Fragmenta
- Edition reference
- Fragmenta, ed. D. L. Page, Poetae melici Graeci, Oxford: Clarendon Press, 1962 (repr. 1967 (1st edn. corr.)): 392–395.
- CTS identifier
urn:cts:greekLit:tlg0373.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
οὐ γὰρ †ἀνθρώπων φόρευν μορφὰν ἐνεῖδος†
οὐδὲ †τὰν αὐτὰν† γυναικείαν ἔχον,
ἀλλ' ἐν ἁρμάτεσσι διφρού- χοις ἐγυμνάζοντ' ἀν' εὐ- ήλι' ἄλσεα πολλάκις
θήραις φρένα τερπόμεναι,
〈αἱ δ'〉 ἱερόδακρυν λίβανον εὐώ- δεις τε φοίνικας κασίαν τε ματεῦσαι
τέρενα Σύρια σπέρματα
2
ἁ μὲν Ἀθάνα
τὤργαν' ἔρριψέν θ' ἱερᾶς ἀπὸ χειρὸς
εἶπέ τ'· ἔρρετ' αἴσχεα, σώματι λύμα·
†ἐμὲ δ' ἐγὼ† κακότατι δίδωμι.
3
καλεῖται δ'† ἐν κόλποισι γαίας
†ἀχεοῖσι† προχέων Ἀχέρων.
4
πάντες δ' ἀπεστύγεον ὕδωρ
τὸ πρὶν ἐόντες ἀίδριες οἴνου·
τάχα δὴ τάχα τοὶ μὲν οὖν ἀπωλλύοντο,
τοὶ δὲ παράπληκτον χέον ὀμφάν.
5
ἐπώνυμον δέσποτ' οἶνον Οἰνέως
6
κλῦθί μοι ὦ πάτερ, θαῦμα βροτῶν,
τᾶς ἀειζώου ψυχᾶς μεδέων.
7
γλυκὺ γὰρ θέρος ἀνδρὸς ὑποσπείρων πραπίδων πόθωι