Fragmenta
- Edition reference
- Fragmenta, ed. D. L. Page, Poetae melici Graeci, Oxford: Clarendon Press, 1962 (repr. 1967 (1st edn. corr.)): 400–413, 415–418.
- CTS identifier
urn:cts:greekLit:tlg0376.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
2b
θυιάδα φοιβάδα μαινάδα λυσσάδα
t4
{Κύκλωψ}
4
ἔγχευε δ' ἓν μὲν δέπας κίσσινον μελαίνας
σταγόνος ἀμβρότας ἀφρῶι βρυάζον,
εἴκοσιν δὲ μέτρ' ἐνέχευ', ἀνέμισγε
δ' αἷμα Βακχίου νεορρύτοισιν
δακρύοισι Νυμφᾶν.
5
οὔτοι τόν γ' ὑπεραμπέχοντ' οὐρανὸν εἰσαναβήσει.
t10
{Νιόβη}
10
ἀλλ' ἐπεὶ
ὁ Τιμοθέου Χάρων σχολάζειν οὐκ ἐᾶι,
οὑκ τῆς Νιόβης, χωρεῖν δὲ πορθμίδ' ἀναβοᾶι,
καλεῖ δὲ μοῖρα νύχιος, ἧς κλύειν χρεών, ...
11
ἔρχομαι· τί μ' αὔεις;
t12
{Πέρσαι}
12
κλεινὸν ἐλευθερίας τεύχων μέγαν Ἑλλάδι κόσμον,
13
σέβεσθ' αἰδῶ συνεργὸν ἀρετᾶς δοριμάχου.
14
Ἄρης τύραννος· χρυσὸν Ἑλλὰς οὐ δέδοικε.
15, col. 1
fr. 4.3 νυμφα![, ]ναιανπ[, 4 επ[ε]υκυκλ[, ]!ουροθωι[, 5 επ[ε]υθυφ[,
]!σκοπειν[, 6 συ[ν]δρομ[, 12 ]παλιμμ[, 13 ]μουσα[
fr. 3.3 ]στοιχο[, 11 ]πορο[, fr. 7.3 ]πιφοβα[, 4 ]εοξυ[
fr. 8.5 ]!ρουκοιλ[, 6 ]λινοιοδ!![, 8 ]γυια, fr. 9.6 ]!ιαδιοπλ[, 9
]ασειχον[
15, col. 2
[!!]![!!]![!!!!!!]αντ[ ]νων[ ]!!
συν[εμ]βολο[ι]σι γειτ[!!!]σ[!!]υ[!!!!!!!!!]αντιαι[!!!!!!!]π?ρι?[!!]νε
χαρα[ξ]ανπο!ιδεγε[!!!]λογχο[!!!!!!!]αμφεθ[ε]ντοοδοντων
στο![!]!αιδ[!]κυρτοι[σι]κρασιν[!!!!!!!
[ ]μέναι [χε]ῖ-
ρας παρέσυρον ἐλα[τίνα]ς·
ἀλλ' εἰ μὲν [ἐ]νθένδε[!!!!!!]ισ-
τος ἐπ[ιφ]έροιτο πλαγὰ
ῥηξι[!!!]ος, πάντες [!!]ανέ-
πι[πτον] ἐκεῖσε να[ῦ]ται·
εἰ δ' ἀντίτοιχος ἀκτ[ὰ
!!!]ος ἄξειεμ [πο]λυκροτο[!!
!!!]σ?ιμ?ο?ν? πεύκας, πάλιν ἐφέροντο·
αἱ δε[!!!!]α?ι!η γυῖα [δ]ιαφέρουσα[ι
πλ]ευρὰς λι[νο]ζώστους ἔφαι-
νον, τας ![!!!!]![!!!]!!![!!]ις
σκηπτ[!!] ἐπεμβάλλ[ο]ντες ἀνε-
[χ]αίτιζον, αἱ δὲ πρα[νέες
!!!!!!]![!!!]ας ἀπηγ〈λ〉αϊ-
σμένα[ι] σιδα[ρ]〈έ〉ωι κράνει·
ἴσος δὲ πυρὶ δαμ[
!!!!] ἀγκυλένδετος
μεθίετο χερσίν, ἐν δ' ἔπιπτε γυίοις
αἰθε[!!!!!!!!!] ὠμὰ διακραδαίνων·
στερεοπαγῆ δ' ἐφέρετο φόνι-
α[!!!!!!!!!]α?[!!] τ?ά τε περίβολα
πυρὶ φλεγ[όμ]εν' ἐν ἀποτομάσι
βουδό[ροισι· τῶν δὲ] βίοτος
ἐθύετ' ἀδιν[ὸ]ς ὑπὸ τανυπτέ-
ροισι χαλκόκρασι νευρε[
σμαραγδοχαίτας δὲ πόν-
τος ἄλοκα ναΐοις ἐφοι-
νίσσετο σταλά[γμασι
!!!]α?υπαι βοὰ δὲ [πα]μμι[γ]ὴς κατεῖχεν·
ὁμοῦ δὲ νάϊος στρατὸς
βάρβαρος ἀμμι[γ!!!!!]
α?ν?τ?εφέρετ' ἐ[π' ἰχ]θυ[ο]-
στέφεσι μαρμαροπ[τύχ]ο[ι]ς
κόλποισιν [Ἀμφιτρίτ]ας,
ἔνθα τ?ο?ι? τ?[!!!!!!!]πέδιος
ἀνὴρ ἁμεροδρόμοι-
ο χώρας ἄναξ [!!!
!!!!]μβρίαν α!ω[!!!
ποσί τε χ]ερσίν τε παί-
ω[ν ἔ]π?λ?ε?ι νησίω-
τας [!!!!!!!]ς θ?ε?ι?νόμε[νος
!!!! δ]ιεξόδους μ[ατεύω]ν
ἰσόρροπά τε παλευό[μενος
[ ]ηλ[ ]ων
κ?αλεῖ θ[αλάσ]σ?ιον θεὸν
πάτερα τ[
!!!!!!!]!νο?[!!!]φι[ ]!κεπ?[!!]!![!!!!!!!!!!!!!!]λασσ?ων![
!!!!!!!]σπ[!!]τε[ ]!!γαν[!!]ο?ν?[!!!!!!!!!!!]απερσαν
!!!!!]!εφασ?[!!]ρ[ ]α?ντεκ?εκ?ρα?τ?[!!!!!!!!!!]νινκελαι?
!!!αμ]βλυδω[χ]ρον[ ]σκατεσσφρα[!!!!!!!!!]!στα
!!!!!]πεπα?[!!]ολλ?[ ]υτεκ!!τοσ[!!!!!!!!!]νωτου
!!!!!]ε?δ?ι?α?π?α?λ?ε?υ?ων[ ]πουβασιμον?[!!!!!]νδιοδον
!!!!!]εσμ[ο]ς[απ]ειρος[ ]φιναοιστρυ[!!!!!]λιχθεις
[ ]υλα[ ]φο?ν?[!!]ευμα![ ]
15, col. 3
ὅ]τ?ε δ?ὲ τᾶι λείποιεν αὔραι
τᾶι δ' ἐπεισέπιπτον, ἀφ?ρῶ?ι
δ' 〈ὗ'〉 ἀβακχίωτος ὄμ-
βρος, εἰς δὲ τρόφιμον ἄγγος
ἐχεῖτ'· ἐπεὶ δ' ἀμβόλιμος ἅλ-
μα στόματος ὑπερέθυιεν,
ὀξυπαραυδήτωι
φωνᾶι παρακόπωι τε δόξαι φρενῶν
κατακορὴς ἀπείλει
γόμφοισ〈ιν〉 ἐμπρίων
†μιμούμενος† λυμεῶ-
νι σώματος θαλάσσαι·
ἤδη θρασεῖα καὶ πάρος
λάβρον αὐχέν' ἔσχες ἐμ
πέδαι καταζευχθεῖσα λινοδέτωι τεόν·
νῦν δέ ς' ἀναταράξει
ἐμὸς ἄναξ ἐμὸς πεύ-
καισιν ὀριγόνοισιν, ἐγ-
κλήισει δὲ πεδία πλόϊμα νομάσι ναύταις·
οἰστρομανὲς παλεομί-
σημ' ἄπιστόν τ' ἀγκάλι-
σμα κλυσιδρομάδος αὔρας.
φάτ' ἄσθματι στρευγόμενος,
βλοσυρὰν δ' ἐξέβαλλεν ἄ-
χναν ἐπανερευγόμενος
στόματι βρύχιον ἅλμαν·
φυγᾶι δὲ πάλιν ἵετο Πέρ-
σης στρατὸς βάρβαρος ἐπισπέρχων·
ἄλλα δ' ἄλλαν θραῦεν σύρτις
μακραυχενό-
πλους, χειρῶν δ' ἔγβαλλον ὀρεί-
ους πόδας ναός, στόματος
δ' ἐξήλλοντο μαρμαροφεγ-
γεῖς παῖδες συγκρουόμενοι·
κατάστερος δὲ πόντος ἐγ
λιποπνόης !!![!]στερέσιν
ἐγάργαιρε σώμασιν,
ἐβρίθοντο δ' ἀϊόνες.
ο[ἱ] δ' ἐπ' ἀκταῖς ἐνάλοις
ἥμενοι γυμνοπαγεῖς
ἀυτᾶι τε καὶ δακρυ-
σταγεῖ [γ]όωι
στερνοκτύπωι γοηταὶ
θρηνώδει κατείχοντ' ὀδυρμῶι·
ἅμα δὲ [γᾶν] πατρίαν ἐπανε-
κα[λ]έοντ'· ἰὼ Μύσιαι
δενδροέθειραι πτυχαί,
[ῥύσ]ασθέ μ' ἐνθέν[δ]ε· νῦν ἀήταις
φερόμεθ', οὐ γὰρ ἔτι ποτ' ἀμὸν
[σῶ]μα δέξεται [πόλ]ι?ς
κ[!]!εγ γὰρ χερὶ πα[!]ε[!]νυμφαιογονον
[!!!]!ον αντρον ο[!!!]![!!!]δ?ιαστακαπε[!!!!!]!ονειτεο βαθυ-
[τ]ερον ποντοιο τ?[!!!]α απεχε μαχιμο?[!!]![!!]
πλοιμον Ελλαν ευ?[!!!]η
στέγην ἔδειμε
[τ]ῆλ[ε] τελεόπορον ἐμὸς
[δ]εσπότης· οὐ γὰρ ἂ[ν Τμῶ]λον οὐδ'
ἄστυ Λύδιον [λι]πὼν Σαρδέων
ἦλθον [Ἕ]λλαν' ἀπέρξων Ἄρ[η·
νῦν] δὲ πᾶι τις δυσέκφευκ[τ]ον εὕ-
15, col. 4
ρηι | γλυκεῖαν μόρου καταφυγήν;
Ἰλιοπόρος κακῶν λυαί-
α μόνα γένοιτ' ἄν, εἰ
†δυναστα† πρὸς μελαμ-
πεταλοχίτωνα Ματρὸς οὐρείας
δεσπόσυνα γόνατα πεσεῖν
εὐωλένους τε χεῖρας ἀμφιβάλλων
†λίσσων† χρυσοπλόκαμε
θεὰ Μᾶτερ ἱκνοῦμαι
ἐμὸν ἐμὸν αἰῶνα δυσέκφευκτον, ἐπεί
μ' αὐτίκα λαιμοτόμωι τις ἀποίσεται
ἐνθάδε μήστορι σιδάρωι,
ἢ κατακυμοτακεῖς ναυσιφθόροι
αὔραι νυκτιπαγεῖ βορέαι δια-
ραίσονται· περὶ γὰρ κλύδων
ἄγριος ἀνέρρηξεν ἅπαγ
γυίων εἶδος ὑφαντόν·
ἔνθα κείσομαι οἰκτρὸς ὀρ-
νίθων ἔθνεσιν ὠμοβρῶσι θοινά.
τοιάδ' ὀδυρόμενοι κατεδάκρυον·
ἐπεὶ δέ τις λαβὼν ἄγοι
πολυβότων Κελαινᾶν
οἰκήτορ' ὀρφανὸν μαχᾶν
σιδαρόκωπος Ἕλλαν,
ἄγει κόμης ἐπισπάσας,
ὁ δ' ἀμφὶ γόνασι περιπλεκεὶς
ἐλίσσετ', Ἑλλάδ' ἐμπλέκων
Ἀσιάδι φωνᾶι διάτορον
σφραγῖδα θραύων στόματος,
Ἰάονα γλῶσσαν ἐξιχνεύων·
ἔπω μοί σοι κῶς καὶ τί πρᾶγμα;
αὖτις οὐδάμ' ἔλθω·
καὶ νῦν ἐμὸς δεσπότης
δεῦρό μ' ἐνθάδ' ἤξει·
τὰ λοιπὰ δ' οὐκέτι, πάτερ,
οὐκέτι μαχές' αὖτις ἐνθάδ' ἔρχω,
ἀλλὰ κάθω·
ἐγώ σοι μὲν δεῦρ' ἐγὼ
κεῖσε παρὰ Σάρδι, παρὰ Σοῦσα,
Ἀγβάτανα ναίων·
Ἄρτιμις ἐμὸς μέγας θεὸς
παρ' Ἔφεσον φυλάξει.
οἱ δ' ἐπεὶ παλίμπορον φυ-
γὴν ἔθεντο ταχύπορον,
αὐτίκα μὲν ἀμφιστόμους ἄ-
κοντας ἐκ χερῶν ἔριπτον,
δρύπτετο δὲ πρόσωπ' ὄνυξι·
Περσίδα στολὴν περὶ στέρ-
νοις ἔρεικον εὐυφῆ,
σύντονος δ' ἁρμόζετ' Ἀσιὰς
οἰμωγὰ †πολυστόνωι†,
κτυπεῖ δὲ πᾶσα Βασιλέως πανήγυρις
φόβωι τὸ μέλλον εἰσορώμενοι πάθος·
ὁ δὲ παλινπόρευτον ὡς ἐσ-
15, col. 5
εῖδε | Βασιλεὺς εἰς φυγὴν ὁρ-
μῶντα παμμιγῆ στρατόν,
γονυπετὴς αἴκιζε σῶμα,
φάτο δὲ κυμαίνων τύχαισιν·
ἰὼ κατασκαφαὶ δόμων
σείριαί τε νᾶες Ἑλλανίδες, αἳ
κατὰ μὲν ἥλικ' ὠλέσαθ' ἥ-
βαν νεῶν πολύανδρον·
νᾶες δ' οὐκ ὀπισσοπόρευ-
τον †ἄξουσιμ, πυρὸς
δ' αἰθαλόεμ μένος ἀγρίωι
σώματι φλέξει, στονόεντα δ' ἄλγη
ἔσται Περσίδι χώραι·
ἰὼ βαρεῖα συμφορά,
ἅ μ' ἐς Ἑλλάδ' ἤγαγες· ἀλλ' ἴτε,
μηκέτι μέλλετε,
ζεύγνυτε μὲν τετράορον ἵππων
ὄχημ', οἱ δ' ἀνάριθμον ὄλ-
βον φορεῖτ' ἐπ' ἀπήνας·
πίμπρατε δὲ σκηνάς,
μηδέ τις ἡμετέρου γένοιτ'
ὄνησις αὐτοῖσι πλούτου.
οἱ δὲ τροπαῖα στησάμενοι Διὸς
ἁγνότατον τέμενος, Παιᾶν'
ἔσται Περσίδι χώραι·
ἄνακτα, σύμμετροι δ' ἐπε-
κτύπεον ποδῶν
ὑψικρότοις χορείαις.
ἀλλ' ὦ χρυσεοκίθαριν ἀέ-
ξων μοῦσαν νεοτευχῆ,
ἐμοῖς ἔλθ' ἐπίκουρος ὕμ-
νοις ἰήιε Παιάν·
ὁ γάρ μ' εὐγενέτας μακραί-
ων Σπάρτας μέγας ἁγεμὼν
βρύων ἄνθεσιν ἥβας
δονεῖ λαὸς ἐπιφλέγων
ἐλᾶι τ' αἴθοπι μώμωι,
ὅτι παλαιοτέραν νέοις
ὕμνοις μοῦσαν ἀτιμῶ·
ἐγὼ δ' οὔτε νέον τιν' οὔ-
τε γεραὸν οὔτ' ἰσήβαν
εἴργω τῶνδ' ἑκὰς ὕμνων·
τοὺς δὲ μουσοπαλαιολύ-
μας, τούτους δ' ἀπερύκω,
λωβητῆρας ἀοιδᾶν,
κηρύκων λιγυμακροφώ-
νων τείνοντας ἰυγάς.
πρῶτος ποικιλόμουσος Ὀρ-
φεὺς 〈χέλ〉υν ἐτέκνωσεν
υἱὸς Καλλιόπα〈ς ⏑–
–⏓〉 Πιερίαθεν·
Τέρπανδρος δ' ἐπὶ τῶι δέκα
ζεῦξε μοῦσαν ἐν ὠιδαῖς·
Λέσβος δ' Αἰολία ν〈ιν〉 Ἀν-
τίσσαι γείνατο κλεινόν·
νῦν δὲ Τιμόθεος μέτροις
ῥυθμοῖς τ' ἑνδεκακρουμάτοις
κίθαριν ἐξανατέλλει,
θησαυρὸν πολύυμνον οἴ-
ξας Μουσᾶν θαλαμευτόν·
Μίλητος δὲ πόλις νιν ἁ
15, col. 6
θρέψας' ἁ | δυωδεκατειχέος
λαοῦ πρωτέος ἐξ Ἀχαιῶν.
ἀλλ' ἑκαταβόλε Πύθι' ἁγνὰν
ἔλθοις τάνδε πόλιν σὺν ὄλβωι,
πέμπων ἀπήμονι λαῶι
τῶιδ' εἰρήναν θάλλουσαν εὐνομίαι.
18
διὰ σὲ καὶ τεὰ δῶρα †ειτα† Σκύλλα
20
οὐκ ἀείδω τὰ παλαιά,
καινὰ γὰρ ἀμὰ κρείσσω·
νέος ὁ Ζεὺς βασιλεύει,
τὸ πάλαι δ' ἦν Κρόνος ἄρχων·
ἀπίτω Μοῦσα παλαιά.
21
εἶτ' ἤδη δὸς φιάλην ⟦τὸ ὅπλον⟧ Ἄρεως
κατὰ Τιμόθεον ξυστόν τε βέλος.
22
ἀρτίως διηρτάμηκε καὶ τὰ μὲν διανεκῆ
σώματος μέρη δαμάζετ' ἐν πυρικτίτωι στέγαι·
Τιμόθεος ἔφη ποτ', ἄνδρες, τὴν χύτραν οἶμαι λέγων.
23
τεταμένον ὀρίγανα διὰ μυελοτρεφῆ.
24
σύ τ' ὦ τὸν ἀεὶ πόλον οὐράνιον
λαμπραῖς ἀκτῖς' Ἥλιε βάλλων,
πέμψον ἑκαβόλον ἐχθροῖσ〈ι〉 βέλος
σᾶς ἀπὸ νευρᾶς, ὦ ἵε Παιάν.
25
σὺ δὲ τὸν γηγενέταν ἄργυρον αἰνεῖς·
26
μακάριος ἦσθα, Τιμόθε', ὅτε κᾶρυξ
εἶπε· νικᾶι Τιμόθεος
Μιλήσιος τὸν Κάμωνος τὸν ἰωνοκάμπταν,
27
διὰ κυάνεον πόλον ἄστρων
διά τ' ὠκυτόκοιο σελάνας.
28
ὅτ' αὔξεται ἡλίου αὐγαῖς
{Αἴας ἐμμανής}{Ἄρτεμις}{Ἐλπήνωρ}{Λαέρτης}{Ναύπλιος?}{Σεμέλης ὠδίς}{Σκύλλα}{Φινεΐδαι}