The Greek Library Catalogue

Anonymous

Acta Justini et septem sodalium

Edition reference
Acta Justini et septem sodalium (recensio B), ed. Musurillo, op. cit., 46–52.
CTS identifier
urn:cts:greekLit:tlg0384.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

4

3

ἔπαρχος εἶπεν τῷ Εὐελπίστῳ· Σὺ δὲ τίς εἶ, Εὐέλπιστε; Εὐέλπιστος

δοῦλος Καίσαρος ἀπεκρίνατο· Κἀγὼ Χριστιανός εἰμι, ἐλευθερωθεὶς

ὑπὸ Χριστοῦ, καὶ τῆς αὐτῆς ἐλπίδος μετέχω χάριτι Χριστοῦ.

4

Ῥούστικος ἔπαρχος τῷ Ἱέρακι εἶπεν· Καὶ σὺ Χριστιανὸς εἶ;

Ἱέραξ εἶπεν· Ναί, Χριστιανός εἰμι, τὸν γὰρ αὐτὸν θεὸν σέβω τε καὶ

προσκυνῶ.

5

Ῥούστικος ἔπαρχος εἶπεν· Ἰουστῖνος ὑμᾶς ἐποίησεν

Χριστιανούς; Ἱέραξ εἶπεν· Ἤμην Χριστιανὸς καὶ ἔσομαι.

6

Παίων

δὲ ἑστὼς εἶπεν· Κἀγὼ Χριστιανός εἰμι. Ῥούστικος εἶπεν· Τίς ὁ

διδάξας σε; Παίων εἶπεν· Ἀπὸ τῶν γονέων παρειλήφαμεν τὴν

καλὴν ταύτην ὁμολογίαν.

7

Εὐέλπιστος εἶπεν· Ἰουστίνου μὲν

ἡδέως ἤκουον τῶν λόγων, παρὰ τῶν γονέων δὲ κἀγὼ παρείληφα

Χριστιανὸς εἶναι. Ῥούστικος ἔπαρχος εἶπεν· Ποῦ εἰσιν οἱ γονεῖς

σου; Εὐέλπιστος εἶπεν· Ἐν τῇ Καππαδοκίᾳ.

8

Ῥούστικος ἔπαρχος

τῷ Ἱέρακι λέγει· Οἱ σοὶ γονεῖς ποῦ εἰσιν; ὁ δὲ ἀπεκρίνατο

λέγων· Ὁ ἀληθινὸς ἡμῶν πατήρ ἐστιν ὁ Χριστὸς καὶ μήτηρ ἡ εἰς

αὐτὸν πίστις· οἱ δὲ ἐπίγειοί μου γονεῖς ἐτελεύτησαν, καὶ ἐγὼ ἀπὸ

Ἰκονίου τῆς Φρυγίας ἀποσπασθεὶς ἐνθάδε ἐλήλυθα.

9

Ῥούστικος

ἔπαρχος εἶπεν Λιβεριανῷ· Τί καὶ σὺ λέγεις; Χριστιανὸς εἶ, οὐδὲ σὺ

εὐσεβεῖς; Λιβεριανὸς εἶπεν· Κἀγὼ Χριστιανός εἰμι· εὐσεβῶ γὰρ καὶ

προσκυνῶ τὸν μόνον ἀληθινὸν θεόν.

5

1

Ὁ ἔπαρχος λέγει πρὸς Ἰουστῖνον· Ἄκουε, ὁ λεγόμενος λόγιος καὶ

νομίζων ἀληθινοὺς εἰδέναι λόγους· ἐὰν μαστιγωθεὶς ἀποκεφαλισθῇς,

πέπεισαι ὅτι μέλλεις ἀναβαίνειν εἰς τὸν οὐρανόν;

2

Ἰουστῖνος εἶπεν·

Ἐλπίζω ἕξειν αὐτοῦ τὰ δώματα, ἐὰν ὑπομείνω ταῦτα. οἶδα δὲ ὅτι

καὶ πᾶσιν τοῖς οὕτω βιώσασιν παραμένει τὸ θεῖον χάρισμα μέχρι

τῆς ἐκπυρώσεως τοῦ παντὸς κόσμου.

3

Ῥούστικος ἔπαρχος εἶπεν·

Τοῦτο οὖν ὑπονοεῖς, ὅτι ἀναβήσῃ εἰς τοὺς οὐρανούς, ἀμοιβάς τινας

χρηστὰς ἀποληψόμενος; Ἰουστῖνος εἶπεν· Οὐχ ὑπονοῶ ἀλλ' ἀκριβῶς

ἐπίσταμαι καὶ πεπληροφόρημαι.

4

Ῥούστικος ἔπαρχος εἶπεν· Τὸ

λοιπὸν ἔλθωμεν εἰς τὸ προκείμενον, τὸ ἀναγκαῖον καὶ κατεπεῖγον

πρᾶγμα. συνελθόντες οὖν ὁμοθυμαδὸν θύσατε τοῖς θεοῖς. Ἰουστῖνος

εἶπεν· Οὐδεὶς εὖ φρονῶν ἀπὸ εὐσεβείας εἰς ἀσέβειαν μεταπίπτει.

5

Ῥούστικος ἔπαρχος εἶπεν· Εἰ μὴ πείθεσθε, τιμωρηθήσεσθε

ἀνελεῶς.

6

Ἰουστῖνος εἶπεν· Δι' εὐχῆς ἔχομεν διὰ Χριστὸν τὸν

κύριον ἡμῶν τιμωρηθέντες σωθῆναι, ὅτι τοῦτο ἡμῖν σωτηρία καὶ

παρρησία γενήσεται ἐπὶ τοῦ φοβεροῦ καὶ παγκοσμίου βήματος τοῦ

δεσπότου ἡμῶν καὶ σωτῆρος.

7

ὡσαύτως δὲ καὶ οἱ λοιποὶ μάρτυρες

εἶπον· Ποίει ὃ θέλεις· ἡμεῖς γὰρ Χριστιανοί ἐσμεν καὶ εἰδώλοις οὐ

θύομεν.

8

Ῥούστικος ἔπαρχος ἀπεφήνατο λέγων· Οἱ μὴ βουληθέντες

θῦσαι τοῖς θεοῖς καὶ εἶξαι τῷ τοῦ αὐτοκράτορος προστάγματι,

μαστιγωθέντες ἀπαχθήτωσαν, κεφαλικὴν ἀποτιννύντες δίκην κατὰ

τὴν τῶν νόμων ἀκολουθίαν.

6

1

Οἱ δὲ ἅγιοι μάρτυρες δοξάζοντες τὸν θεόν, ἐξελθόντες ἐπὶ τὸν

συνήθη τόπον, ἀπετμήθησαν τὰς κεφαλὰς καὶ ἐτελείωσαν αὐτῶν τὴν

μαρτυρίαν ἐν τῇ τοῦ σωτῆρος ἡμῶν ὁμολογίᾳ.

2

τινὲς δὲ τῶν

πιστῶν λαθραίως αὐτῶν τὰ σώματα λαβόντες κατέθεντο ἐν τόπῳ

ἐπιτηδείῳ, συνεργασάσης αὐτοῖς τῆς χάριτος τοῦ κυρίου ἡμῶν Ἰησοῦ

Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

{RECENSIO C}

t

1

{Μαρτύριον τῶν Ἁγίων Ἰουστίνου, Χαρίτωνος, Χαριτοῦς,

Εὐελπίστου, Ἱέρακος, Παίονος, καὶ Βαλεριανοῦ}

Ἀντωνίνου τοῦ δυσσεβοῦς τῆς Ῥωμαϊκῆς ἀρχῆς τὰ σκῆπτραδιέποντος Ῥούστικος ὁ ἔχθιστος ἔπαρχος τῆς Ῥώμης ἐτύγχανε,δεινὸς ἀνὴρ καὶ λοιμὸς καὶ πάσης μεστὸς ἀσεβείας. τούτῳ γοῦν ἐπὶβήματός ποτε προκαθίσαντι στῖφος ἁγίων προσάγονται δέσμιοι,

1

2

ἑπτὰ τὸν ἀριθμόν.

τοῦτο γὰρ περισπούδαστον ἦν τοῖς ὑπηρέταιςτοῦ σατανᾶ τὸ συλλαμβάνεσθαι τούτους πικραῖς τε βασάνοις δίδο-σθαι καὶ οὕτω καθυπάγεσθαι τῷ διὰ ξίφους θανάτῳ. πλὴν οὐκ ἦνμία πατρὶς τοῖς ἁγίοις, ἄλλος γὰρ ἀλλαχόθεν ὥρμητο. συνῆψε δὲτούτους ἡ τοῦ πνεύματος χάρις καὶ ἀδελφὰ φρονεῖν ἔπεισε καὶ μίανἔχειν κεφαλὴν τὸν Χριστόν. ὅμως προσαχθέντες, ὡς εἴρηται, τῷβήματι τοῦ δυσσεβοῦς ἄρχοντος καὶ τίνες καλοῖντο καὶ ὅθεν εἶεν καὶτί τὸ σέβας αὐτοῖς παρ' ἐκείνου διερωτώμενοι, ἐπεὶ Χριστιανοὺς μὲνἀνωμολόγησαν ἑαυτούς, ἐγνώρισαν δὲ καὶ τὰς κλήσεις αὐτῷ καὶπόλιν μίαν αὐτῶν ἔλεγον εἶναι τὴν τοῦ θεοῦ, τὴν ἄνω Ἱερουσαλὴμτὴν ἐλευθέραν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός, καὶ Τίνα γάρ σοι,εἶπον, ὦ τύραννε, τὰ τῶν κάτω πόλεων ἡμῶν ὀνόματα τὴν ὠφέλειανπροξενήσει; θυμῷ ληφθεὶς ἐκεῖνος, Θῦσον, Ἰουστῖνε, λέγει,τοῖς ἀθανάτοις θεοῖς, τὰς βασιλικὰς προστάξεις πληρῶν, πεῖσον δὲκαὶ τούτους δὴ τοὺς ἠπατημένους ὑπὸ σοῦ τοῦτο προθύμως ποιῆσαι,ἢν μὴ βούλῃ κακῶς σὺν αὐτοῖς τὴν ζωὴν ἀποθέσθαι.Τὰς προστάξεις, ἔπαρχε, τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦπληροῦν ἀναγκαῖον, ἔφη ὁ ἅγιος, πρὸς ζωὴν ἀπαγούσας τοὺς ἀνθρώ-πους ἀνώλεθρον. τὰς γὰρ τοῦ σοῦ βασιλέως οὐδ' ἀκοῇ χρὴ παραδέχε-σθαι πρὸς ἀπώλειαν φερούσας καὶ ἀΐδιον θάνατον. καὶ ὁ ἔπαρχος·Ποῦ ἄρα καὶ τούσδε τοὺς λόγους ἐξεῦρες, κακότροπε; καὶ ὁ ἅγιος·Πολλῶν ἐν πείρᾳ γενόμενος ταύτην ἐξεῦρον ἀληθεστάτην οὖσαν καὶμεγάλην τὴν πίστιν, ᾗ δὴ καὶ στοιχῶ καὶ ᾗ θανεῖν ἐθέλω διὰ Χριστόν.Οὗτος γάρ ἐστι ποιητὴς οὐρανοῦ τε καὶ γῆς καὶ πάσης κτίσεως

3

2

δημιουργός, ὃς καὶ τοὺς αἰῶνας ἐποίησε καὶ διὰ τὴν ἡμετέραν

3

σωτηρίαν τῶν χρόνων ἐπ' ἐσχάτων κατῆλθε καὶ σάρκα ταύτην ἐκ

τῆς πανάγνου προσείληφε καὶ θεοτόκου Μαρίας, καθὰ δὴ πάλαι τῶνπροφητῶν ὁ χορὸς προεθέσπισε. Καὶ ποῦ ἄρα τὴν συνέλευσινὑμεῖς, ὁ ἔπαρχος ἔφη, καὶ τὴν οἰκείαν θρησκείαν ἐπιτελεῖτε καὶ τὰπερὶ τούτων διδάσκεσθε; καὶ ὁ ἅγιος· Οὐκ ἐν ἑνὶ τόπῳ πάντες οἱ

4

1

Χριστιανοὶ ποιούμεθα τὴν συνέλευσιν, ὡς σὺ νομίζεις, ἔπαρχε. καὶ

γὰρ ὁ θεὸς ἡμῶν οὐ περιγράφεται τόπῳ· ἀόρατος γὰρ ὢν καὶἀθάνατος τὸν οὐρανὸν πληροῖ καὶ τὴν γῆν καὶ πανταχοῦ παρ' ἡμῶνπροσκυνεῖται δὴ καὶ δοξάζεται. Σὺ δὲ ποῦ συνέρχῃ μετὰ τῶνσῶν μαθητῶν τούτων; ὁ ἄρχων εἶπεν. Ἐνταῦθα, λέγει, κατὰ τὴν

4

3

πόλιν, ὁ μάρτυς, ὅπουπερ ἂν ἡμᾶς καὶ τύχῃ τὴν ἑσπέραν κατα-

λαβεῖν. ἤδη γὰρ δεύτερον τοῦτο τὴν Ῥώμην εἰσῆλθον σὺν αὐτοῖς καὶτὸν παρ' ἐμοὶ γινόμενον τὸν λόγον τοῦτον διδάσκω τῆς ἀληθείας.Ταῦτα τοῦ μάρτυρος εἰπόντος, πρὸς τὸν Χαρίτωνα τὸ ὄμμαπεριαγαγὼν ὁ ἔπαρχος, Ἀλλὰ καὶ σύ, φησι, Χαρίτων, Χριστιανός;Ναί, φησιν ὁ ἅγιος, καὶ Χριστοῦ δοῦλος. κἀκεῖνος πρὸς τὴνΧαριτώ, Πῶς, ὦ γύναι, φησί, τούτων ὑπὸ τῶν λόγων ἠπάτησαι;πάντως οὐ καλὰς δίδως τὰς ὑπολήψεις. Οὐκ ἠπάτημαι, φησὶν ἡΧαριτὼ πρὸς τὸν ἄρχοντα, θεοῦ δὲ μᾶλλον δούλη γεγένημαι καὶΧριστιανή, καὶ καθαρὰν ἐμαυτὴν τηρῶ τῇ δυνάμει τούτου καὶἄσπιλον τῶν τῆς σαρκὸς μολυσμῶν. εἶτα καὶ πρὸς τὸν Εὐέλ-πιστον, Οἵας σὺ τύχης εἶ, πανάθλιε; ὁ ἔπαρχος λέγει. καὶ ὅς,Δοῦλος, ἔφη, γέγονα Καίσαρος, νυνὶ δὲ Χριστοῦ, τῇ τούτου χάριτιτῆς ἐλευθερίας τυχών.

4

8

καὶ πρὸς τὸν Ἱέρακα, Πάντως καὶ σέ,

Ἱέραξ, Ἰουστῖνος ἠπάτησεν; ὁ ἔπαρχος ἔφη. καὶ ὅς· Χριστιανὸςγεγένημαι καὶ Χριστιανός εἰμι καὶ Χριστιανὸς ἔσομαι. Ταῦτα καὶΠαίων ἐρωτηθεὶς τὰ αὐτὰ τοῖς ἄλλοις ἀπελογήσατο. καὶ πρὸςΒαλεριανὸν ὁ ἄρχων τὸν λόγον μεταγαγών, Αὐτὸς δὲ τί λέγεις περὶ