The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. D. L. Page, Poetae melici Graeci, Oxford: Clarendon Press, 1962 (repr. 1967 (1st edn. corr.)): 433–441.
CTS identifier
urn:cts:greekLit:tlg0380.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t

{Δεῖπνον}

a

κατὰ χειρὸς δ'

ἤλιθ' ὕδωρ ἁπαλὸς παιδίσκος ἐν ἀργυρέαι πρόχωι φορέων ἐπέχευεν,

εἶτ' ἔφερε στέφανον λεπτᾶς ἀπὸ μυρτίδος εὐ- γνήτων κλαδέων δισύναπτον.

b

εἰς δ' ἔφερον διπλόοι παῖδες λιπαρῶπα τράπεζαν

ἄμμ', ἑτέραν δ' ἑτέροις, ἄλλοις δ' ἑτέραν, μέχρις οὗ πλήρωσαν οἶκον·

ταὶ δὲ πρὸς ὑψιλύχνους ἔστιλβον αὐγὰς

εὐστέφανοι λεκάναις παροψίσι τ' ὀξυβάφων †πλήρεις† σύν τε χλιδῶσαι

παντοδαποῖσι τέχνας εὑρήμασι πρὸς βιοτάν, ψυχᾶς δελεασματίοισι·

πάρφερον ἐν κανέοις μάζας χιονόχροας ἄλλοι·

〈τοῖς〉 δ' ἐπὶ πρῶτα παρῆλθ' οὐ κάκκαβος, ὦ φιλότας, ἀλλ' †ἀλλοπλατεῖς† τὸ μέγιστον

†πάντ' ἔπαθεν λιπαροντες εγχελεατινες ἄριστον†

†γόγγροιτοιωνητεμων† πλῆρες θεοτερπές· ἐπ' αὐτῶι

δ' ἄλλο παρῆλθε τόσον, βατὶς δ' ἐνέην ἰσόκυκλος·

μικρὰ δὲ κακκάβι' ἦς ἔχοντα τὸ μὲν γαλεοῦ τι, ναρκίον ἄλλο 〈 〉

〈 〉 παρῆς ἕτερον πίων ἀπὸ τευθιάδων καὶ σηπιοπουλυποδείων

〈 〉 ἁπαλοπλοκάμων· θερμὸς μετὰ ταῦτα παρῆλθεν

ἰσοτράπεζος ὅλος †μνήστης συνόδων πυρὸς 〈 〉†

〈 〉 †ἔπειτα βαθμοὺς ἀτμίζων ἐπὶ τῶιδ' ἐπιπυσται†

τευθίδες, ὦ φίλε, καὶ ξανθαὶ μελικαρίδες αἱ κοῦφαι παρῆλθον·

θρυμματίδες δ' ἐπὶ ταύ- ταις εὐπέταλοι χλοεραί τε †δηφαρυγες†

†πυριων τε† στεγαναὶ φυσταὶ μέγαθος κατὰ κάκ- καβον γλυκυόξεες 〈 〉

ὀμφαλὸς θοίνας καλεῖται παρά γ' ἐμὶν καὶ τίν, σάφ' οἶδα.

†εσταδα† ναὶ μὰ θεοὺς ὑπερμέγεθές τι θέμος θύννου μόλεν ὀπτὸν ἐκεῖθεν

†θερμὸν ὅθεν γλυφις† τετμημένον εὐθὺς ἐπ' αὐτὰς

τὰς ὑπογαστρίδας, 〈αἷς〉 διανεκέως ἐπαμύνειν

εἴπερ ἐμίν τε μέλοι καὶ τίν, μάλα κεν κεχαροίμεθ'.

ἀλλ' ὅθεν ἐλλίπομεν, θοίνα παρέης †ὅτε παλάξαι†

†δύνατ' ἐπικρατέως† ἔγωγ' ἔτι, κοὔ κε λέγοι τις

πάνθ' ἃ παρῆν ἐτύμως ἄμμιν, †παρέπεσαι† δὲ θερμὸν

σπλάγχνον· ἔπειτα δὲ νῆ- στις δέλφακος οἰκετικᾶς

καὶ νωτί' ἐσῆλθε καὶ ὀσ- φῦς καὶ μινυρίγματα θερμὰ

καὶ κεφάλαιον ὅλον διαπτυχὲς ἑφθὸν †ἁπερ- πευθηνος ἀλεκτοτρόφου† πνικτᾶς ἐρίφου παρέθηκε.

εἶτα δίεφθ' ἀκροκώ- λια σχελίδας τε μετ' αὐτῶν

λευκοφορινοχρόους, ῥύγχη κεφάλαια πόδας τε χναυμάτιόν τε σεσιλ- φιωμένον·

ἑφθά τ' ἔπειτα κρέ' ὀπ- τά τ' ἄλλ' ἐρίφων τε καὶ ἄρνων

ἅ θ' ὑπερωμόκρεως χορδὰ γλυκίστα

μιξεριφαρνογενής, ἃν δὴ φιλέοντι θεοί,

τουτ〈 〉 ὦ φιλότας ἔσθοις κε, λαγῶιά τ?' ἔπειτ' ἀλεκτρυόνων τε νεοσσοί,

περδίκων φάσσεων τε †χύδαν ἤδη δὲ παρεβάλλετο θερμὰ πολλὰ†

καὶ μαλακοπτυχέων ἄρτων· ὁμοσύζυγα δὲ ξανθόν τ' ἐπεισῆλ- θεν μέλι καὶ γάλα σύμπακ- τον, τό κε τυρὸν ἅπας τις

ἦμεν ἔφασχ' ἁπαλόν, κἠγὼν ἐφάμαν· ὅτε δ' ἤδη

βρωτύος ἠδὲ ποτᾶ- τος ἐς κόρον ἦιμεν ἑταῖροι,

τῆνα μὲν ἐξαπάει- ρον δμῶες, ἔπειτα δὲ παῖ- δες νίπτρ' ἔδοσαν κατὰ χειρῶν

σμήμασιν ἰρινομίκ- τοις χλιεροθαλπὲς ὕδωρ ἐπεγχέοντες

τόσσον ὅσον 〈τις〉 ἔχρηιζ', ἐκτρίμματά τ(ε) 〈 〉 λαμπρὰ

σινδονυφῆ, δίδοσαν

〈δὲ〉 χρίματά τ' ἀμβροσίο- δμα καὶ στεφάνους ἰοθαλέας.

c

σὺ δὲ τάνδ' †ἐκβακχια†

εὔδροσον πλήρη μετανιπτρίδα δέξαι·

πραΰ τί τοι Βρόμιος γάνος τόδε δοὺς ἐπὶ τέρ- ψιν πάντας ἄγει.

d

πίνετο νεκτάρεον πῶμ' ἐν χρυσέαις προτομαῖς †τε ἄλλων† κεράτων,

†ἔβρεχον δὲ κατὰ μικρὸν†

e

τὰς δὲ δὴ πρόσθεν μολούσας 〈 〉 λιπαραυγεῖς

πορθμίδας πολ- λῶν ἀγαθῶν πάλιν εἴσφε- ρον γεμούσας,

τὰς ἐφήμεροι καλέοντι νῦν τραπέζας 〈δευτέρας〉,

ἀθάνατοι δέ τ' Ἀμαλθεί- ας κέρας· ταῖς δ' ἐν μέσαισιν

ἐγκαθιδρύ- θη μέγα χάρμα βροτοῖς, λευ- κὸς μυελὸς γλυκερός,

λεπτᾶς ἀράχνας ἐναλιγκί- οισι πέπλοις

συγκαλύπτων ὄψιν αἰσχύ- νας ὕπο, μὴ κατίδηις

μαλογενὲς †πῶυ λιπὼν ταῖς ἀνάγκαις†

ξηρὸν ἐν ξηραῖς Ἀρισταί- ου μελιρρύτοισι παγαῖς·

τῶι δ' ὄνομ' ἦς ἄμυλος, χερσὶν δ' ἐπέθεντο 〈 〉 στόμιον μαλεραῖς

〈 〉 ταν δεξαμέναν ὅ τι κεν διδῶι τις, ἃ Ζανὸς καλέοντι

τρώγματ'· ἔπειτ' ἐπένειμεν ἐγκατακνακομιγὲς πεφρυγμένον

πυρβρομολευκερεβινθο- †ακανθουμικτριτυαδυ† βρῶμα τὸ παντανάμικτον

†ἀμπυκικηροιδηστί- χας† παρεγίνετο τούτοις

σταιτινοκογχομαγὴς †τοξαισελαιο-† ξανθεπιπαγκαπύρ〈ω- τ〉ος χοιρίνας,

ἁδέα δε〈 〉 κυκλωτὰ †ομοφλωκτα† ἀνάριθμα

καὶ μελίπακτα τετυγμέν' ἄφθονα σασαμόφωκτα·

τυρακίνας δὲ γάλακτι καὶ μέλι συγκατάφυρτος ἦς ἄμυλος πλαθανίτας·

σασαμοτυροπαγῆ δὲ καὶ ζεσελαιοπαγῆ πλατύνετο σασαμόπλαστα

πέμματα, κἆιτ' ἐρέβινθοι κνακομιγεῖς ἁπαλαῖς θάλ- λοντες ὥραις,

ὠιά τ' ἀμυγδαλίδες 〈τε〉 τᾶν μαλακοφλοΐδων 〈 〉τετο τρωκτά τε παισὶν

†αδυιδη† κάρυ' ἄλλα θ' ὅσσα πρέπει παρὰ θοίναν

ὀλβιόπλουτον 〈 〉· πόσις δ' ἐπεραίνετο κότ- ταβοί τε λόγοι τ' ἐπὶ κοινᾶς·

ἔνθα τι καινὸν ἐλέχθη κομψὸν ἀθυρμάτιον, καὶ θαύμασαν αὔτ' ἐπί τ' ἤινη- σαν 〈 〉

Τῶν κρεῶν τὰ μὴ κρέα ἥδιστά ἐστι, καὶ τῶν ἰχθύωνοἱ μὴ ἰχθύες.