The Greek Library Catalogue

Anonymous

Acta Justini et septem sodalium

Edition reference
Acta Justini et septem sodalium (recensio C), ed. Musurillo, op. cit., 54–60.
CTS identifier
urn:cts:greekLit:tlg0384.tlg003.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

3

6

σαυτοῦ; εἶπε. Χριστιανὸς εἶναι λέγω καὶ τοῖς ἄλλοις ὁμόφρων, ὁ

μάρτυς ἀντέφησεν.

4

1

Ἔννους τοίνυν ἐπὶ πολλὴν τὴν ὥραν πρὸς τὴν τῶν ἁγίων ἔνστασιν

ὁ ἄρχων γενόμενος πάλιν πρὸς λόγους συνῆλθε καὶ πρὸς τὸν Ἰου-

στῖνον εἶπεν· Ἄκουσον, ὁ λεγόμενος λόγιος καὶ νομίζων ἀληθεῖς

λόγους εἰδέναι· ἐὰν μαστιγωθεὶς ἀποκεφαλισθῇς, ὑπονοεῖς ὄντως εἰς

οὐρανοὺς ἀνελθεῖν, ὡς νομίζεις, καί τινας ἀμοιβὰς καλῶν ἀπολαβεῖν,

ὡς διδάσκεις;

2

Καὶ ὁ ἅγιος· Οὐχ ὑπονοῶ ἀλλ' ἀκριβῶς ἐπίσταμαι

καὶ πεπληροφόρημαι. τότε κοινὸν ἀποτεινόμενος τὸν λόγον ὁ ἄρχων,

Ἐπεὶ ταῦτα οὕτω λέγετε, φησίν, ἀνόσιοι, πρὸς τὸ προκείμενον τὸν

λόγον ἀγάγωμεν.

3

θύσατε συνελθόντες ὁμοῦ τοῖς θεοῖς ἵνα μὴ

κακῶς ἀπόλησθε. τίς γὰρ νοῦν ἔχων ἄνθρωπος καταλιπεῖν ἐθελήσειε

τοῦτο δὴ τὸ γλυκύτατον φῶς καὶ τὸ θανεῖν αὐτοῦ προτιμήσειε;

4

Καὶ τίς σύνεσιν ἔχων ἄνθρωπος, Ἰουστῖνος ἀπελογήσατο, ἀπὸ

εὐσεβείας εἰς ἀσέβειαν μεταπεσεῖν ἐθελήσειε καὶ ἀπὸ φωτὸς εἰς

σκότος καὶ ἀπὸ θεοῦ ζῶντος εἰς δαίμονας ψυχοφθόρους;

5

Εἰ μή γε

θύσετε, ὁ ἄρχων εἶπεν, ἄρχομαι τῶν βασάνων.

6

καὶ οἱ ἅγιοι·

Τοῦτο δι' εὐχῆς ἔχομεν, ἔπαρχε, τοῦτο ποθοῦμεν, τοῦτο ζητοῦμεν,

τοῦτο παρρησίαν ἡμῖν μεγάλην χαρίσεται ἐν τῷ φοβερῷ βήματι τοῦ

Χριστοῦ, ὅτε μέλλομεν ἀπολαβεῖν ἕκαστος κατὰ τὰ ἔργα αὐτοῦ.

ποίει τοίνυν ὃ θέλεις. Χριστιανοὶ γάρ ἐσμεν, ὡς πολλάκις εἴπομεν,

καὶ εἰδώλοις οὐ θύομεν.

5

1

Τότε κελεύει μάστιξιν αὐτοὺς ὁ κατάρατος ἄρχων αἰκίζεσθαι.

καὶ δὴ ἐμαστίχθησαν ἄχρις οὗ σάρκες μὲν αὐτοῖς κατεξάνθησαν,

αἷμα δὲ τὴν γῆν ἐκείνην ἐπόρφυρεν.

2

ὡς οὖν οὐδαμῶς εἴκοντας

ἑώρα τοὺς μάρτυρας, δίδωσι κατ' αὐτῶν τὴν ἀπόφασιν· Τοὺς

ἀθετήσαντας, εἰπών, τὰς βασιλικὰς προστάξεις καὶ τοῖς θεοῖς θῦσαι

μὴ βουληθέντας ξίφει τὰς κεφαλὰς ἐκκοπῆναι προστάσσω.

6

1

Λαβόντες τοίνυν ὑμᾶς οἱ στρατιῶται, καλλίνικοι μάρτυρες, καὶ

τὸν τόπον καταλαβόντες τῆς τελειώσεως, τὰς ἁγίας ὑμῶν ἀπο-

τέμνουσι κεφαλάς.

2

πρώτην ὁ Ἰούνιος ἦγεν. ἄνδρες δέ τινες τὰ

πάντιμα ὑμῶν σώματα φιλοπόνως ἀράμενοι φιλοτίμως κατέθεντο.

3

καὶ νῦν οἰκοῦντες τοὺς οὐρανοὺς καὶ τῷ δεσποτικῷ παριστάμενοι

θρόνῳ, νέμοιτε βασιλεῖ ἡμῶν, τῷ προεκλελεγμένῳ παρὰ τῆς μεγάλης

προνοίας ὡς ἐσομένῳ φύλακι τῶν αὐτῆς ἐνταλμάτων, μεγάλα κατ'

ἐναντίων διανοήματα καὶ τὰ τρόπαια ἰσχυρὰ καὶ ἀπρόσμαχα καὶ

ὅλως ἀνίκητα, χαλινοῦντα δυναστείας ἀντιπάλων καὶ ἀποτρέποντα,

ἀσθενεῖς αὐτῶν ποιοῦντα τὰς βουλὰς καὶ τὰς γνώμας, ἤρεμον

τιθέμενα τὸ βασίλειον καὶ ἥσυχον λύμης ἐκτὸς συντηροῦντα παρα-

νόμων ἐθνῶν, πάσης ἀνώτερον ἐπιβουλῆς κακούργου καὶ βασιλείας

ἐπάξιον οὐρανίου ἐν αὐτῷ Χριστῷ τῷ θεῷ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ

κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.