The Greek Library Author

Ptolemy

Τετράβιβλος

Author namesClaude Ptolémée · Claude Ptolemee · Ptolémée · Ptolemee · Ptolemy · Claudius Ptolemaeus

Scientific editors
Frank Egleston Robbins
Edition reference
Tetrabiblos · Cambridge, Mass. · Harvard University Press · 1964
CTS identifier
urn:cts:greekLit:tlg0363.tlg007.local002
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 1

προοίμιον

Τῶν τὸ δἰ ἀστρονομίας προγνωστικὸν τέλος παρασκευαζόντων, ὦ Σύρε, δύο τῶν μεγίστων καὶ κυριωτάτων ὑπαρχόντων, ἑνὸς μὲν τοῦ πρώτου καὶ τάξει καὶ δυνάμει, καθʼ ὃ τοὺς γινομένους ἑκάστοτε σχηματισμοὺς τῶν κινήσεων ἡλίου καὶ σελήνης καὶ ἀστέρων πρὸς ἀλλήλους τε καὶ τὴν γῆν καταλαμβανόμεθα· δευτέρου δὲ καθʼ ὃ διὰ τῆς φυσικῆς τῶν σχηματισμῶν αὐτῶν ἰδιοτροπίας τὰς ἀποτελουμένας μεταβολὰς τῶν ἐμπεριεχομένων ἐπισκεπτόμεθα· τὸ μὲν πρῶτον ἰδίαν ἔχον καὶ δἰ ἑαυτὴν αἱρετὴν θεωρίαν, κἂν μὴ τὸ ἐκ τῆς ἐπιζεύξεως τοῦ δευτέρου τέλος συμπεραίνηται, κατʼ ἰδίαν σύνταξιν ὡς μάλιστα ἐνῆν ἀποδεικτικῶς σοι περιώδευται. περὶ δὲ τοῦ δευτέρου καὶ μὴ ὡσαύτως αὐτοτέλους ἡμεῖς ἐν τῷ παρόντι ποιησόμεθα λόγον κατὰ τὸν ἁρμόζοντα φιλοσοφίᾳ τρόπον καὶ ὡς ἄν τις φιλαλήθει μάλιστα χρώμενος σκοπῷ μήτε τὴν κατάληψιν αὐτοῦ παραβάλλοι τῇ τοῦ πρώτου καὶ ἀεὶ ὡσαύτως ἔχοντος βεβαιότητι, τὸ ἐν πολλοῖς ἀσθενὲς καὶ δυσεικαστον τῆς ὑλικῆς ποιότητος προσποιούμενος, μήτε πρὸς τὴν κατὰ τὸ ἐνδεχόμενον ἐπίσκεψιν ἀποκνοίη, τῶν τε πλείστων καὶ ὁλοσχερῶν συμπτωμάτων ἐναργῶς οὕτω τὴν ἀπὸ τοῦ περιέχοντος αἰτίαν ἐμφανιζόντων. ἐπεὶ δὲ πᾶν μὲν τὸ δυσέφικτον παρὰ τοῖς πολλοῖς εὐδιάβλητον ἔχει φύσιν, ἐπὶ δὲ τῶν προκειμένων δύο καταλήψεων αἱ μὲν τῆς προτέρας διαβολαὶ τυφλῶν ἂν εἶεν παντελῶς, αἱ δὲ τῆς δευτέρας εὐπροφασίστους ἔχουσι τὰς ἀφορμάς (ἢ γὰρ τὸ ἐπʼ ἐνίων δυσθεώρητον ἀκαταληψίας τελείας δόξαν παρέσχεν, ἢ τὸ τῶν γνωσθέντων δυσφύλακτον καὶ τὸ τέλος ὡς ἄχρηστον διέσυρε), πειρασόμεθα διὰ βραχέων πρὸ τῆς κατὰ μέρος ὑφηγήσεως τὸ μέτρον ἑκατέρου τοῦ τε δυνατοῦ καὶ τοῦ χρησίμου τῆς τοιαύτης προγνώσεως ἐπισκέψασθαι· καὶ πρῶτον τοῦ δυνατοῦ.

Chapter 2

Ὅτι καταληπτικὴ ἡ δἰ ἀστρονομίας γνῶσις, καὶ μέχρι τίνος Ὅτι μὲν τοίνυν διαδίδοται καὶ διικνεῖταί τις δύναμις ἀπὸ τῆς αἰθερώδους καὶ ἀιδίου φύσεως ἐπὶ πᾶσαν τὴν περιγείαν καὶ δἰ ὅλων μεταβλητήν, τῶν ὑπὸ τὴν σελήνην πρώτων στοιχείων πυρὸς καὶ ἀέρος περιεχομένων μὲν καὶ τρεπομένων ὑπὸ τῶν κατὰ τὸν αἰθέρα κινήσεων, περιεχόντων δὲ καὶ συντρεπόντων τὰ λοιπὰ πάντα, γῆν καὶ ὕδωρ καὶ τὰ ἐν αὐτοῖς φυτὰ καὶ ζῷα, πᾶσιν ἂν ἐναργέστατον καὶ δἰ ὀλίγων φανείη. ὅ τε γὰρ ἥλιος διατίθησί πως ἀεὶ μετὰ τοῦ περιέχοντος πάντα τὰ περὶ τὴν γῆν οὐ μόνον διὰ τῶν κατὰ τὰς ἐτησίους ὥρας μεταβολῶν πρὸς γονὰς ζῴων καὶ φυτῶν καρποφορίας καὶ ῥύσεις ὑδάτων καὶ σωμάτων μετατροπὰς ἀλλὰ καὶ διὰ τῶν καθʼ ἑκάστην ἡμέραν περιόδων, θερμαίνων τε καὶ ὑγραίνων καὶ ξηραίνων καὶ ψύχων τεταγμένως τε καὶ ἀκολούθως τοῖς πρὸς τὸν κατὰ κορυφὴν ἡμῶν γινομένοις ὁμοιοτρόποις σχηματισμοῖς ἥ τε σελήνη πλείστην, ὡς περιγειοτάτη, διαδίδωσιν ἐπὶ τὴν γῆν τὴν ἀπόρροιαν, συμπαθούντων αὐτῇ καὶ συντρεπομένων τῶν πλείστων καὶ ἀψύχων καὶ ἐμψύχων, καὶ ποταμῶν μὲν συναυξόντων καὶ συμμειούντων τοῖς φωσὶν αὐτῆς τὰ ῥεύματα, θαλαττῶν δὲ συντρεπουσῶν ταῖς ἀνατολαῖς καὶ ταῖς δύσεσι τὰς ἰδίας ὁρμάς, φυτῶν δὲ καὶ ζῴων ἢ ὅλων ἢ κατά τινα μέρη συμπληρουμένων τε αὐτῇ καὶ συμμειουμένων. αἵ τε τῶν ἀστέρων τῶν τε ἀπλανῶν καὶ τῶν πλανωμένων πάροδοι πλείστας ποιοῦσι ἐπισημασίας τοῦ περιέχοντος καυματώδεις καὶ πνευματώδεις καὶ νιφετώδεις, ὑφʼ ὧν καὶ τὰ ἐπὶ τῆς γῆς οἰκείως διατίθεται. ἤδη δὲ καὶ οἱ πρὸς ἀλλήλους αὐτῶν σχηματισμοί, συνερχομένων πως καὶ συγκιρναμένων τῶν διαδόσεων, πλείστας καὶ ποικίλας μεταβολὰς ἀπεργάζονται, κατακρατούσης μὲν τῆς τοῦ ἡλίου δυνάμεως πρὸς τὸ καθʼ ὅλου τῆς ποιότητος τεταγμένον, συνεργούντων δὲ ἢ ἀποσυνεργούντων κατά τι τῶν λοιπῶν, καὶ τῆς μὲν σελήνης ἐκφανέστερον καὶ συνεχέστερον ὡς ἐν ταῖς συνόδοις καὶ διχοτόμοις καὶ πανσελήνοις, τῶν δὲ ἀστέρων περιοδικώτερον καὶ ἀσημότερον ὡς ἐν ταῖς φάσεσι καὶ κρύψεσι καὶ προσνεύσεσιν. ὅτι δὲ τούτων οὕτω θεωρουμένων οὐ μόνον τὰ ἤδη συγκραθέντα διατίθεσθαί πως ὑπὸ τῆς τούτων κινήσεως ἀναγκαῖον ἀλλὰ καὶ τῶν σπερμάτων τὰς ἀρχὰς καὶ τὰς πληροφορήσεις διαπλάττεσθαι καὶ διαμορφοῦσθαι πρὸς τὴν οἰκείαν τοῦ τότε περιέχοντος ποιότητα, πᾶσιν ἂν δόξειεν ἀκόλουθον εἶναι. οἱ γοῦν παρατηρητικώτεροι τῶν γεωργῶν καὶ τῶν νομέων ἀπὸ τῶν κατὰ τὰς ὀχείας καὶ τὰς τῶν σπερμάτων καταθέσεις συμβαινόντων πνευμάτων στοχάζονται τῆς ποιότητος τῶν ἀποβησομένων, καὶ ὅλως τὰ μὲν ὁλοσχερέστερα καὶ διὰ τῶν ἐπιφανεστέρων συσχηματισμῶν ἡλίου καὶ σελήνης καὶ ἀστέρων ἐπισημαινόμενα καὶ παρὰ τοῖς μὴ φυσικῶς, μόνον δὲ παρατηρητικῶς σκεπτομένοις, ὡς ἐπὶ πᾶν προγινωσκόμενα θεωροῦμεν, τὰ μὲν ἐκ μείζονός τε δυνάμεως καὶ ἁπλουστέρας τάξεως καὶ παρὰ τοῖς πάνυ ἰδιώταις, μᾶλλον δὲ καὶ παρʼ ἐνίοις τῶν ἀλόγων ζῴων, ὡς τῶν ὡρῶν καὶ τῶν πνευμάτων τὰς ἐτησίους διαφοράς· τούτων γὰρ ὡς ἐπὶ πᾶν ὁ ἥλιος αἴτιος· τὰ δὲ ἧττον οὕτως ἔχοντα παρὰ τοῖς ἤδη κατὰ τὸ ἀναγκαῖον ταῖς παρατηρήσεσιν ἐνειθισμένοις, ὡς τοῖς ναυτιλλομένοις τὰς κατὰ μέρος τῶν χειμώνων καὶ τῶν πνευμάτων ἐπισημασίας, ὅσαι γίνονται κατὰ τὸ περιοδικώτερον ὑπὸ τῶν τῆς σελήνης ἢ καὶ τῶν ἀπλανῶν ἀστέρων πρὸς τὸν ἥλιον συσχηματισμῶν. παρὰ μέντοι τὸ μήτε αὐτῶν τούτων τοὺς χρόνους καὶ τοὺς τόπους ὑπὸ ἀπειρίας ἀκριβῶς δύνασθαι κατανοεῖν, μήτε τὰς τῶν πλανωμένων ἀστέρων περιόδους, πλεῖστον καὶ αὐτὰς συμβαλλομένας, τὸ πολλάκις αὐτοῖς σφάλλεσθαι συμβαίνει. τί δὴ οὖν κωλύει τὸν ἠκριβωκότα μὲν τὰς πάντων τῶν ἀστέρων καὶ ἡλίου καὶ σελήνης κινήσεις, ὅπως αὐτὸν μηδενὸς τῶν σχηματισμῶν μήτε ὁ τόπος μήτε ὁ χρόνος λανθάνοι, διειληφότα δὲ ἐκ τῆς ἔτι ἄνωθεν συνεχοῦς ἱστορίας ὡς ἐπὶ πᾶν αὐτῶν τὰς φύσεις, κἂν μὴ τὰς κατʼ αὐτὸ τὸ ὑποκείμενον ἀλλὰ τάς γε δυνάμει ποιητικάς, οἷον ὡς τὴν τοῦ ἡλίου ὅτι θερμαίνει καὶ τὴν τῆς σελήνης ὅτι ὑγραίνει καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως, ἱκανὸν δὲ πρὸς ταῦτα τοιαῦτα ὄντα φυσικῶς ἅμα καὶ εὐστόχως ἐκ τῆς συγκράσεως πάντων τὸ ἴδιον τῆς ποιότητος διαλαβεῖν, ὡς δύνασθαι μὲν ἐφʼ ἑκάστου τῶν διδομένων καιρῶν ἐκ τῆς τότε τῶν φαινομένων σχέσεως τὰς τοῦ περιέχοντος ἰδιοτροπίας εἰπεῖν, οἷον ὅτι θερμότερον ἢ ὑγρότερον ἔσται, δύνασθαι δὲ καὶ καθʼ ἕνα ἕκαστον τῶν ἀνθρώπων τήν τε καθʼ ὅλου ποιότητα τῆς ἰδιοσυγκρασίας ἀπὸ τοῦ κατὰ τὴν σύστασιν περιέχοντος συνιδεῖν, οἷον ὅτι τὸ μὲν σῶμα τοιόσδε, τὴν δὲ ψυχὴν τοιόσδε, καὶ τὰ κατὰ καιροὺς συμπτώματα διὰ τοῦ τὸ μὲν τοιόνδε περιέχον τῇ τοιᾷδε συγκράσει σύμμετρον ἢ καὶ πρόσφορον γίνεσθαι πρὸς εὐεξίαν, τὸ δὲ τοιόνδε ἀσύμμετρον καὶ πρόσφορον πρὸς κάκωσιν; ἀλλὰ γὰρ τὸ μὲν δυνατὸν τῆς τοιαύτης καταλήψεως διὰ τούτων καὶ τῶν ὁμοίων ἔστι συνιδεῖν. Ὅτι δὲ εὐπροφασίστως μέν, οὐ προσηκόντως δέ, τὴν πρὸς τὸ ἀδύνατον ἔσχε διαβολὴν οὕτως ἂν κατανοήσαιμεν. πρῶτον μὲν γὰρ τὰ πταίσματα τῶν μὴ ἀκριβούντων τὸ ἔργον, πολλὰ ὄντα, ὡς ἐν μεγάλῃ καὶ πολυμερεῖ θεωρίᾳ, καὶ τοῖς ἀληθευομένοις τὴν τούτου ἐκ τύχης παρέσχε δόξαν, οὐκ ὀρθῶς. τὸ γὰρ τοιοῦτον οὐ τῆς ἐπιστήμης, ἀλλὰ τῶν μεταχειριζομένων ἐστὶν ἀδυναμία· ἔπειτα καὶ οἱ πλεῖστοι τοῦ πορίζειν ἕνεκεν ἑτέραν τέχνην τῷ ταύτης ὀνόματι καταξιοπιστευόμενοι τοὺς μὲν ἰδιώτας ἐξαπατῶσι, πολλὰ προλέγειν δοκοῦντες καὶ τῶν μηδεμίαν φύσιν ἐχόντων προγινώσκεσθαι, τοῖς δὲ ζητητικωτέροις διὰ τούτου παρέσχον ἀφορμὴν ἐν ἴσῳ καὶ τῶν φύσιν ἐχόντων προλέγεσθαι καταγινώσκειν. οὐδὲ τοῦτο δεόντως· οὐδὲ γὰρ φιλοσοφίαν ἀναιρετέον, ἐπεί τινες τῶν προσποιουμένων αὐτὴν πονηροὶ καταφαίνονται. ἀλλʼ ὅμως ἐναργές ἐστιν ὅτι κἂν διερευνητικῶς τις ὡς ἔνι μάλιστα καὶ γνησίως τοῖς μαθήμασι προσέρχηται, πολλάκις πταίειν αὐτὸν ἐνδέχεται, δἰ οὐδὲν μὲν τῶν εἰρημένων, δἰ αὐτὴν δὲ τὴν τοῦ πράγματος φύσιν καὶ τὴν πρὸς τὸ μέγεθος τῆς ἐπαγγελίας ἀσθένειαν. καθʼ ὅλου γὰρ πρὸς τῷ τὴν περὶ τὸ ποιὸν τῆς ὕλης θεωριαν πᾶσαν εἰκαστικὴν εἶναι καὶ οὐ διαβεβαιωτικήν, καὶ μάλιστα τὴν ἐκ πολλῶν ἀνομοίων συγκιρναμένην, ἔτι καὶ τοῖς παλαιοῖς τῶν πλανωμένων συσχηματισμοῖς, ἀφʼ ὧν ἐφαρμόζομεν τοῖς ὡσαύτως ἔχουσι τῶν νῦν τὰς ὑπὸ τῶν προγενεστέρων ἐπʼ ἐκείνων παρατετηρημένας προτελέσεις, παρόμοιοι μεν δύνανται γίνεσθαι μᾶλλον ἢ ἧττον καὶ οὗτοι διὰ μακρῶν περιόδων, ἀπαράλλακτοι δὲ οὐδαμῶς, τῆς πάντων ἐν τῷ οὐρανῷ μετὰ τῆς γῆς κατὰ τὸ ἀκριβὲς συναποκαταστάσεως, εἰ μή τις κενοδοξοίη περὶ τὴν τῶν ἀκαταλήπτων κατάληψιν καὶ γνῶσιν. ἢ μηδʼ ὅλως ἢ μὴ κατά γε τὸν αἰσθητὸν ἀνθρώπῳ χρόνον ἀπαρτιζομένης, ὡς διὰ τοῦτο τὰς προρρήσεις ἀνομοίων ὄντων τῶν ὑποκειμένων παραδειγμάτων ἐνίοτε διαμαρτάνεσθαι. περὶ μὲν οὖν τὴν ἐπίσκεψιν τῶν κατὰ τὸ περιέχον γινομένων συμπτωμάτων, τοῦτʼ ἂν εἴη μόνον τὸ δυσχερές, μηδεμιᾶς ἐνταῦθα συμπαραλαμβανομένης αἰτίας τῇ κινήσει τῶν οὐρανίων. περὶ δὲ τὰς γενεθλιολογικάς, καὶ ὅλως τὰς κατʼ ἰδίαν τῆς ἑκάστου συγκρίσεως, οὐ μικρὰ οὐδὲ τὰ τυχόντα ἔστιν ἰδεῖν συναίτια καὶ αὐτὰ γινόμενα τῆς τῶν συνισταμένων ἰδιοτροπίας. αἵ τε γὰρ τῶν σπερμάτων διαφοραὶ πλεῖστον δύνανται πρὸς τὸ τοῦ γένους ἴδιον, ἐπειδήπερ τοῦ περιέχοντος καὶ τοῦ ὁρίζοντος ὑποκειμένου τοῦ αὐτοῦ κατακρατεῖ τῶν σπερμάτων ἕκαστον εἰς τὴν καθʼ ὅλου τοῦ οἰκείου μορφώματος διατύπωσιν, οἷον ἀνθρώπου καὶ ἵππου καὶ τῶν ἄλλων· οἵ τε τόποι τῆς γενέσεως οὐ μικρὰς ποιοῦνται τὰς περὶ τὰ συνιστάμενα παραλλαγάς. καὶ τῶν σπερμάτων γὰρ κατὰ γένος ὑποκειμένων τῶν αὐτῶν, οἷον ἀνθρωπίνων, καὶ τῆς τοῦ περιέχοντος καταστάσεως τῆς αὐτῆς, παρὰ τὸ τῶν χωρῶν διάφορον πολὺ καὶ τοῖς σώμασι καὶ ταῖς ψυχαῖς οἱ γενόμενοι διήνεγκαν. πρὸς δὲ τούτοις αἵ τε τροφαὶ καὶ τὰ ἔθη, πάντων τῶν προκειμένων ἀδιαφόρων ὑποτιθεμένων, συμβάλλονταί τι πρὸς τὰς κατὰ μέρος τῶν βίων διαγωγάς. ὧν ἕκαστον ἐὰν μὴ συνδιαλαμβάνηται ταῖς ἀπὸ τοῦ περιέχοντος αἰτίαις, εἰ καὶ ὅτι μάλιστα τὴν πλείστην ἔχει τοῦτο δύναμιν (τῷ τὸ μὲν περιέχον κἀκείνοις αὐτοῖς εἰς τὸ τοιοῖσδε εἶναι συναίτιον γίνεσθαι, τούτῳ δʼ ἐκεῖνα μηδαμῶς), πολλὴν ἀπορίαν δύνανται παρέχειν τοῖς ἐπὶ τῶν τοιούτων οἰομένοις ἀπὸ μόνης τῆς τῶν μετεώρων κινήσεως, πάντα, καὶ τὰ μὴ τέλεον ἐπʼ αὐτῇ, δύνασθαι διαγινώσκειν. Τούτων δὲ οὕτως ἐχόντων, προσῆκον ἂν εἴη μήτε, ἐπειδὴ διαμαρτάνεσθαι ποτε τὴν τοιαύτην πρόγνωσιν ἐνδέχεται, καὶ τὸ πᾶν αὐτῆς ἀναιρεῖν, ὥσπερ οὐδὲ τὴν κυβερνητικὴν διὰ τὸ πολλάκις πταίειν ἀποδοκιμάζομεν· ἀλλʼ ὡς ἐν μεγάλοις, οὕτω καὶ θείοις ἐπαγγέλμασιν, ἀσπάζεσθαι καὶ ἀγαπητὸν ἡγεῖσθαι τὸ δυνατόν μήτʼ αὖ πάλιν πάντα ἡμῖν ἀνθρωπίνως καὶ ἐστοχασμένως αἰτεῖν παρʼ αὐτῆς, ἀλλὰ συμφιλοκαλεῖν, καὶ ἐν οἷς οὐκ ἦν ἐπʼ αὐτῇ τὸ πᾶν ἐφοδιάζειν· καὶ ὥσπερ τοῖς ἰατροῖς. ὅταν ἐπιζητῶσί τινα, καὶ περὶ αὐτῆς τῆς νόσου καὶ περὶ τῆς τοῦ κάμνοντος ἰδιοτροπίας οὐ μεμψόμεθα λέγουσιν, οὕτω καὶ ἐνταῦθα τὰ γένη καὶ τὰς χώρας καὶ τὰς τροφάς, ἢ καί τινα τῶν ἤδη συμβεβηκότων, μὴ ἀγανακτεῖν ὑποτιθεμένοις.

Chapter 3

Ὅτι καὶ ὠφέλιμος Τίνα μὲν οὖν τρόπον δυνατὸν γίνεται τὸ δἰ ἀστρονομίας προγνωστικόν, καὶ ὅτι μέχρι μόνον ἂν φθάνοι τῶν τε κατʼ αὐτὸ τὸ περιέχον συμπτωμάτων καὶ τῶν ἀπὸ τῆς τοιαύτης αἰτίας τοῖς ἀνθρώποις παρακολουθούντων, ταῦτα δʼ ἂν εἴη περί τε τὰς ἐξ ἀρχῆς ἐπιτηδειότητας τῶν δυνάμεων καὶ πράξεων σώματος καὶ ψυχῆς καὶ τὰ κατὰ καιροὺς αὐτῶν πάθη, πολυχρονιότητάς τε καὶ ὀλιγοχρονιότητας, ἔτι δὲ καὶ ὅσα τῶν ἔξωθεν κυρίαν τε καὶ φυσικὴν ἔχει πρὸς τὰ πρῶτα συμπλοκήν, ὡς πρὸς τὸ σῶμα μὲν ἡ κτῆσις καὶ ἡ συμβίωσις, πρὸς δὲ τὴν ψυχὴν ἥ τε τιμὴ καὶ τὸ ἀξίωμα, καὶ τὰς τούτων κατὰ καιροὺς τύχας, σχεδὸν ὡς ἐν κεφαλαίοις γέγονεν ἡμῖν δῆλον. λοιπὸν δʼ ἂν εἴη τῶν προκειμένων τὴν κατὰ τὸ χρήσιμον ἐπίσκεψιν διὰ βραχέων ποιήσασθαι, πρότερον διαλαβοῦσι τίνα τρόπον, καὶ πρὸς τί τέλος ἀφορῶντες τὴν αὐτοῦ τοῦ χρησίμου δύναμιν ἐκδεξόμεθα. εἰ μὲν γὰρ πρὸς τὰ τῆς ψυχῆς ἀγαθά, τί ἂν εἴη συμφορώτερον πρὸς εὐπραγίαν καὶ χαρὰν καὶ ὅλως εὐαρέστησιν τῆς τοιαύτης προγνώσεως, καθʼ ἣν τῶν τε ἀνθρωπίνων καὶ τῶν θείων γινόμεθα συνορατικοί; εἰ δὲ πρὸς τὰ τοῦ σώματος, πάντων ἂν μᾶλλον ἡ τοιαύτη κατάληψις ἐπιγινώσκοι τὸ οἰκεῖόν τε καὶ πρόσφορον τῇ καθʼ ἑκάστην σύγκρασιν ἐπιτηδειότητι· εἰ δὲ μὴ πρὸς πλοῦτον ἢ δόξαν ἢ τὰ τοιαῦτα συνεργεῖ, προχωρήσει καὶ περὶ πάσης φιλοσοφίας τὸ αὐτὸ τοῦτο φάσκειν· οὐδενὸς γὰρ τῶν τοιούτων ἐστίν, ὅσον ἐφʼ ἑαυτῇ, περιποιητική. ἀλλʼ οὔτʼ ἐκείνης διὰ τοῦτʼ ἂν οὔτε ταύτης καταγινώσκοιμεν δικαίως, ἀφέμενοι τοῦ πρὸς τὰ μείζω συμφέροντος. Ὅλως δʼ ἂν ἐξετάζουσι φανεῖεν ἂν οἱ τὸ ἄχρηστον τῆς καταλήψεως ἐπιμεμφόμενοι πρὸς οὐδὲν τῶν κυριωτάτων ἀφορῶντες, ἀλλὰ πρὸς αὐτὸ τοῦτο μόνον, ὅτι τῶν πάντη πάντως ἐσομένων ἡ πρόγνωσις περιττή, καὶ τοῦτο δὲ ἁπλῶς πάνυ, καὶ οὐκ εὖ διειλημμένως. πρῶτον μὲν γὰρ δεῖ σκοπεῖν, ὅτι καὶ ἐπὶ τῶν ἐξ ἀνάγκης ἀποβησομένων τὸ μὲν ἀπροσδόκητον τούς τε θορύβους ἐκστατικοὺς καὶ τὰς χαρὰς ἐξοιστικὰς μάλιστα πέφυκε ποιεῖν· τὸ δὲ προγινώσκειν ἐθίζει καὶ ῥυθμίζει τὴν ψυχὴν τῇ μελέτῃ τῶν ἀπόντων ὡς παρόντων, καὶ παρασκευάζει μετʼ εἰρήνης καὶ εὐσταθείας ἕκαστα τῶν ἐπερχομένων ἀποδέχεσθαι. ἔπειθʼ ὅτι μηδʼ οὕτως ἕκαστα χρὴ νομίζειν τοῖς ἀνθρώποις ἀπὸ τῆς ἄνωθεν αἰτίας παρακολουθεῖν, ὥσπερ ἐξ ἀρχῆς ἀπό τινος ἀλύτου καὶ θείου προστάγματος καθʼ ἕνα ἕκαστον νενομοθετημένα καὶ ἐξ ἀνάγκης ἀποβησόμενα, μηδεμιᾶς ἄλλης ἁπλῶς αἰτίας ἀντιπράξαι δυναμένης, ἀλλ’ ὡς μὲν τῆς τῶν οὐρανίων κινήσεως καθʼ εἱμαρμένην θείαν καὶ ἀμετάπτωτον ἐξ αἰῶνος ἀποτελουμένης, τῆς δὲ τῶν ἐπιγείων ἀλλοιώσεως καθʼ εἱμαρμένην φυσικὴν καὶ μεταπτώτην τὰς πρώτας αἰτίας ἄνωθεν λαμβανούσης κατὰ συμβεβηκὸς καὶ κατʼ ἐπακολούθησιν· καὶ ὡς τῶν μὲν διὰ καθολικοτέρας περιστάσεις τοῖς ἀνθρώποις συμβαινόντων, οὐχὶ δὲ ἐκ τῆς ἰδίας ἑκάστου φυσικῆς ἐπιτηδειότητος, ὡς ὅταν κατὰ μεγάλας καὶ δυσφυλάκτους τοῦ περιέχοντος τροπὰς ἐκ πυρώσεων ἢ λοιμῶν ἢ κατακλυσμῶν κατὰ πλήθη διαφθαρῶσιν, ὑποπιπτούσης ἀεὶ τῆς βραχυτέρας αἰτίας τῇ μείζονι καὶ ἰσχυρωτέρᾳ, τῶν δὲ κατὰ τὴν ἑνὸς ἑκάστου φυσικὴν ἰδιοσυγκρασίαν διὰ μικρὰς καὶ τὰς τυχούσας τοῦ περιέχοντος ἀντιπαθείας. τούτων γὰρ οὕτω διαληφθέντων, φανερὸν ὅτι καὶ καθʼ ὅλου καὶ κατὰ μέρος, ὅσων μὲν συμπτωμάτων τὸ πρῶτον αἴτιον ἄμαχόν τέ ἐστι καὶ μεῖζον παντὸς τοῦ ἀντιπράττοντος, ταῦτα καὶ πάντη πάντως ἀποβαίνειν ἀνάγκη· ὅσα δὲ μὴ οὕτως ἔχει, τούτων τὰ μὲν ἐπιτυγχάνοντα τῶν ἀντιπαθησόντων εὐανάτρεπτα γίνεται, τὰ δὲ μὴ εὐπορήσοντα καὶ αὐτὰ ταῖς πρώταις φύσεσιν ἀκολουθεῖ, δἰ ἄγνοιαν μέντοι καὶ οὐκέτι διὰ τὴν τῆς ἰσχύος ἀνάγκην. τὸ αὐτὸ δʼ ἄν τις ἴδοι συμβεβηκὸς καὶ ἐπὶ πάντων ἁπλῶς τῶν φυσικὰς ἐχόντων τὰς ἀρχάς. καὶ γὰρ καὶ λίθων καὶ φυτῶν καὶ ζῴων, ἔτι δὲ τραυμάτων καὶ παθῶν καὶ νοσημάτων, τὰ μὲν ἐξ ἀνάγκης τι ποιεῖν πέφυκε, τὰ δʼ εἰ μηδὲν τῶν ἐναντίων ἀντιπράξει. οὕτως οὖν χρὴ νομίζειν καὶ τὰ τοῖς ἀνθρώποις συμβησόμενα προλέγειν τοὺς φυσικοὺς τῇ τοιαύτῃ προγνώσει, καὶ μὴ κατὰ κενὰς δόξας προσερχομένους, ὡς τῶν μὲν διὰ τὸ πολλὰ καὶ μεγάλα τὰ ποιητικὰ τυγχάνειν, ἀφυλάκτων ὄντων, τῶν δὲ διὰ τοὐναντίον μετατροπὰς ἐπιδεχομένων. καθάπερ καὶ τῶν ἰατρῶν ὅσοι δυνατοὶ σημειοῦσθαι τὰ παθήματα προγινώσκουσι τά τε πάντως ἀνελόντα, καὶ τὰ χωροῦντα βοήθειαν. ἐπὶ δὲ τῶν μεταπεσεῖν δυναμένων, οὕτως ἀκουστέον τοῦ γενεθλιαλόγου, φέρ εἰπεῖν, ὅτι τῇ τοιᾷδε συγκράσει κατὰ τὴν τοιάνδε τοῦ περιέχοντος ἰδιοτροπίαν τραπεισῶν ἐπὶ τὸ πλέον ἢ ἔλαττον τῶν ὑποκειμένων συμμετριῶν, τὸ τοιόνδε παρακολουθήσει πάθος· ὡς καὶ τοῦ μὲν ἰατροῦ, ὅτι τόδε τὸ ἕλκος νομὴν ἢ σῆψιν ἐμποιεῖ, τοῦ δὲ μεταλλικοῦ, λόγου ἕνεκεν, ὅτι τὸν σίδηρον ἡ λίθος ἡ μαγνῆτις ἕλκει. ὡσπερ γὰρ τούτων ἑκάτερον, ἐαθὲν μὲν δἰ ἀγνωσίαν τῶν ἀντιπαθησόντων, πάντη πάντως παρακολουθήσει τῇ τῆς πρώτης φύσεως δυνάμει, οὔτε δὲ τὸ ἕλκος τὴν νομὴν ἢ τὴν σῆψιν κατεργάσεται τῆς ἀντικειμένης θεραπείας τυχόν, οὔτε τὸν σίδηρον ἡ μαγνῆτις ἑλκύσει παρατριβέντος αὐτῇ σκορόδου. καὶ αὐτὰ δὲ ταῦτα τὰ κωλύοντα φυσικῶς καὶ καθʼ εἱμαρμένην ἀντεπάθησεν· οὕτω καὶ ἐπʼ ἐκείνων, ἀγνοούμενα μὲν τὰ συμβησόμενα τοῖς ἀνθρώποις, ἢ ἐγνωσμένα μέν, μὴ τυχόντα δὲ τῶν ἀντιπαθούντων, πάντη πάντως ἀκολουθήσει τῷ τῆς πρώτης φύσεως εἱρμῷ. προγνωσθέντα δὲ καὶ εὐπορήσαντα τῶν θεραπευόντων φυσικῶς πάλιν καθʼ εἱμαρμένην, ἢ ἀγένητα τέλεον, ἢ μετριώτερα καθίσταται. ὅλως δὲ τῆς τοιαύτης δυνάμεως τῆς αὐτῆς οὔσης ἐπί τε τῶν ὁλοσχερῶς θεωρουμένων καὶ ἐπὶ τῶν κατὰ μέρος, θαυμάσειεν ἄν τις διὰ τίνα δή ποτε αἰτίαν ἐπὶ μὲν τῶν καθ̓ ὅλου πιστεύουσι πάντες καὶ τῷ δυνατῷ τῆς προγνώσεως καὶ τῷ πρὸς τὸ φυλάττεσθαι χρησίμῳ (τάς τε γὰρ ὥρας καὶ τὰς τῶν ἀπλανῶν ἐπισημασίας καὶ τοὺς τῆς σελήνης σχηματισμοὺς οἱ πλεῖστοι προγινώσκειν ὁμολογοῦσι, καὶ πολλὴν πρόνοιαν ποιοῦνται τῆς φυλακῆς αὐτῶν, πεφροντικότες ἀεὶ πρὸς μὲν τὸ θέρος τῶν ψύχειν δυναμένων, πρὸς δὲ τὸν χειμῶνα τῶν θερμαινόντων, καὶ ὅλως προπαρασκευάζοντες αὑτῶν τὰς φύσεις ἐπὶ τὸ εὔκρατον· καὶ ἔτι πρὸς μὲν τὸ ἀσφαλὲς τῶν τε ὡρῶν καὶ τῶν ἀναγωγῶν παραφυλάττοντες τὰς τῶν ἀπλανῶν ἀστέρων ἐπισημασίας, πρὸς δὲ τὰς ἀρχὰς τῶν ὀχειῶν καὶ φυτειῶν τοὺς κατὰ πλήρωσιν τῶν φωτῶν τῆς σελήνης σχηματισμούς, καὶ οὐδεὶς οὐδαμῆ τῶν τοιούτων κατέγνωκεν οὔθʼ ὡς ἀδυνάτων, οὔθʼ ὡς ἀχρήστων), ἐπὶ δὲ τῶν κατὰ μέρος καὶ ἐκ τῆς τῶν λοιπῶν συγκράσεως ἰδιωμάτων, οἷον μᾶλλον καὶ ἧττον, χειμώνων ἢ καὶ καυμάτων, καὶ τῆς καθʼ ἕκαστον ἰδιοσυγκρασίας, οὔτε τὸ προγινώσκειν ἔτι δυνατὸν ἡγοῦνταί τινες οὔτε τὰ πολλὰ ἐγχωρεῖν φυλάξασθαι· καίτοι προδήλου τυγχάνοντος, ὅτι πρὸς τὰ καθʼ ὅλου καύματα εἰ τύχοιμεν προκαταψύξαντες ἑαυτοὺς ἧττον καυσούμεθα, δύναται τὸ ὅμοιον ἐνεργεῖν καὶ πρὸς τὰ ἰδίως τήνδε τὴν σύγκρασιν εἰς ἀμετρίαν αὔξαντα τοῦ θερμοῦ. ἀλλὰ γὰρ αἴτιον τῆς τοιαύτης ἁμαρτίας τό τε δύσκολον καὶ ἄηθες τῆς τῶν κατὰ μέρος προγνώσεως, ὅπερ καὶ ἐπὶ τῶν ἄλλων σχεδὸν ἁπάντων ἀπιστίαν ἐμποιεῖ. καὶ τὸ μὴ συναπτομένης ὡς ἐπὶ πᾶν τῆς ἀντιπαθούσης δυνάμεως τῇ προγνωστικῇ, διὰ τὸ σπάνιον τῆς οὕτω τελείας διαθέσεως, καὶ περὶ τὰς πρώτας φύσεις ἀνεμποδίστως ἀποτελουμένης, δόξαν ὡς περὶ ἀτρέπτων καὶ ἀφυλάκτων παρέσχε καὶ πάντων ἁπλῶς τῶν ἀποβησομένων Ὥσπερ δέ, οἶμαι, καὶ ἐπʼ αὐτοῦ τοῦ προγνωστικοῦ, καὶ εἰ μὴ διὰ παντὸς ἦν ἄπταιστον, τό γε δυνατὸν αὐτοῦ μεγίστης ἄξιον σπουδῆς κατεφαίνετο, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ φυλακτικοῦ, καὶ εἰ μὴ πάντων ἐστὶ θεραπευτικόν, ἀλλὰ τό γ̓ ἐπʼ ἐνίων, κἂν ὀλίγα κἂν μικρὰ ᾗ, ἀγαπᾶν καὶ ἀσπάζεσθαι καὶ κέρδος οὐ τὸ τυχὸν ἡγεῖσθαι προσήκει. Τούτοις δέ, ὡς ἔοικε, συνεγνωκότες οὕτως ἔχουσι, καὶ οἱ μάλιστα τὴν τοιαύτην δύναμιν τῆς τέχνης προαγαγόντες Αἰγύπτιοι συνῆψαν πανταχῆ τῷ δἰ ἀστρονομίας προγνωστικῷ τὴν ἰατρικήν. οὐ γὰρ ἄν ποτε ἀποτροπιασμούς τινας καὶ φυλακτήρια καὶ θεραπείας συνίσταντο πρὸς τὰς ἐκ τοῦ περιέχοντος ἐπιούσας ἢ παρούσας περιστάσεις καθολικάς τε καὶ μερικάς, εἴ τις αὐτοῖς ἀκινησίας καὶ ἀμετατρεψίας τῶν ἐσομένων ὑπῆρχε δόξα. νῦν δὲ καὶ τὸ κατὰ τὰς ἐφεξῆς φύσεις ἀντιπράξαι δυνάμενον ἐν δευτέρᾳ χώρᾳ τοῦ καθʼ εἱμαρμένην λόγου τιθέμενοι, συνέζευξαν τῇ τῆς προγνώσεως δυνάμει τὴν κατὰ τὸ χρήσιμον καὶ ὠφέλιμον διὰ τῶν καλουμένων παρʼ αὐτοῖς ἰατρομαθηματικῶν συντάξεων, ὅπως διὰ μὲν ἀστρονομίας τάς τε τῶν ὑποκειμένων συγκράσεων ποιότητας εἰδέναι συμβαίνῃ, καὶ τὰ διὰ τὸ περιέχον ἐσόμενα συμπτώματα, καὶ τὰς ἰδίας αὐτῶν αἰτίας (ὡς ἄνευ τῆς τούτων γνώσεως, καὶ τῶν βοηθημάτων κατὰ τὸ πλεῖστον διαπίπτειν ὀφειλόντων, ἅτε μὴ πᾶσι σώμασιν ἢ πάθεσι τῶν αὐτῶν συμμέτρων ὄντων), διὰ δὲ τῆς ἰατρικῆς ἀπὸ τῶν ἑκάστοις οἰκείως συμπαθούντων ἢ ἀντιπαθούντων, τάς τε τῶν μελλόντων παθῶν προφυλακὰς καὶ τὰς τῶν ἐνεστώτων θεραπείας ἀδιαπτώτους, ὡς ἔνι μάλιστα, ποιούμενοι διατελῶσιν. Ἀλλὰ ταῦτα μὲν μέχρι τοσούτων ἡμῖν κατὰ τὸ κεφαλαιῶδες προτετυπώσθω. ποιησόμεθα δὲ ἤδη τὸν λόγον κατὰ τὸν εἰσαγωγικὸν τρόπον, ἀρξάμενοι περὶ τῆς ἑκάστου τῶν οὐρανίων περὶ αὐτὸ τὸ ποιητικὸν ἰδιοτροπίας, ἀκολούθως ταῖς ὑπὸ τῶν παλαιῶν κατὰ τὸν φυσικὸν τρόπον ἐφηρμοσμέναις παρατηρήσεσι, καὶ πρώταις ταῖς τῶν πλανωμένων ἀστέρων δυνάμεσι ἡλίου τε καὶ σελήνης

Chapter 4

Περὶ τῆς τῶν πλανωμένων ἀστέρων δυνάμεως Ὁ ἥλιος κατείληπται τὸ ποιητικὸν ἔχων τῆς οὐσίας ἐν τῷ θερμαίνειν, καὶ ἠρέμα ξηραίνειν. ταῦτα δὲ μάλιστα τῶν ἄλλων ἡμῖν εὐαισθητότερα γίνεται διά τε τὸ μέγεθος αὐτοῦ καὶ τὸ τῶν κατὰ τὰς ὥρας μεταβολῶν ἐναργές, ἐπειδήπερ ὅσῳ ἂν μᾶλλον ἐγγίζῃ τοῦ κατὰ κορυφὴν ἡμῶν τόπου, μᾶλλον ἡμᾶς οὕτω διατίθησιν. ἡ δὲ σελήνη τὸ μὲν πλέον ἔχει τῆς δυνάμεως ἐν τῷ ὑγραίνειν, διὰ τὴν περιγειότητα δηλονότι καὶ τὴν τῶν ὑγρῶν ἀναθυμίασιν. καὶ διατίθησιν οὕτως ἄντικρυς τὰ σώματα πεπαίνουσα καὶ διασήπουσα τὰ πλεῖστα, κεκοινώνηκε δὲ ἠρέμα καὶ τοῦ θερμαίνειν διὰ τοὺς ἀπὸ τοῦ ἡλίου φωτισμούς. Ὁ δὲ τοῦ Κρόνου ἀστὴρ τὸ πλέον ἔχει τῆς ποιότητος ἐν τῷ ψύχειν καὶ τῷ ἠρέμα ξηραίνειν, διὰ τὸ πλεῖστον, ὡς ἔοικεν, ἀπέχειν ἅμα τῆς τε τοῦ ἡλίου θερμασίας καὶ τῆς τῶν περὶ τὴν γῆν ὑγρῶν ἀναθυμιάσεως. συνίστανται δὲ δυνάμεις ἐπί τε τούτου καὶ τῶν λοιπῶν, καὶ διὰ τῆς τῶν πρὸς τὸν ἥλιον καὶ τὴν σελήνην σχηματισμῶν παρατηρήσεως, ἐπειδήπερ οἱ μὲν οὕτως, οἱ δὲ οὕτω τὴν τοῦ περιέχοντος κατάστασιν ἐπὶ τὸ μᾶλλον ἢ ἧττον συντρέποντες φαίνονται. Ὁ δὲ τοῦ Ἄρεως ξηραίνειν μάλιστα καὶ καυσοῦν ἔχει φύσιν, τῷ τε πυρώδει τοῦ χρώματος οἰκείως καὶ τῇ πρὸς τὸν ἥλιον ἐγγύτητι, ὑποκειμένης αὐτῷ τῆς ἡλιακῆς σφαίρας. Ὁ δὲ τοῦ Διὸς εὔκρατον ἔχει τὸ ποιητικὸν τῆς δυνάμεως, μεταξὺ γινομένης τῆς κινήσεως αὐτοῦ τοῦ τε κατὰ τὸν Κρόνον ψυκτικοῦ καὶ τοῦ κατὰ τὸν Ἄρην καυστικοῦ. θερμαίνει τε γὰρ ἅμα καὶ ὑγραίνει, καὶ διὰ τὸ μᾶλλον εἶναι θερμαντικός, ὑπὸ τῶν ὑποκειμένων σφαιρῶν, γονίμων πνευμάτων γίνεται ποιητικός. Καὶ ὁ τῆς Ἀφροδίτης δὲ τῶν μὲν αὐτῶν ἐστι κατὰ τὸ εὔκρατον ποιητικός, ἀλλὰ κατὰ τὸ ἐναντίον. θερμαίνει μὲν γὰρ ἠρέμα διὰ τὴν ἐγγύτητα τὴν πρὸς τὸν ἥλιον· μάλιστα δὲ ὑγραίνει καθάπερ ἡ σελήνη καὶ αὐτὸς διὰ τὸ μέγεθος τῶν ἰδίων φωτῶν, νοσφιζόμενος τὴν ἀπὸ τῶν περιεχόντων τὴν γῆν ὑγρῶν ἀναθυμίασιν. Ὁ δὲ τοῦ Ἑρμοῦ ὡς ἐπὶ πᾶν ἐξ ἴσου ποτὲ μὲν ξηραντικὸς καταλαμβάνεται καὶ τῶν ὑγρῶν ἀναπωτικός, διὰ τὸ μηδέποτε πολὺ τῆς τοῦ ἡλίου θερμασίας κατὰ μῆκος ἀφίστασθαι, ποτὲ δʼ αὖ ὑγραντικός, διὰ τὸ τῇ περιγειοτάτῃ σφαίρᾳ τῆς σελήνης ἐπικεῖσθαι, ταχείας δὲ ποιεῖσθαι τὰς ἐν ἀμφοτέροις μεταβολάς, πνευματούμενος ὥσπερ ὑπὸ τῆς περὶ αὐτὸν τὸν ἥλιον ὀξυκινησίας.

Chapter 5

Περὶ ἀγαθοποιῶν καὶ κακοποιῶν Τούτων οὕτως ἐχόντων, ἐπειδὴ τῶν τεττάρων χυμάτων δύο μέν ἐστι τὰ γόνιμα καὶ ποιητικά, τό τε τοῦ θερμοῦ καὶ τὸ τοῦ ὑγροῦ· διὰ τούτων γὰρ πάντα συγκρίνεται καὶ αὔξεται· δύο δὲ τὰ φθαρτικὰ καὶ παθητικά, τό τε τοῦ ξηροῦ καὶ τὸ τοῦ ψυχροῦ, δἰ ὧν πάντα πάλιν διακρίνεται καὶ φθίνει, τοὺς μὲν δύο τῶν πλανητῶν, τόν τε τοῦ Διὸς καὶ τὸν τῆς Ἀφροδίτης, καὶ ἔτι τὴν σελήνην, ὡς ἀγαθοποιοὺς οἱ παλαιοὶ παρειλήφασι, διὰ τὸ εὔκρατον καὶ τὸ πλέον ἔχειν ἔν τε τῷ θερμῷ καὶ τῷ ὑγρῷ, τὸν δὲ τοῦ Κρόνου καὶ τὸν τοῦ Ἄρεως τῆς ἐναντίας φύσεως ποιητικούς, τὸ μὲν τῆς ἄγαν ψύξεως ἕνεκεν, τὸν δὲ τῆς ἄγαν ξηρότητος· τὸν δὲ ἥλιον καὶ τὸν τοῦ Ἑρμοῦ διὰ τὸ κοινὸν τῶν φύσεων ὡς ἀμφότερα δυναμένους, καὶ μᾶλλον συντρεπομένους, οἷς ἂν τῶν ἄλλων προσγένωνται.

Chapter 6

Περὶ ἀρρενικῶν καὶ θηλυκῶν ἀστέρων Πάλιν ἐπειδὴ τὰ πρῶτα γένη τῶν φύσεών ἐστι δύο, τό τε ἀρρενικὸν καὶ τὸ θῆλυ, τῶν δὲ προκειμένων δυνάμεων ἡ τῆς ὑγρᾶς οὐσίας μάλιστα θηλυκὴ τυγχάνει?̔πλέον γὰρ ἐγγίνεται καθʼ ὅλου τοῦτο τὸ μέρος πᾶσι τοῖς θήλεσι, τὰ δʼ ἄλλα μᾶλλον τοῖς ἄρρεσιν̓, εἰκότως τὴν μὲν σελήνην καὶ τὸν τῆς Ἀφροδίτης ἀστέρα θηλυκοὺς ἡμῖν παραδεδώκασι διὰ τὸ πλέον ἔχειν ἐν τῷ ὑγρῷ, τὸν δὲ ἥλιον καὶ τὸν τοῦ Κρόνου καὶ τὸν τοῦ Διὸς καὶ τὸν τοῦ Ἄρεως ἀρρενικούς, τὸν δὲ τοῦ Ἑρμοῦ κοινὸν ἀμφοτέρων τῶν γενῶν, καθʼ ὃ ἐξ ἴσου τῆς τε ξηρᾶς καὶ τῆς ὑγρᾶς οὐσίας ἐστὶ ποιητικός. ἀρρενοῦσθαι δέ φασι τοὺς ἀστέρας καὶ θηλύνεσθαι παρά τε τοὺς πρὸς τὸν ἥλιον σχηματισμούς· ἑῴους μὲν γὰρ ὄντας καὶ προηγουμένους ἀρρενοῦσθαι, ἑσπερίους δὲ καὶ ἑπομένους θηλύνεσθαι. καὶ ἔτι παρὰ τοὺς πρὸς τὸν ὁρίζοντα· ἐν μὲν γὰρ τοῖς ἀπὸ ἀνατολῆς μέχρι μεσουρανήσεως, ἢ καὶ ἀπὸ δύσεως μέχρι τῆς ὑπὸ γῆν ἀντιμεσουρανήσεως σχηματισμοῖς, ὡς ἀπηλιωτικοὺς ἀρρενοῦσθαι· ἐν δὲ τοῖς λοιποῖς δυσὶ τεταρτημορίοις ὡς λιβυκοὺς θηλύνεσθαι.

Chapter 7

Περὶ ἡμερινῶν καὶ νυκτερινῶν Ὁμοίως δὲ ἐπειδὴ τῶν ποιούντων τὸν χρόνον τὰ ἐκφανέστατα διαστήματα δύο ταῦτα τυγχάνει τό τε τῆς ἡμέρας ἠρρενωμένον μᾶλλον διὰ τὸ ἐν αὐτῇ θερμὸν καὶ δραστικὸν καὶ τὸ τῆς νυκτὸς τεθηλυσμένον μᾶλλον διὰ τὸ κατʼ αὐτὴν δίϋγρον καὶ ἀναπαυστικόν, νυκτερινοὺς μὲν ἀκολούθως παραδεδώκασι τήν τε σελήνην καὶ τὸν τῆς Ἀφροδίτης, ἡμερινοὺς δὲ τόν τε ἥλιον καὶ τὸν τοῦ Διός, ἐπίκοινον δὲ κατὰ ταὐτὰ τὸν τοῦ Ἑρμοῦ καὶ ἐν μὲν τῷ ἑῴῳ σχήματι ἡμερινόν, ἐν δὲ τῷ ἑσπερίῳ νυκτερινόν. προσένειμαν δὲ ἑκατέρᾳ τῶν αἱρέσεων καὶ τοὺς δύο τοὺς τῆς φθαρτικῆς οὐσίας, οὐκ ἔτι μέντοι κατὰ τὰς αὐτὰς τῆς φύσεως αἰτίας, ἀλλὰ κατὰ τὰς ἐναντίας. τοῖς μὲν γὰρ τῆς ἀγαθῆς κράσεως οἰκειούμενα τὰ ὅμοια μεῖζον αὐτῶν τὸ ὠφέλιμον ποιεῖ, τοῖς δὲ φθαρτικοῖς τὰ ἀνοίκεια μιγνύμενα παραλύει τὸ πολὺ τῆς κακώσεως αὐτῶν. ἔνθεν τὸν μὲν τοῦ Κρόνου ψυκτικὸν ὄντα τῷ θερμῷ τῆς ἡμέρας ἀπένειμαν, τὸν δὲ τοῦ Ἄρεως ξηρὸν ὄντα τῷ ὑγρῷ τῆς νυκτός· οὕτω γὰρ ἑκάτερος ὑπὸ τῆς κράσεως τῆς συμμετρίας τυχὼν οἰκεῖος γίνεται τῆς τὸ εὔκρατον παρασχούσης αἱρέσεως.

Chapter 8

Περὶ τῆς δυνάμεως τῶν πρὸς τὸν ἥλιον σχηματισμῶν Ἤδη μέντοι καὶ παρὰ τοὺς πρὸς τὸν ἥλιον συσχηματισμοὺς ἥ τε σελήνη καὶ οἱ τρεῖς τῶν πλανωμένων τὸ μᾶλλον καὶ ἧττον λαμβάνουσιν ἐν ταῖς οἰκείαις ἑαυτῶν δυνάμεσιν. ἥ τε γὰρ σελήνη κατὰ μὲν τὴν ἀπὸ ἀνατολῆς μέχρι τῆς πρώτης διχοτόμου αὔξησιν ὑγρότητός ἐστι μᾶλλον ποιητική· κατὰ δὲ τὴν ἀπὸ πρώτης διχοτόμου μέχρι πανσελήνου, θερμότητος· κατὰ δὲ τὴν ἀπὸ πανσελήνου μέχρι δευτέρας διχοτόμου ξηρότητος· κατὰ δὲ τὴν ἀπὸ δευτέρας διχοτόμου μέχρι κρύψεως ψυχρότητος. οἵ τε πλανώμενοι καὶ ἑῷοι μόνον ἀπὸ μὲν τῆς ἀνατολῆς μέχρι τοῦ πρώτου στηριγμοῦ μᾶλλόν εἰσιν ὑγραντικοί, ἀπὸ δὲ τοῦ πρώτου στηριγμοῦ μέχρι τῆς ἀκρονύκτου μᾶλλον θερμαντικοί, ἀπὸ δὲ τῆς ἀκρονύκτου μέχρι τοῦ δευτέρου στηριγμοῦ μᾶλλον ξηραντικοί, ἀπὸ δὲ τοῦ δευτέρου στηριγμοῦ μέχρι δύσεως μᾶλλον ψυκτικοί· δῆλον δὲ ὅτι καὶ ἀλλήλοις συγκιρνάμενοι παμπληθεῖς διαφορὰς ποιοτήτων εἰς τὸ περιέχον ἡμᾶς ἀπεργάζονται, κατακρατούσης μὲν ὡς ἐπὶ πᾶν τῆς ἰδίας ἑκάστου δυνάμεως, τρεπομένης δὲ κατὰ τὸ ποσὸν ὑπὸ τῆς τῶν σχηματιζομένων.

Chapter 9

Περὶ τῆς τῶν ἀπλανῶν ἀστέρων δυνάμεως Ἑξῆς δὲ ὄντος καὶ τὰς τῶν ἀπλανῶν φύσεις κατὰ τὸ ἰδίως αὐτῶν ποιητικὸν ἐπιδραμεῖν, ἐκθησόμεθα καὶ τὰς ἐπʼ αὐτῶν τετηρημένας ἰδιοτροπίας κατὰ τὸ ὅμοιον ταῖς τῶν πλανωμένων φύσεσι τὸν ἐμφανισμὸν ποιούμενοι· καὶ πρῶτον τῶν περὶ αὐτὸν τὸν διὰ μέσων κύκλον ἐχόντων τὰς μορφώσεις Τοῦ Κριοῦ τοίνυν οἱ μὲν ἐν τῇ κεφαλῇ τὸ ποιητικὸν ὅμοιον ἔχουσι κεκραμένον τῇ τε τοῦ Ἄρεως καὶ τῇ τοῦ Κρόνου δυνάμει οἱ δὲ ἐν τῷ στόματι τῇ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῇ τοῦ Κρόνου· οἱ δὲ ἐν τῷ ὀπισθίῳ ποδὶ τῇ τοῦ Ἄρεως, οἱ δὲ ἐπὶ τῆς οὐρᾶς τῇ τῆς Ἀφροδίτης. Τῶν δὲ ἐν τῷ Ταύρῳ ἀστέρων οἱ μὲν ἐπὶ τῆς ἀποτομῆς ὁμοίαν ἔχουσι κρᾶσιν τῷ τε τῆς Ἀφροδίτης, καὶ ἠρέμα τῷ τοῦ Κρόνου· οἱ δʼ ἐν τῇ Πλειάδι τῇ τε τῆς σελήνης καὶ τῷ τοῦ Διός· τῶν δὲ ἐν τῇ κεφαλῇ ὁ μὲν λαμπρὸς ὁ τῆς Ὑάδος καὶ ὑπόκιρρος, καλούμενος δὲ Λαμπαδίας, τῷ τοῦ Ἄρεως· οἱ δὲ λοιποὶ τῷ τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ· οἱ δʼ ἐν ἄκροις τοῖς κέρασι τῇ τοῦ Ἄρεως. Τῶν δὲ ἐν τοῖς Διδύμοις ἀστέρων οἱ μὲν ἐπὶ τῶν ποδῶν τῆς ὁμοίας κεκοινωνήκασι ποιότητος τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης· οἱ δὲ περὶ τοὺς μηροὺς λαμπροὶ τῷ τοῦ Κρόνου· τῶν δὲ ἐν ταῖς κεφαλαῖς δύο λαμπρῶν ὁ μὲν ἐν τῇ προηγουμένῃ τῷ τοῦ Ἑρμοῦ, καλεῖται δὲ καὶ Ἀπόλλωνος· ὁ δὲ ἐν τῇ ἑπομένῃ τῷ τοῦ Ἄρεως, καλεῖται δὲ καὶ Ἡρακλέους. Τῶν δὲ ἐν τῷ Καρκίνῳ ἀστέρων οἱ μὲν ἐπὶ τῶν ὀφθαλμῶν δύο τῆς αὐτῆς ἐνεργείας εἰσὶ ποιητικοὶ τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τοῦ Ἄρεως· οἱ δὲ ἐν ταῖς χηλαῖς τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Ἑρμοῦ. ἡ δὲ ἐν τῷ στήθει νεφελοειδὴς συστροφή, καλουμένη δὲ Φάτνη, τῷ τε τοῦ Ἄρεως καὶ τῇ σελήνῃ· οἱ δὲ ἑκατέρωθεν αὐτῆς δύο, καλούμενοι δὲ Ὄνοι, τῷ τοῦ Ἄρεως καὶ τῷ ἡλίῳ Τῶν δὲ περὶ τὸν Λέοντα οἱ μὲν ἐπὶ τῆς κεφαλῆς δύο τὸ ὅμοιον ποιοῦσι τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἄρεως, οἱ δὲ ἐν τῷ τραχήλῳ τρεῖς τῷ τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ· ὁ δὲ ἐπὶ τῆς καρδίας λαμπρός καλούμενος δὲ Βασιλίσκος, τῷ τοῦ Ἄρεως καὶ τῷ τοῦ Διός οἱ δὲ ἐν τῇ ὀσφύϊ καὶ ὁ ἐπὶ τῆς οὐρᾶς λαμπρὸς τῷ τοῦ Κρόνου καὶ τῷ τῆς Ἀφροδίτης· οἱ δὲ ἐν τοῖς μηροῖς τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ. Τῶν δὲ κατὰ τὴν Παρθένον οἱ μὲν ἐν τῇ κεφαλῇ καὶ ὁ ἐπʼ ἄκρας τῆς νοτίου πτέρυγος ὅμοιον ἔχουσι τὸ ποιητικὸν τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τοῦ Ἄρεως οἱ δὲ λοιποὶ τῆς πτέρυγος λαμπροὶ καὶ οἱ κατὰ τὰ περιζώματα τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης ὁ δὲ ἐν τῇ βορείᾳ πτέρυγι λαμπρός, καλούμενος δὲ Προτρυγητήρ, τῷ τοῦ Κρόνου καὶ τῷ τοῦ Ἑρμοῦ· ὁ δὲ καλούμενος Στάχυς τῷ τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Ἄρεως· οἱ δὲ ἐν ἄκροις τοῖς ποσὶ καὶ τῷ σύρματι τῷ τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τοῦ Ἄρεως. Τῶν δὲ Χηλῶν τοῦ Σκορπίου οἱ μὲν ἐν ἄκραις αὐταῖς ὡσαύτως διατιθέασι τῷ τε τοῦ Διὸς καὶ τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ ἐν μέσαις τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἄρεως Τῶν δὲ ἐν τῷ σώματι τοῦ Σκορπίου οἱ μὲν ἐν τῷ μετώπῳ λαμπροὶ τὸ αὐτὸ ποιοῦσι τῷ τε τοῦ Ἄρεως καὶ ἠρέμα τῷ τοῦ Κρόνου· οἱ δὲ ἐν τῷ σώματι τρεῖς, ὧν ὁ μέσος ὑπόκιρρος καὶ λαμπρότερος, καλεῖται δὲ Ἀντάρης, τῷ τοῦ Ἄρεως καὶ ἠρέμα τῷ τοῦ Διός· οἱ δὲ ἐν τοῖς σφονδύλοις τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης οἱ δὲ ἐπὶ τοῦ κέντρου τῷ τε τοῦ Ἑρμοῦ καὶ τῷ τοῦ Ἄρεως· ἡ δὲ λεγομένη νεφελοειδὴς συστροφὴ τῷ τοῦ Ἄρεως καὶ τῇ σελήνῃ. Τῶν δὲ περὶ τὸν Τοξότην οἱ μὲν ἐπὶ τῆς ἀκίδος τοῦ βέλους ὅμοιον ἔχουσι τὸ ποιητικὸν τῷ τοῦ Ἄρεως καὶ τῇ σελήνῃ· οἱ δὲ περὶ τὸ τόξον καὶ τὴν λαβὴν τῆς χειρὸς τῷ τε τοῦ Διὸς καὶ τῷ τοῦ Ἄρεως· ἡ δὲ ἐν τῷ προσώπῳ συστροφὴ τῷ τε ἡλίῳ καὶ τῷ τοῦ Ἄρεως· οἱ δὲ ἐν ταῖς ἐφαπτίσι καὶ τῷ νώτῳ τῷ τοῦ Διὸς καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ ἐν τοῖς ποσὶ τῷ τοῦ Διὸς καὶ τῷ τοῦ Κρόνου· τὸ δὲ ἐπὶ τῆς οὐρᾶς τετράπλευρον τῷ τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Κρόνου. Τῶν δὲ κατὰ τὸν Αἰγόκερων ἀστέρων οἱ μὲν ἐπὶ τῶν κεράτων ὡσαύτως ἐνεργοῦσι τῷ τῆς Ἀφροδίης καὶ ἠρέμα τῷ τοῦ Ἄρεως· οἱ δὲ ἐν τῷ στόματι τῷ τοῦ Κρόνου καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης· οἱ δὲ ἐν τοῖς ποσὶ καὶ τῇ κοιλίᾳ τῷ τοῦ Ἄρεως καὶ τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ ἐπὶ τῆς οὐρᾶς τῷ τοῦ Κρόνου καὶ τῷ τοῦ Διός. Τῶν δὲ περὶ τὸν Ὑδροχόον οἱ μὲν ἐν τοῖς ὤμοις ὁμοίως διατιθέασι τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Ἑρμοῦ, σὺν τοῖς ἐν τῇ ἀριστερᾷ χειρὶ καὶ τῷ ἱματίῳ· οἱ δὲ ἐπὶ τῶν μηρῶν μᾶλλον μὲν τῷ τοῦ Ἑρμοῦ, ἧττον δὲ τῷ τοῦ Κρόνου· οἱ δὲ ἐν τῇ ῥύσει τοῦ ὕδατος τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Διός. Τῶν δὲ περὶ τοὺς Ἰχθῦς οἱ μὲν ἐν τῇ κεφαλῇ τοῦ νοτιωτέρου ἰχθύος τὸ αὐτὸ ποιοῦσι τῷ τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τοῦ Κρόνου· οἱ δὲ ἐν τῷ σώματι τῷ τοῦ Διὸς καὶ τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ ἐπὶ τῆς οὐρᾶς καὶ τοῦ νοτίου λίνου τῷ τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ ἐν τῷ σώματι καὶ τῇ ἀκάνθῃ τοῦ βορείου ἰχθύος τῷ τοῦ Διὸς καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης· οἱ δὲ ἐν τῷ βορείῳ τοῦ λίνου τῷ τοῦ Κρόνου καὶ τῷ τοῦ Διός· ὁ δὲ ἐπὶ τοῦ συνδέσμου λαμπρὸς τῷ τοῦ Ἄρεως καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ. Τῶν δὲ ἐν ταῖς βορειοτέραις τοῦ ζωδιακοῦ μορφώσεσιν οἱ μὲν περὶ τὴν μικρὰν Ἄρκτον λαμπροὶ τὴν ὁμοίαν ἔχουσι ποιότητα τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης· οἱ δὲ περὶ τὴν μεγάλην Ἄρκτον τῷ τοῦ Ἄρεως· ἡ δὲ ὑπὸ τὴν οὐρὰν αὐτῆς τοῦ Πλοκάμου συστροφὴ τῇ σελήνῃ καὶ τῷ τῆς Ἀφροδίτης· οἱ δὲ ἐν τῷ Δράκοντι λαμπροὶ τῷ τοῦ Κρόνου καὶ τῷ τοῦ Ἄρεως καὶ τῷ τοῦ Διός· οἱ δὲ τοῦ Κήφεως τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Διός· οἱ δὲ περὶ τὸν Βοώτην τῷ τοῦ Ἑρμοῦ καὶ τῷ τοῦ Κρόνου· ὁ δὲ λαμπρὸς καὶ ὑπόκιρρος τῷ τοῦ Διὸς καὶ Ἄρεως, ὁ καὶ Ἀρκτοῦρος καλούμενος· οἱ δὲ ἐν τῷ βορείῳ Στεφάνῳ τῷ τε τῆς Ἀφροδίτης καὶ τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ κατὰ τὸν ἐν γόνασι τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ ἐν τῇ Λύρᾳ τῷ τῆς Ἀφροδίτης καὶ τῷ τοῦ Ἑρμοῦ· καὶ οἱ ἐν τῇ Ὄρνιθι δὲ ὡσαύτως· οἱ δὲ κατὰ τὴν Κασσιέπειαν τῷ τε τοῦ Κρόνου καὶ τῷ τῆς Ἀφροδίτης· οἱ δὲ κατὰ τὸν Περσέα τῷ τοῦ Διὸς καὶ τῷ τοῦ Κρόνου· ἡ δὲ ἐν τῇ λαβῇ τῆς μαχαίρας συστροφὴ τῷ τοῦ Ἄρεως καὶ τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ ἐν τῷ Ἡνιόχῳ λαμπροὶ τῷ τοῦ Ἄρεως καὶ τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ κατὰ τὸν Ὀφιοῦχον τῷ τοῦ Κρόνου καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης· οἱ δὲ περὶ τὸν ὄφιν αὐτοῦ τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Ἄρεως· οἱ δὲ κατὰ τὸν Ὀϊστὸν τῷ τε τοῦ Ἄρεως καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης· οἱ δὲ περὶ τὸν Ἀετὸν τῷ τοῦ Ἄρεως καὶ τῷ τοῦ Διός· οἱ δὲ ἐν τῷ Δελφῖνι τῷ τοῦ Κρόνου καὶ τῷ τοῦ Ἄρεως· οἱ δὲ κατὰ τὸν Ἵππον λαμπροὶ τῷ τοῦ Ἄρεως καὶ τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ ἐν τῇ Ἀνδρομέδῃ τῷ τῆς Ἀφροδίτης· οἱ δὲ τοῦ Τριγώνου τῷ τοῦ Ἑρμοῦ. Τῶν δὲ ἐν τοῖς νοτιωτέροις τοῦ ζωδιακοῦ μορφώμασιν ὁ μὲν ἐν τῷ στόματι τοῦ νοτίου Ἰχθύος λαμπρὸς ὁμοίαν ἔχει τὴν ἐνέργειαν τῷ τε τῆς Ἀφροδίτης καὶ τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ περὶ τὸ Κῆτος τῷ τοῦ Κρόνου· τῶν δὲ περὶ τὸν Ὠρίωνα οἱ μὲν ἐπὶ τῶν ὤμων τῷ τε τοῦ Ἄρεως καὶ τῷ τοῦ Ἑρμοῦ, οἱ δὲ λοιποὶ λαμπροὶ τῷ τε τοῦ Διὸς καὶ τῷ τοῦ Κρόνου· τῶν δὲ ἐν τῷ Ποταμῷ ὁ μὲν ἔσχατος καὶ ὁ λαμπρὸς τῷ τοῦ Διός, οἱ δὲ λοιποὶ τῷ τοῦ Κρόνου· οἱ δὲ ἐν τῷ Λαγῲ τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Ἑρμοῦ· τῶν δὲ περὶ τὸν Κύνα, οἱ μὲν ἄλλοι τῷ τῆς Ἀφροδίτης, ὁ δὲ ἐπὶ τοῦ στόματος λαμπρὸς τῷ τοῦ Διὸς καὶ ἠρέμα τῷ τοῦ Ἄρεως· ὁ δὲ ἐν τῷ Προκυνὶ λαμπρὸς τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τοῦ Ἄρεως· οἱ δὲ κατὰ τὸν Ὕδρον λαμπροὶ τῷ τε τοῦ Κρόνου καὶ τῷ τῆς Ἀφροδίτης· οἱ δὲ ἐν τῷ Κρατῆρι τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ περὶ τὸν Κόρακα τῷ τοῦ Ἄρεως καὶ τῷ τοῦ Κρόνου· οἱ δὲ τῆς Ἀργοῦς λαμπροὶ τῷ τοῦ Κρόνου καὶ τῷ τοῦ Διός· τῶν δὲ περὶ τὸν Κένταυρον οἱ μὲν ἐν τῷ ἀνθρωπείῳ σώματι τῷ τε τῆς Ἀφροδίτης καὶ τῷ τοῦ Ἑρμοῦ, οἱ δὲ ἐν τῷ ἵππῳ λαμπροὶ τῷ τε τῆς Ἀφροδίτης καὶ τῷ τοῦ Διός· οἱ δὲ περὶ τὸ Θηρίον λαμπροὶ τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἄρεως· οἱ δὲ ἐν τῷ Θυμιατηρίῳ τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ ἐν τῷ νοτίῳ Στεφάνῳ λαμπροὶ τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Ἑρμοῦ. Αἱ μὲν οὖν τῶν ἀστέρων καθʼ ἑαυτὰς δυνάμεις τοιαύτης ἔτυχον ὑπὸ τῶν παλαιοτέρων παρατηρήσεως.

Chapter 10

Περὶ τῆς τῶν ὡρῶν καὶ δ γωνιῶν δυνάμεως Καὶ τῶν ὡρῶν δὲ τῶν τοῦ ἔτους δ οὐσῶν, ἔαρος τε καὶ θέρους καὶ μετοπώρου καὶ χειμῶνος, τὸ μὲν ἔαρ ἔχει τὸ μᾶλλον ἐν τῷ ὑγρῷ διὰ τὴν κατὰ τὸ παρῳχημένον ψύχος, ἀρχομένης δὲ τῆς θερμασίας, διάχυσιν· τὸ δὲ θέρος τὸ πλέον ἐν τῷ θερμῷ διὰ τὴν τοῦ ἡλίου πρὸς τὸν κατὰ κορυφὴν ἡμῶν τόπον ἐγγύτητα· τὸ δὲ μετόπωρον τὸ μᾶλλον ἐν τῷ ξηρῷ, διὰ τὴν κατὰ τὸ παρῳχημένον καῦμα τῶν ὑγρῶν ἀνάπωτιν· ὁ δὲ χειμὼν τὸ πλέον ἐν τῷ ψυχρῷ διὰ τὸ τὸν ἥλιον πλεῖστον ἀφίστασθαι τοῦ κατὰ κορυφὴν ἡμῶν τόπου. διόπερ, καὶ τοῦ ζωδιακοῦ μηδεμιᾶς οὔσης φύσει ἀρχῆς ὡς κύκλου, τὸ ἀπὸ τῆς ἐαρινῆς ἰσημερίας ἀρχόμενον δωδεκατημόριον, τὸ τοῦ Κριοῦ, καὶ τῶν ὅλων ἀρχὴν ὑποτίθενται, καθάπερ ἐμψύχου ζῴου τοῦ ζωδιακοῦ τὴν ὑγρὰν τοῦ ἔαρος ὑπερβολὴν προκαταρκτικὴν ποιούμενοι, καὶ ἐφεξῆς τὰς λοιπὰς ὥρας διὰ τὸ καὶ πάντων ζῴων τὰς μὲν πρώτας ἡλικίας τὸ πλέον ἔχειν τῆς ὑγρᾶς οὐσίας, παραπλησίως τῷ ἔαρι ἁπαλὰς οὔσας καὶ ἔτι τρυφεράς· τὰς δὲ δευτέρας τὰς μέχρι τῆς ἀκμαιότητος τὸ πλέον ἔχειν ἐν τῷ θερμῷ παραπλησίως τῷ θέρει· τὰς δὲ τρίτας καὶ ἤδη ἐν παρακμῇ καὶ ἀρχῇ φθίσεως τὸ πλέον ἤδη καὶ αὐτὰς ἔχειν ἐν τῷ ξηρῷ παραπλησίως τῷ μετοπώρῳ· τὰς δὲ ἐσχάτας καὶ πρὸς τῇ διαλύσει τὸ πλέον ἔχειν ἐν τῷ ψυχρῷ καθάπερ καὶ ὁ χειμών. Ὁμοίως δὲ καὶ τῶν δ τοῦ ὁρίζοντος τόπων καὶ γωνιῶν, ἀφʼ ὧν καὶ οἱ καθʼ ὅλα μέρη πνέοντες ἄνεμοι τὰς ἀρχὰς ἔχουσι, ὁ μὲν πρὸς τὰς ἀνατολὰς αὐτός τε τὸ πλέον ἔχει ἐν τῷ ξηρῷ διὰ τὸ κατ’ αὐτὸν γινομένου τοῦ ἡλίου τὰ ἀπὸ τῆς νυκτὸς ὑγρανθέντα τότε πρῶτον ἄρχεσθαι ξηραίνεσθαι· οἵ τε ἀπʼ αὐτοῦ πνέοντες ἄνεμοι, οὓς κοινότερον ἀπηλιώτας καλοῦμεν, ἄνικμοί τέ εἰσι καὶ ξηραντικοί. ὁ δὲ πρὸς μεσημβριαν τόπος αὐτός τέ ἐστι θερμότατος διά τε τὸ πυρῶδες τῶν τοῦ ἡλίου μεσουρανήσεων καὶ διὰ τὸ ταύτας κατὰ τὴν τῆς ἡμετέρας οἰκουμένης ἔγκλισιν πρὸς μεσημβρίαν μᾶλλον ἀποκλίνειν· οἵ τε ἀπʼ αὐτοῦ πνέοντες ἄνεμοι, οὓς κοινῶς νότους καλοῦμεν, θερμοί τέ εἰσι καὶ μανωτικοί. ὁ δὲ πρὸς ταῖς δυσμαῖς τόπος αὐτός τέ ἐστιν ὑγρὸς διὰ τὸ κατʼ αὐτὸν γινομένου τοῦ ἡλίου τὰ ἀπὸ τῆς ἡμέρας ἀναποθέντα τότε πρῶτον ἄρχεσθαι διυγραίνεσθαι· οἵ τε ἀπʼ αὐτοῦ φερόμενοι ἄνεμοι, οὓς κοινότερον ζεφύρους καλοῦμεν, νεαροί τέ εἰσι καὶ ὑγραντικοί. ὁ δὲ πρὸς ταῖς ἄρκτοις τόπος αὐτός τέ ἐστι ψυχρότατος διὰ τὸ κατὰ τὴν τῆς…

Chapter 11

Περ…

The complete text is available when the reading interface loads.