The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. D. L. Page, Poetae melici Graeci, Oxford: Clarendon Press, 1962 (repr. 1967 (1st edn. corr.)): 387–388, 390.
CTS identifier
urn:cts:greekLit:tlg0372.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

κάλλιστον μὲν ἐγὼ λείπω φάος ἠελίοιο,

δεύτερον ἄστρα φαεινὰ σεληναίης τε πρόσωπον

ἠδὲ καὶ ὡραίους σικύους καὶ μῆλα καὶ ὄγχνας·

2

ἀλλὰ τεὸν οὔποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον.

3

Ἀδμήτου λόγον ὦ ἑταῖρε μαθὼν τοὺς ἀγαθοὺς φίλει,

τῶν δειλῶν δ' ἀπέχου γνοὺς ὅτι δειλῶν ὀλίγα χάρις.

4

ὑπὸ παντὶ λίθωι σκορπίον ὦ ἑταῖρε φυλάσσεο.

8

ὦ διὰ τῶν θυρίδων καλὸν ἐμβλέποισα

παρθένε τὰν κεφαλὰν τὰ δ' ἔνερθε νύμφα