The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. D. L. Page, Poetae melici Graeci, Oxford: Clarendon Press, 1962 (repr. 1967 (1st edn. corr.)): 419–421.
CTS identifier
urn:cts:greekLit:tlg0377.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

{Ἀργώ}

1a

†ὃν† σοφὸν σοφὰν λαβοῦσαν οὐκ ἐπέλπομαι νόωι

δρυμοῖς ὀρείοις ὄργανον

δίαν Ἀθάναν δυσόφθαλμον αἶσχος ἐκφοβη- θεῖσαν αὖθις χερῶν ἐκβαλεῖν

νυμφαγενεῖ χειροκτύπωι φηρὶ Μαρσύαι κλέος·

τί γάρ νιν εὐηράτοιο κάλλεος ὀξὺς ἔρως ἔτειρεν,

ἇι παρθενίαν ἄγαμον καὶ ἄπαιδ' ἀπένειμε Κλωθώ;

1b

ἀλλὰ μάταν ἀχόρευτος ἅδε ματαιολόγων

φάμα προσέπταθ' Ἑλλάδα μουσοπόλων

σοφᾶς ἐπίφθονον βροτοῖς τέχνας ὄνειδος.

1c

ἃν συνεριθοτάταν Βρομίωι παρέδωκε σεμνᾶς

δαίμονος ἀερόεν πνεῦμ' αἰολοπτέρυγον

σὺν ἀγλαᾶν ὠκύτατι χειρῶν.

2

{Ἀσκληπιός}

ἢ Φρύγα καλλιπνόων αὐλῶν ἱερῶν βασιλῆα,

Λυδὸν ὃς ἅρμοσε πρῶτος

Δωρίδος ἀντίπαλον μούσας †νομοαίολον ὀρφναι†

πνεύματος εὔπτερον αὔραν ἀμφιπλέκων καλάμοις.

4

{Διθύραμβος· Ὑμέναιος}

ἄλλος δ' ἄλλαν κλαγγὰν ἱεὶς

κερατόφωνον ἐρέθιζε μάγαδιν

πενταρράβδωι χορδᾶν ἀρθμῶι

χέρα καμψιδίαυλον ἀναστρωφῶν τάχος.

6

πρῶτοι παρὰ κρατῆρας Ἑλλάνων ἐν αὐλοῖς

συνοπαδοὶ Πέλοπος Ματρὸς ὀρείας

Φρύγιον ἄεισαν νόμον·

τοὶ δ' ὀξυφώνοις πηκτίδων ψαλμοῖς κρέκον

Λύδιον ὕμνον.

7

ἄκατον

{Διὸς γοναί?}