The Greek Library Author

Anonymous

Fragmenta

Authority group
Ptolemy (catalogue association; authorship remains anonymous)
Edition reference
Fragmenta, ed. Heiberg, op. cit., vol. 2, 263– 270.
CTS identifier
urn:cts:greekLit:tlg0363.tlg012.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

4

Ἰστέον δέ, ὅτι καὶ Πτολεμαῖος ἐν τῷ περὶ τῶν στοι-

χείων βιβλίῳ καὶ ἐν τοῖς Ὀπτικοῖς καὶ Πλωτῖνος ὁ

μέγας καὶ Ξέναρχος δὲ ἐν ταῖς Πρὸς τὴν πέμπτην

οὐσίαν ἀπορίαις τὴν μὲν ἐπ' εὐθείας κίνησιν τῶν

στοιχείων γινομένων ἔτι καὶ ἐν τῷ παρὰ φύσιν ὄν-

των τόπῳ ἀλλὰ μήπω τὸν κατὰ φύσιν ἀπειληφότων

εἶναί φασι ... (20) δῆλον, ὅτι οὐ κατὰ φύσιν ἔχον-

τα τελέως κινεῖται, ἀλλ', ὥς φασιν οἱ εἰρημένοι πρό-

τερον ἄνδρες, Πτολεμαῖος, Ξέναρχος, Πλωτῖνος, κατὰ

φύσιν ἔχοντα καὶ ἐν τοῖς οἰκείοις τόποις ὄντα τὰ

στοιχεῖα ἢ μένει ἢ κύκλῳ κινεῖται.

Cfr. Proclus in Timaeum 274 c: κρατοῦντος καὶ

ἐκείνου τοῦ λόγου πάντως, ὃν Πτολεμαῖος καὶ Πλω-

τῖνος ἐξέφηναν, πᾶν σῶμα ἐν τῷ οἰκείῳ τόπῳ ὂν

ἢ μένειν ἢ κυκλοφορεῖσθαι, τὸ δὲ ἀνωφερὲς ἢ κατω-

φερὲς τῶν μὴ ἐν οἰκείοις ὄντων εἶναι τόποις τὸν

οἰκεῖον καταλαβεῖν ἐφιεμένων.

5

Simplicius in Aristotelem de caelo p. 37, 33 ed.

Heiberg:

Κἂν Πτολεμαῖος οὖν κἂν Πλωτῖνος κἂν Πρόκλος

κἂν Ἀριστοτέλης αὐτὸς κινεῖσθαι τὸ ὑπέκκαυμα λέγῃ.

t6

{ΠΕΡΙ ΔΙΑΣΤΑΣΕΩΣ.}

6

Simplicius in Aristotelem de caelo p. 9, 21:

Ὁ δὲ θαυμαστὸς Πτολεμαῖος ἐν τῷ Περὶ διαστάσεως

μονοβίβλῳ καλῶς ἀπέδειξεν, ὅτι οὐκ εἰσὶ πλείονες

τῶν τριῶν διαστάσεις, ἐκ τοῦ δεῖν μὲν τὰς διαστάσεις

ὡρισμένας εἶναι, τὰς δὲ ὡρισμένας διαστάσεις κατ'

εὐθείας λαμβάνεσθαι καθέτους, τρεῖς δὲ μόνας πρὸς

ὀρθὰς ἀλλήλαις εὐθείας δυνατὸν εἶναι λαβεῖν, δύο

μέν, καθ' ἃς τὸ ἐπίπεδον ὁρίζεται, τρίτην δὲ τὴν

τὸ βάθος μετροῦσαν· ὥστε, εἴ τις εἴη μετὰ τὴν

τριχῆ διάστασιν ἄλλη, ἄμετρος ἂν εἴη παντελῶς καὶ

ἀόριστος. τὸ οὖν μὴ εἶναι εἰς ἄλλο μέγεθος μετά-

στασιν ὁ μὲν Ἀριστοτέλης ἐκ τῆς ἐπαγωγῆς ἔδοξε

λαμβάνειν, ὁ δὲ Πτολεμαῖος ἀπέδειξεν.

Cfr. Eustratius in Ethic. Nicomach. p. 322, 4 ed.

Heylbut:

ὡς ὁ Πτολεμαῖος τὸν ὅρον τοῦ τελείου σώματος

ἀπέδειξεν ἔχοντα καλῶς σημεῖον ὑποθέμενος καὶ εἰς

τρία δείξας γινομένην τὴν ῥύσιν αὐτοῦ, τὴν μὲν

κατὰ μῆκος, τὴν δὲ κατὰ πλάτος, τὴν δὲ κατὰ βάθος,

καὶ ἐπεὶ μὴ ἐνδέχεται ἐκ τοῦ αὐτοῦ σημείου πλείους

τῶν τριῶν ἐπινοῆσαι ῥύσεις γινομένας, δῆλον, ὡς

οὐδὲ πλείους τῶν τριῶν ἐνδέχεται διαστάσεις γενέσθαι.

καὶ οὕτω δείκνυται τέλειος ὢν 〈ὁ〉 ὅρος τοῦ σώματος

ὁ λέγων εἶναι σῶμα τὸ τριχῆ διαστατόν.

t7-8

{DE RECTIS PARALLELIS.}

7

Proclus in Euclidem p. 362, 14 ed. Friedlein:

Πτολεμαῖος δέ, ἐν οἷς ἀποδεῖξαι προέθετο τὰς ἀπ'

ἐλαττόνων ἢ δύο ὀρθῶν ἐκβαλλομένας συμπίπτειν,

ἐφ' ἃ μέρη εἰσὶν αἱ τῶν δύο ὀρθῶν ἐλάσσονες,

τοῦτο πρὸ πάντων δεικνὺς τὸ θεώρημα τὸ δυεῖν

ὀρθαῖς ἴσων ὑπαρχουσῶν τῶν ἐντὸς παραλλήλους

εἶναι τὰς εὐθείας οὕτω πως δείκνυσιν·

ἔστωσαν δύο εὐθεῖαι αἱ ΑΒ, ΓΔ, καὶ τεμνέτω τις

αὐτὰς εὐθεῖα ἡ ΕΖΗΘ, ὥστε τὰς ὑπὸ ΒΖΗ καὶ

ὑπὸ ΖΗΔ γωνίας δύο ὀρθαῖς

ἴσας ποιεῖν. λέγω, ὅτι παράλ-

ληλοί εἰσιν αἱ εὐθεῖαι, τουτέ-

στιν ἀσύμπτωτοί εἰσιν. εἰ γὰρ

δυνατόν, συμπιπτέτωσαν ἐκ-

βαλλόμεναι αἱ ΒΖ, ΗΔ κατὰ τὸ Κ. ἐπεὶ οὖν εὐθεῖα

ἡ ΗΖ ἐφέστηκεν ἐπὶ τὴν ΑΒ, δύο ὀρθαῖς ἴσας ποιεῖ

τὰς ὑπὸ ΑΖΗ, ΒΖΗ γωνίας. ὁμοίως δέ, ἐπεὶ ἡ ΗΖ

ἐφέστηκεν ἐπὶ τὴν ΓΔ, δύο ὀρθαῖς ἴσας ποιεῖ τὰς

ὑπὸ ΓΗΖ, ΔΗΖ γωνίας. αἱ τέσσαρες ἄρα αἱ

ὑπὸ ΑΖΗ, ΒΖΗ, ΓΗΖ, ΔΗΖ τέτρασιν ὀρθαῖς

ἴσαι εἰσίν· ὧν αἱ δύο αἱ ὑπὸ ΒΖΗ, ΖΗΔ δύο

ὀρθαῖς ὑπόκεινται ἴσαι· λοιπαὶ ἄρα αἱ ὑπὸ ΑΖΗ,

ΓΗΖ καὶ αὐταὶ δύο ὀρθαῖς ἴσαι. εἰ οὖν αἱ ΖΒ,

ΗΔ δύο ὀρθῶν οὐσῶν τῶν ἐντὸς ἐκβαλλόμεναι

συνέπεσον κατὰ τὸ Κ, καὶ αἱ ΖΑ, ΗΓ ἐκβαλλόμεναι

συμπεσοῦνται· δύο γὰρ ὀρθαῖς καὶ αἱ ὑπὸ ΑΖΗ,

ΓΗΖ ἴσαι εἰσίν. ἢ γὰρ κατ' ἀμφότερα συμπεσοῦνται

αἱ εὐθεῖαι ἢ κατ' οὐδέτερα, εἴπερ καὶ αὗται κἀκεῖναι

δύο ὀρθαῖς εἰσιν ἴσαι. συμπιπτέτωσαν οὖν αἱ ΖΑ,

ΗΓ κατὰ τὸ Λ. αἱ ἄρα ΛΑΖΚ, ΛΓΗΚ εὐθεῖαι

χωρίον περιέχουσιν· ὅπερ ἀδύνατον. οὐκ ἄρα δυνα-

τόν ἐστιν δύο ὀρθαῖς ἴσων οὐσῶν τῶν ἐντὸς συμπίπτειν

τὰς εὐθείας· παράλληλοι ἄρα εἰσίν.

8

Proclus in Euclidem p. 365, 7 ed Friedlein:

Δοκεῖ δὲ καὶ ὁ Πτολεμαῖος αὐτὸ [Elem. I αἰτ. 5]

δεικνύναι ἐν τῷ περὶ τοῦ τὰς ἀπ' ἐλαττόνων ἢ δύο

ὀρθῶν ἐκβαλλομένας συμπίπτειν καὶ δείκνυσι πολλὰ

προλαβὼν τῶν μέχρι τοῦδε τοῦ θεωρήματος [Elem.

I, 29] ὑπὸ τοῦ στοιχειωτοῦ προαποδεδειγμένων ...

(14) ἓν δὲ καὶ τοῦτο τῶν προδεδειγμένων τὸ τὰς ἀπὸ

δυεῖν ὀρθαῖς ἴσων ἐκβαλλομένας μηδαμῶς συμπίπ-

τειν. λέγω τοίνυν, ὅτι καὶ τὸ ἀνάπαλιν ἀληθὲς

[καὶ] τὸ παραλλήλων οὐσῶν τῶν εὐθειῶν καὶ τεμνο-

μένων ὑπὸ μιᾶς εὐθείας τὰς ἐντὸς καὶ ἐπὶ τὰ αὐτὰ

μέρη γωνίας δύο ὀρθαῖς ἴσας εἶναι. ἀνάγκη γὰρ

τὴν τέμνουσαν τὰς παραλλήλους ἢ δύο ὀρθαῖς ἴσας

ποιεῖν τὰς ἐντὸς καὶ ἐπὶ τὰ αὐτὰ μέρη γωνίας ἢ

δύο ὀρθῶν 〈μείζους ἢ δύο ὀρθῶν〉 ἐλάσσους. ἔστωσαν

οὖν παράλληλοι αἱ ΑΒ, ΓΔ, καὶ ἐμπιπτέτω εἰς αὐτὰς

ἡ ΗΖ. λέγω, ὅτι οὐ ποιεῖ δύο ὀρθῶν μείζους τὰς

ἐντὸς καὶ ἐπὶ τὰ αὐτά. εἰ γὰρ αἱ ὑπὸ ΑΖΗ, ΓΗΖ

δύο ὀρθῶν μείζους, αἱ λοιπαὶ

αἱ ὑπὸ ΒΖΗ, ΔΗΖ δύο

ὀρθῶν ἐλάσσους. ἀλλὰ καὶ

δύο ὀρθῶν μείζους αἱ αὐταί·

οὐδὲν γὰρ μᾶλλον αἱ ΑΖ, ΓΗ παράλληλοι ἢ αἱ

ΖΒ, ΗΔ, ὥστε, εἰ ἡ ἐμπεσοῦσα εἰς τὰς ΑΖ, ΓΗ

δύο ὀρθῶν μείζους ποιεῖ τὰς ἐντός, καὶ ἡ εἰς

τὰς ΖΒ, ΗΔ ἐμπίπτουσα δύο ὀρθῶν ποιήσει μείζους

τὰς ἐντός. ἀλλ' αἱ αὐταὶ καὶ δύο ὀρθῶν ἐλάσσους·

αἱ γὰρ τέσσαρες αἱ ὑπὸ ΑΖΗ, ΓΗΖ, ΒΖΗ, ΔΗΖ

τέτρασιν ὀρθαῖς ἴσαι· ὅπερ ἀδύνατον. ὁμοίως δὴ

δείξομεν, ὅτι 〈ἡ〉 εἰς τὰς παραλλήλους ἐμπίπτουσα

οὐ ποιεῖ δύο ὀρθῶν ἐλάσσους τὰς ἐντὸς καὶ ἐπὶ τὰ

αὐτὰ μέρη γωνίας. εἰ δὲ μήτε μείζους μήτε ἐλάσ-

σους ποιεῖ τῶν δύο ὀρθῶν, λείπεται τὴν ἐμπίπτουσαν

δύο ὀρθαῖς ἴσας ποιεῖν τὰς ἐντὸς καὶ ἐπὶ τὰ αὐτὰ

μέρη γωνίας.

τούτου δὴ οὖν προδεδειγμένου τὸ προκείμενον

ἀναμφισβητήτως ἀποδείκνυται. λέγω γάρ, ὅτι, ἐὰν

εἰς δύο εὐθείας εὐθεῖα ἐμπίπτουσα τὰς ἐντὸς καὶ

ἐπὶ τὰ αὐτὰ μέρη γωνίας δύο ὀρθῶν ἐλάσσονας

ποιῇ, συμπεσοῦνται αἱ εὐθεῖαι ἐκβαλλόμεναι, ἐφ' ἃ

μέρη εἰσὶν αἱ τῶν δύο ὀρθῶν ἐλάσσονες. μὴ γὰρ

συμπιπτέτωσαν. ἀλλ', εἰ ἀσύμπτωτοί εἰσιν, ἐφ' ἃ

μέρη αἱ τῶν δύο ὀρθῶν ἐλάσσονες, πολλῷ μᾶλλον

ἔσονται ἀσύμπτωτοι ἐπὶ θάτερα, ἐφ' ἃ τῶν δύο εἰσὶν

ὀρθῶν αἱ μείζονες· ὥστε ἐφ' ἑκάτερα ἂν εἶεν

ἀσύμπτωτοι αἱ εὐθεῖαι. εἰ δὲ τοῦτο, παράλληλοί

εἰσιν. ἀλλὰ δέδεικται, ὅτι ἡ εἰς τὰς παραλλήλους

ἐμπίπτουσα τὰς ἐντὸς καὶ ἐπὶ τὰ αὐτὰ μέρη δύο

ὀρθαῖς ἴσας ποιήσει γωνίας· αἱ αὐταὶ ἄρα καὶ δύο

ὀρθαῖς ἴσαι καὶ δύο ὀρθῶν ἐλάσσονες· ὅπερ ἀδύνατον.

ταῦτα προδεδειχὼς ὁ Πτολεμαῖος καὶ καταντήσας

εἰς τὸ προκείμενον ἀκριβέστερόν τι προσθεῖναι βού-

λεται καὶ δεῖξαι, ὅτι, ἐὰν εἰς δύο εὐθείας εὐθεῖα

ἐμπίπτουσα τὰς ἐντὸς καὶ ἐπὶ τὰ αὐτὰ μέρη δύο

ὀρθῶν ποιῇ ἐλάσσονας, οὐ μόνον οὐκ εἰσὶν ἀσύμ-

πτωτοι αἱ εὐθεῖαι, ὡς δέδεικται, ἀλλὰ καὶ ἡ σύμπτω-

σις αὐτῶν κατ' ἐκεῖνα γίνεται τὰ μέρη, ἐφ' ἃ αἱ

τῶν δύο ὀρθῶν ἐλάσσονες, οὐκ ἐφ' ἃ αἱ μείζονες.

ἔστωσαν γὰρ δύο εὐθεῖαι αἱ

ΑΒ, ΓΔ, καὶ ἐμπίπτουσα εἰς

αὐτὰς ἡ ΕΖΗΘ ποιείτω τὰς

ὑπὸ ΑΖΗ καὶ ὑπὸ ΓΗΖ δύο

ὀρθῶν ἐλάσσονας· αἱ λοιπαὶ

ἄρα μείζους δύο ὀρθῶν. ὅτι

μὲν οὖν οὐκ ἀσύμπτωτοι αἱ εὐθεῖαι, δέδεικται· εἰ δὲ

συμπίπτουσιν, ἢ ἐπὶ τὰ Α, Γ συμπεσοῦνται ἢ ἐπὶ τὰ Β, Δ.

συμπιπτέτωσιν ἐπὶ τὰ Β, Δ κατὰ τὸ Κ. ἐπεὶ οὖν αἱ

μὲν ὑπὸ ΑΖΗ καὶ ΓΗΖ δύο ὀρθῶν εἰσιν ἐλάσσους,

αἱ δὲ ὑπὸ ΑΖΗ, ΒΖΗ δύο ὀρθαῖς ἴσαι, κοινῆς ἀφαι-

ρεθείσης τῆς ὑπὸ ΑΖΗ ἡ ὑπὸ ΓΗΖ ἐλάσσων ἔσται

τῆς ὑπὸ ΒΖΗ. τριγώνου ἄρα τοῦ ΚΖΗ ἡ ἐκτὸς

τῆς ἐντὸς καὶ ἀπεναντίον ἐλάσσων· ὅπερ ἀδύνατον.

οὐκ ἄρα κατὰ ταῦτα συμπίπτουσιν. ἀλλὰ μὴν συμ-

πίπτουσι· κατὰ θάτερα ἄρα ἡ σύμπτωσις αὐτῶν

ἔσται, καθ' ἃ αἱ τῶν δύο ὀρθῶν εἰσιν ἐλάσσονες.

ταῦτα μὲν οὖν ὁ Πτολεμαῖος.

Cfr. Proclus in Euclidem p. 191, 21 ed. Friedlein:

τοῦτο [Elem. I αἴτ. 5] καὶ παντελῶς διαγράφειν

χρὴ τῶν αἰτημάτων· θεώρημα γάρ ἐστι πολλὰς μὲν

ἀπορίας ἐπιδεχόμενον, ἃς καὶ ὁ Πτολεμαῖος ἔν τινι

βιβλίῳ διαλῦσαι προὔθετο.

{Κλαυδίου ΠτολεμαίουΓεωγραφικῆς ὙφηγήσεωςΒιβλίον δʹ.}{Τάδε ἔνεστιν ἐν τῷ τετάρτῳ βιβλίῳ.} Ἔκθεσις τῆς ὅλης Λιβύης κατὰ τὰς ὑποκειμέναςἐπαρχίας ἢ σατραπείας. [Πίναξ πρῶτος]Μαυριτανία Τιγγιτανή,Μαυριτανία Καισαρηνσία. [Πίναξ δεύτερος] Νουμιδία,Ἀφρική, [Πίναξ τρίτος]Κυρηναϊκή,Μαρμαρική, Ἡ ἰδίως Λιβύη, Αἴγυπτος [ὅλη ἡ κάτω καὶ ἄνω], [Πίναξ τέταρτος]Ἡ ὑπὸ τὰς εἰρημένας ἐπαρχίας ἐντὸς Λιβύη, Ἡ ὑπὸ τὴν Αἴγυπτον Αἰθιοπία, Ἡ ὑπὸ ταύτας ἐντὸς Αἰθιοπία. [Ἐπαρχίαι ........... ια, πίνακες .................. δ̅.] [Περιορισμὸς, ἀκρωτήρια, νῆσοι, ποταμῶνπαραθέσεις, παραλίου ἐπιγραφαὶ, πελαγῶν ὀνόματα,ὄρη, ποταμοὶ ἢ λίμναι. Ἐπαρχιῶν ὀνόματα, χῶραι,ἔθνη, ἐπιγραφαὶ, ἐπιγράμματα, ἐπίσημοι πόλεις, δεύ-τεραι πόλεις, τρίται πόλεις.]{[Λιβύης]}{Μαυριτανίας Τιγγιτανῆς θέσις.}{[Ἀφρικῆς πίναξ αʹ.]} Τῆς Μαυριτανίας τῆς Τιγγιτανῆς ἡ μὲνἀπὸ δυσμῶν πλευρὰ περιορίζεται μέρει τῆς ἐκτὸς θα-λάσσης, ἣν καλοῦμεν δυτικὸν Ὠκεανὸν, τῷ ἀπὸ τοῦἩρακλείου πορθμοῦ μέχρις ὄρους τοῦ μείζονος Ἄτ-λαντος κατὰ περιγραφὴν τοιαύτην· Κώτ[τ]ης ἄκρον ...... Ϛ λ̅ε 𐅵ʹγʹιβʹ Ζιλεία (ἢ Λιξεία) ποταμοῦ ἐκβολαίϚ̅ λ̅ε γοʹ Λὶξ ποταμοῦ ἐκβολαί ...... Ϛ̅ γʹ λ̅ε δʹ Σούβουρ ποταμοῦ ἐκβολαί ..... Ϛ̅ γʹ λ̅δ γοʹ Ἐμπορικὸς κόλπος .......... Ϛ̅ Ϛʹ λ̅δ γʹ Σάλα ποταμοῦ ἐκβολαί ....... Ϛ̅ Ϛʹ λ̅δ Ϛʹ Σάλα πόλις ............... Ϛ̅ γʹ λ̅γ 𐅵ʹγ Δούου (ἢ Δύου) ποταμοῦ ἐκβολαί. Ϛ̅ Ϛʹ λ̅γ γʹ Ἄτλας ἐλάττων, ὄρος ........ Ϛ̅ λ̅γ Ϛʹ Κούσα ποταμοῦ ἐκβολαί ...... Ϛ̅ γοʹ λ̅β 𐅵ʹδʹ Ῥουσιβὶς λιμήν ............ Ϛ̅ γοʹ λ̅β 𐅵ʹ Ἀσάμα ποταμοῦ ἐκβολαί ζ̅ λ̅β Διοὺρ ποταμοῦ ἐκβολαί ...... ζ̅ γʹ λ̅α γοʹ Ἡλίου ὄρος ............... ζ̅ 𐅵ʹδʹ λ̅α δʹ Μυσοκάρας λιμήν .......... ζ̅ γʹ λ̅ 𐅵ʹγ Φθούθ (ἢ Θούθ) ποταμοῦ ἐκ-βολαί ..................... ζ̅ 𐅵ʹ λ̅ 𐅵ʹ Ἡρακλέους ἄκρον .......... ζ̅ 𐅵ʹ λ̅· Ταμούσιγα ......... η̅ κ̅θ 𐅵ʹγʹιβʹ Οὐσ(σ)άδιον ἄκρον ......... ζ̅ 𐅵ʹ κ̅θ δʹ Σούριγα ..... ................ η̅ κ̅θ Οὔνα ποταμοῦ ἐκβολαί ....... η̅ κ̅η 𐅵ʹγʹ Ἄγνα ποταμοῦ ἐκβολαί ....... η̅ 𐅵ʹ κ̅ζ 𐅵ʹγ Σάλα ποταμοῦ ἐκβολαί ....... η̅ γʹ κ̅ζ γʹ Ἄτλας μείζων, ὄρος .... ..... η̅ κ̅Ϛ 𐅵ʹ. Ἡ δὲ ἀπὸ <ἄρκτων> πλευρὰ ὁρίζεται τῷτε πορθμῷ, ἐν ᾧ ἐστι μετὰ τὸ εἰρημένον ἄκρον, Τίγγις [ἡ καὶ] Καισάρεια ..... Ϛ̅ 𐅵ʹ λ̅ε 𐅵ʹγʹιβʹ Οὐάλωνος ποταμοῦ ἐκβολαί .... ζ̅ λ̅ε 𐅵ʹγʹ Ἐξίλισσα πόλις ............ ζ̅ 𐅵ʹ λ̅ε 𐅵ʹγʹ ιβʹ Ἑπτάδελφοι ὄρος ........... ζ̅ γοʹ λ̅ε 𐅵ʹγ Καὶ τῷ Ἰβηρικῷ πελάγει κατὰ περιγρα-φὴν τοιαύτην· Ἀβύλη στήλη .............. ζ̅ 𐅵ʹγ λ̅ε γοʹ Φοίβου ἄκρα .............. η̅ λ̅ε 𐅵ʹ Ἰαγάθ (ἢ Λαγάθου ἄκρον) ... η̅ γʹ λ̅ε ιβʹ Θαλοῦ(δα) ποταμοῦ ἐκβολαί ... η̅ 𐅵ʹ λ̅ε Ὀλέαστρον ἄκρον ........... η̅ 𐅵ʹγ λ̅ε Ϛʹ Ἀκράθ .................. θ̅ λ̅δ 𐅵ʹγʹιβ· Ταινιόλογγα (ΤαινίαΛόγγα) .................. θ̅ 𐅵ʹ λ̅δ 𐅵ʹ Σηστιαρία ἄκρα .......... ι̅ λ̅ε Ῥυσσάδειρον .............. ι̅ λ̅δ 𐅵ʹδ Μεταγωνίτης, ἄκρον ......... ι̅ 𐅵ʹ λ̅δ 𐅵ʹγιβ Μολαχὰθ (ἢ Μολοχὰθ) ποταμοῦ ἐκβολαί ............... ι̅ 𐅵ʹδ λ̅δ 𐅵ʹδ Μαλούα ποταμοῦ ἐκβολαί .... ι̅α Ϛʹ λ̅δ 𐅵ʹγ. Ἡ δὲ ἀνατολικὴ πλευρὰ διορίζεται Μαυρι-τανίᾳ τῇ Καισαρηνσίᾳ κατὰ μεσημβρινὸν τὸν ἀπὸτῶν τοῦ Μαλούα ποταμοῦ ἐκβολῶν μέχρι τοῦ πέρατος,οὗ ἡ θέσις ἐπέχει μοίρας ........ ι̅α γοʹ κ̅Ϛ ἡ δὲ <μεσημβρινὴ> τοῖς παρακειμένοις τοῖςἐντὸς Λιβύης ἔθνεσι κατὰ τὴν ἐπιζευγνύουσαν τὰεἰρημένα πέρατα γραμμήν. Κατέχουσι δὲ τὰς ἐπαρχίας τὰ μὲν πρὸςτῷ πορθμῷ <Μεταγωνῖται>, τὰ δὲ πρὸς τῷ Ἰβηρικῷ πελάγει Σοκόσσιοι [ἢ Κο-κόσσιοι], καὶ ὑπ' αὐτοὺς <Οὐερουεῖς>, καὶ ὑπὸ μὲν τὴν Μεταγωνῖτιν χώραν <Μάσικες>, εἶτα <Οὐέρβικαι>, ἢ Οὐέρβεικες, ὑφ' οὓς <Σαλίνσαι>, καὶ Καῦνοι [ἢ Καύσινοι], εἶτα <Βακουᾶται>, ὑφ' οὓς <Μακανῖται> ὑπὸ δὲ τούτους <Οὐερουεῖς>, Οὔολοι Βιλιανοὶ (ἢ Οὐολουβιλιανοί) εἶτα Ἰαγγαυκανοὶ (ἢ Ἀγκαυκανοί), ὑφ' οὓς <Νεκτίβηρες>, εἶτα τὸ Πυῤῥὸν πεδίον, οὗ θέσις .. θ̅ 𐅵ʹ λ̅ ὑφ' οὓς <Ζεγρήνσιοι>, εἶτα <Βανιοῦβαι>, καὶ <Οὐακουᾶται> (Βακουᾶται). Τὴν δὲ ἀνατολικὴν πλευρὰν κατέχουσιπᾶσαν <Μαυρήνσιοι> καὶ μέρος <Ἑρπεδιτανῶν>. Ὄρη δέ ἐστιν ὀνομαστὰ ἐν τῇ χώρᾳ, τότε καλούμενον Διούρ, οὗ τὸ μέσονἐπέχει μοίρας ............... η̅ 𐅵ʹ λ̅δ καὶ ἡ <Φόκρα>, ὄρος ἐκτεινόμενον ἀπὸ τοῦ ἐλάττο-νος Ἄτλαντος ἐπὶ τὸ Οὐσσάδιον (ἢ [Ῥ]υσ[σ]άδι[ρ]ον)ἄκρον, ὅ ἐστι παράλιον, καὶ τοῦ Δούρδα (ἢ Δούρ-δου) τὰ δυτικώτερα, ὧν θέσις ι̅ κ̅θ 𐅵ʹ καὶ ι̅ε κ̅θ 𐅵ʹ. Πόλεις δέ εἰσι τῆς Τιγγιτανῆς μεσόγειοιαἵδε [ἐπίσημοι]· Ζιλία (ἢ Ζιλεῖαι) ............ Ϛ̅ 𐅵ʹ λ̅ε 𐅵ʹ Λίξ(α) .................. Ϛ̅ 𐅵ʹδʹ λ̅δ 𐅵ʹγιβ Ὄπ[π]ινον ............... ζ̅ 𐅵ʹ λ̅ε 𐅵ʹ Σούβουρ ................ Ϛ̅ 𐅵ʹγʹ λ̅δ γοʹ Βάνασσα ................ ζ̅ 𐅵ʹ λ̅δ γʹ Ταμουσίδα ............... ζ̅ λ̅δ δʹ Σίλδα .................. ζ̅ 𐅵ʹγʹ λ̅γ 𐅵ʹγʹιβʹ Γοντίανα ................ ζ̅ γοʹ λ̅γ̅ 𐅵ʹ· Βάβα ............ η̅ Ϛʹ λ̅δ γʹ Πτισκίανα (ἢ Πισκίανα) ..... θ̅ λ̅δ γʹ Οὐόβριξ ................. θ̅ γʹ λ̅δ δʹ Οὐολουβιλίς .............. η̅ δʹ λ̅γ γοʹ Ἑρπὶς [ἢ Ἐρπίς] ........... ι̅ γʹ λ̅γ 𐅵ʹδʹ Τοκολόσιδα .............. η̅ Ϛʹ λ̅γ 𐅵ʹ Τρισιδίς ................. θ̅ λ̅γ Ϛʹ Μολοχάθ ................ ι̅ Ϛʹ λ̅γ ιβʹ Βέντα [ἢ Κέντα] ........... θ̅ 𐅵ʹ λ̅β 𐅵ʹγʹ Γαλαφά .......... ι̅α λ̅β γοʹ Οἰκάθ [ἢ Θικάθ] .......... η̅ 𐅵ʹ λ̅β 𐅵ʹ Δοράθ .................. θ̅ λ̅α δʹ Βοκ(κ)ανὸν ἥμερον ......... θ̅ γʹ κ̅θ 𐅵ʹ Οὔαλα .................. η̅ 𐅵ʹ κ̅η δʹ. Νῆσοι δὲ παράκεινται ἀπὸ δυσμῶν τῆςἐπαρχίας, ἐν τῇ ἐκτὸς θαλάσσῃ, Παί(ν)α ................. ε̅ λ̅β Ἐρύθεια ................ Ϛ̅ κ̅θ.{Μαυριτανίας Καισαρηνσίας θέσις.}{[Ἀφρικῆς πίναξ αʹ.]} Ἡ Μαυριτανία ἡ Καισαρηνσία περιορίζε-ται, ἀπὸ μὲν <δύσεως> τῇ εἰρημένῃ πλευρᾷ τῆς Τἰγγι-τανῆς Μαυριτανίας, ἀπὸ δὲ <ἄρκτων> τῷ Σαρδώῳ πε-λάγει κατὰ τὴν ἀπὸ Μαλούα ποταμοῦ ἐκβολῶνμέχρις Ἀμψάγα ποταμοῦ ἐκβολῶν παράλιον, ἧς ἡ πε-ριγραφὴ ἔχει οὕτως· μετὰ τὰς τοῦ Μαλούα πο-ταμοῦ ἐκβολὰς Μέγα ἀκρωτήριον ... ι̅α 𐅵ʹ λ̅ε Γυψάρα (ἢ Γυψαρία λιμήν) .... ι̅α 𐅵ʹγʹ λ̅δ 𐅵ʹδʹ