσέως ἑῷος
δύνει. Εὐκτήμονι καὶ Δοσιθέῳ χειμὼν καὶ ὑετία.
Καίσαρι ἀκρασία ἀέρος.
25
κϚʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ ἐν τῷ ἡγουμένῳ ὤμῳ τοῦ
Ὠρίωνος ἑσπέριος ἀνατέλλει, καὶ ὁ ἔσχατος τοῦ Πο-
ταμοῦ ἑσπέριος ἀνατέλλει. ὡρῶν ι̅δ̅· ὁ λαμπρὸς τῆς
Λύρας ἑῷος ἀνατέλλει, καὶ ὁ μέσος τῆς ζώνης τοῦ
Ὠρίωνος ἑῷος δύνει, καὶ ὁ καλούμενος Ἀντάρης ἐπι-
τέλλει. Εὐδόξῳ χειμὼν σφοδρός.
κζʹ. ὡρῶν ι̅δ̅ 𐅵ʹ· ὁ καλούμενος Ἀντάρης ἐπιτέλλει.
ὡρῶν ι̅ε̅· Κύων ἑῷος δύνει. ὡρῶν ι̅ε̅ 𐅵ʹ· ὁ λαμπρὸς
τοῦ Ὄρνιθος ἑῷος ἀνατέλλει, καὶ ὁ ἐν τῷ ἑπομένῳ
ὤμῳ τοῦ Ὠρίωνος ἑῷος δύνει. Αἰγυπτίοις καὶ Ἱπ-
πάρχῳ νότος πυκνός. Εὐδόξῳ καὶ Κόνωνι χειμέριος
ὁ ἀήρ. Καλλίππῳ ὑετία.
κηʹ. ὡρῶν ι̅δ̅· ὁ ἐν τῷ ἡγουμένῳ ὤμῳ τοῦ Ὠρίω-
νος ἑσπέριος ἀνατέλλει. ὡρῶν ι̅δ̅ 𐅵ʹ· ὁ ἐπὶ τῆς κε-
φαλῆς τοῦ ἡγουμένου Διδύμου ἑσπέριος ἀνατέλλει.
ὡρῶν ι̅ε̅· ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ὠρίωνος ἑῷος
δύνει, καὶ ὁ καλούμενος Ἀντάρης ἐπιτέλλει. Αἰγυπ-
τίοις ψακάς.
κθʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ μέσος τῆς ζώνης τοῦ Ὠρίωνος
ἑῷος δύνει. ὡρῶν ι̅ε̅ 𐅵ʹ· ὁ καλούμενος Ἀντάρης ἐπι-
τέλλει.
26
λʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ μέσος τῆς ζώνης τοῦ Ὠρίωνος
ἑσπέριος ἀνατέλλει. ὡρῶν ι̅δ̅ 𐅵ʹ· ὁ ἐν τῷ ἑπομένῳ
ὤμῳ τοῦ Ὠρίωνος ἑῷος δύνει, καὶ ὁ ἐν τῷ ἡγου-
μένῳ ὤμῳ τοῦ Ὠρίωνος ἑσπέριος ἀνατέλλει. ὡρῶν
ι̅ε̅ 𐅵ʹ· ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἑπομένου Διδύμου
ἑσπέριος ἀνατέλλει.
{ΧΟΙΑΚ}
αʹ. ὡρῶν ι̅δ̅ 𐅵ʹ· Κύων ἑῷος δύνει. ὡρῶν ι̅ε̅· ὁ
λαμπρὸς τοῦ Περσέως ἑῷος δύνει. Αἰγυπτίοις νότος
καὶ ὑετός. Εὐδόξῳ ἀκρασία ἀέρος. Δοσιθέῳ ἐπιση-
μασία. Δημοκρίτῳ οὐρανὸς ταραχώδης καὶ ἡ θάλασσα
ὡς τὰ πολλά.
βʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ
Ὠρίωνος ἑσπέριος ἀνατέλλει, καὶ ὁ κοινὸς Ποταμοῦ
καὶ ποδὸς Ὠρίωνος ἑσπέριος ἀνατέλλει. ὡρῶν ι̅δ̅· ὁ
ἐπὶ τῆς κεφαλῆς τοῦ ἡγουμένου Διδύμου ἑσπέριος
ἀνατέλλει, καὶ ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ὠρίωνος
ἑῷος δύνει. ὡρῶν ι̅δ̅ 𐅵ʹ· ὁ λαμπρὸς τοῦ βορείου
Στεφάνου ἑσπέριος δύνει.
γʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ
Ὠρίωνος ἑῷος δύνει. ὡρῶν ι̅ε̅· ὁ ἐν τῷ ἡγουμένῳ
ὤμῳ τοῦ Ὠρίωνος ἑσπέριος ἀνατέλλει.
27
δʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ λαμπρὸς τῆς Λύρας ἑῷος ἀνατέλ-
λει. ὡρῶν ι̅δ̅· ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ὠρίωνος
ἑσπέριος ἀνατέλλει, καὶ ὁ μέσος τῆς ζώνης τοῦ Ὠρίω-
νος ἑσπέριος ἀνατέλλει. ὡρῶν ι̅ε̅· ὁ ἐπὶ τῆς κεφαλῆς
τοῦ ἑπομένου Διδύμου ἑσπέριος ἀνατέλλει. Αἰγυπτίοις
ζέφυρος ἢ νότος δι' ἡμέρας, ὕει. Κόνωνι χειμάζει.
εʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ καλουμένους Αἲξ ἑῷος δύνει,
καὶ ὁ ἑπὶ τῆς κεφαλῆς τοῦ ἡγουμένου Διδύμου ἑσ-
πέριος ἀνατέλλει. ὡρῶν ι̅δ̅· Κύων ἑῷος δύνει. ὡρῶν
ι̅ε̅ 𐅵ʹ· ὁ ἐν τῷ ἡγουμένῳ ὤμῳ Ὠρίωνος ἑσπέριος ἀνα-
τέλλει. Καίσαρι καὶ Εὐκτήμονι καὶ Εὐδόξῳ καὶ Καλ-
λίππῳ χειμών.
Ϛʹ. ὡρῶν ι̅δ̅· ὁ ἐν τῷ ἐμπροσθίῳ δεξιῷ βατραχίῳ
τοῦ Κενταύρου ἐπιτέλλει. ὡρῶν ι̅δ̅ 𐅵ʹ· ὁ ἐν τῷ ἑπο-
μένῳ ὤμῳ τοῦ Ὠρίωνος ἑσπέριος ἀνατέλλει. Μητρο-
δώρῳ χειμερία περίστασις. Εὐκτήμονι καὶ Φιλίππῳ
καὶ Καλλίππῳ ἀνέμων ἀκρασία.
ζʹ. ὡρῶν ι̅δ̅· ὁ κοινὸς Ποταμοῦ καὶ ποδὸς Ὠρίωνος
28
ἑσπέριος ἀνατέλλει. ὡρῶν ι̅δ̅ 𐅵ʹ· ὁ ἐπὶ τῆς κεφαλῆς
τοῦ ἑπομένου Διδύμου ἑσπέριος ἀνατέλλει, καὶ ὁ
μέσος τῆς ζώνης τοῦ Ὠρίωνος ἑσπέριος ἀνατέλλει.
ὡρῶν ι̅ε̅· ὁ λαμπρὸς τοῦ Ὄρνιθος ἑῷος ἀνατέλλει.
Αἰγυπτίοις ψακάζει. Καίσαρι καὶ Κόνωνι χειμάζει.
ηʹ. ὡρῶν ι̅ε̅· ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ὠρίωνος
ἑσπέριος ἀνατέλλει. ὡρῶν ι̅ε̅ 𐅵ʹ· ὁ λαμπρὸς τοῦ Περ-
σέως ἑῷος δύνει. Αἰγυπτίοις ψακάζει. Καίσαρι καὶ
Εὐκτήμονι καὶ Εὐδόξῳ χειμών.
θʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· Κύων ἑῷος δύνει. ὡρῶν ι̅δ̅· ὁ
καλούμενος Αἲξ ἑῷος δύνει, καὶ ὁ ἐπὶ τῆς κεφαλῆς
τοῦ ἑπομένου Διδύμου ἑσπέριος ἀνατέλλει, καὶ ὁ ἔσ-
χατος τοῦ Ποταμοῦ ἑσπέριος ἀνατέλλει. Αἰγυπτίοις
καὶ Δοσιθέῳ καὶ Δημοκρίτῳ χειμών.
ιʹ. ὡρῶν ι̅ε̅· ὁ λαμπρὸς τοῦ βορείου Στεφάνου
ἑσπέριος δύνει, καὶ ὁ μέσος τῆς ζώνης τοῦ Ὠρίωνος
ἑσπέριος ἀνατέλλει. Αἰγυπτίοις λὶψ ἢ νότος. Εὐ-
δόξῳ καὶ Δοσιθέῳ χειμέριος ἀήρ.
ιαʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἑπομένου
Διδύμου ἑσπέριος ἀνατέλλει. Ἱππάρχῳ βορέας πολύς.
Εὐδόξῳ ὑετός.
29
ιβʹ. ὡρῶν ι̅δ̅ 𐅵ʹ· ὁ κοινὸς Ποταμοῦ καὶ ποδὸς
Ὠρίωνος ἑσπέριος ἀνατέλλει. Καίσαρι νοτία. Εὐ-
κτήμονι καὶ Εὐδόξῳ καὶ Καλλίππῳ χειμῶνος ἀὴρ καὶ
ὑετία.
ιγʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ
Ἡνιόχου ἑῷος δύνει. ὡρῶν ι̅ε̅ 𐅵ʹ· ὁ μέσος τῆς ζώνης
τοῦ Ὠρίωνος ἑσπέριος ἀνατέλλει. Καίσαρι νοτία.
Εὐκτήμονι καὶ Εὐδόξῳ καὶ Καλλίππῳ χειμῶνος ἀὴρ
καὶ ὑετία.
ιδʹ. ὡρῶν ι̅δ̅ 𐅵ʹ· ὁ καλούμενος Αἲξ ἑῷος δύνει.
Μητροδώρῳ καὶ Εὐκτήμονι καὶ Καλλίππῳ χειμῶνος
περίστασις. Δημοκρίτῳ βρονταί, ἀστραπαί, ὕδωρ, ἄνεμοι.
ιεʹ. Αἰγυπτίοις ἀργεστὴς ψυχρὸς ἢ νότος καὶ
ὄμβρος. Καλλίππῳ νότος καὶ ἐπισημασία. Εὐδόξῳ
χειμῶνος ἀήρ.
ιϚʹ. ὡρῶν ι̅δ̅ 𐅵ʹ· ὁ λαμπρὸς τοῦ Ὄρνιθος ἑῷος
ἀνατέλλει. ὡρῶν ι̅ε̅· ὁ κοινὸς Ποταμοῦ καὶ ποδὸς
Ὠρίωνος ἑσπέριος ἀνατέλλει. Αἰγυπτίοις χειμάζει.
ιζʹ. Ἱππάρχῳ νότος πολὺς ἢ βορέας.
ιηʹ. ὡρῶν ι̅δ̅· ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ἡνιό-
30
χου ἑῷος δύνει. Αἰγυπτίοις ὑετία μετὰ πνευμάτων.
Εὐδόξῳ χειμάζει.
ιθʹ. ὡρῶν ι̅ε̅· ὁ καλούμενος Αἲξ ἑῷος δύνει.
ὡρῶν ι̅ε̅ 𐅵ʹ· ὁ λαμπρὸς τοῦ βορείου Στεφάνου ἑσ-
πέριος δύνει. Αἰγυπτίοις βορέας ψυχρὸς ἢ νότος καὶ
ὑετία.
κʹ. ὡρῶν ι̅ε̅ 𐅵ʹ· Προκύων ἑῷος δύνει. Καίσαρι
χειμάζει.
καʹ. ὡρῶν ι̅ε̅ 𐅵ʹ· ὁ κοινὸς Ποταμοῦ καὶ ποδὸς
Ὠρίωνος ἑσπέριος ἀνατέλλει.
κβʹ. ὡρῶν ι̅ε̅· Προκύων ἑῷος δύνει. Ἱππάρχῳ
νότος.
κγʹ. ὡρῶν ι̅δ̅ 𐅵ʹ· ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ
Ἡνιόχου ἑῷος δύνει, καὶ ὁ ἐν τῷ ἐμπροσθίῳ δεξιῷ
βατραχίῳ τοῦ Κενταύρου ἐπιτέλλει. ὡρῶν ι̅ε̅ 𐅵ʹ· ὁ
λαμπρὸς τοῦ Ἀετοῦ ἑῷος ἀνατέλλει. Αἰγυπτίοις καὶ
Εὐδόξῳ καὶ Δοσιθέῳ λὶψ ἢ νότος.
κδʹ. ὡρῶν ι̅δ̅ 𐅵ʹ· Προκύων ἑῷος δύνει, καὶ ὁ
ἔσχατος τοῦ Ποταμοῦ ἑσπέριος ἀνατέλλει. Εὐδόξῳ
χειμερινὸς ἀήρ.
κεʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· Προκύων ἑσπέριος ἀνατέλλει.
ὡρῶν ι̅δ̅· Προκύων ἑῷος δύνει. ὡρῶν ι̅ε̅· ὁ λαμπρὸς
τοῦ Ἀετοῦ ἑῷος ἀνατέλλει. Αἰγυπτίοις ἐπισημασία.
31
κϚʹ. χειμερινὴ τροπή. ὡρῶν ι̅γ̅ 𐅵ʹ· Προκύων
ἑῷος δύνει, καὶ Κύων ἑσπέριος ἀνατέλλει. ὡρῶν ι̅ε̅ 𐅵ʹ·
ὁ καλούμενος Αἲξ ἑῷος δύνει.
κζʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ λαμπρὸς τοῦ Ἀετοῦ κρύπτεται.
ὡρῶν ι̅δ̅· Προκύων ἑσπέριος ἀνατέλλει. ὡρῶν ι̅δ̅ 𐅵ʹ·
ὁ λαμπρὸς τοῦ Ἀετοῦ ἑῷος ἀνατέλλει.
κηʹ. ὡρῶν ι̅ε̅· ὁ ἐν τῷ ἑπομένῳ ὤμῳ τοῦ Ἡνιόχου
ἑῷος δύνει. ὡρῶν ι̅ε̅ 𐅵ʹ· ὁ λαμπρὸς τοῦ νοτίου Ἰχ-
θύος κρύπτεται. Αἰγυπτίοις καὶ Καίσαρι χειμών.
Ἱππάρχῳ καὶ Μέτωνι ἐπισημαίνει, ὄμβρος.
κθʹ. ὡρῶν ι̅δ̅ 𐅵ʹ· Προκύων ἑσπέριος ἀνατέλλει.
Αἰγυπτίοις καὶ Κόνωνι καὶ Μέτωνι καὶ Καλλίππῳ
χειμών. Καίσαρι καὶ Μητροδώρῳ ἐπισημασία, ἀκρασία.
λʹ. ὡρῶν ι̅δ̅· ὁ λαμπρὸς τοῦ Ἀετοῦ ἑῷος ἀνατέλλει,
καὶ ὁ λαμπρὸς τοῦ Ἀετοῦ ἑσπέριος δύνει. Αἰγυπτίοις
λὶψ καὶ ἀκρασία ἀέρος. Εὐδόξῳ καὶ Μητροδώρῳ
χειμῶνος ἀήρ. Ἱππάρχῳ χειμὼν ἑσπέριος.
32
{ΤΥΒΙ}
αʹ. ὡρῶν ι̅δ̅· Κύων ἑσπέριος ἀνατέλλει. ὡρῶν ι̅ε̅·
Προκύων ἑσπέριος ἀνατέλλει. Εὐδόξῳ ἐπισημαίνει.
Δημοκρίτῳ χειμὼν μέσος.
βʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἡγουμένου
Διδύμου ἑῷος δύνει. Δοσιθέῳ χειμαίνει.
γʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ λαμπρὸς τοῦ Ἀετοῦ ἐπιτέλλει.
ὡρῶν ι̅ε̅ 𐅵ʹ· Προκύων ἑσπέριος ἀνατέλλει. Εὐκτή-
μονι καὶ Φιλίππῳ καὶ Δημοκρίτῳ ἐπισημαίνει.
δʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ λαμπρὸς τοῦ Ὄρνιθος ἑῷος
ἀνατέλλει, καὶ ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἑπομένου Δι-
δύμου ἑῷος δύνει. ὡρῶν ι̅δ̅ 𐅵ʹ· ὁ λαμπρὸς τοῦ
Ἀετοῦ ἑσπέριος δύνει. ὡρῶν ι̅ε̅· ὁ λαμπρὸς τοῦ νοτίου
Ἰχθύος κρύπτεται. Αἰγυπτίοις χειμὼν κατὰ θάλασσαν.
Εὐκτήμονι ἐπισημαίνει.
εʹ. ὡρῶν ι̅δ̅· ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἡγουμένου
Διδύμου ἑῷος δύνει. ὡρῶν ι̅ε̅ 𐅵ʹ· ὁ ἐν τῷ ἑπομένῳ
ὤμῳ τοῦ Ἡνιόχου ἑῷος δύνει.
Ϛʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ κατὰ τὸ γόνυ τοῦ Τοξότου
33
ἐπιτέλλει. ὡρῶν ι̅δ̅· ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἑπομένου
Διδύμου ἑῷος δύνει. ὡρῶν ι̅δ̅ 𐅵ʹ· Κύων ἑσπέριος
ἀνατέλλει.
ζʹ. ὡρῶν ι̅ε̅· ὁ λαμπρὸς τοῦ Ἀετοῦ ἑσπέριος δύνει.
Δοσιθέῳ ἐπισημαίνει.
ηʹ. ὡρῶν ι̅δ̅ 𐅵ʹ· ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἡγουμένου
Διδύμου ἑῷος δύνει, καὶ ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἑπο-
μένου Διδύμου ἑῷος δύνει, καὶ ὁ λαμπρὸς τοῦ νοτίου
Ἰχθύος κρύπτεται. Αἰγυπτίοις ποικίλη κατάστασις.
θʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ λαμπρὸς τῆς Λύρας ἑσπέριος
δύνει. ὡρῶν ι̅ε̅ 𐅵ʹ· ὁ λαμπρὸς τοῦ Ἀετοῦ ἑσπέριος
δύνει. Αἰγυπτίοις ἐπισημαίνει. Δημοκρίτῳ νότος
πνεῖ ὡς τὰ πολλά.
ιʹ. ὡρῶν ι̅ε̅· Κύων ἑσπέριος ἀνατέλλει.
ιαʹ. ὡρῶν ι̅ε̅· ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἑπομένου
Διδύμου ἑῷος δύνει. Εὐκτήμονι καὶ Φιλίππῳ μέσος
χειμών.
ιβʹ· ὡρῶν ι̅δ̅· ὁ κατὰ τὸ γόνυ τοῦ Τοξότου ἐπι-
τέλλει. ὡρῶν ι̅ε̅· ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἡγουμένου
Διδύμου ἑῷος δύνει. Ἱππάρχῳ καὶ Εὐδόξῳ χειμαίνει.
ιγʹ. ὡρῶν ι̅δ̅· ὁ λαμπρὸς τοῦ νοτίου Ἰχθύος
κρύπτεται. ὡρῶν ι̅ε̅· ὁ ἔσχατος τοῦ Ποταμοῦ ἑσπέριος
34
ἀνατέλλει. Αἰγυπτίοις νότος ἢ ζέφυρος, χειμὼν καὶ
κατὰ γῆν καὶ κατὰ θάλασσαν. Μητροδόρῳ καὶ Εὐκτή-
μονι καὶ Φιλίππῳ καὶ Καλλίππῳ νότος.
ιδʹ. ὡρῶν ι̅ε̅ 𐅵ʹ· ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἑπομένου
Διδύμου ἑῷος δύνει, καὶ ὁ λαμπρὸς τοῦ Ὕδρου ἑῷος
δύνει, καὶ Κύων ἑσπέριος ἀνατέλλει. Αἰγυπτίοις καὶ
Εὐδόξῳ νότος σφοδρὸς καὶ ὑετός.
ιεʹ. ὡρῶν ι̅ε̅ .... Αἰγυπτίοις καὶ Καίσαρι νότος
πολύς, καὶ ἐπισημαίνει κατὰ θάλασσαν, βροντή, ψακάς.
ιϚʹ. ὡρῶν ι̅ε̅· ὁ λαμπρὸς τοῦ Ὕδρου ἑῷος δύνει.
ὡρῶν ι̅ε̅ 𐅵ʹ· ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἡγουμένου Διδύμου
ἑῷος δύνει. Εὐδόξῳ καὶ Δοσιθέῳ νότος, ἐπισημαίνει.
Ἱππάρχῳ ἀνέμων ἀκρασία.
ιζʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ λαμπρὸς τοῦ νοτίου Ἰχθύος κρύ-
πτεται.
ιηʹ. ὡρῶν ι̅δ̅· ὁ λαμπρὸς τῆς Λύρας ἑσπέριος δύνει.
ὡρῶν ι̅δ̅ 𐅵ʹ· ὁ κατὰ τὸ γόνυ τοῦ Τοξότου ἐπιτέλλει.
ιθʹ. ὡρῶν ι̅δ̅ 𐅵ʹ· ὁ λαμπρὸς τοῦ Ὕδρου ἑῷος δύνει.
Ἱππάρχῳ νότος ἢ βορέας, χειμάζει.
35
κʹ. Αἰγυπτίοις χειμῶνος ἀήρ.
καʹ. ὡρῶν ι̅δ̅· ὁ λαμπρὸς τοῦ Ὕδρου ἑῷος δύνει.
ὡρῶν ι̅ε̅· ὁ ἐπὶ τῆς καρδίας τοῦ Λέοντος ἑσπέριος ἀνα-
τέλλει. Ἱππάρχῳ ἀπηλιώτης πνεῖ.
κβʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ ἐπὶ τῆς καρδίας τοῦ Λέοντος
ἑσπέριος ἀνατέλλει, καὶ ὁ λαμπρὸς τοῦ Ὕδρου ἑσπέριος
ἀνατέλλει, καὶ ὁ καλούμενος Κάνωβος ἑσπέριος ἀνα-
τέλλει. ὡρῶν ι̅δ̅· ὁ ἐπὶ τῆς καρδίας τοῦ Λέοντος
ἑσπέριος ἀνατέλλει. ὡρῶν ι̅δ̅ 𐅵ʹ· ὁ ἐν τῷ ἐμπροσθίῳ
δεξιῷ βατραχίῳ τοῦ Κενταύρου ἑῷος δύνει. ὡρῶν ι̅δ̅ 𐅵ʹ·
ὁ ἐπὶ τῆς καρδίας τοῦ Λέοντος ἑσπέριος ἀνατέλλει.
Καίσαρι ἄνεμοι σφοδροί.
κγʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ λαμπρὸς τοῦ Ὕδρου ἑῷος δύνει.
Εὐκτήμονι καὶ Φιλίππῳ χειμών. Μητροδώρῳ ἀκατα-
στασία ἀέρος.
κδʹ. ὡρῶν ι̅δ̅· ὁ λαμπρὸς τοῦ Ὕδρου ἑσπέριος ἀνα-
τέλλει. Αἰγυπτίοις ὕει ἢ πνίγη γίνεται. Καίσαρι καὶ
Εὐκτήμονι χειμών.
κεʹ. ὡρῶν ι̅δ̅ 𐅵ʹ· ὁ λαμπρὸς τῆς Λύρας ἑσπέριος δύνει,
καὶ ὁ λαμπρὸς τοῦ Ὕδρου ἑσπέριος ἀνατέλλει. ὡρῶν ι̅ε̅·
ὁ κατὰ τὸ γόνυ τοῦ Τοξότου ἐπιτέλλει. Αἰγυπτίοις
36
καὶ Καλλίππῳ χειμών, ὑετός. Ἱππάρχῳ βορρᾶς πνεῖ.
Εὐκτήμονι καὶ Δημοκρίτῳ ἐφύει.
κϚʹ. ὡρῶν ι̅ε̅· ὁ λαμπρὸς τοῦ Ὕδρου ἑσπέριος ἀνα-
τέλλει. Εὐδόξῳ χειμὼν μέσος.
κζʹ. Αἰγυπτίοις εὖρος ἢ νότος, ἐπισημαίνει.
κηʹ. ὡρῶν ι̅ε̅ 𐅵ʹ· ὁ λαμπρὸς τοῦ Ὕδρου ἑσπέριος
ἀνατέλλει. Αἰγυπτίοις ὑετία. Ἱππάρχῳ ἐπισημασία
κθʹ. Καλλίππῳ καὶ Εὐκτήμονι ἐφύει. Δημοκρίτῳ
μέσος χειμών.
λʹ. Ἱππάρχῳ ἀπηλιώτης πνεῖ.
{ΜΕΧΙΡ}
αʹ. ὡρῶν ι̅ε̅ 𐅵ʹ· ὁ κατὰ τὸ γόνυ τοῦ Τοξότου ἐπιτέλλει.
Εὐδόξῳ ὑετία. Μητροδώρῳ ὑετία. Δοσιθέῳ χειμών.
βʹ. Αἰγυπτίοις χειμὼν μέσος.
γʹ. Αἰγυπτίοις λὶψ ἢ νότος, ἐπισημαίνει.
δʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ λαμπρὸς τοῦ Ὄρνιθος ἑσπέριος
δύνει. ὡρῶν ι̅ε̅· ὁ λαμπρὸς τῆς Λύρας ἑσπέριος δύνει.
Ἱππάρχῳ νότος ἢ ἀργεστής.
37
Ϛʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ ἐπὶ τῆς καρδίας τοῦ Λέοντος ἑῷος
δύνει. ὡρῶν ι̅δ̅· ὁ καλούμενος Κάνωβος ἑσπέριος ἀνα-
τέλλει. ὡρῶν ι̅ε̅ 𐅵ʹ· ὁ ἐπὶ τῆς οὐρᾶς τοῦ Λέοντος ἑσπέ-
ριος ἀνατέλλει, καὶ ὁ κατὰ τὸ γόνυ τοῦ Τοξότου ἐπι-
τέλλει. Εὐδόξῳ ὑετός.
ζʹ. ὡρῶν ι̅δ̅· ὁ ἐπὶ τῆς καρδίας τοῦ Λέοντος ἑῷος
δύνει. ὡρῶν ι̅ε̅· ὁ ἐπὶ τῆς οὐρᾶς τοῦ Λέοντος ἑσπέριος
ἀνατέλλει.
ηʹ. ὡρῶν ι̅δ̅ 𐅵ʹ· ὁ ἐπὶ τῆς καρδίας τοῦ Λέοντος
ἑῷος δύνει, καὶ ὁ ἐπὶ τῆς οὐρᾶς τοῦ Λέοντος ἑσπέ-
ριος ἀνατέλλει. Αἰγυπτίοις νότος ἢ ζέφυρος, μεταξὺ
χάλαζα.
θʹ. ὡρῶν ι̅ε̅· ὁ ἐπὶ τῆς καρδίας τοῦ Λέοντος ἑῷος
δύνει. Εὐδόξῳ εὐδία, ἐνίοτε δὲ καὶ ζέφυρος πνεῖ.
ιʹ. ὡρῶν ι̅δ̅· ὁ ἐπὶ τῆς οὐρᾶς τοῦ Λέοντος ἑσπέριος
ἀνατέλλει.
ιαʹ. ὡρῶν ι̅ε̅ 𐅵ʹ· ὁ ἐπὶ τῆς καρδίας τοῦ Λέοντος
ἑῷος δύνει. Αἰγυπτίοις περίστασις χειμερινὴ ἢ ἔπομ-
βρος καὶ ἀνέμων ἀκρασία. Δοσιθέῳ εὐδία, ἐνίοτε
ζέφυρος πνεῖ.
38
ιβʹ. ὡρῶν ι̅δ̅· ὁ λαμπρὸς τοῦ Ὄρνιθος ἑσπέριος δύνει.
ὡρῶν ι̅ε̅· ὁ ἔσχατος τοῦ Ποταμοῦ κρύπτεται. ὡρῶν ι̅ε̅ 𐅵ʹ·
ὁ λαμπρὸς τοῦ Περσέως ἑῷος ἀνατέλλει, καὶ ὁ λαμ-
πρὸς τῆς Λύρας ἑσπέριος δύνει. Αἰγυπτίοις ἀνεμώδης
κατάστασις. Καίσαρι ὑετία. Δημοκρίτῳ ζέφυρος ἄρχεται
πνεῖν.
ιγʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ ἐπὶ τῆς οὐρᾶς τοῦ Λέοντος ἑσπέ-
ριος ἀνατέλλει. Αἰγυπτίοις καὶ Εὐδόξῳ ἔαρος ἀρχή,
ζέφυρος ἄρχεται πνεῖν καὶ ἐνίοτε χειμών.
ιδʹ. Αἰγυπτίοις καὶ Εὐδόξῳ ὑετία. Ἱππάρχῳ καὶ
Καλλίππῳ καὶ Δημοκρίτῳ ζεφύρῳ ὥρα πνεῖν.
ιεʹ. Καίσαρι καὶ Μητροδώρῳ ἔαρος ἀρχή, καὶ ζέφυ-
ρος ἄρχεται πνεῖν.
ιζʹ. Αἰγυπτίοις καὶ Εὐδόξῳ ζέφυροι πνέουσιν. Ἱπ-
πάρχῳ ἔαρος ἀρχή. Καλλίππῳ καὶ Μητροδώρῳ χειμών.
ιηʹ. Αἰγυπτίοις ἀπηλιώτης πνεῖ. Ἱππάρχῳ βορρᾶς
ἢ ἀπηλιώτης πνεῖ.
ιθʹ. ὡρῶν ι̅δ̅· ὁ ἐν τῷ ἐμπροσθίῳ δεξιῷ βατραχίῳ
τοῦ Κενταύρου ἑῷος δύνει. ὡρῶν ι̅ε̅ 𐅵ʹ· ὁ κοινὸς Ἵππου
καὶ Ἀνδρομέδας ἑῷος ἀνατέλλει.
καʹ. ὡρῶν ι̅δ̅ 𐅵ʹ· ὁ λαμπρὸς τοῦ Ὄρνιθος ἑσπέριος
δύνει. Αἰγυπτίοις ἄνεμοι μεταπίπτουσιν. Ἱππάρχῳ
39
νότος πνεῖ. Εὐκτήμονι καὶ Φιλίππῳ καὶ Δοσιθέῳ
χειμών.
κβʹ. Αἰγυπτίοις ἀνέμων ἀκαταστασία καὶ ὄμβροι.
κγʹ. ὡρῶν ι̅δ̅ 𐅵ʹ· ὁ καλούμενος Κάνωβος ἑσπέριος
ἀνατέλλει.
κδʹ. Αἰγυπτίοις ζέφυρος ἢ νότος καὶ χάλαζα, ὑετός.
κεʹ. ὡρῶν ι̅δ̅ 𐅵ʹ· ὁ ἔσχατος τοῦ Ποταμοῦ κρύπτεται.
ὡρῶν ι̅ε̅· ὁ κοινὸς Ἵππου καὶ Ἀνδρομέδας ἑῷος ἀνα-
τέλλει. Ἱππάρχῳ βορέας ψυχρὸς πνεῖ.
κϚʹ. Αἰγυπτίοις ἀνεμώδης κατάστασις.
κηʹ. Ἱππάρχῳ καὶ Εὐκτήμονι ὀρνιθίαι ἄρχονται
πνεῖν ψυχροί, καὶ χελιδόνι ὥρα φαίνεσθαι.
κθʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ κοινὸς Ἵππου καὶ Ἀνδρομέδας
κρύπτεται. ὡρῶν ι̅ε̅· ὁ λαμπρὸς τοῦ Ὄρνιθος ἑσπέριος
δύνει. Αἰγυπτίοις καὶ Φιλίππῳ καὶ Καλλίππῳ χελιδὼν
φαίνεται, καὶ ἀνεμώδης κατάστασις. Κόνωνι βορέαι
ἄρχονται πνεῖν ψυχροί. Εὐδόξῳ ὑετὸς ἐπὶ χελιδόνι, καὶ
ἐπὶ λ̅ ἡμέρας βορέαι πνέουσιν οἱ καλούμενοι ὀρνιθίαι.
λʹ. Αἰγυπτίοις ὀρνιθίαι βορέαι, μεταξὺ ἀργεστής.
Ἱππάρχῳ βορέαι ψυχροί. Μητροδώρῳ χελιδὼν φαί-
νεται, καὶ ἐπισημαίνει. Δημοκρίτῳ ποικίλαι ἡμέραι αἱ
καλούμεναι ἁλκυονίδες.
40
{ΦΑΜΕΝΩΘ}
αʹ. ὡρῶν ι̅δ̅ 𐅵ʹ· ὁ κοινὸς Ἵππου καὶ Ἀνδρομέδας ἑῷος
ἀνατέλλει. ὡρῶν ι̅ε̅ 𐅵ʹ· Ἀρκτοῦρος ἑσπέριος ἀνατέλλει.
Καίσαρι καὶ Δοσιθέῳ χειμών, ἐπισημαίνει.
βʹ. ὡρῶν ι̅δ̅· ὁ κοινὸς Ἵππου καὶ Ἀνδρομέδας κρύπ-
τεται.
γʹ. ὡρῶν ι̅ε̅· ὁ λαμπρὸς τοῦ Περσέως ἑῷος ἀνατέλλει.
δʹ. ὡρῶν ι̅δ̅ 𐅵ʹ· ὁ κοινὸς Ἵππου καὶ Ἀνδρομέδας
ἑσπέριος δύνει.
εʹ. ὡρῶν ι̅δ̅· ὁ κοινὸς Ἵππου καὶ Ἀνδρομέδας ἐπιτέλ-
λει. ὡρῶν ι̅ε̅· Ἀρκτοῦρος ἑσπέριος ἀνατέλλει. Ἱππάρχῳ
βορρᾶς ἢ νότος ψυχρὸς πνεῖ.
Ϛʹ. ὡρῶν ι̅δ̅· ὁ ἔσχατος τοῦ Ποταμοῦ κρύπτεται.
Αἰγυπτίοις λὶψ ἢ νότος, χάλαζα. Ἱππάρχῳ βορέας
ψυχρὸς πνεῖ.
ζʹ. ὡρῶν ι̅ε̅· ὁ κοινὸς Ἵππου καὶ Ἀνδρομέδας ἑσπέ-
ριος δύνει. ὡρῶν ι̅ε̅ 𐅵ʹ· ὁ λαμπρὸς τοῦ Ὄρνιθος ἑσπέ-
ριος δύνει.
ηʹ. ὡρῶν ι̅δ̅ 𐅵ʹ· Ἀρκτοῦρος ἑσπέριος ἀνατέλλει. Εὐ-
κτήμονι βορρᾶς ψυχρὸς πνεῖ.
θʹ. ὡρῶν ι̅ε̅ 𐅵ʹ· ὁ λαμπρὸς τοῦ βορείου Στεφάνου
ἑσπέριος ἀνατέλλει, καὶ ὁ κοινὸς Ἵππου καὶ Ἀνδρο-
41
μέδας ἑσπέριος δύνει. Αἰγυπτίοις χειμάζει. Καίσαρι
χελιδονίαι πνέουσιν ἐπὶ ἡμέρας ι̅.
ιʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ κοινὸς Ἵππου καὶ Ἀνδρομέδας
ἐπιτέλλει.
ιαʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ λαμπρὸς τοῦ νοτίου Ἰχθύος ἐπι-
τέλλει, καὶ ὁ ἐν τῷ ἐμπροσθίῳ δεξιῷ βατραχίῳ τοῦ
Κενταύρου ἑῷος δύνει. Αἰγυπτίοις ταραχώδης κα-
τάστασις. Δημοκρίτῳ ἄνεμοι ψυχροὶ ὀρνιθίαι ἐπὶ
ἡμέρας θ̅.
ιβʹ. ὡρῶν ι̅δ̅· Ἀρκτοῦρος ἑσπέριος ἀνατέλλει. Εὐ-
δόξῳ χειμών, καὶ ἰκτῖνος φαίνεται, καὶ ἐπισημαίνει.
Μητροδώρῳ καὶ Εὐκτήμονι καὶ Φιλίππῳ βορέας ψυχρὸς
πνεῖ. Ἱππάρχῳ ἔαρος ἀρχή.
ιγʹ. ὡρῶν ι̅γ̅ 𐅵ʹ· ὁ ἐπὶ τῆς οὐρᾶς τοῦ Λέοντος ἑῷος
δύνει. Αἰγυπτίοις ψακάζει. Μητροδώρῳ καὶ Εὐκτήμονι
βορέας πνεῖ. Δοσιθέῳ ἰκτῖνος ἄρχεται φαίνεσθαι.
Ἱππάρχῳ νότος πολύς.
ιδʹ. ὡρῶν ι̅ε̅· ὁ λαμπρὸς τοῦ βορείου Στεφάνου ἑσπέ-
ριος ἀνατέλλει.…
ψυχρὸς…
ιε…
The complete text is available when the reading interface loads.