Geographia
- Authority group
- Ptolemy (catalogue association; authorship remains anonymous)
- Edition reference
- Geographia (lib. 1–3), ed. K. Müller, Claudii Ptolemaei geographia, vol. 1.1, Paris: Didot, 1883: 1–570.
- CTS identifier
urn:cts:greekLit:tlg0363.tlg009.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
C
3
νοῦς διαστάσεως, κἂν μὴ ὑπὸ τὸν αὐτὸν ᾖ με-
σημβρινὸν, ὁ τῆς περιμέτρου τῆς γῆς σταδιασμὸς
λαμβάνεται, καὶ τὸ ἀνάπαλιν.
4
Ὅτι δεῖ τὰ ἐκ τῶν φαινομένων τηρούμενα προϋ-
ποτίθεσθαι τῶν ἐκ τῆς περιοδικῆς ἱστορίας.
5
Ὅτι ταῖς ἐγγυτέραις τῶν ἱστοριῶν προσεκτέον
διὰ τὰς ἐν τῇ γῇ κατὰ χρόνους μεταβολάς.
6
Περὶ τῆς κατὰ Μαρῖνον γεωγραφικῆς ὑφηγή-
σεως.
7
Διόρθωσις τῆς κατὰ Μαρῖνον τοῦ πλάτους τῆς
ἐγνωσμένης γῆς διαστάσεως ἀπὸ τῶν φαινομέ-
νων.
8
Ἡ αὐτὴ διόρθωσις ἀπὸ τῶν διανύσεων τῶν κατὰ
τὰς ὁδοιπορίας.
9
Ἡ αὐτὴ διόρθωσις ἀπὸ τῶν κατὰ πλοῦν διανύ-
σεων.
10
Ὅτι οὐ δεῖ τοὺς Αἰθίοπας μεσημβρινωτέρους ὑπο-
τίθεσθαι τοῦ ἀντικειμένου παραλλήλου τῷ διὰ
Μερόης.
11
Περὶ τῶν εἰς τὸ μῆκος τῆς οἰκουμένης ὑπὸ τοῦ
Μαρίνου μὴ δεόντως ἐπιλελογισμένων.
12
Διόρθωσις ἀπὸ τῶν ὁδοιποριῶν τοῦ μήκους τῆς
ἐγνωσμένης γῆς.
13
Ἡ αὐτὴ διόρθωσις ἀπὸ τῶν κατὰ πλοῦν διανύ-
σεων.
14
Περὶ τοῦ ἀπὸ τῆς Χρυσῆς Χερσονήσου ἐπὶ τὰ
Καττίγαρα διάπλου.
15
Περὶ τῶν ἐν τῇ κατὰ μέρος ἐκθέσει τῷ Μαρίνῳ
διαπεφωνημένων.
16
Ὅτι παρῆλθέ τινα αὐτὸν καὶ κατὰ τοὺς τῶν
ἐπαρχιῶν περιορισμούς.
17
Περὶ τῶν διαπεφωνημένων αὐτῷ πρὸς τὰ ὑπὸ
τῶν καθ' ἡμᾶς ἱστορηθέντα.
18
Περὶ τῆς ἀπὸ τῶν τοῦ Μαρίνου συντάξεων πρὸς
τὴν καταγραφὴν τῆς οἰκουμένης δυσχρηστίας.
19
Περὶ τοῦ τῆς καθ' ἡμᾶς ὑφηγήσεως προχείρου
πρὸς τὴν καταγραφήν.
20
Περὶ τῆς ἀσυμμετρίας τοῦ κατὰ τὸν Μαρῖνον
γεωγραφικοῦ πίνακος.
21
Τίνα δεῖ τηρεῖν ἐπὶ τῆς ἐν ἐπιπέδῳ γινομένης
καταγραφῆς.
22
Πῶς δεῖ τὴν οἰκουμένην ἐν σφαίρᾳ καταγρά-
φειν.
23
Ἔκθεσις τῶν ἐντασσομένων τῇ καταγραφῇ με-
σημβρινῶν καὶ παραλλήλων.
24
Μέθοδος εἰς τὴν ἐν ἐπιπέδῳ τῆς οἰκουμένης
σύμμετρον τῇ σφαιρικῇ θέσει καταγραφήν.
1
T
{Τίνι διαφέρει γεωγραφία χωρογραφίας.}
1
Ἡ γεωγραφία μίμησίς ἐστι διὰ γραφῆς τοῦ
κατειλημμένου τῆς γῆς μέρους ὅλου μετὰ τῶν
ὡς ἐπίπαν αὐτῷ συνημμένων· καὶ διαφέρει τῆς
χωρογραφίας, ἐπειδήπερ αὕτη μὲν ἀποτεμνο-
μένη τοὺς κατὰ μέρος τόπους χωρὶς ἕκαστον
καὶ καθ' αὑτὸν ἐκτίθεται, συναπογραφομένη
πάντα σχεδὸν καὶ τὰ σμικρότατα τῶν ἐμπε-
ριλαμβανομένων, οἷον λιμένας καὶ κώμας καὶ
δήμους καὶ τὰς ἀπὸ τῶν πρώτων ποταμῶν
ἐκτροπὰς καὶ τὰ παραπλήσια· τῆς δὲ γεωγρα-
φίας ἴδιόν ἐστι τὸ μίαν τε καὶ συνεχῆ δεικνύ-
ναι τὴν ἐγνωσμένην γῆν, ὡς ἔχει φύσεώς τε
καὶ θέσεως (καὶ) μέχρι μόνων τῶν ἐν ὅλαις
καὶ περιεκτικωτέραις περιγραφαῖς αὐτῇ συν-
ημμένων, οἷον κόλπων καὶ πόλεων μεγάλων
ἐθνῶν τε καὶ ποταμῶν τῶν ἀξιολογωτέρων
καὶ τῶν καθ' ἕκαστον εἶδος ἐπισημοτέρων.
2
Ἔχεται δὲ τὸ μὲν χωρογραφικὸν τέλος τῆς
ἐπὶ μέρους προσβολῆς, ὡς ἂν εἴ τις οὖς μόνον
ἢ ὀφθαλμὸν μιμοῖτο, τὸ δὲ γεωγραφικὸν τῆς
καθόλου θεωρίας κατὰ τὸ ἀνάλογον τοῖς ὅλην
τὴν κεφαλὴν ὑπογραφομένοις.
3
Πάσαις
γὰρ ταῖς ὑποτεθειμέναις εἰκόσι τῶν πρώτων
μερῶν ἀναγκαίως καὶ προηγουμένως ἐφαρμοζο-
μένων, καὶ ἔτι τῶν δεξομένων τὰς γραφὰς
συμμέτρων ὀφειλόντων εἶναι ταῖς ἐξ ἀποχῆς
αὐτάρκους τῶν ὄψεων διαστάσεσιν, ἐάν τε τέ-
λειον ᾖ τὸ γραφόμενον ἐάν τ' ἐπὶ μέρους, ἵν'
ἅπαν αἰσθητῶς παραλαμβάνηται, παρηκολού-
θησεν εὐλόγως ἅμα καὶ χρησίμως τῇ μὲν χω-
ρογραφίᾳ συναποδιδόναι καὶ τὰ μικρομερέστερα
τῶν ἰδιωμάτων, τῇ δὲ γεωγραφίᾳ τὰς χώρας
αὐτὰς μετὰ τῶν καθόλου παρακειμένων, ὅτι
καὶ πρῶτα μέρη καὶ μεγέθεσι συμμέτροις εὐ-
κατάτακτα τῆς μὲν οἰκουμένης αἱ τῶν χωρῶν
τοποθεσίαι, τούτων δὲ αἱ τῶν ἐπὶ πλεῖον αὐ-
ταῖς ἐμπεριεχομένων διαφοραί.
4
Κατα-
γίνεται δ' ἐπὶ πλεῖστον ἡ μὲν χωρογραφία
περὶ τὸ ποιὸν μᾶλλον ἢ τὸ ποσὸν τῶν κατα-
τασσομένων· τῆς γὰρ ὁμοιότητος πεφρόντικε
πανταχῆ, καὶ οὐχ οὕτως τοῦ συμμέτρου τῶν
θέσεων· ἡ δὲ γεωγραφία περὶ τὸ ποσὸν μᾶλ-
λον ἢ τὸ ποιὸν, ἐπειδήπερ τῆς μὲν ἀναλογίας
τῶν διαστάσεων ἐν πᾶσι ποιεῖται πρόνοιαν,
τῆς δ' ὁμοιότητος μέχρι τῶν μεγαλομερεστέ-
ρων περιγραφῶν καὶ κατ' αὐτὸ τὸ σχῆμα μό-
νον.
5
Ὅθεν ἐκείνῃ μὲν δεῖ τοπογραφίας,
καὶ οὐδὲ εἷς ἂν χωρογραφήσειεν, εἰ μὴ γρα-
φικὸς ἀνήρ· ταύτῃ δ' οὐ πάντως, ἐμποιεῖ γὰρ
καὶ διὰ ψιλῶν τῶν γραμμῶν καὶ τῶν παραση-
μειώσεων δεικνύναι καὶ τὰς θέσεις καὶ τοὺς
καθόλου σχηματισμούς. Διὰ ταῦτα ἐκείνῃ
μὲν οὐδέν τι δεῖ μεθόδου μαθηματικῆς, ἐν-
ταῦθα δὲ τοῦτο μάλιστα προηγεῖται τὸ μέ-
ρος.
6
Προεσκέφθαι γὰρ δεῖ καὶ τῆς ὅλης
γῆς τό τε σχῆμα καὶ τὸ μέγεθος ἔτι τε τὴν
πρὸς τὸ περιέχον θέσιν, ἵνα καὶ τὸ κατειλημ-
μένον αὐτῆς μέρος ἐνῇ εἰπεῖν, καὶ πόσον ἐστὶ
καὶ ποῖον, καὶ ἔτι τῶν ἐν τούτῳ τόπων ἑκά-
στους, ὑπὸ τίνας εἰσὶ τῆς οὐρανίου σφαίρας
παραλλήλους· ἐξ ὧν τά τε μεγέθη τῶν νυχθη-
μέρων καὶ τοὺς κατὰ κορυφὴν γινομένους τῶν
ἀπλανῶν καὶ τοὺς ὑπὲρ γῆν ἢ ὑπὸ γῆν ἀεὶ
φερομένους καὶ ὅσα τῷ περὶ οἰκήσεων λόγῳ
συνάπτομεν ἐξέσται προσδιαλαμβάνειν.
7
Ἃ
τῆς ἀνωτάτω καὶ καλλίστης ἐστὶ θεωρίας,
ἐπιδεικνύντα διὰ τῶν μαθημάτων ταῖς ἀνθρω-
πίναις καταλήψεσι τὸν μὲν οὐρανὸν αὐτὸν, ὡς
ἔχει φύσεως, ὅτι δύναται φαίνεσθαι περιπολῶν
ἡμᾶς, τὴν δὲ γῆν διὰ τῆς εἰκόνος, ὅτι τὴν
ἀληθινὴν, καὶ μεγίστην οὖσαν καὶ μὴ περιέ-
χουσαν ἡμᾶς, οὔτε ἀθρόαν οὔτε κατὰ μέρος
ὑπὸ τῶν αὐτῶν ἐφοδευθῆναι δυνατόν.
2
T
{Τίνα δεῖ ὑποκεῖσθαι πρὸς τὴν γεωγραφίαν.}
1
Τί μὲν οὖν τέλος ἐστὶ τῷ γεωγραφήσοντι,
καὶ τίνι διαφέρει τοῦ χωρογράφου, διὰ τούτων
ὡς ἐν κεφαλαίοις ὑποτετυπώσθω.
2
Προ-
κειμένου δ' ἐν τῷ παρόντι καταγράψαι τὴν
καθ' ἡμᾶς οἰκουμένην σύμμετρον ὡς ἔνι μά-
λιστα τῇ κατ' ἀλήθειαν, ἀναγκαῖον οἰόμεθα
προδιαλαβεῖν, ὅτι τῆς τοιαύτης μεθόδου τὸ
προηγούμενόν ἐστιν ἱστορία περιοδικὴ, τὴν
πλείστην περιποιοῦσα γνῶσιν ἐκ παραδόσεως
τῶν μετ' ἐπιστάσεως θεωρητικῆς τὰς κατὰ
μέρος χώρας περιελθόντων, καὶ ὅτι τῆς ἐπισκέ-
ψεως καὶ παραδόσεως τὸ μέν ἐστι γεωμετρι-
κὸν, τὸ δὲ μετεωροσκοπικόν· γεωμετρικὸν μὲν
τὸ διὰ ψιλῆς τῆς ἀναμετρήσεως τῶν διαστά-
σεων τὰς πρὸς ἀλλήλους θέσεις τῶν τόπων ἐμ-
φανίζον, μετεωροσκοπικὸν δὲ τὸ διὰ τῶν φαι-
νομένων ἀπὸ τῶν ἀστρολάβων καὶ σκιοθήρων
ὀργάνων· τοῦτο μὲν, ὡς αὐτοτελές τι καὶ ἀδι-
στακτότερον, ἐκεῖνο δὲ, ὡς ὁλοσχερέστερον
καὶ τούτου προσδεόμενον.
3
Πρῶτον μὲν
γὰρ ἀναγκαίου τυγχάνοντος ὑποκεῖσθαι καθ'
ἑκάτερον τρόπον, πρὸς ποίαν τέτραπται τοῦ
κόσμου θέσιν ἡ τῶν ἐπιζητουμένων δύο τόπων
διάστασις (οὐ γὰρ ἁπλῶς εἰδέναι δεῖ, πόσον
ἀφέστηκεν ὅδε τοῦδε μόνον, ἀλλὰ καὶ ποῖ,
τουτέστι πρὸς ἄρκτους, φέρε εἰπεῖν, ἢ πρὸς
ἀνατολὰς ἢ τὰς μερικωτέρας τούτων προσνεύ-
σεις), ἀδύνατόν ἐστι τὸ τοιοῦτο σκοπεῖν ἀκρι-
βῶς ἄνευ τῆς διὰ τῶν εἰρημένων ὀργάνων τηρή-
σεως, ἀφ' ὧν ἐν παντὶ τόπῳ καὶ χρόνῳ δεί-
κνυται προχείρως ἥ τε τῆς μεσημβρινῆς γραμ-
μῆς θέσις, καὶ διὰ ταύτης αἱ τῶν ἀνυομένων
διαστάσεων.
4
Ἔπειτα καὶ τούτου δοθέν-
τος, ἡ μὲν τῶν σταδιασμῶν ἀναμέτρησις οὔτε
βεβαίαν ἐμποιεῖ τοῦ ἀληθοῦς κατάληψιν, διὰ
τὸ σπανίως ἰθυτενέσι περιπίπτειν πορείαις,
ἐκτροπῶν πολλῶν συναποδιδομένων καὶ κατὰ
τὰς ὁδοὺς καὶ κατὰ τοὺς πλοῦς, καὶ δεῖν ἐπὶ
μὲν τῶν πορειῶν καὶ τὸ παρὰ τὸ ποιὸν καὶ
ποσὸν τῶν ἐκτροπῶν περισσεῦον εἰκάζοντας
ὑφαιρεῖν τῶν ὅλων σταδίων εἰς τὴν εὕρεσιν τῶν
τῆς ἰθυτενείας, ἐπὶ δὲ τῶν ναυτιλιῶν ἔτι καὶ
τὸ παρὰ τὰς φορὰς τῶν πνευμάτων, διὰ
πολλά γε μὴ τηρούντων τὰς αὐτὰς δυνάμεις,
ἀνώμαλον προσδιακρίνειν· οὔτε, κἂν ἡ μεταξὺ
διάστασις τῶν ἀμειφθέντων τόπων ἀκριβωθῇ,
τὸν πρὸς ὅλην τὴν περίμετρον τῆς γῆς λόγον
αὐτῆς συναποδίδωσιν ἢ τὴν πρὸς τὸν ἰσημερινὸν
καὶ τοὺς πόλους θέσιν·
5
ἡ δὲ διὰ τῶν φαι-
νομένων ἕκαστα τούτων ἀκριβοῖ, προσεπιδει-
κνύουσα πηλίκας τε περιφερείας ἀπολαμβάνου-
σιν ἀλλήλων οἱ γραφόμενοι διὰ τῶν ὑποκειμέ-
νων τόπων κύκλοι παράλληλοί τε καὶ μεσημ-
βρινοί, τουτέστιν οἱ μὲν παράλληλοι τὰς
μεταξὺ πιπτούσας αὐτῶν τε καὶ τοῦ ἰσημερι-
νοῦ περιφερείας τῶν μεσημβρινῶν, οὗτοι δὲ
τὰς ἐμπεριεχομένας ὑπ' αὐτῶν τοῦ τε ἰσημερι-
νοῦ καὶ τῶν παραλλήλων, καὶ ἕτι πηλίκην
ἀπολαμβάνουσιν οἱ δύο τόποι περιφέρειαν τοῦ
δι' αὐτῶν ἐν τῇ γῇ γραφομένου μεγίστου
κύκλου· καὶ μηδέν τι δεομένη τῆς τῶν στα-
δίων ἀριθμήσεως πρός τε τὸν λόγον τὸν ἀπὸ
τῶν τῆς γῆς μερῶν καὶ πρὸς ὅλην τὴν ἔφοδον
τῆς καταγραφῆς· ἐπαρκεῖ γὰρ, ὑποθεμένους τὴν
περίμετρον αὐτῆς τμημάτων ὁσωνοῦν, τοσού-
των ἐπιδεικνύναι καὶ τὰς κατὰ μέρος διαστά-
σεις ἐπὶ τῶν γραφομένων ἐν αὐτῇ μεγίστων
κύκλων· ἀλλ' ἴσως οὐ πρὸς τὸ διελεῖν ὅλην τὴν
περίμετρον ἢ τὰ μέρη ταύτης εἰς ὑποκείμενα
καὶ γνώριμα διαστήματα ταῖς ἡμετέραις ἀνα-
μετρήσεσι.
6
Καὶ διὰ τοῦτο μόνον ἀναγ-
καῖον γέγονεν ἐφαρμόσαι τινὰ τῶν ἰθυτενῶν
ὁδῶν τῇ κατὰ τὸ περιέχον ὁμοίᾳ μεγίστου
κύκλου περιφερείᾳ, καὶ λαβόντας τὸν μὲν ταύ-
της λόγον πρὸς τὸν κύκλον ἐκ τῶν φαινομέ-
νων, τὸν δὲ τῆς ὑπ' αὐτὴν ὁδοῦ σταδιασμὸν
ἐκ τῆς ἀναμετρήσεως ἀπὸ τοῦ δοθέντος μέρους,
καὶ τὸ τῆς ὅλης περιμέτρου τῶν σταδίων πλῆ-
θος ἀποφῆναι.
7
Προλαμβανομένου γὰρ ἐκ
τῶν μαθημάτων τοῦ καὶ τὴν συνημμένην τῆς
γῆς καὶ τοῦ ὕδατος ἐπιφάνειαν ὡς καθ' ὅλα
μέρη σφαιροειδῆ τε εἶναι καὶ περὶ αὐτὸ τὸ
κέντρον τῆς σφαίρας τῶν οὐρανίων, ὥστε τῶν
διὰ τοῦ κέντρου ἐκβαλλομένων ἐπιπέδων ἕκα-
στον τὰς κοινὰς τομὰς αὐτοῦ καὶ τῶν εἰρημέ-
νων ἐπιφανειῶν ποιεῖν μεγίστους ἐν αὐταῖς
κύκλους, καὶ τὰς συνισταμένας ἐν αὐτῷ πρὸς
τῷ κέντρῳ γωνίας ὁμοίας ἀπολαμβάνειν τῶν
κύκλων περιφερείας· συμβαίνει τῶν ἐπὶ τῆς
γῆς διαστάσεων τὸ μὲν ποσὸν τῶν σταδίων,
ἐὰν ἰθυτενεῖς ὦσιν, ἐκ τῶν ἀναμετρήσεων λαμ-
βάνεσθαι, τὸν δὲ λόγον τὸν πρὸς ὅλην τὴν
περίμετρον ἐξ αὐτῶν μὲν οὐδαμῶς διὰ τὸ τῆς
παραβολῆς ἀνέφικτον, ἀπὸ δὲ τῆς ὁμοίας τοῦ
κατὰ τὸ περιέχον κύκλου περιφερείας· ἐπειδή-
περ ταύτης μὲν ἐνδέχεται λαμβάνειν τὸν πρὸς
τὴν οἰκείαν περίμετρον λόγον, ὁ αὐτὸς δὲ γί-
νεται καὶ τοῦ περὶ τὴν γῆν ὁμοίου τμήματος
πρὸς τὸν ἐν αὐτῇ μέγιστον κύκλον.
3
T
{Πῶς ἀπὸ τοῦ σταδιασμοῦ τῆς τυχούσης ἰθυτενοῦς διαστά-
σεως, κἂν μὴ ὑπὸ τὸν αὐτὸν ᾖ μεσημβρινὸν, ὁ τῆς
περιμέτρου τῆς γῆς σταδιασμὸς λαμβάνεται καὶ τὸ ἀνά-
παλιν.}
1
Οἱ μὲν οὖν πρὸ ἡμῶν οὐκ ἰθυτενῆ μόνον ἐζή-
τουν ἐν τῇ γῇ διάστασιν, ἵνα μεγίστου κύκλου
ποιῇ περιφέρειαν, ἀλλὰ καὶ τὴν θέσιν ἔχουσαν
ἐν ἑνὸς ἐπιπέδῳ μεσημβρινοῦ· καὶ τηροῦντες
διὰ τῶν σκιοθήρων τὰ κατὰ κορυφὴν σημεῖα
τῶν δύο τῆς διαστάσεως περάτων, αὐτόθεν
τὴν ἀπολαμβανομένην ὑπ' αὐτῶν τοῦ μεσημ-
βρινοῦ περιφέρειαν ὁμοίαν εἶχον τῇ τῆς πορείας
διά τε τὸ καθ' ἑνὸς, ὡς ἔφαμεν, ἐπιπέδου
ταῦτα συνίστασθαι, τῶν ἐκβαλλομένων εὐ-
θειῶν διὰ τῶν περάτων ἐπὶ τὰ κατὰ κορυφὴν
σημεῖα συμπιπτουσῶν ἀλλήλαις, καὶ διὰ τὸ
κοινὸν εἶναι τῶν κύκλων κέντρον τὸ τῆς συμ-
πτώσεως σημεῖον.
2
Ὅσον οὖν ἐφαίνετο
μέρος οὖσα τοῦ διὰ τῶν πόλων κύκλου ἡ με-
ταξὺ τῶν κατὰ κορυφὴν σημείων περιφέρεια,
τοσοῦτον ὑπετίθεντο καὶ τὴν ἐν τῇ γῇ διά-
στασιν τῆς ὅλης περιμέτρου.
3
Ὅτι δὲ,
κἂν μὴ διὰ τῶν πόλων λαμβάνωμεν τὸν κατὰ
τὴν μεμετρημένην διάστασιν κύκλον, ἀλλ'
ὁποιονοῦν τῶν μεγίστων, τὸ προκείμενον δύ-
ναται δείκνυσθαι, τῶν ἐν τοῖς πέρασιν ἐξαρ-
μάτων ὁμοίως τηρηθέντων καὶ τῆς θέσεως,
ἢν ἔχει πρὸς ἑκάτερον μεσημβρινὸν ἡ διάστα-
σις, παρεστήσαμεν ἡμεῖς διὰ κατασκευῆς ὀργά-
νου μετεωροσκοπικοῦ, δι' οὗ πολλά τε ἄλλα
προχείρως λαμβάνομεν τῶν χρησιμωτάτων,
καὶ δὴ καὶ πάσῃ μὲν ἡμέρᾳ καὶ νυκτὶ τὸ κατὰ
τὸν τῆς τηρήσεως τόπον ἔξαρμα τοῦ βορείου
πόλου, πάσῃ δὲ ὥρᾳ τήν τε μεσημβρινὴν
θέσιν καὶ τὰς τῶν διανύσεων πρὸς αὐτὴν, του-
τέστι πηλίκας ποιεῖ γωνίας ὁ διὰ τῆς ὁδοῦ
γραφόμενος μέγιστος κύκλος μετὰ τοῦ μεσημ-
βρινοῦ πρὸς τῷ κατὰ κορυφὴν σημείῳ.
4
Δι' ὧν ὁμοίως τήν τε ζητουμένην περιφέρειαν
ἐξ αὐτοῦ τοῦ μετεωροσκοπίου δείκνυμεν καὶ
ἔτι τὴν ἀπολαμβανομένην ὑπὸ τῶν δύο με-
σημβρινῶν, κἂν ἕτεροι ὦσι τοῦ ἰσημερινοῦ
παράλληλοι· ὥστε κατὰ τὴν τοιαύτην ἔφοδον,
μιᾶς μὲν ἰθυτενοῦς μόνον διαστάσεως ἐν τῇ γῇ
μετρηθείσης, καὶ τὸν ὅλον τῆς περιμέτρου
σταδιασμὸν εὑρίσκεσθαι, διὰ δὲ τούτου λοι-
πὸν καὶ τοὺς τῶν ἄλλων χωρὶς ἀναμετρή-
σεως, κἂν μὴ ὦσι δι' ὅλων ἰθυτενεῖς μηδ'
ὑπὸ τὸν αὐτὸν μεσημβρινὸν ἢ παράλληλον, τὸ
δ' ὡς ἐπίπαν τῆς προσνεύσεως ἴδιον ἐπιμελῶς
ᾖ εἰλημμένον καὶ τὰ τῶν περάτων ἐξάρματα·
διὰ γὰρ τοῦ λόγου πάλιν τῆς ὑποτεινούσης τὴν
διάστασιν περιφερείας πρὸς τὸν μέγιστον κύ-
κλον καὶ τὸ τῶν σταδίων πλῆθος ἀπὸ τοῦ κατ-
ειλημμένου τῆς ὅλης περιμέτρου προχείρως
ἔνεστιν ἐπιλογίζεσθαι.
4
T
{Ὅτι δεῖ τὰ ἐκ τῶν φαινομένων τηρούμενα προϋποτίθε-
σθαι τῶν ἐκ τῆς περιοδικῆς ἱστορίας.}
1
Τούτων τοίνυν οὕτως ἐχόντων, εἰ μὲν οἱ
περιελθόντες τὰς κατὰ μέρος χώρας τοιαύταις
τισὶ τηρήσεσιν ἐτύγχανον κεχρημένοι, παντά-
πασιν ἂν ἀδίστακτον ἐνεδέχετο ποιεῖσθαι τὴν
τῆς οἰκουμένης καταγραφήν· ἐπεὶ δὲ μόνος ὁ
Ἵππαρχος ἐπ' ὀλίγων πόλεων, ὡς πρὸς το-
σοῦτον πλῆθος τῶν κατατασσομένων ἐν τῇ
γεωγραφίᾳ, ἐξάρματα τοῦ βορείου πόλου παρ-
έδωκεν ἡμῖν καὶ τὰ ὑπὸ τοὺς αὐτοὺς κεί-
μενα παραλλήλους, ἔνιοι δὲ τῶν μετ' αὐτὸν
καί τινας τῶν ἀντικειμένων τόπων, οὐ τοὺς
ἴσον ἀπέχοντας τοῦ ἰσημερινοῦ, ἀλλ' ἁπλῶς
τοὺς ὑπὸ τοὺς αὐτοὺς ὄντας μεσημβρινοὺς, ἐκ
τοῦ τοὺς πρὸς ἀλλήλους αὐτῶν διάπλους οὐ-
ρίοις ἀπαρκτίαις ἢ νότοις διανύεσθαι, τὰ δὲ
πλεῖστα τῶν διαστημάτων καὶ μάλιστα τῶν
πρὸς ἀνατολὰς ἢ δυσμὰς ὁλοσχερεστέρας ἔτυχε
παραδόσεως, οὐ ῥᾳθυμίᾳ τῶν ἐπιβαλόντων
ταῖς ἱστορίαις, ἀλλ' ἴσως τῷ μηδέπω τὸ πρό-
χειρον κατειλῆφθαι τῆς μαθηματικωτέρας ἐπι-
σκέψεως, καὶ διὰ τὸ μὴ πλείους τῶν ὑπὸ τὸν
αὐτὸν χρόνον ἐν διαφόροις τόποις τετηρημέ-
νων σεληνιακῶν ἐκλείψεων, ὡς τὴν ἐν μὲν
Ἀρβήλοις πέμπτης ὥρας φανεῖσαν, ἐν δὲ Καρ-
χηδόνι δευτέρας, ἀναγραφῆς ἠξιῶσθαι, ἐξ ὧν
ἐφαίνετ' ἂν πόσους ἀπέχουσιν ἀλλήλων οἱ τό-
ποι χρόνους ἰσημερινοὺς πρὸς ἀνατολὰς ἢ
δυσμάς· εὔλογον ἂν εἴη καὶ τὸν τούτοις ἀκο-
λούθως γεωγραφήσοντα τὰ μὲν διὰ τῶν ἀκρι-
βεστέρων τηρήσεων εἰλημμένα προϋποτίθεσθαι
τῇ καταγραφῇ καθάπερ θεμελίους, τὰ δ' ἀπὸ
τῶν ἄλλων ἐφαρμόζειν τούτοις, ἕως ἂν αἱ πρὸς
ἄλληλα θέσεις αὐτῶν μετὰ τῶν πρὸς τὰ πρῶτα
τηρῶσιν ὡς ἔνι μάλιστα συμφώνως τὰς ἀδι-
στακτοτέρας τῶν παραδόσεων.
5
T
{Ὅτι ταῖς ἐγγυτέραις τῶν ἱστοριῶν προσεκτέον διὰ τὰς
ἐν τῇ γῇ κατὰ χρόνους μεταβολάς.}
1
Ἡ μὲν οὖν ἐπιβολὴ τῆς καταγραφῆς τοιαύ-
της ἂν εἰκότως ἔχοιτο προθέσεως· ἐπειδὴ δὲ ἐν
ἅπασι τοῖς μὴ παντελῶς κατειλημμένοις τό-
ποις ἢ διὰ μεγέθους ὑπερβολὴν ἢ διὰ τὸ μὴ
ἀεὶ ὡσαύτως ἔχειν ὁ πλείων ἀεὶ χρόνος ἱστο-
ρίαν ἐμποιεῖ καθάπαξ ἀκριβεστέραν, τοιοῦτον
δέ ἐστι καὶ τὸ κατὰ τὴν γεωγραφίαν (ὡμολό-
γηται γὰρ δι' αὐτῶν τῶν κατὰ χρόνους παρα-
δόσεων, πολλὰ μὲν μέρη τῆς συνεχοῦς γῆς
τῆς καθ' ἡμᾶς οἰκουμένης μηδέπω διὰ τὸ τοῦ
μεγέθους δυσέφικτον εἰς γνῶσιν ἐληλυθέναι,
τὰ δὲ μὴ ὡς ἔχει λόγου τετυχηκέναι παρὰ τὸ
τῶν ἐκλαβόντων τὰς ἱστορίας ἀνεπίστατον,
ἔνια δὲ καὶ αὐτὰ νῦν ἄλλως ἔχειν ἢ πρότερον
διὰ τὰς ἐν τοῖς κατὰ μέρος ἐπιγινομένας φθο-
ρὰς ἢ μεταβολάς)· ἀναγκαῖόν ἐστι κἀνταῦθα
ταῖς ὑστάταις τῶν καθ' ἡμᾶς παραδόσεων ὡς
ἐπίπαν προσέχειν, παραφυλάσσοντας ἐπί τε
τῆς τῶν ἱστορουμένων ἐκθέσεως καὶ τῆς τῶν
προϊστορηθέντων διακρίσεως τό τε ἀξιόπιστον
καὶ τὸ μή.
6
T
{Περὶ τῆς κατὰ Μαρῖνον γεωγραφικῆς ὑφηγήσεως.}
1
Δοκεῖ δὴ Μαρῖνος ὁ Τύριος ὕστατός τε
τῶν καθ' ἡμᾶς καὶ μετὰ πάσης σπουδῆς ἐπι-
βαλεῖν τῷ μέρει τούτῳ· φαίνεται γὰρ καὶ
πλείοσιν ἱστορίαις περιπεπτωκὼς παρὰ τὰς ἔτι
ἄνωθεν εἰς γνῶσιν ἐλθούσας, καὶ τὰς πάντων
σχεδὸν τῶν πρὸ αὐτοῦ μετ' ἐπιμελείας διει-
ληφώς, ἐπανορθώσεώς τε τῆς δεούσης ἀξιώ-
σας, ὅσα μὴ προσηκόντως ἐτύγχανε πεπι-
στευμένα καὶ ὑπ' ἐκείνων καὶ ὑφ' ἑαυτοῦ τὸ
πρῶτον, ὡς ἐκ τῶν ἐκδόσεων αὐτοῦ τῆς τοῦ
γεωγραφικοῦ πίνακος διορθώσεως πλειόνων οὐ-
σῶν ἔνεστι σκοπεῖν.
2
Ἀλλ' εἰ μὲν ἑωρῶ-
μεν μηδὲν ἐνδέον αὐτοῦ τῇ τελευταίᾳ συντάξει,
κἂν ἀπήρκεσεν ἡμῖν ἀπὸ τούτων μόνων τῶν
ὑπομνημάτων ποιεῖσθαι τὴν τῆς οἰκουμένης
καταγραφὴν μηδέν τι περιεργαζομένοις· ἐπεὶ
δὲ φαίνεται καὶ αὐτὸς ἐνίοις τε μὴ μετὰ κα-
ταλήψεως ἀξιοπίστου συγκατατεθειμένος καὶ
ἔτι περὶ τὴν ἔφοδον τῆς καταγραφῆς πολλαχῆ
μήτε τοῦ προχείρου μήτε τοῦ συμμέτρου τὴν
δέουσαν πρόνοιαν πεποιημένος, εἰκότως προή-
χθημεν, ὅσον ᾠόμεθα δεῖν, τῇ τἀνδρὸς πραγ-
ματείᾳ συνεισενεγκεῖν ἐπὶ τὸ εὐλογώτερον
καὶ εὐχρηστότερον.
3
Καὶ δὴ τοῦτο ποιή-
σομεν ἀπερίττως, ὡς ἔνι μάλιστα, προεπισκε-
ψάμενοι διὰ βραχέων ἑκάτερον εἶδος τῶν ὀφει-
λόντων λόγου τινὸς τυχεῖν· καὶ πρῶτον τὸ
κατὰ τὴν ἱστορίαν, ἀφ' ἧς οἴεται δεῖν ἐπι-
πλέον προάγειν καὶ τὸ μῆκος τῆς ἐγνωσμένης
γῆς πρὸς τὰς ἀνατολὰς καὶ τὸ πλάτος πρὸς
τὴν μεσημβρίαν·
4
εἰκότως γὰρ ἂν καλοῖμεν
τῆς ἐκκειμένης ἐπιφανείας τὴν μὲν ἀπ' ἀνατο-
λῶν ἐπὶ δυσμὰς διάστασιν μῆκος, τὴν δ' ἀπ'
ἄρκτων πρὸς μεσημβρίαν πλάτος, ὅτι τε καὶ
τῶν κατ' οὐρανὸν κινήσεων τὰς παραλλήλους
ταύταις ὁμωνύμως προσαγορεύομεν, καὶ ὅτι
καθόλου μὲν τῇ μείζονι τῶν διαστάσεων προσ-
άπτομεν τὸ μῆκος· ὡμολόγηται δὲ παρὰ
πάντων ἁπλῶς καὶ τῆς οἰκουμένης ἡ πρὸς δυ-
σμὰς ἀπὸ τῶν ἀνατολῶν διάστασις πολλῷ μεί-
ζων τῆς ἀπ' ἄρκτων πρὸς μεσημβρίαν.
7
T
{Διόρθωσις τῆς κατὰ τὸν Μαρῖνον τοῦ πλάτους τῆς ἐγνω-
σμένης γῆς διαστάσεως ἀπὸ τῶν φαινομένων.}
1
Ἐπὶ τοίνυν τοῦ πλάτους πρῶτον ὑποτίθεται
μὲν καὶ αὐτὸς τὴν Θούλην νῆσον ὑπὸ τὸν πα-
ράλληλον τὸν ἀφορίζοντα τὸ βορειότατον πέ-
ρας τῆς ἐγνωσμένης ἡμῖν γῆς, τὸν δὲ παράλ-
ληλον τοῦτον ἀποδείκνυσιν ὡς ἔνι μάλιστα
ἀπέχοντα τοῦ ἰσημερινοῦ μοίρας ξγʹ, οἵων ἐστὶν
ὁ μεσημβρινὸς κύκλος τξʹ, σταδίους δὲ τρισμυ-
ρίους χιλίους πεντακοσίους, ὡς τῆς μιᾶς μοίρας
πεντακοσίους ἔγγιστα σταδίους περιεχούσης.
2
Ἔπειτα τὴν τῶν Αἰθιόπων χώραν τὴν
καλουμένην Ἀγίσυμβα καὶ τὸ Πράσον ἀκρω-
τήριον ἐκθέμενος ὑπὸ τὸν παράλληλον τὸν
ἀφορίζοντα τὸ νοτιώτατον πέρας τῆς ἐγνωσμέ-
νης γῆς, ποιεῖ τοῦτον ὑπὸ τὸν χειμερινὸν τρο-
πικὸν, ὥστε τὸ πᾶν πλάτος τῆς οἰκουμένης,
προσγενομένου τοῦ μεταξὺ διαστήματος τοῦ
τε ἰσημερινοῦ καὶ τοῦ χειμερινοῦ, συνάγεσθαι
κατ' αὐτὸν μοιρῶν πζʹ ἔγγιστα, σταδίων δὲ
μυριάδων τεσσάρων τρισχιλίων πεντακοσίων.
3
Πειρᾶται δὲ τὸ εὔλογον τοῦ νοτίου πέρα-
τος δεικνύναι καὶ διὰ φαινομένων τινῶν, ὥς γε
αὐτὸς οἴεται, καὶ διὰ τῶν ἱστορηθεισῶν δια-
νύσεων κατά τε γῆν καὶ κατὰ θάλασσαν· ὧν
ἕκαστον ἐξ ἐπιδρομῆς ἐπισκεπτέον.
4
Ἐπὶ
μὲν οὖν τῶν φαινομένων φησὶν ἐν τῇ τρίτῃ συν-
τάξει κατὰ λέξιν οὕτως· «Ἐν γὰρ τῇ διακε-
καυμένῃ ζώνῃ ὁ ζωδιακὸς ὅλος ὑπὲρ αὐτὴν φέ-
ρεται· διόπερ ἐν αὐτῇ μεταβάλλουσιν αἱ σκιαὶ,
καὶ πάντα τὰ ἄστρα δύνει καὶ ἀνατέλλει· μόνη
δὲ ἡ μικρὰ Ἄρκτος ἄρχεται ὅλη ὑπὲρ γῆν φαί-
νεσθαι ἐν τοῖς Ὀκήλεως βορειοτέροις σταδίοις
πεντακοσίοις. Ὁ γὰρ διὰ Ὀκήλεως παράλ-
ληλος ἐξῆρται μοίρας ιαʹ καὶ δύο πέμπτα.
Παραδίδοται δὲ ὑπὸ τοῦ Ἱππάρχου τῆς μικρᾶς
Ἄρκτου ὁ νοτιώτατος, ἔσχατος δὲ τῆς οὐρᾶς
ἀστὴρ ἀπέχειν τοῦ πόλου μοίρας ιβʹ καὶ δύο
πέμπτα. Καὶ τοῖς μὲν ἀπὸ τοῦ ἰσημερινοῦ
ἐπὶ τὸν θερινὸν τροπικὸν προϊοῦσιν ὁ μὲν βόρειος
πόλος ἀεὶ μετεωρίζεται ὑπὲρ τὸν ὁρίζοντα, ὁ δὲ
νότιος ὑπὸ τὸν ὁρίζοντα γίνεται· τοῖς δὲ ἀπὸ
τοῦ ἰσημερινοῦ πρὸς τὸν χειμερινὸν τροπικὸν
βαδίζουσιν ὁ μὲν νότιος πόλος ἐξαίρεται ὑπὲρ
τὸν ὁρίζοντα, ὁ δὲ βόρειος ὑπὸ τὸν ὁρίζοντα
γίνεται.»
5
Διὰ μὲν οὖν τούτων αὐτὰ τὰ
ὀφείλοντα συμβαίνειν ἐν τοῖς ὑπὸ τὸν ἰσημε-
ρινὸν ἢ τοῖς μεταξὺ τῶν τροπικῶν τόποις ἐκ-
τίθεται μόνον· εἰ δὲ καὶ τῷ ὄντι γέγονέ τις
ἱστορία τῶν ὑπὸ τοὺς νοτιωτέρους τοῦ ἰσημε-
ρινοῦ φαινομένων, οὐ παρίστησιν, οἷον τὸ γί-
νεσθαί που κατὰ κορυφὴν ἀστέρας τῶν τοῦ
ἰσημερινοῦ νοτιωτέρων, ἢ τὸ τὰς μεσημβρινὰς
σκιὰς ἐν ταῖς ἰσημερίαις ἀποκλίνειν πρὸς νότον,
ἢ τὸ τοὺς τῆς μικρᾶς Ἄρκτου ἀστέρας πάντας
ἀνατέλλειν ἢ δύνειν, ἢ πάλιν τινὰς αὐτῶν
μηδ' ὅλως φαίνεσθαι, τοῦ νοτίου τῶν πόλων
ὑπὲρ τὸν ὁρίζοντα γινομένου.
6
Διὰ δὲ τῶν
ἑξῆς ἐπιλέγει μέν τινα τετηρημένα φαινόμενα,
μὴ μέντοι τὸ προκείμενον ἐπιδεῖξαι δυνάμενα
πάντως. Φησὶ γὰρ, «ὅτι καὶ οἱ μὲν τῆς
Ἰνδικῆς εἰς τὴν Λιμυρικὴν πλέοντες, ὥς φησι
Διόδωρος ὁ Σάμιος ἐν τῷ τρίτῳ, ἔχουσι τὸν
Ταῦρον μεσουρανοῦντα καὶ τὴν Πλειάδα κατὰ
μέσην τὴν κεραίαν· οἱ δ' εἰς τὴν Ἀζανίαν ἀπὸ
τῆς Ἀραβίας ἀναγόμενοι εὐθύνουσι τὸν πλοῦν
πρὸς μεσημβρίαν καὶ τὸν Κάνωβον ἀστέρα,
ὅστις ἐκεῖ λέγεται Ἵππος καί ἐστι νοτιώτατος.
Ἄστρα δὲ φαίνεται παρ' αὐτοῖς, ἃ παρ' ἡμῖν
οὐδ' ὀνομάζεται, καὶ ὁ Κύων τοῦ Πρόκυνος
πρότερος ἐπιτέλλων καὶ ὁ Ὠρίων πρὸ τῶν θε-
ρινῶν τροπῶν ὅλος.»
7
Καὶ τούτων οὖν
τῶν φαινομένων τὰ μὲν σαφῶς τὰς βορειοτέρας
οἰκήσεις τοῦ ἰσημερινοῦ παρίστησιν, ὡς ὁ Ταῦ-
ρος καὶ ἡ Πλειὰς κατὰ κορυφὴν γινόμενα, βο-
ρειότερα γὰρ καὶ τὰ ἄστρα ταῦτα τοῦ ἰσημε-
ρινοῦ· τὰ δ' οὐδὲν μᾶλλον τὰς νοτιωτέρας τῶν
βορειοτέρων.
8
Ὅ τε γὰρ Κάνωβος δύνα-
ται φαίνεσθαι καὶ τοῖς συχνῷ τοῦ θερινοῦ τρο-
πικοῦ βορειοτέροις, καὶ πολλοὶ τῶν ἀεὶ παρ'
ἡμῖν ὑπὸ γῆν ὄντων ἀστέρων ἐν τοῖς ἡμῶν μὲν
νοτιωτέροις τόποις, ἔτι δὲ τοῦ ἰσημερινοῦ βο-
ρειοτέροις, οἷον τοῖς περὶ Μερόην, ὑπὲρ γῆν
δύνανται γίνεσθαι, καθάπερ αὐτὸς ὁ Κάνωβος
ἐνταῦθα φαίνεται τοῖς βορειοτέροις ἡμῶν μὴ
φαινόμενος· καίτοι τούτου μὲν καὶ τοὔνομα οἱ
μεσημβρινώτεροι λέγουσι, τὸν Ἵππον, ἄλλου
δὲ οὐδενὸς τῶν ἡμῖν ἀγνώστων.
9
Ἐπιφέρει
δὲ καὶ αὐτὸς «παρειληφέναι διὰ τῶν μαθημα-
τικῶν λόγων, ὅτι ὁ μὲν Ὠρίων ὅλος φαίνεται
πρὸ τῶν θερινῶν τροπῶν παρὰ τοῖς ὑπὸ τὸν
ἰσημερινὸν οἰκοῦσιν, ὁ δὲ Κύων προανατέλλειν
ἄρχεται τοῦ Πρόκυνος παρὰ τοῖς ὑπὸ τὸν ἰση-
μερινὸν οἰκοῦσιν, καὶ ἀπ' αὐτῶν μέχρι Συή-
νης·» ὡς μηδὲ τούτων τῶν φαινομένων ἴδιον
εἶναί τι τῶν νοτιωτέρων οἰκήσεων τοῦ ἰσημε-
ρινοῦ.
8
T
{Ἡ αὐτὴ διόρθωσις ἀπὸ τῶν διανύσεων τῶν κατὰ τὰς
ὁδοιπορίας.}
1
Ἐπὶ δὲ τῶν διανύσεων ἐκ μὲν τῆς κατὰ
γῆν ἐπιλογιζόμενος τὰς κατὰ μέρος ἡμέρας τῶν
πορειῶν τῶν ἀπὸ Λέπτεως τῆς μεγάλης ἕως
τῆς Ἀγίσυμβα χώρας συνάγει ταύτην νοτιωτέ-
ραν τοῦ ἰσημερινοῦ σταδίοις δισμυρίοις τετρα-
κισχιλίοις ἑξακοσίοις ὀγδοήκοντα, ἐκ δὲ τῆς
κατὰ θάλασσαν διὰ τῶν ἡμερῶν πάλιν τοῦ πλοῦ
τοῦ ἀπὸ Πτολεμαΐδος τῆς ἐν τῇ Τρωγλοδυτικῇ
ἐπὶ τὸ Πράσον ἀκρωτήριον συνάγει καὶ τοῦτο
νοτιώτερον τοῦ ἰσημερινοῦ σταδίοις δισμυρίοις
ἑπτακισχιλίοις ὀκτακοσίοις, ὥστε τὸ Πράσον
ἀκρωτήριον καὶ τὴν Ἀγίσυμβα χώραν, Αἰθιό-
πων οὖσαν καὶ, ὡς αὐτός φησι, μηδὲ περιορί-
ζουσαν ἀπὸ νότου τὴν Αἰθιοπίαν, ἐπὶ τὴν κα-
πεψυγμένην ζώνην φέρειν τῆς ἀντοικουμένης·
2
οἱ γὰρ δισμύριοι ἑπτακισχίλιοι ὀκτακόσιοι στά-
διοι ποιοῦσιν ἐπὶ τοῦ μεσημβρινοῦ μοίρας πεντή-
κοντα πέντε καὶ τρία πέμπτα, ὅσας ἀπέχουσιν
ἐπὶ θάτερα τοῦ ἰσημερινοῦ καὶ κατὰ τὴν ὁμοίαν
κρᾶσιν οἱ τὰ βόρεια τῆς Μαιώτιδος λίμνης κατα-
νεμόμενοι Σκύθαι καὶ Σαρμάται.
3
Συναιρεῖ
μὲν οὖν καὶ αὐτὸς τὸν ἐκκείμενον σταδιασμὸν εἰς
ἐλάττονα τοῦ ἡμίσεως, τουτέστιν εἰς μυρίους
καὶ δισχιλίους σταδίους, ὅσους ἔγγιστα ὁ χει-
μερινὸς τροπικὸς ἀπέχει τοῦ ἰσημερινοῦ· παρα-
τίθεται δὲ αἰτίας τῆς συναιρέσεως τάς τε τῶν
ἰθυτενῶν ἐκτροπὰς καὶ τὰς ἀνωμαλίας τῶν δια-
νύσεων μόνας, παρεὶς τὰς ἔτι προτέρας καὶ
προχειροτέρας, ἐξ ὧν οὐ τὸ μειῶσαι μόνον φαί-
νοιτ' ἂν ἀναγκαῖον, ἀλλὰ καὶ τὸ μέχρι τοσού-
του.
4
Πρῶτον μὲν γὰρ ἐπὶ τῆς ὁδοιπορίας
τῆς ἀπὸ Γαράμης ἐπὶ τοὺς Αἰθίοπάς φησι,
«Σεπτίμιον μὲν Φλάκκον, τὸν ἐκ τῆς Λιβύης
στρατευσάμενον, ἀφικέσθαι πρὸς τοὺς Αἰθίοπας
ἀπὸ τῶν Γαραμάντων μησὶ τρισὶν ὁδεύοντα
πρὸς μεσημβρίαν, Ἰούλιον δὲ Μάτερνον, τὸν
ἀπὸ Λέπτεως τῆς μεγάλης, ἀπὸ Γαράμης
ἅμα τῷ βασιλεῖ τῶν Γαραμάντων ἐπερχομένῳ
τοῖς Αἰθίοψιν ὁδεύσαντα τὰ πάντα πρὸς με-
σημβρίαν μησὶ τέσσαρσιν ἀφικέσθαι εἰς τὴν
Ἀγίσυμβα χώραν τῶν Αἰθιόπων, ἔνθα οἱ ῥινο-
κέρωτες συνέρχονται.»
5
Ὧν ἑκάτερον
ἄπιστόν ἐστι καὶ καθ' αὑτὸ διά τε τὸ μὴ το-
σούτῳ κεχωρίσθαι τοὺς ἐντὸς Αἰθίοπας τῶν Γα-
ραμάντων, ὡς τριμήνου δίοδον ἀπέχειν, ὄντων
τε καὶ αὐτῶν ἤδη μᾶλλον Αἰθιόπων καὶ τὸν αὐτὸν
ἐχόντων ἐκείνοις βασιλέα, καὶ διὰ τὸ παντά-
πασι γελοῖον εἶναι τὴν τοῦ βασιλέως ἔφοδον
τῶν ὑποτεταγμένων ἐπὶ μίαν διάστασιν μόνην
γενέσθαι τὴν ἀπ' ἄρκτων πρὸς μεσημβρίαν,
πλεῖστον ἐφ' ἑκάτερα πρὸς ἀνατολὰς καὶ δύσεις
τῶν ἐθνῶν τούτων ἐκτεινομένων, καὶ ἔτι μη-
δαμῆ διατριβὰς ἀξιολόγους ἐμποιῆσαι.
6
Δι' ὧν εἰκὸς ἢ τερατεύσασθαι τοὺς ἄνδρας ἢ τὸ
πρὸς μεσημβρίαν οὕτως εἰπεῖν, ὡς εἰώθασιν
οἱ ἐπιχώριοι λέγειν εἰς τὸν νότον ἢ εἰς τὸν
λίβα, καταχρώμενοι τῷ μᾶλλον ἀντὶ τῆς ἀ-
κριβείας.
9
T
{Ἡ αὐτὴ διόρθωσις ἀπὸ τῶν κατὰ πλοῦν διανύσεων.}
1
Ἔπειτα καὶ κατὰ τὸν μεταξὺ τῶν Ἀρωμά-
των καὶ τῶν Ῥάπτων πλοῦν, «Διογένη μέν
τινά φησι τῶν εἰς τὴν Ἰνδικὴν πλεόντων ὑπο-
στρέφοντα τὸ δεύτερον, ὅτε ἐγένετο κατὰ τὰ
Ἀρώματα, ἀπωσθῆναι ἀπαρκτίᾳ, καὶ ἐν δεξιᾷ
ἔχοντα τὴν Τρωγλοδυτικὴν ἐπὶ ἡμέρας εἴκοσι
πέντε παραγενέσθαι εἰς τὰς λίμνας, ὅθεν ὁ Νεῖ-
λος ῥεῖ, ὧν ἐστι τὸ τῶν Ῥάπτων ἀκρωτήριον
ὀλίγῳ νοτιώτερον· Θεόφιλον δέ τινα τῶν εἰς τὴν
Ἀζανίαν πλεόντων ἀπὸ τῶν Ῥάπτων ἀναχθῆ-
ναι νότῳ, καὶ εἰκοστῇ ἡμέρᾳ ἐληλυθέναι εἰς
τὰ Ἀρώματα.»
2
Τούτων δὲ ἑκάτερος οὔτε
τὸν πλοῦν ἡμερῶν ὅσων εἶπεν, ἀλλ' ὁ μὲν Θεό-
φιλος εἰκοστῇ ἡμέρᾳ κατῆχθαι, ὁ δὲ Διογένης
ἐπὶ ἡμέρας εἴκοσι πέντε παραπλεῦσαι τὴν Τρω-
γλοδυτικὴν, ὅσας ἔπλευσαν ἱστορήσαντες μόνον,
οὐχὶ δὲ ὅσων ἐστὶν ἡμερῶν ὁ πλοῦς ἐπιλογισά-
μενοι διὰ τὴν τῶν πνευμάτων ἐπὶ τοσοῦτον
χρόνον ἀνωμαλίαν καὶ παραλλαγὴν, οὔθ' ὅτι
πρὸς ἄρκτους ἢ πρὸς μεσημβρίαν ὅλος αὐτοῖς
γέγονεν ὁ πλοῦς, ἀλλ' ὁ μὲν Διογένης ἐξω-
σθῆναι μόνον ἀπαρκτίᾳ, ὁ δὲ Θεόφιλος ἀναχθῆ-
ναι μόνον νότῳ, τὸν δὲ λοιπὸν πλοῦν, ὅτι τὴν
αὐτὴν ἐτήρει πρόσνευσιν, οὐδέτερος εἴρηκεν· οὐδὲ
γὰρ πιθανόν ἐστιν ἐπὶ τοσαύτας ἡμέρας τὴν αὐτὴν
φυλαχθῆναι πνεύματος φοράν.
3
Καὶ διὰ
τοῦτο δὴ, τοῦ Διογένους τὴν ἀπὸ τῶν Ἀρωμά-
των ἐπὶ τὰς λίμνας, ὧν ἐστι τὸ τῶν Ῥάπτων
ἀκρωτήριον νοτιώτερον, διάστασιν ἡμέραις εἴ-
κοσι πέντε διανύσαντος, ὁ Θεόφιλος τὴν ἀπὸ
τῶν Ῥάπτων ἐπὶ τὰ Ἀρώματα, μείζονα οὖ-
σαν, εἰκοσταῖος διέπλευσε· καὶ τοῦ Θεοφίλου
τὸν τοῦ νυχθημέρου φορὸν πλοῦν χιλίων ὑποτι-
θεμένου σταδίων, οἷς καὶ αὐτὸς ἠκολούθησεν,
ὅμως φησὶν ὑπὸ Διοσκόρου τὸν ἀπὸ τῶν Ῥά-
πτων ἐπὶ τὸ Πράσον πλοῦν, πολλῶν ἡμερῶν
ὄντα, πεντακισχιλίων μόνων ὑποτίθεσθαι στα-
δίων, εὐμεταβόλων ὡς εἰκὸς ὄντων τῶν ὑπὸ
τὸν ἰσημερινὸν πνευμάτων διὰ τὸ καὶ τὰς κατ'
αὐτὸν ἐπὶ τὰ πλάγια τοῦ ἡλίου παρόδους ὀξυ-
τέρας συνίστασθαι.
4
Διά τε δὴ ταῦτα μᾶλλον
ἔδει μὴ κατακολουθεῖν τῷ πλήθει τῶν ἐκτεθει-
μένων ἡμερῶν καὶ διὰ τὸ πάντων ἐναργέστατον,
ὅτι τοὺς Αἰθίοπας καὶ τὴν συνέλευσιν τῶν ῥινο-
κερώτων ἐπὶ τὴν κατεψυγμένην ζώνην τῆς ἀντ-
οικουμένης ὁ συντιθέμενος ἐξ αὐτῶν ἐπιλογισμὸς
προσάγει, πάντων ὁμοίων ταῖς κράσεσιν ὀφειλόν-
των συνίστασθαι καὶ ζώων καὶ φυτῶν, ἀκολού-
θως ταῖς τοῦ περιέχοντος ἀναλογίαις, τῶν ὑπὸ
τοὺς αὐτοὺς ἢ τοὺς ἴσον ἀπέχοντας ὁποτέρου τῶν
πόλων παραλλήλους γινομένων.
5
Ὅθεν ὁ
μὲν Μαρῖνος μέχρι μόνου τοῦ χειμερινοῦ τροπι-
κοῦ συνεῖλε τὴν διάστασιν, οὐδὲ μιᾶς ἂν εὐ-
λόγου προσαρμοσθείσης αἰτίας τῷ ποσῷ τῆς
συναιρέσεως, εἰ παραδέχοιτό τις καὶ τὸ πλῆθος
τῶν ἡμερῶν καὶ τὸ τεταγμένον τῶν διανύ-
σεων, ὅπερ αὐτὸς ποιεῖ (ταῦτα γὰρ τηρῶν τὸ
ποσὸν μόνον τῶν ἡμερησίων σταδίων μειοῖ παρὰ
τὸ μέτριον καὶ σύνηθες, μέχρις ἂν τὸ πέρας εἰς
ὃν αὐτὸς ᾤετο δεῖν παράλληλον ἀφίκηται)· τοὐ-
ναντίον δ' ἀκόλουθον ἦν τῷ μὲν δυνατῷ τῆς ἡμε-
ρησίας διανύσεως πιστεύειν, τῷ τεταγμένῳ δὲ
καὶ κατὰ τὴν ἰσότητα καὶ κατὰ τὴν θέσιν ἀπι-
στεῖν, ὡς μὴ διὰ τούτων ἐνδέχεσθαι λαβεῖν τὴν
ἐπιζητουμένην διάστασιν, ἢ μόνον ὅτι μείζων
ἂν γένοιτο τῆς ἐπὶ τὸν ἰσημερινὸν, ἀλλ' ἀπό
τινος τῶν ἐναργεστέρων φαινομένων.
6
Τὸ δὲ
τοιοῦτον ὑπῆρξε μὲν ἂν καὶ παντάπασιν ἀκρι-
βῶς, εἰ μαθηματικώτερόν τις ἐπισκεψάμενος
ἐτύγχανε τὰ συμβεβηκότα ταῖς χώραις ἐκεί-
ναις· οὐκ οὔσης δὲ τοιαύτης ἱστορίας, ἀπὸ τῆς
ἁπλουστέρας καταλείποιτ' ἃν ὁλοσχερέστερον
σκοπεῖν τὸ εὔλογον τοῦ ποσοῦ τῆς ὑπὲρ τὸν
ἰσημερινὸν ἐκβάσεως. Αὕτη δέ ἐστιν ἡ κατὰ τὰς
ἰδέας καὶ τὰς χρόας τῶν ἐν τοῖς τόποις ζώων·
ἀφ' ἧς οὐδὲ μέχρι τοῦ χειμερινοῦ τροπικοῦ
φθάνειν ἀκόλουθόν ἐστι τὸν διὰ τῆς Ἀγίσυμβα
χώρας παράλληλον, Αἰθιόπων οὔσης σαφῶς,
ἀλλ' ἐγγυτέρω τοῦ ἰσημερινοῦ καταλήγειν.
7
Οὐδὲ γὰρ παρ' ἡμῖν ἐν τοῖς ὁμοταγέσι τόποις,
τουτέστι τοῖς ὑπὸ τὸν θερινὸν τροπικὸν, ἤδη
τὰς χρόας ἔχουσιν Αἰθιόπων, οὐδὲ ῥινοκέρωτές
εἰσιν ἢ ἐλέφαντες· ἀλλ' ἐν μὲν τοῖς οὐ πολλῷ
τούτων νοτιωτέροις ἠρέμα τυγχάνουσι μέλανες,
ὡς οἱ τὴν ἐκτὸς Συήνης Τριακοντάσχοινον οἰ-
κοῦντες, ὁποίους ὄντας τοὺς Γαράμαντας καὶ ὁ
Μαρῖνος διὰ ταύτην τὴν αἰτίαν οὔτε κατ' αὐ-
τὸν τὸν θερινὸν τροπικὸν οὔτε βορειοτέρους αὐ-
τοῦ, νοτιωτέρους δὲ πάντως ἱδρύσθαι φησίν·
ἐν δὲ τοῖς περὶ Μερόην τόποις ἤδη κατακόρως
εἰσὶ μέλανες τὰ χρώματα καὶ πρώτως Αἰθίο-
πες ἄκρατοι, καὶ τὸ τῶν ἐλεφάντων καὶ τὸ τῶν
παραδοξοτέρων ζώων γένος ἐπινέμεται.
10
T
{Ὅτι οὐ δεῖ τοὺς Αἰθίοπας μεσημβρινωτέρους ὑποτίθεσθαι
τοῦ ἀντικειμένου παραλλήλου τῷ διὰ Μερόης.}
1
Διὸ καλῶς ἂν ἔχοι μέχρι τοῦδε, τουτέστιν
ἕως ἂν Αἰθίοπας ἡμῖν ἡ παράδοσις τῶν ἐκεῖσε
διαπεραιουμένων ἱστορῇ, καὶ τὴν Ἀγίσυμβα
χώραν καὶ τὸ Πράσον ἀκρωτήριον μετὰ τῶν
κατὰ τὸν αὐτὸν παράλληλον κειμένων ὑπὸ τὸν
ὁμοταγῆ τῷ διὰ Μερόης ἔγγιστα γράφειν, τουτ-
έστι τὸν ἀπέχοντα τοῦ ἰσημερινοῦ πρὸς με-
σημβρίαν τὰς ἴσας μοίρας ιϚʹ γʹʹ ιβʹʹ, σταδίους
δὲ ὀκτακισχιλίους διακοσίους ἔγγιστα, ὥστε
συνάγεσθαι τὸ πᾶν πλάτος ὁλοσχερέστερον μοι-
ρῶν μὲν οθʹ γʹʹ ιβʹʹ ἢ ὅλων ὀγδοήκοντα, στα-
δίων δὲ τετρακισμυρίων.
2
Τὴν μέντοι
μεταξὺ διάστασιν τῆς μεγάλης Λέπτεως καὶ
τῆς Γαράμης τηρητέον, ὡς ὅ τε Φλάκκος καὶ
ὁ Μάτερνος ὑπέθεντο, σταδίων πεντακισχιλίων
τετρακοσίων. Αἵ τε γὰρ εἴκοσιν ἡμέραι δευ-
τέρας εἰσὶν ὁδοῦ παρὰ τὴν πρώτην ἐπιτετμημέ-
νης ὡς πρὸς τὴν μεσημβρίαν ἢ τὰς ἄρκτους,
ἐκείνης διὰ τὰς ἐκτροπὰς ἡμερῶν οὔσης τριά-
κοντα· καὶ τὸν ἑκάστης ἡμέρας σταδιασμὸν
αὐτούς φησιν ἐκτεθεῖσθαι τοὺς ὁδεύσαντας,
πλεονάκις οὐκ ἐνδεχόμενον ὄντα μόνον, ἀλλὰ
καὶ ἀναγκαῖον διὰ τὰς τῶν ὑδρευμάτων ἀπο-
χάς.
3
Ὥσπερ δὲ διστάζειν δεῖ περὶ τῶν
μεγάλων καὶ σπανίως ἢ μὴ ὁμολογουμένως ἐφο-
δευθεισῶν ἀποστάσεων, οὕτως περὶ τῶν μήτε
μεγάλων, ἀλλὰ καὶ πολλάκις καὶ ὑπὸ πολλῶν
ὁμολογουμένως διηνυσμένων πιστεύειν.
11
T
{Περὶ τῶν εἰς τὸ μῆκος τῆς οἰκουμένης ὑπὸ τοῦ Μαρίνου
μὴ δεόντως ἐπιλελογισμένων.}
1
Ἐπὶ πόσον μὲν οὖν καλῶς ἂν ἔχοι τὸ πλά-
τος τῆς οἰκουμένης ἐκτείνειν, ἀπὸ τούτων ἡμῖν
γεγονέτω δῆλον· τὸ δὲ μῆκος ὁ μὲν Μαρῖνος
ποιεῖ περιεχόμενον ὑπὸ δύο μεσημβρινῶν τῶν
ἀφοριζόντων ὡριαῖα διαστήματα ιεʹ· ἡμῖν δὲ
δοκεῖ καὶ ταύτης τῆς διαστάσεως τὸ πρὸς ἀνα-
τολὰς μέρος ἐκτετάσθαι πλέον ἢ δεῖ, συναιρέ-
σεώς τε τῆς εὐλόγου κἀνταῦθα γενομένης, τὸ
πᾶν μῆκος μηδὲ ὅλων ἂν δώδεκα συσταθῆναι
διαστημάτων ὡριαίων, ἐπὶ μὲν τοῦ δυτικωτά-
του πέρατος ὁμοίως τιθεμένων τῶν Μακάρων
νήσων, ἐπὶ δὲ τοῦ πρὸς ἀνατολὰς τῶν ἀπη-
λιωτικωτέρων μερῶν Σήρας τε καὶ Σινῶν καὶ
Καττιγάρων.
2
Τὴν μὲν γὰρ ἀπὸ τῶν Μα-
κάρων νήσων διάστασιν ἐπὶ τὴν κατὰ Ἱεράπο-
λιν τοῦ Εὐφράτου διάβασιν, ὡς ἐπὶ τοῦ διὰ
τῆς Ῥοδίας παραλλήλου τηρουμένην, ἀκολού-
θως ληπτέον τοῖς κατὰ μέρος ἐκτεθεῖσιν ὑπ'
αὐτοῦ σταδιασμοῖς διά τε τὸ συνεχὲς τῆς πεί-
ρας καὶ ἐπεὶ φαίνεται συνεπιλελογισμένος ἐπὶ
τῶν μειζόνων ἀποχῶν τὸ παρὰ τὰς ἐκτροπὰς καὶ
τὰς ἀνωμαλίας τῶν διανύσεων διορθώσεως ὀφεῖ-
λον τυχεῖν καὶ ἔτι τὸ τὴν μὲν μίαν μοῖραν, οἵων
ἐστὶν ὁ μέγιστος κύκλος τξʹ, πεντακοσίους ἐπὶ
τῆς ἐπιφανείας τῆς γῆς ἀπολαμβάνειν στα-
δίους, ὅ τι ταῖς ὁμολογουμέναις ἀναμετρήσεσι
σύμφωνόν ἐστι, τὴν δ' ὁμοίαν αὐτῇ περιφέρειαν
τοῦ διὰ τῆς Ῥοδίας παραλλήλου, τουτέστι τοῦ
ἀπέχοντος ἀπὸ τοῦ ἰσημερινοῦ μοίρας τριάκοντα
ἓξ, τετρακοσίους ἔγγιστα σταδίους· τὸ γὰρ
ὑπερβάλλον αὐτῶν κατὰ τὸ τῷ λόγῳ τῶν παραλ-
λήλων ἀκόλουθον, ὀλίγον ὂν, ὡς ἐν ὁλοσχερεῖ
καταλήψει παραλελείφθω.
3
Τὴν δὲ ἀπὸ
τῆς ἐκτεθειμένης τοῦ Εὐφράτου διαβάσεως
μέχρι τοῦ Λιθίνου Πύργου διάστασιν συναγο-
μένην κατ' αὐτὸν σχοίνων ὀκτακοσίων ἑβδομή-
κοντα ἓξ, σταδίων δὲ δισμυρίων ἑξακισχιλίων
διακοσίων ὀγδοήκοντα, καὶ τὴν ἀπὸ τοῦ Λιθί-
νου Πύργου μέχρι Σήρας τῆς τῶν Σηρῶν μη-
τροπόλεως, ὁδοῦ μὲν μηνῶν ἑπτὰ, σταδίων
δὲ τρισμυρίων ἑξακισχιλίων διακοσίων, ὡς ἐπὶ
τοῦ αὐτοῦ παραλλήλου, συναιροῦμεν ἑκατέραν
κατὰ τὴν ἐπιβάλλουσαν διόρθωσιν, ἐπειδήπερ
ἐπ' ἀμφοτέρων μὲν τῶν ὁδῶν φαίνεται μὴ
μειώσας τὸ παρὰ τὰς ἐκτροπὰς πλεονάζον, ἐπὶ
δὲ τῆς δευτέρας ἔτι καὶ ταῖς αὐταῖς ἀλογίαις
περιπεπτωκὼς, αἷς καὶ κατὰ τὴν ὁδὸν τὴν ἀπὸ
τῶν Γαραμάντων ἐπὶ τὴν Ἀγίσυμβα χώραν.
4
Κἀκεῖ γὰρ τοῦ συναγομένου σταδιασμοῦ διὰ
τῶν τεσσάρων μηνῶν καὶ τῶν δέκα τεσσάρων
ἡμερῶν ἠναγκάσθη καθελεῖν πλέον ἢ τὸ ἥμισυ
μέρος, ὅτι μὴ συνεχῆ τὴν ὁδοιπορίαν ἐνδεχό-
μενον ἦν ἐπὶ τοσοῦτον γεγονέναι χρόνον, ὅπερ
καὶ κατὰ τὴν ἑπτάμηνον εὔλογόν ἐστι συμβε-
βηκέναι, καὶ πολὺ μᾶλλον ἢ κατὰ τὴν ἀπὸ
Γαραμάντων ὁδόν.
5
Αὕτη μὲν γὰρ καὶ
ὑπὸ τοῦ βασιλέως τῆς χώρας διηνύσθη μετὰ
προνοίας ὡς εἰκὸς οὐ τῆς τυχούσης καὶ εὐδιεινὴ
οὖσα παντάπασιν· ἡ δ' ἀπὸ τοῦ Λιθίνου Πύρ-
γου μέχρι τῆς Σήρας ἐπιδέχεται χειμῶνας σφο-
δροὺς (ὑποπέπτωκε γὰρ ἐξ ὧν αὐτὸς ὑποτί-
θεται τοῖς δι' Ἑλλησπόντου καὶ Βυζαντίου
παραλλήλοις), ὥστε καὶ διὰ τοῦτο πολλὰς
ἀνοχὰς δεῖν γίνεσθαι τῆς πορείας· καὶ γὰρ δι'
ἐμπορίας ἀφορμὴν ἐγνώσθη·
6
Μάην γάρ
φησί τινα τὸν καὶ Τιτιανὸν, ἄνδρα Μακεδόνα
καὶ ἐκ πατρὸς ἔμπορον, συγγράψασθαι τὴν ἀνα-
μέτρησιν οὐδ' αὐτὸν ἐπελθόντα, διαπεμψάμενον
δέ τινας πρὸς τοὺς Σῆρας.
7
Ἔοικε δὲ καὶ
αὐτὸς ἀπιστεῖν ταῖς τῶν ἐμπορευομένων ἱστο-
ρίαις· τῷ γοῦν τοῦ Φιλήμονος λόγῳ, δι' οὗ τὸ
μῆκος τῆς Ἰουερνίας νήσου τὸ ἀπ' ἀνατολῶν
ἐπὶ δυσμὰς ἡμερῶν εἴκοσι παραδέδωκεν, οὐ
συγκατατίθεται διὰ τὸ φάναι αὐτὸν (ὑπὸ) ἐμ-
πόρων ἀκηκοέναι· τούτους γάρ φησι μὴ φρον-
τίζειν τὴν ἀλήθειαν ἐξετάζειν ἀσχολουμένους
περὶ τὴν ἐμπορίαν, πολλάκις δὲ καὶ αὔξειν
μᾶλλον τὰ διαστήματα δι' ἀλαζονείαν. Ἐν-
ταῦθα δὲ καὶ τὸ μηδὲν ἄλλο κατὰ τὴν τῆς
ἑπταμήνου διάνυσιν ὑπὸ τῶν ὁδευσάντων ἱστο-
ρίας τινὸς ἢ μνήμης ἠξιῶσθαι τερατείαν ἐμφαί-
νει περὶ τὸ τοῦ χρόνου μῆκος.
12
T
{Διόρθωσις ἀπὸ τῶν ὁδοιποριῶν τοῦ μήκους τῆς ἐγνωσμέ-
νης γῆς.}
1
Διά τε δὴ ταῦτα καὶ διὰ τὸ μὴ εἶναι τὴν
ὁδὸν ὑφ' ἕνα παράλληλον, ἀλλὰ τὸν μὲν Λί-
θινον Πύργον περὶ τὸν διὰ Βυζαντίου, τὴν δὲ
Σήραν τοῦ δι' Ἑλλησπόντου νοτιωτέραν, εὔλο-
γον μὲν ἂν δόξειε κἀνταῦθα τὸ πλῆθος τῶν ἐκ
τῆς ἑπταμήνου συναγομένων σταδίων τρισμυ-
ρίων ἑξακισχιλίων διακοσίων εἰς ἔλαττον
μειοῦν τοῦ ἡμίσεως. Ἀλλ' εἰς τὸ ἥμισυ συνῃ-
ρήσθω μόνον ὡς ἐν ὁλοσχερεῖ διαλήψει, ὥστε
λογίζεσθαι τὴν ἐκκειμένην διάστασιν σταδίων
μὲν μυρίων ὀκτακισχιλίων ἑκατὸν, μοιρῶν δὲ
τεσσαράκοντα πέντε τετάρτου.
2
Καὶ γὰρ
ἄτοπον ἂν εἴη καὶ ἄγνωμον, τοῦ λόγου καθ'
ἑκατέραν τῶν ὁδῶν τὴν τοσαύτην μείωσιν ὑπο-
βάλλοντος, ἐπὶ μὲν τῆς ἀπὸ τῶν Γαραμάντων
ἀκολουθεῖν αὐτῷ διὰ τὸ παρὰ πόδας εἶναι τὸν
ἔλεγχον, τουτέστι τὰς τῶν κατὰ τὴν Ἀγί-
συμβα χώραν ζώων διαφορὰς μὴ δυναμένας
ὑπερενεχθῆναι τῶν κατὰ φύσιν τόπων, ἐπὶ δὲ
τῆς ἀπὸ τοῦ Λιθίνου Πύργου μὴ παραλαμβά-
νειν τοῦ λόγου τὸ ἀκόλουθον, ὅτι μὴ κἀκεῖ
τοιοῦτον. ἔλεγχον ἐπακολουθεῖν συμβέβηκεν,
ἀλλὰ καθ' ὅλην τὴν διάστασιν ὅμοιον εἶναι τὸ
περιέχον, ἄν τε μείζων ἄν τε ἐλάττων ᾖ·
ὡσπερανεί τις, εἰ μὴ κατάφωρος ἔσοιτο, μὴ δι-
καιοπραγοίη κατὰ τὸν οἰκεῖον τῇ φιλοσοφίᾳ
τρόπον.
3
Καὶ τῆς προτέρας δὲ διαστά-
σεως, λέγω δὲ τῆς ἀπὸ τοῦ Εὐφράτου ἐπὶ τὸν
Λίθινον Πύργον, τὰς ὀκτακοσίας ἑβδομήκοντα
ἓξ σχοίνους καθαιρετέον διὰ τὰς τῶν ὁδῶν ἐκ-
τροπὰς εἰς μόνας τὰς ὀκτακοσίας σχοίνους,
σταδίους δὲ δισμυρίους τετρακισχιλίους.
4
Πεπιστεύσθω γὰρ αὐτῷ τὸ συνεχὲς, ὅτι καὶ
κατὰ σύμμετρα μέρη καὶ τετριμμένα ἤδη τῆς
ἀναμετρήσεως ἔτυχεν· ὅτι μέντοι πλείους ἐκτρο-
πὰς ἔχει, δῆλόν ἐστιν ἐξ ὧν καὶ ὁ Μαρῖνος
ὑποτίθεται.
5
Τὴν μὲν γὰρ ἀπὸ τῆς κατὰ
Ἱεράπολιν τοῦ Εὐφράτου διαβάσεως διὰ τῆς
Μεσοποταμίας ἐπὶ τὸν Τίγριν ὁδὸν καὶ τὴν ἐν-
τεῦθεν διὰ Γαραμαίων τῆς Ἀσσυρίας καὶ Μη-
δίας εἰς Ἐκβάτανα καὶ Κασπίας Πύλας καὶ
τῆς Παρθίας εἰς Ἑκατόμπυλον ἐνδέχεται περὶ
τὸν διὰ τῆς Ῥοδίας πίπτειν παράλληλον· οὗτος
γὰρ καὶ κατ' αὐτὸν γράφεται διὰ τῶν εἰρημέ-
νων χωρῶν·
6
τὴν δὲ εἰς Ὑρκανίαν πόλιν
ἀπὸ τὴς Ἑκατομπύλου πρὸς ἄρκτους ἀποκλίνειν
ἀναγκαῖον, τῆς Ὑρκανίας πόλεως μεταξύ πως
κειμένης τοῦ τε διὰ Σμύρνης παραλλήλου καὶ
τοῦ δι' Ἑλλησπόντου διὰ τὸ τὸν μὲν διὰ Σμύρ-
νης γράφεσθαι ὑπ' αὐτὴν τὴν Ὑρκανίαν χώραν,
τὸν δὲ δι' Ἑλλησπόντου διὰ τῶν νοτίων μερῶν
τῆς Ὑρκανίας θαλάσσης, ἃ τῆς ὁμωνύμου πό-
λεώς ἐστιν ὀλίγῳ βορειότερα.
7
Πάλιν δὲ
ἡ ἀπὸ ταύτης ὁδὸς εἰς τὴν Μαργιανὴν Ἀντιό-
χειαν διὰ τῆς Ἀρείας τὰ μὲν πρῶτα πρὸς με-
σημβρίαν ἀποκλίνει, τῆς Ἀρείας ὑπὸ τὸν αὐτὸν
ταῖς Κασπίαις Πύλαις κειμένης παράλληλον,
ἔπειτα πρὸς ἄρκτους, τῆς Ἀντιοχείας περὶ τὸν
δι' Ἑλλησπόντου παράλληλον ἱδρυμένης. Ἀφ'
ἧς ἡ μὲν ἐπὶ τὰ Βάκτρα ὁδὸς ἐκτείνεται πρὸς
ἀνατολὰς, ἡ δ' ἐντεῦθεν ἐπὶ τὴν ἀνάβασιν τῆς
τῶν Κωμηδῶν ὀρεινῆς πρὸς ἄρκτους, ἡ δὲ τῆς
ὀρεινῆς αὐτῆς μέχρι τῆς ἐκδεχομένης τὰ πεδία
φάραγγος πρὸς μεσημβρίαν· τὰ μὲν γὰρ βόρεια
καὶ δυσμικώτατα τῆς ὀρεινῆς, ἔνθα ἔστιν ἡ
ἀνάβασις, τίθησιν ὑπὸ τὸν διὰ Βυζαντίου πα-
ράλληλον, τὰ δὲ νότια καὶ πρὸς ἀνατολὰς ὑπὸ
τὸν δι' Ἑλλησπόντου· διότι φησὶν αὐτὴν ἀντι-
κρὺς προϊοῦσαν ὡς πρὸς ἀνατολὰς ἐνδιδόναι
πρὸς νότον.
8
Καὶ τὴν ἐντεῦθεν δὲ πεντη-
κοντάσχοινον ἕως τοῦ Λιθίνου Πύργου πρὸς
ἄρκτους εἰκός ἐστιν ἀποκλίνειν· ἀναβάντων γάρ,
φησι, τὴν φάραγγα διαδέχεται ὁ Λίθινος Πύρ-
γος, ἀφ' οὗ εἰς τὰς ἀνατολὰς τὰ ὄρη χωροῦντα
συνάπτει τῷ Ἰμάῳ ἀνιόντι ἀπὸ Παλιμβόθρων
πρὸς ἄρκτους.
9
Συντιθεμένων οὖν τῶν ἐπι-
βαλλουσῶν τοῖς δισμυρίοις τετρακισχιλίοις
σταδίοις μοιρῶν ξʹ ταῖς ἀπὸ τοῦ Λιθίνου Πύρ-
γου μέχρι τῆς Σήρας μοίραις μεʹ δʹʹ, εἴη ἂν τὸ
ἀπὸ τοῦ Εὐφράτου μέχρι τῆς Σήρας διάστημα
κατὰ τὸν διὰ τῆς Ῥοδίας παράλληλον μοιρῶν
ρεʹ δʹʹ.
10
Συνάγεται δὲ κατ' αὐτὸν ἐξ ὧν
ὑποτίθεται κατὰ μέρος σταδιασμῶν, ὡς ὑπὸ τὸν
αὐτὸν παράλληλον, καὶ τὸ μὲν ἀπὸ τοῦ διὰ
τῶν Μακάρων νήσων μεσημβρινοῦ ἕως τοῦ Ἱε-
ροῦ ἀκρωτηρίου τῆς Ἱσπανίας διάστημα μοιρῶν
δύο ἡμίσους, τὸ δ' ἐντεῦθεν ἐπὶ τὰς τοῦ Βαί-
The complete text is available when the reading interface loads.