The Greek Library Catalogue

Anonymous

Fragmentum

Edition reference
Fragmentum, ed. D. L. Page, Poetae melici Graeci, Oxford: Clarendon Press, 1962 (repr. 1967 (1st edn. corr.)): 422.
CTS identifier
urn:cts:greekLit:tlg0378.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

Ὑγίεια βροτοῖσι πρεσβίστα μακάρων, μετὰ σεῦ

2

ναίοιμι τὸ λειπόμενον βιοτᾶς, σὺ δέ μοι πρόφρων ξυνείης·

3

εἰ γάρ τις ἢ πλούτου χάρις ἢ τεκέων

4

ἢ τᾶς ἰσοδαίμονος ἀνθρώποις βασιληίδος ἀρχᾶς ἢ πόθων

5

οὓς κρυφίοις Ἀφροδίτας ἕρκεσιν θηρεύομεν,

6

ἢ εἴ τις ἄλλα θεόθεν ἀνθρώποισι τέρψις ἢ πόνων

7

ἀμπνοὰ πέφανται,

8

μετὰ σεῖο, μάκαιρ' Ὑγίεια,

9

τέθαλε καὶ λάμπει Χαρίτων ὀάροις·

10

σέθεν δὲ χωρὶς οὔτις εὐδαίμων ἔφυ.