Historiae Romanae
- Authority group
- Cassius Dio (catalogue association; authorship remains anonymous)
- Edition reference
- Historiae Romanae (versio 1 in volumine 1), ed. Boissevain, op. cit., vol. 1 (1895; repr. 1955) 1–37, 39–95, 97–98, 100–108, 110, 113–191, 194–320, 345.
- CTS identifier
urn:cts:greekLit:tlg0385.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
10
ποδῶν πορφυροῖς ὑφάσμασιν ῥεραβδωμένος (ὄνομα δὲ τῷ φαινόλῃ τόγα
οἱονεὶ σκέπασμα ἀπὸ τοῦ τέγερε κατ' ἀντίστοιχον· οὕτω γὰρ τὸ σκέ-
πειν Ῥωμαῖοι καλοῦσι) καὶ ὑπόδημα φοινικοῦν (κόθορνος ὄνομα αὐτῷ),
κατὰ τὸν Κοκκήιον. Ioann. Laur. Lyd. de magistr. rei publ. Rom.
1, 7 (p. 20. 22. Fuss = 126 B.), cf. c. 21. —καὶ πεδίλοις ἐκέχρητο
ἐρυθροῖς Zon. 7, 4 (p. 15, 22 B. = 96, 5 D.)
ὅτι Ῥωμύλος βασιλεύσας Ῥωμαίων διετέλει εἰς μὲν τοὺς πολέμους
διαπρέπων, εἰς δὲ τοὺς πολίτας ὑπερφρονῶν καὶ μάλιστα εἰς τοὺς τῆς
βουλῆς ἐξέχοντας. τοῖς μὲν γὰρ στρατευομένοις προσφιλὴς ἦν καὶ χώρας
11
αὐτοῖς νέμων καὶ τῶν λαφύρων διδούς· πρὸς δὲ τὴν γερουσίαν οὐχ ὁμοίως
διέκειτο· ὅθεν μισήσαντες αὐτὸν καὶ περιέχοντες ἐν τῷ βουλευτηρίῳ δη-
μηγοροῦντα διεσπάραξάν τε καὶ διέφθειραν. Συνήρατο δὲ αὐτοῖς πρὸς τὸ
λαθεῖν ζάλη μεγίστη τοῦ ἀέρος καὶ ἔκλειψις ἡλίου· ὅπερ που καὶ ὡς
ἐγεννᾶτο γέγονεν. καὶ ὁ μὲν Ῥωμύλος αὐταρχήσας ζʹ καὶ λʹ ἔτη τοι-
οῦτον ἔσχε τὸ τέλος. ἀφανισθέντος τε οὕτως αὐτοῦ τὸ πλῆθος καὶ οἱ
στρατιῶται μάλιστα ἐκεῖνον ἐζήτουν, αὐτοὶ δ' ἐν ἀπόρῳ ἦσαν μήτε ἐξει-
πεῖν τὸ πραχθὲν ἔχοντες μήτε βασιλέα καταστῆσαι δυνάμενοι. ταρασ-
σομένων οὖν αὐτῶν καί τι παρασκευαζομένων δρᾶσαι Ἰούλιός τις Πρόκλος,
ἀνὴρ ἱππεὺς [τις τῶν ἱππέων Zon. 7, 4 (p. 17, 8 Bk. = 97, 10 D.], στει-
λάμενος ὡς καὶ ἑτέρωθέν ποθεν ἥκων, εἰσεπήδησεν ἐν τῷ μέσῳ καὶ ἔφη·
“μὴ λυπεῖσθε Κυιρῖται· ἐγὼ γὰρ αὐτὸς τὸν Ῥωμύλον εἰς τὸν οὐρανὸν
ἀνιόντα εἶδον· καί μοι ἔφη εἰπεῖν τε ὑμῖν ὅτι θεὸς ἐγένετο καὶ ὅτι Κυι-
ρῖνος ὀνομάζεται καὶ προσπαραινέσαι ὑμῖν βασιλέα τε πάντως εὐθὺς ἑλέ-
σθαι τινὰ καὶ τούτῳ πολιτεύματι κεχρῆσθαι.” λεχθέντων δὲ τούτων
ἅπαντες ἐπίστευσαν καὶ τῆς ταραχῆς ἀπεπαύσαντο· εὐθέως τε ναὸν
Κυιρίνῳ ᾠκοδόμησαν καὶ πᾶσι μὲν ἐδόκει βασιλεύεσθαι, οὐ μέντοι καὶ
ὡμοφρόνουν· οἵ τε γὰρ κατ' ἀρχὰς Ῥωμαῖοι καὶ οἱ ἐκ τῶν Σαβίνων
προσοικισθέντες ἑκάτεροι ἐξ ἑαυτῶν βασιλέα γενέσθαι ἠξίουν· ἐκ τούτου
τε ἀναρχία συνέβαινεν. ἐνιαυτὸν γοῦν ὅλον ἡ σύγκλητος τὸ κῦρος τῶν
κοινῶν εἶχε πραγμάτων, πενθήμερον ἀρχὴν τοῖς ἐπιφανεστάτοις τῶν βου-
12
λευτῶν ἐκ διαδοχῆς κατανέμουσα, οὓς μεσοβασιλεῖς ὠνόμασεν. Ioann.
Antioch. fr. 32 M. (de insid. p. 5 sq. Cram.). Ad v. 9 cf. Suid.
s. v. Κυρῖνος 2 p. 442 B. postrema Suidas s. v. μεσοβασιλεῖς: μετὰ
θάνατον Ῥωμύλου ἀναρχίας οὔσης ἐν τῇ Ῥώμῃ ἐνιαυτὸν ὅλον κ.τ.λ.
τὴν μαντικὴν ῥάβδον φησίν, ἣν—ὁ Κοκκειανὸς Κάσσιος Δίων καλεῖ
λίτουους Io. Tzetz. Exeg. in Hom. Il. p. 76 = Bachmann. Schol.
in Hom. Il. 1, 792. Cf. Io. Tzetz. Alleg. Iliad. 1, 28.
13
.... καὶ τοὺς λεγομένους ποντίφι-
κας καὶ φλαμινίους τοῖς ἱερεῦσιν ἐπέ-
στησε· Σαλίους τε τοὺς τὴν ὄρχη-
σιν ἀσκήσαντας· τάς τε Ἑστιάδας
παρθένους τοῦ πυρὸς καὶ ὕδατος
τὴν ἐπιμέλειαν ἔχειν ἐπέτρεψεν· αἳ
τὴν μὲν ἄκραν τιμὴν παρὰ Ῥω-
μαίοις εἶχον, διὰ βίου δὲ τὴν παρ-
θενίαν ἐφύλαττον· κἄν τις αὐτῶν
ἠνδρώθη κατεχώννυτο· καὶ διὰ
14
τοῦτο οὐ μύρῳ οὐκ ἄνθεσιν οὐχ
ἱματίῳ χρῆσθαι συνεχωροῦντο πλὴν
λευκοῦ. Suidas s. v. Νουμᾶς Πομ-
πίλιος.
Δίων ὁ Ῥωμαῖος ἀρχαῖόν τινα ἥρωα Ἰανὸν λέγει διὰ τὴν τοῦ Κρό-
νου ξένισιν λαβόντα τὴν γνῶσιν τῶν μελλόντων καὶ τῶν προϋπαρχόν-
των, καὶ διὰ τοῦτο διπρόσωπον ὑπὸ Ῥωμαίων πλάττεσθαι· ἐξ οὗ τόν
τε μῆνα κληθῆναι Ἰανουάριον, καὶ τὴν τοῦ ἔτους ἀρχὴν ἀπὸ τοῦ αὐτοῦ
μηνὸς γίνεσθαι. Cedren. 1 p. 295 10 Bekk.
Numa moritur βασιλεύσας ἔτη ἐπὶ τρισὶ τεσσαράκοντα Zon. 7, 5 ex.
15
{[Zonaras 7, 6, 1, 2 (2, 23, 3 sqq. B. = 2, 102, 4 sqq. D.)]}
Τοῦ δὲ Νομᾶ τελευτήσαντος καὶ μηδένα καταλιπόντος διάδοχον,
Ὁστίλλιος Τοῦλλος ᾑρέθη παρὰ τοῦ δήμου καὶ τῆς βουλῆς. ὃς (τὰ πλεῖστα
τῶν τοῦ Νομᾶ χλευάσας ἠθῶν ex Plut. Num. 22, 7) τὸν Ῥωμύλον
ἐζήλωσε καὶ πρὸς μάχας αὐτός τε ὥρμα καὶ τὸν δῆμον ἠρέθιζεν. ἁρπα-
γῆς γοῦν γενομένης παρὰ Ῥωμαίων ἐξ Ἀλβανῶν ὥρμησαν πρὸς μάχην
ἑκάτεροι· πρὸ δὲ τοῦ συμβαλεῖν κατηλλάγησαν καὶ ἐς μίαν πόλιν ἀμφοῖν
ἐδόκει συνοικῆσαι τοῖς γένεσιν. ἑκάστου δὲ τῆς οἰκείας ἐχομένου καὶ τὸ
ἕτερον εἰς ταύτην ἀξιοῦντος μεταναστεῦσαι ἀπέστησαν τοῦ σκοποῦ. εἶτα
16
{[Zonaras 7, 6, 2—6 (2, 23, 12 sqq. B. = 2, 102, 14 sqq. D.)]}
περὶ τῆς ἡγεμονίας διηνέχθησαν· ὡς δὲ οὐδεὶς τῷ ἑτέρῳ παρεχώρει
αὐτῆς, ἀγωνίσασθαι συνέθεντο περὶ τῆς ἀρχῆς. οὔτε δὲ τοῖς στρατο-
πέδοις ὅλοις ἐδόκει μαχέσασθαι οὔτε μὴν μονομαχίᾳ κριθήσεσθαι. ἦσαν
δὲ παρ' ἀμφοῖν τρίδυμοι ἀδελφοί, ἐκ μητέρων γεγονότες διδύμων, ἰσή-
λικές τε καὶ ἰσοπαλεῖς τὴν ἰσχύν· ἐκαλοῦντο δὲ οἱ μὲν τῶν Ῥωμαίων
Πουπλιοράτιοι, οἱ δὲ τῶν Ἀλβανῶν Κουριάται. τούτους εἰς μάχην προε-
βάλοντο παρ' οὐδὲν τὴν πρὸς ἀλλήλους αὐτῶν συγγένειαν θέμενοι. οἱ
δὲ ὁπλισάμενοι καὶ ἐν τῷ μεταιχμίῳ τῶν στρατοπέδων ἀντιπαραταξά-
μενοι θεούς τε ὁμογνίους ἀνεκαλοῦντο καὶ συνεχῶς ἀνέβλεπον πρὸς τὸν
ἥλιον. συμβαλόντες δὲ ποτὲ μὲν ἀθρόοι, ποτὲ δὲ καὶ καθ' ἕνα ἐμάχοντο.
τέλος δὲ τῶν μὲν Ῥωμαίων τῶν δύο πεσόντων, τῶν δὲ Ἀλβανῶν ἁπάν-
των τρωθέντων ὁ Ὁράτιος ὁ κατάλοιπος, ὅτι τοῖς τρισὶν ἅμα, εἰ καὶ
ἄτρωτος ἦν, οὐκ ἠδύνατο ἀντιτάξασθαι, ἐνέκλινεν, ὡς ἂν διώκοντες
αὐτὸν σκεδασθῶσι· κἀπειδὴ πρὸς τὴν δίωξιν διεσπάρησαν, ἑκάστῳ ἐπι-
τιθέμενος ἅπαντας διεχρήσατο. κἀντεῦθεν τετίμητο· ὅτι δὲ καὶ τὴν
ἀδελφὴν προσαπέκτεινεν, ὀλοφυρομένην ἐπεὶ τὰ τῶν ἀνεψιῶν σκῦλα ἑώρα φέ-
ροντα τὸν Ὁράτιον, φόνου ἐκρίθη· ἐς δὲ τὸν δῆμον ἔκκλητον αἰτήσας ἀφείθη.
οἱ δὲ Ἀλβανοὶ τότε μὲν ὑπήκοοι τῶν Ῥωμαίων ἐγένοντο, ὕστερον
δὲ τὰς συνθήκας ἀθετήσαντες καὶ ὡς ὑπήκοοι πρὸς συμμαχίαν κληθέντες,
μεταθέσθαι δὲ πρὸς τοὺς πολεμίους ἐν τῷ καιρῷ τῆς μάχης ἐπιχειρήσαντες
17
{[Zonaras 7, 6, 6—7, 2 (2, 24, 13 sqq. B. = 2, 103, 13 sqq. D.)]}
καὶ συνεπιθέσθαι Ῥωμαίοις, γνωσθέντες ἐκολάσθησαν· καὶ πολλοὶ
μὲν ἐκτάνθησαν καὶ ὁ αὐτῶν ἐξηγούμενος Μέττιος, οἱ ἄλλοι δὲ μετανά-
στασιν ἔπαθον, καὶ ἡ πόλις αὐτῶν Ἄλβα κατεσκάφη, πεντακόσιά που
ἔτη Ῥωμαίοις νομισθεῖσα μητρόπολις.
πρὸς μὲν οὖν τοὺς πολεμίους ὁ Τοῦλλος κράτιστος ἔδοξε, τοῦ θείου
δὲ παρημέλει. νόσου δ' ἐνσκηψάσης λοιμώδους καὶ αὐτὸς νοσήσας εἰς
δεισιδαιμονίαν ἀπεκλίνεν (ultima tria verba ex Plut. Num. 22, 7).
ἐσχηκέναι μέντοι τοῦ βίου λέγεται τέλος (καταφλεχθεὶς ὑπὸ κεραυνῶν,
ἢ ex Plut. Num. 22, 7) ἐπιβουλευθεὶς ὑπὸ Μαρκίου Ἄγκου, ὃς θυγα-
τριδὴς ἐτύγχανεν, ὡς εἴρηται, τοῦ Νομᾶ. ἐβασίλευσε δὲ Ῥωμαίων ἔτη
δύο ἐπὶ τριάκοντα.
7. Διεδέξατο δὲ αὐτὸν Μάρκιος παρ' ἑκόντων τῶν Ῥωμαίων τὴν βασι-
λείαν λαβών. ἦν δὲ τὴν χεῖρα οὐκ ἄρτιος· τὴν γὰρ ἀγκύλην πεπήρωτο,
ὅθεν καὶ Ἄγκος ἐπώνυμον ἔσχηκεν. ἐπιεικὴς δὲ ὢν ἠναγκάσθη μετα-
βαλέσθαι, καὶ πρὸς στρατείας ἐτράπετο. οἱ γὰρ λοιποὶ Λατῖνοι διά τε
18
{[Zonaras 7, 7, 2—8, 1 (2, 25, 6 sqq. B. = 2, 104, 5 sqq. D.)]}
τὸν τῆς Ἄλβης ὄλεθρον καὶ περὶ ἑαυτοῖς δεδοικότες μή τι πάθωσιν ὅμοιον
δι' ὀργῆς μὲν εἶχον Ῥωμαίους, ἕως δὲ περιῆν ὁ Τοῦλλος, δεδιότες ἐκεῖ-
νον ὡς μάχιμον, συνεστέλλοντο. τὸν δὲ Μάρκιον εὐεπίθετον ἡγησάμενοι
διὰ τὸ εἰρηναῖον τῆς γνώμης, τῇ τε χώρᾳ ἐπῆλθον καὶ αὐτὴν ἐλῄσαντο.
συνεὶς δ' ἐκεῖνος εἰρήνης εἶναι τὸν πόλεμον αἴτιον, ἐπιτίθεται τοῖς ἐπι-
θεμένοις καὶ ἀντημύνατο, καὶ πόλεις εἷλεν αὐτῶν, ὧν μίαν καὶ κατέ-
σκαψε, καὶ πολλοῖς τῶν ἁλόντων ὡς αἰχμαλώτοις ἐχρήσατο, καὶ ἐς τὴν
Ῥώμην δὲ συχνοὺς ἑτέρους μετῴκισεν. αὐξανομένων δὲ τῶν Ῥωμαίων καὶ
τῆς χώρας σφίσι προστιθεμένης οἱ πλησιόχωροι ἤχθοντο καὶ ἑαυτοὺς
Ῥωμαίοις ἐξεπολέμωσαν· ὅθεν αὐτῶν Φιδηνάτας μὲν πολιορκίᾳ ἐκράτη-
σαν, Σαβίνους δ' ἐκάκωσαν, αὐτοῖς τε προσπεσόντες ἐσκεδασμένοις καὶ
τὸ σφῶν ἑλόντες στρατόπεδον, ἑτέρους δ' ἐκφοβήσαντες εἰρηνεῖν καὶ
ἄκοντας παρεσκεύασαν. καὶ ἐπὶ τούτοις Μαρκίῳ ἐπέλιπε τὸ βιώσιμον,
εἴκοσιν ἐνιαυτοὺς καὶ τέσσαρας ἄρξαντι, καὶ πολλὴν τοῦ θείου κατὰ τὸν
πάππον Νομᾶν ποιουμένῳ τὴν ἐπιμέλειαν.
8. Λούκιος δὲ Ταρκύνιος τὴν ἀρχὴν ᾠκειώσατο, ὃς Δημαράτου μὲν
ἦν παῖς Κορινθίου, φυγόντος δὲ καὶ ἐς πόλιν Τυρσηνίδα Ταρκυινίαν ἐγκα-
τοικήσαντος ἐξ αὐθιγενοῦς γυναικὸς ἐκείνῳ ἐτέχθη, Λουκούμων ὀνομα-
σθείς. πολλὰ μέντοι πατρόθεν διαδεξάμενος, ὅτι μὴ τῶν πρωτείων παρὰ
τῶν Ταρκυινησίων ὡς ἔπηλυς κατηξίωτο, πρὸς τὴν Ῥώμην μεταναστεύει,
τῇ πόλει καὶ τὴν κλῆσιν συμμεταθέμενος, καὶ μετωνομάσθη Λούκιος
19
{[Zonaras 7, 8, 1—4 (2, 26, 11 sqq. B. = 2, 105, 4 sqq. D.)]}
Ταρκύνιος ἐκ τῆς πόλεως, ἐν ᾗ παρῴκει. λέγεται δὲ μετοικιζομένου ἀετὸςκαταπτὰς ἁρπάσαι τὸν πῖλον ὃν εἶχεν ἐπὶ τῆς κεφαλῆς, καὶ μετεωρισθεὶς
καὶ κλάγξας ἐπὶ πολὺ αὖθις αὐτὸν ἐφαρμόσαι τῇ αὐτοῦ κεφαλῇ, ὡς ἐν-
τεῦθεν μηδὲν ἐλπίσαι μικρὸν καὶ προθύμως τῇ Ῥώμῃ ἐγκατοικῆσαι·
ὅθεν τοῖς πρώτοις οὐ μετὰ πολὺ συνηρίθμητο. τῷ τε γὰρ πλούτῳ χρώ-
μενος ἀφειδέστερον, συνέσει τε καὶ εὐτραπελίᾳ τοὺς δυνατοὺς οἰκειούμενος,
ἐς τοὺς εὐπατρίδας καὶ ἐς τὴν βουλὴν κατελέχθη παρὰ Μαρκίου, καὶ
στρατηγὸς ἀπεδείχθη, καὶ τὴν τῶν παίδων ἐκείνου ἐπιτροπείαν καὶ τῆς
βασιλείας πεπίστευτο. ἐδείκνυε γὰρ ἑαυτὸν ἀγαθὸν ἄνδρα, χρημάτων τε
τοῖς δεομένοις μεταδιδοὺς καὶ ἑαυτὸν ἕτοιμον παρέχων εἴ τις δέοιτο
αὐτοῦ εἰς βοήθειαν· φαῦλον δέ τι οὔτ' ἔπραττεν οὔτ' ἔλεγεν οὐδενί. καὶ εἴ τι
20
{[Zonaras 7, 8, 4—7 (2, 27, 3 sqq. B. = 2, 105, 19 sqq. D.)]}
πρός τινων εὖ ἔπασχεν, ἐξῆρε τὸ γινόμενον, εἰ δέ τι καὶ ἐπαχθέστερον αὐτῷ
γένοιτο, ἢ οὐδ' ἐλογίζετο τὸ λυποῦν ἢ καὶ φαυλίσας παρελογίζετο, οὐ
μόνον τε οὐκ ἠμύνετο τὸν λελυπηκότα, ἀλλὰ καὶ εὐηργέτει. τούτοις
αὐτόν τε τὸν Μάρκιον καὶ τοὺς περὶ αὐτὸν ἐχειρώσατο, καὶ δόξαν ἀν-
δρὸς ἐκτήσατο σοφοῦ τε καὶ ἀγαθοῦ.
Ἀλλ' οὐ προσέμεινε μέχρι τέλους αὐτῷ ἡ ὑπόληψις. τοῦ Μαρκίου
γὰρ τελευτήσαντος κακῶς τε περὶ τοὺς ἐκείνου διετέθη δύο υἱεῖς καὶ
τὴν βασιλείαν ἐσφετερίσατο. τῆς τε γὰρ βουλῆς καὶ τοῦ δήμου τοὺς
τοῦ Μαρκίου παῖδας χειροτονεῖν μελλόντων, ἐκεῖνος τῶν βουλευτῶν τε
μετῆλθε τὸ δυνατώτατον, καὶ τοὺς ὀρφανοὺς πόρρω ποι ὡς ἐς θήραν
προπέμψας, οἷς τε εἶπε καὶ οἷς ἔπραξεν αὐτῷ τὴν βασιλείαν ψηφίσασθαι
παρεσκεύασεν, ὡς ἀνδρωθεῖσιν αὐτὴν δῆθεν τοῖς παισὶν ἀποδώσοντι.
ἐγκρατής τε καταστὰς τῶν πραγμάτων οὕτω τοὺς Ῥωμαίους διέθετο
ὥστε μηδέποτε ἐθελήσειν ἀνθελέσθαι τοὺς παῖδας ἐκείνου· καὶ τὰ μει-
ράκια δὲ πρὸς ῥᾳστώνην ἐθίζων τάς τε ψυχὰς αὐτῶν καὶ τὰ σώματα
σὺν χάριτι δή τινι ἔφθειρε. δεδιὼς δὲ καὶ οὕτως ἔχων ἰσχὺν ἑαυτῷ ἐν
τῷ συνεδρίῳ περιεποιήσατο. τοὺς γὰρ φιλίως αὐτῷ ἐκ τοῦ δήμου δια-
κειμένους περὶ διακοσίους ἐς τοὺς εὐπατρίδας ἐνέγραψε καὶ τοὺς βουλευ-
τάς, καὶ οὕτω τήν τε γερουσίαν ὑφ' ἑαυτὸν καὶ τοὺς πολλοὺς ἐποιή-
σατο. καὶ τὴν στολὴν πρὸς τὸ μεγαλοπρεπέστερον ἤμειψεν· ἡ δὲ ἦν
21
{[Zonaras 7, 8, 7—12 (2, 28, 2 sqq. B. = 2, 106, 15 sqq. D.)]}
ἱμάτιον καὶ χιτὼν ὁλοπόρφυρα καὶ χρυσόπαστα, στέφανός τε λίθων χρυ-
σοδέτων καὶ σκῆπτρον δίφρος τε ἐλεφάντινα, οἷς καὶ οἱ μετὰ ταῦτα οἵ τε
ἄλλοι καὶ οἱ τὴν αὐτοκράτορα ἔχοντες ἡγεμονίαν ἐχρήσαντο. καὶ τεθρίππῳ
ἐν τοῖς ἐπινικίοις ἐπόμπευσε, καὶ ῥαβδούχους διὰ βίου δώδεκα ἔσχε.
Πάντως δὲ καὶ ἄλλα πλείω ἐκαινοτόμησεν ἄν, εἰ μή τις Ἄττος
Νάουιος τὰς φυλὰς αὐτὸν βουληθέντα μετακοσμῆσαι κεκώλυκεν, ὃς οἰ-
ωνιστὴς ἦν οἷος οὐχ ἕτερος γέγονε. τοῦτον ὁ Ταρκύνιος ὀργισθεὶς διὰ
τὴν ἐναντίωσιν ὑβρίσαι καὶ τὴν τέχνην ἐξουθενῆσαι διεμελέτησεν. λα-
βὼν οὖν ἐν τῷ κόλπῳ ἀκόνην τε καὶ ξυρὸν ἐς τὸν δῆμον παρῆλθεν,
ἐν νῷ ἔχων τμηθῆναι τῷ ξυρῷ τὴν ἀκόνην, πρᾶγμα τῶν ἀδυνάτων· εἰ-
πών τε ὅσα ἐβούλετο, ἐπεὶ ὁ Ἄττος ἀντέλεγεν ἐντονώτατα, μηδὲν ὑφιέ-
μενος “εἰ μὴ φιλονείκως ἀντιλέγεις” ἔφη “ἀλλ' ἀληθῆ λέγεις, ἐπὶ πάν-
των τούτων ἀπόκριναί μοι εἰ ὃ κατὰ νοῦν ἔχω ποιῆσαι γενήσεται.” ὁ
δὲ Ἄττος αὐτοῦ που οἰωνισάμενος παραυτίκα “καὶ πάνυ γε” εἶπεν “ὦ
βασιλεῦ, ὃ διανοῇ ἔσται ἐπιτελές.” “οὐκοῦν” ἔθη “τὴν ἀκόνην ταύτην
λαβὼν τῷ ξυρῷ τούτῳ διάτεμε· τοῦτο γὰρ γενέσθαι διανενόημαι.” ὁ δὲ
ἔλαβέ τε αὐτὴν εὐθὺς καὶ διέκοψε. θαυμάσας δὲ ὁ Ταρκύνιος ἄλλας τε
τιμὰς ἐκείνῳ παρέσχε καὶ χαλκῆς εἰκόνος ἠξίωσε, καὶ οὐδὲν ἔτι τῆς πο-
λιτείας ἠλλοίωσε, πρὸς πάντα τε συμβούλῳ τῷ Ἄττῳ ἐκέχρητο.
Μαχεσάμενος δὲ Λατίνοις ἀποστατήσασιν, ἔπειτα καὶ Σαβίνοις ἐς
τὴν Ῥωμαΐδα ἐμβαλοῦσι, συμμαχουμένοις καὶ ὑπὸ Τυρσηνῶν, ἁπάντων
ἐκράτησε. τῶν δὲ τῆς Ἑστίας ἱερειῶν, ἃς παρθενεύειν διὰ βίου νενό-
μισται, φωράσας τινὰ συμφθαρεῖσαν ἀνδρί, ὑπόγεών τινα κατασκευάσας
ὑποδρομὴν προμήκη, κλίνην τε θεὶς ἐν αὐτῇ καὶ λύχνον καὶ τράπεζαν
σιτίων ὑπόπλεων, ἐκεῖ τὴν φθαρεῖσαν προπεμπομένην ἐκόμισε, καὶ ζῶ-
σαν εἰσαγαγὼν ἐγκατῳκοδόμησε. καὶ οὕτω τὰς τὴν παρθενίαν μὴ τη-
ρησάσας τῶν ἱερειῶν ἐξ ἐκείνου τιμωρεῖσθαι κεκράτηκεν· οἱ δὲ ταύτας
αἰσχύνοντες εἰς ξύλον τὸν αὐχένα δίκρουν ἐμβάλλονται ἐν τῇ ἀγορᾷ, καὶ
μετὰ τοῦτο γυμνοὶ αἰκιζόμενοι ἀποψύχουσιν.
22
{[Zonaras 7, 8, 13—9, 3 (2, 29, 14 sqq. B. = 2, 107, 25 sqq. D.)]}
Ἐπέθεντο μέντοι τῷ Ταρκυνίῳ οἱ τοῦ Μαρκίου παῖδες, ἐπεὶ μὴ
τῆς ἀρχῆς αὐτοῖς παρεχώρει, ἀλλά τινα Τούλλιον τεχθέντα οἱ ἐξ αἰχμα-
λωτίδος προῆγε πάντων· ὃ δὴ μάλιστα τοὺς εὐπατρίδας ἐλύπει. ὧν
τινας προσεταιρισάμενοι αὐτῷ ἐπεβούλευσαν, δύο τινὰς χωριτικῶς ἐσταλ-
μένους, ἀξίναις καὶ δρεπάνοις ὡπλισμένους, αὐτῷ ἐπιθέσθαι παρασκευά-
σαντες. οἳ ἐπεὶ μὴ ἀγοράζοντι τῷ Ταρκυνίῳ ἐνέτυχον, ἐπὶ τὰς θύρας
τῶν βασιλείων ἧκον, ἀλλήλοις δῆθεν διαμαχόμενοι, καί οἱ ἐς ὄψιν ἐλ-
θεῖν ἐδέοντο. καὶ τυχόντες τούτου εἰς λόγους ἀλλήλοις ἀντικατέστη-
σαν, καὶ δικαιολογουμένῳ τῷ ἑνὶ προσέχοντα τὸν Ταρκύνιον ὁ ἕτερος
κατειργάσατο.
9. Ὁ μὲν οὖν Ταρκύνιος τοιοῦτον ἔσχε 〈τὸ〉 τέλος, τριάκοντα καὶ ὀκτὼ
βασιλεύσας ἐνιαυτούς. οὐ μὴν τῆς βασιλείας οἱ τοῦ Μαρκίου παῖδες ἐδρά-
ξαντο, ἀλλ' ὁ Τούλλιος ταύτην ἔσχε συνεργίᾳ τῆς τοῦ Ταρκυνίου γυ-
ναικὸς Τανακυίλιδος. ὃν γυνή τις Ὀκρισία καλουμένη, Σπουρίου Τουλ-
λίου ἀνδρὸς Λατίνου εὐνέτειρα ἐν τῷ πολέμῳ ἁλοῦσα καὶ τῷ Ταρκυνίῳ
ἐξαιρεθεῖσα, τέτοκεν ἢ ἐγκύμων οἴκοθεν οὖσα ἢ συλλαβοῦσα μετὰ τὴν
ἅλωσιν· λέγεται γὰρ καὶ ἀμφότερα. οὗτος ἐς παῖδας ἤδη τελῶν ἐπὶ
δίφρου μεθ' ἡμέραν κατέδαρθε, καὶ πῦρ ἀπὸ τῆς αὐτοῦ κεφαλῆς πολὺ
ἐδόκει ἐξάλλεσθαι. ὅπερ ἰδὼν ὁ Ταρκύνιος διὰ σπουδῆς ἦγε τὸν παῖδα,
καὶ εἰς ἡλικίαν ἀφιγμένον τοῖς εὐπατρίδαις καὶ τῇ γερουσίᾳ συνέταξε.
Συλληφθέντων οὖν τῶν τοῦ Ταρκυνίου φονέων, μαθοῦσα ἡ ἐκείνου
γυνὴ καὶ ὁ Τούλλιος τὴν παρασκευὴν τῆς ἐπιβουλῆς οὐ φανερὸν αὐτίκα
τὸν τοῦ Ταρκυνίου θάνατον ἔθεντο, ἀλλ' ἀνελόμενοι αὐτὸν ὡς ἔτι ἐμ-
πνέοντα ἐθεράπευον δῆθεν, κἀν τούτῳ πίστεις ἀλλήλοις ἔδοσαν ὥστε
23
{[Zonaras 7, 9, 3—8 (2, 30, 18 sqq. B. = 2, 108, 24 sqq. D.)}
τὸν Τούλλιον τὴν ἀρχὴν εἰληφότα τοῖς παισὶν αὐτῆς ἀνδρωθεῖσιν ἐκ-
στῆναι ταύτης. ἐπεὶ δὲ τὸ πλῆθος συνδραμὸν ἐθορύβει, προκύψασα ἐκ
τῶν ὑπερῴων ἡ Τανακυίλις “μὴ φοβεῖσθε” ἔφη· “ὁ γὰρ ἀνήρ μου καὶ
ζῇ καὶ ὑμῖν μετ' ὀλίγον ὀφθήσεται. ἵνα δὲ αὐτός τε σχολάζων ὑγια-
σθῇ καὶ μή τι τοῖς πράγμασιν ἐκ τῆς αὐτοῦ ἀσθενείας εἴη ἐμπόδιον,
Τουλλίῳ κατά γε τὸ παρὸν τὴν τῶν κοινῶν ἐπιτρέπει διοίκησιν.” εἶπεν
ἐκείνη ταῦτα· οἱ δὲ τὸν Τούλλιον οὐκ ἀκουσίως ἐδέξαντο· ἀγαθὸς γὰρ
ἀνὴρ ἐδόκει.
Ἐγχειρισθεὶς οὖν ἐκεῖνος τὴν τῶν κοινῶν οἰκονομίαν, τὰ πλείω κατ'
ἐντολὰς δῆθεν διῴκει τοῦ Ταρκυνίου. ὡς δ' ἐν πᾶσιν ἑώρα πειθαρ-
χοῦντας αὐτῷ, τοὺς αὐτόχειρας τοῦ Ταρκυνίου πρὸς τὴν γερουσίαν
παρήγαγε διὰ τὴν ἐπιβουλὴν τάχα· ἔτι γὰρ ζῆν ἐκεῖνον προσεποιεῖτο.
καὶ οἱ μὲν καταψηφισθέντες ἀπέθανον, οἱ δὲ τοῦ Μαρκίου υἱοὶ φοβη-
θέντες εἰς Οὐολούσκους κατέφυγον. κἀκεῖνος τότε τόν τε θάνατον τοῦ
Ταρκυνίου ἐξέφηνε καὶ φανερῶς τῆς βασιλείας ἐπείληπτο. καὶ πρῶτον
μὲν τοὺς τοῦ Ταρκυνίου παῖδας προυβάλλετο ὡς αὐτὸς τὴν ἡγεμονίαν
ἐπιτροπεύων, εἶτα πρὸς θεραπείαν τοῦ δήμου ἐτράπετο, ὡς ῥᾷστα μᾶλλον
τὸν ὅμιλον ἢ τοὺς εὐπατρίδας ὑποποιησόμενος, χρήματά τε αὐτοῖς ἐδί-
δου καὶ γῆν ἑκάστῳ προσένειμε καὶ τοὺς δούλους ἐλευθεροῦσθαι καὶ
φυλετεύεσθαι παρεσκεύασεν. ἀχθομένων δ' ἐπὶ τούτοις τῶν δυνατῶν,
ἔταξέ τινα τοὺς ἐλευθερωθέντας τοῖς ἐλευθερώσασι σφᾶς ἀνθυπουργεῖν.
ὡς δὲ χαλεπῶς εἶχον οἱ εὐπατρίδαι αὐτῷ, καὶ διεθρόουν ἄλλα τε καὶ
ὅτι μηδενὸς αὐτὸν ἑλομένου τὴν ἀρχὴν ἔχει, συναγαγὼν τὸν δῆμον ἐδη-
μηγόρησε· καὶ πολλὰ ἐπαγωγὰ διαλεχθεὶς αὐτῷ οὕτω διέθετο ὡς αὐ-
τίκα πᾶσαν αὐτῷ τὴν βασιλείαν ἐπιψηφίσασθαι. ὁ δὲ αὐτοὺς ἀμειβό-
μενος ἄλλα τε ἐφιλοτιμήσατο καὶ ἐς τὸ συνέδριόν τινας αὐτῶν ἐνέγρα-
ψεν· οἳ πάλαι μὲν ἐν πλείστοις ἧττον ἔφερον τῶν εὐπατριδῶν, τοῦ
χρόνου δὲ προϊόντος, πλὴν τῆς μεσοβασιλείας καί τινων ἱερωσυνῶν, τῶν
24
{[Zonaras 7, 9, 8—14 (2, 32, 7 sqq. B. = 2, 110, 1 sqq. D.)]}
ἴσων μετεῖχον τοῖς εὐπατρίδαις, καὶ διέφερον ἄνευ τῶν ὑποδημάτων οὐ-
δέν. τοῖς γὰρ εὐπατρίδαις τὰ ὑποδήματα ἀστικὰ [καὶ] τῇ τε ἐπαλλαγῇ
τῶν ἱμάντων καὶ τῷ τύπῳ τοῦ γράμματος ἐκεκόσμηντο, ἵν' ἐκ τούτου
δοκοῖεν ἀπὸ τῶν ἑκατὸν ἀνδρῶν τῶν κατ' ἀρχὰς βουλευσάντων κατιέναι.
τὸ γράμμα δὲ ῥῶ φασιν εἶναι, ἢ τοῦ ἀριθμοῦ τῶν ἑκατὸν ἐκείνων ἀν-
δρῶν δηλωτικὸν ὂν ἢ ὡς τοῦ τῶν Ῥωμαίων κατάρχον ὀνοματος.
Τὸν μὲν οὖν ὅμιλον οὕτως ὁ Τούλλιος ᾠκειώσατο, δείσας δὲ μή
τις στάσις συμβῇ, τὰ πλεῖστα καὶ ἰσχυρότατα τῶν κοινῶν τοῖς δυνατω-
τέροις ἐπέτρεψε· καὶ οὕτως σφίσι τε αὐτοῖς συνεφρόνησαν καὶ τὸ δημό-
σιον διήγαγον ἄριστα. καὶ πολέμους δέ τινας πρός τε τοὺς Οὐιέντας
καὶ πρὸς ἅπαντας τοὺς Τυρσηνοὺς ἐπολέμησεν, ἐν οἷς οὐδὲν ἐπράχθη
συγγράμματος ἄξιον. τοὺς Λατίνους δ' ἐπὶ μᾶλλον Ῥωμαίοις βουλη-
θεὶς οἰκειώσασθαι, νεών τινα ἐκ χρημάτων κοινῶν ἐν τῇ Ῥώμῃ κατα-
σκευάσασθαι πέπεικε. καὶ τοῦτον ἀνέθεσαν τῇ Ἀρτέμιδι. περὶ δὲ τῆς
νεωκορίας αὐτοῦ διεφέροντο. κἀν τούτῳ Σαβῖνος ἀνὴρ βοῦν ἦγε περι-
καλλῆ πρὸς τὴν Ῥώμην, ὡς ἔκ τινος χρησμοῦ θύσων αὐτὴν τῇ Ἀρτέ-
μιδι. ὁ δὲ χρησμὸς τὸν ἐκείνην θύσαντα ἔλεγε τὴν πατρίδα ἐπαυξήσειν.
τοῦτο δέ τις τῶν Ῥωμαίων μαθὼν προσῆλθεν αὐτῷ καὶ πρότερον εἶπε
δεῖν ἐν τῷ ποταμῷ ἁγνισθῆναι, καὶ εἰπὼν ἔπεισε, καὶ πείσας ἔλαβε τὴν
βοῦν ὡς φυλάξων, καὶ λαβὼν ἔθυσεν. ἐκφήναντος δὲ τοῦ Σαβίνου τὸ
λόγιον οἱ Λατῖνοι καὶ τῆς τοῦ ἱεροῦ προστασίας τοῖς Ῥωμαίοις ἐξέστη-
σαν καὶ ἐς τἄλλα ὡς κρείττονας σφῶν ἐτίμων αὐτούς.
Καὶ ταῦτα μὲν οὕτως· ὁ Τούλλιος δὲ τοῖς Ταρκυνίοις τὰς θυγα-
τέρας συνῴκισε, καὶ τὴν βασιλείαν αὐτοῖς ἀποδώσειν ἐπαγγελλόμενος
ἄλλοτε ἄλλο τι προφασιζόμενος ἀνεβάλλετο. οἱ δὲ οὐδὲν ὑγιὲς ἐφρό-
νουν, ἀλλὰ ἤχθοντο. ὁ δ' ἐν οὐδενὶ λόγῳ τούτους πεποίητο, καὶ τοὺς
Ῥωμαίους πρὸς τὸ δημοκρατικὸν ἐνῆγε καὶ τὸ ἐλεύθερον. ἔτι δὲ μᾶλλον
ἐπὶ τούτοις ἤσχαλλον οἱ Ταρκύνιοι. ἀλλ' ὁ μὲν νεώτερος, κἂν ἐχαλέ-
παινεν, ἔφερε, τῷ δὲ τῷ χρόνῳ προήκοντι οὐκέτι τοῦ Τουλλίου ἐδόκει
ἀνέχεσθαι. ἐπεὶ δὲ μὴ συνευδοκοῦσαν εὕρισκε τὴν γυναῖκα καὶ τὸν ὁμαίμονα,
25
{[Zonaras 7, 9, 14—10, 2 (2, 33, 18 sqq. B. = 2, 111, 10 sqq. D.)]}
αὐτὸς μὲν τὴν γυναῖκα, τὸν δ' ἀδελφὸν διὰ τῆς γυναικὸς ἐκείνου
φαρμάκοις διέφθειρε, καὶ συναφθεὶς τῇ συνεύνῳ τοῦ ἀδελφοῦ τῷ Τουλλίῳ
σὺν αὐτῇ ἐπεβούλευε. καὶ πολλοὺς τῶν τε βουλευτῶν καὶ τῶν εὐπατρι-
δῶν αἰτίας ἔχοντας κατὰ τοῦ Τουλλίου πείσας συνάρασθαί οἱ, ἐξαπιναίως
μετ' αὐτῶν εἰς τὸ συνέδριον παραγέγονεν, ἑπομένης αὐτῷ καὶ τῆς γυ-
ναικὸς Τουλλίας· καὶ πολλὰ μὲν εἶπε τῆς τοῦ πατρὸς ἀξίας τοὺς παρόν-
τας ἀναμιμνήσκων, πολλὰ δ' ἀπέσκωψε πρὸς τὸν Τούλλιον. ἐπεὶ δ'
ἐκεῖνος ταῦτα μαθὼν ἐπέστη σπουδῇ, καί τι δὴ καὶ ἐφθέγξατο, συνήρ-
πασεν αὐτὸν καὶ ἐξάρας ὦσε κατὰ τῶν πρὸ τοῦ βουλευτηρίου ἀναβα-
θμῶν. καὶ ὁ μέν, ταραχθεὶς πρὸς τὴν τοῦ Ταρκυνίου τόλμαν καὶ ὅτι
οὐδέ τις αὐτῷ ἐπεκούρησεν, οὔτ' εἶπεν ἔτι οὐδὲν οὔτ' ἐποίησε· Ταρκύ-
νιος δὲ τήν τε βασιλείαν εὐθὺς παρὰ τῆς βουλῆς ἔλαβε καὶ πέμψας τινὰς
τὸν Τούλλιον κομιζόμενον οἴκαδε διεχρήσατο. ἡ δὲ θυγάτηρ ἐκείνου ἐν
τῷ βουλευτηρίῳ τὸν ἄνδρα καταφιλήσασα καὶ βασιλέα προσαγορεύσασα
καὶ ἀπιοῦσα πρὸς τὰ βασίλεια τὸ ὄχημα κατὰ τοῦ νεκροῦ τοῦ πατρὸς
ὡς εἶχεν ἐπήλασεν.
10. Οὕτω μὲν οὖν ὁ Τούλλιος ἦρξε καὶ οὕτως ἀπέθανε βασιλεύσας
τέσσαρας ἐνιαυτοὺς ἐπὶ τεσσαράκοντα, ὁ Ταρκύνιος δὲ τὴν βασιλείαν
παρειληφὼς δορυφόρους κατὰ Ῥωμύλον ἑαυτῷ περιέστησε, καὶ νύκτωρ
καὶ μεθ' ἡμέραν αὐτοῖς καὶ οἰκουρῶν καὶ ἀγοράζων ἐκέχρητο. ἐξ ὧν
γὰρ αὐτὸς εἰς τὸν κηδεστὴν καὶ ἡ γυνὴ αὐτοῦ πρὸς τὸν πατέρα ἐποίη-
σαν, καὶ τοὺς λοιποὺς ἐδεδίεσαν. ἐπεὶ δὲ ὡς τυραννήσων παρεσκευάσατο,
τοὺς δυνατωτάτους τῶν βουλευτῶν καὶ τῶν ἄλλων συλλαμβάνων ἐκτίν-
νυεν, οἷς μὲν αἰτίαν εἶχεν ἐπενεγκεῖν φανερῶς ἀναιρῶν, οὓς δὲ λάθρᾳ·
ἐνίους δέ γε καὶ ὑπερώριζεν. οὐ γὰρ τοὺς τῷ Τουλλίῳ προσκειμένους
26
{[Zonaras 7, 10, 2. 3 (2, 35, 3 sqq. B. = 2, 112, 13 sqq. D.)]}
μόνους, ἀλλὰ καὶ τοὺς πρὸς τὴν μοναρχίαν συναραμένους αὐτῷ προσ-
απώλλυε, καὶ οὕτω τὸ κράτιστον τῆς βουλῆς καὶ τῆς ἱππάδος ἀνάλωσε.
μισεῖσθαί τε ὑπὸ παντὸς τοῦ δήμου ἐπίστευε· διὸ οὐδὲ ἀντικαθίστη τὸ
παράπαν ἀντὶ τῶν ἀπολλυμένων τινάς, ἀλλὰ καὶ τὴν γερουσίαν κατα-
λῦσαι παντελῶς ἐπιχειρήσας οὔτε ἀντεισῆγεν ἐς αὐτὴν οὐδένα οὔτε τοῖς
οὖσιν ἐπεκοίνου τι λόγου ἄξιον. συνεκάλει μὲν γὰρ αὐτούς, οὐ μὴν ὥστε
27
{[Zonaras 7, 10, 3—6 (2, 35, 10 sqq. B. = 2, 112, 21 sqq. D.)]}
τι τῶν ἀναγκαίων συνδιοικεῖν, ἀλλ' ἵνα δήλη αὐτῶν ἡ βραχύτης γίνοιτο
ἅπασι, κἀντεῦθεν καταφρονοῖντο· τὰ δὲ πλεῖστα καθ' ἑαυτὸν ἢ καὶ
μετὰ τῶν υἱέων ἔπραττε. δυσπρόσιτός τε καὶ δυσπροσήγορος ἦν, καὶ
τῇ ὑπεροψίᾳ καὶ τῇ ὠμότητι ὁμοίως ἐχρῆτο πρὸς ἅπαντας, καὶ τυραννι-
κώτερον αὐτός τε καὶ οἱ παῖδες αὐτοῦ προσεφέροντο ἅπασι. διὰ ταῦτα
δὲ καὶ τοὺς δορυφόρους ὑπόπτους ἔχων, ἐκ τῶν Λατίνων προσηταιρίσατο
δορυφορικόν, καὶ ἐς τὰς τῶν Ῥωμαίων τάξεις Λατίνους ἀνέμιξεν, ἵνα
οἱ μὲν Λατῖνοι ἰσομοιρίας τοῖς Ῥωμαίοις τυχόντες εὔνοιαν αὐτῷ ἐντεῦ-
θεν ὀφείλωσι, καὶ οἱ Ῥωμαῖοι ἧττον ἐκφοβῶσιν αὐτόν, μηκέτι κατὰ
σφᾶς ὄντες, ἀλλὰ τοῖς Λατίνοις συνοπλιτεύοντες.
Γαουίνοις δὲ μάχην συνῆψε, καὶ κακῶς μὲν ἠγωνίσατο, δόλῳ δὲ
αὐτοὺς ἐχειρώσατο. αὐτομολῆσαι γὰρ αὐτοῖς Σέξτῳ ὑπέθετο τῷ υἱῷ·
ἵνα δ' εὐπρόσωπος αὐτῷ τῆς αὐτομολίας πρόφασις γένηται, ἐκεῖνος μὲν
τὸν πατέρα φανερῶς ὡς τύραννον καὶ παράσπονδον ἐλοιδόρησεν, ὁ δὲ τὸν
28
{[Zonaras 7, 10, 6—11, 1 (2, 36, 3 sqq. B. = 2, 113, 10 sqq. D.)]}
υἱὸν ἐμαστίγωσέ τε καὶ ἀντημύνατο. εἶτα κατὰ συνθήκας πρὸς Γαουί-
νους ἐψευδαυτομόλησε, χρήματά τε καὶ ἑταίρους παρειληφώς. οἱ δέ,
πιστεύσαντες τῇ σκηνῇ διά τε τὴν τοῦ Ταρκυνίου ὠμότητα καὶ ὅτι καὶ
τότε πολλὰ καὶ ἀληθῆ τὸν πατέρα ἐκακηγόρει κἀντεῦθεν ἐκπεπολεμῶ-
σθαι αὐτῷ ἐδόκει, ἐδέξαντό τε αὐτὸν ἀσμενέστατα καί τινας ἐπελεύσεις
κατὰ τῆς Ῥωμαϊκῆς χώρας σὺν αὐτῷ ἐποιήσαντο καὶ οὐ μετρίως αὐτῇ
ἐλυμήναντο. διὰ ταῦτα γοῦν, καὶ ὅτι καὶ χρήματα ἰδίᾳ τέ τισι παρ-
εῖχε καὶ ἐς τὸ κοινὸν ἀνήλισκε δαψιλῶς, ᾑρέθη παρ' αὐτῶν στρατηγὸς
καὶ τὴν τῶν πολιτικῶν ἐν αὐτοῖς πραγμάτων ἐπετράπη διοίκησιν. ἐπὶ
τούτοις λάθρᾳ πέμψας τινὰ τὰ συμβάντα τε ἐγνώρισε τῷ πατρὶ καὶ
πρὸς τὸ μέλλον γνώμην ᾔτησεν ἐξ αὐτοῦ. ὁ δὲ εἶπε μὲν τῷ πεμφθέντι
οὐδέν, ἵνα μὴ ἴσως γνωσθεὶς ἑκών τι ἢ ἄκων ἐξείποι, εἰς δὲ κῆπον εἰσα-
γαγὼν αὐτόν, ἐν ᾧ μήκωνες ἦσαν, τὰς κωδύας αὐτῶν τὰς ὑπερεχούσας
ῥάβδῳ κατέκλασε καὶ εἰς γῆν κατεστόρεσε, καὶ οὕτω τὸν ἀγγελιαφόρον
ἀπέπεμψε. καὶ ὁ μὲν τὸ πραχθὲν τῷ Σέξτῳ ἀπήγγειλεν, ἀσυνέτως ἔχων
τῆς πράξεως, ὁ δὲ τὸν νοῦν συνῆκε τῆς ὑποθήκης, καὶ τοὺς ἀξιολογω-
τέρους τῶν Γαουίνων τοὺς μὲν λάθρᾳ φαρμάκοις διέφθειρε, τοὺς δὲ διά
τινων δῆθεν λῃστῶν, ἄλλους δὲ καὶ ἐκ δικαστηρίων ἀπέκτεινε, συκοφαν-
τίας κατ' αὐτῶν πρὸς τὸν πατέρα προδοσίας πλαττόμενος.
Καὶ ὁ Σέξτος οὖν οὕτω τοὺς Γαουίνους μετῆλθε, καὶ τοὺς μὲν
κρείττους ἀπώλλυε, τῷ πλήθει δὲ τὰ σφῶν διένειμε χρήματα. καὶ μετὰ
τοῦτο τῶν μὲν διαφθαρέντων ἤδη, τῶν δὲ λοιπῶν ἠπατημένων καὶ πάντα
πιστευόντων αὐτῷ, μετὰ τῶν αἰχμαλώτων Ῥωμαίων καὶ τῶν αὐτο-
μόλων, οὓς πολλοὺς διὰ τοῦτο συνήθροισε, κατέσχε τὴν πόλιν καὶ τῷ
πατρὶ παραδέδωκε. καὶ ὃς ἐκείνης τῷ υἱῷ παρεχώρησεν, αὐτὸς δὲ πρὸς
ἄλλα ἐπολέμησεν ἔθνη.
11. Τοὺς δὲ τῆς Σιβύλλης χρησμοὺς Ῥω-
μαίοις καὶ ἄκων προσεποιήσατο. γυνὴ γάρ τις
θεόμαντις, ἣν Σίβυλλαν ὠνόμαζον, ἐς τὴν Ῥώ-
μην ἐλήλυθε βιβλία τρία ἢ ἐννέα φέρουσα, καὶ
ταῦτα πρίασθαι τῷ Ταρκυνίῳ ἐδίδου καὶ τὴν
τιμὴν τῶν βιβλίων ὡρίσατο. ἐκείνου δὲ μὴ
29
{[Zonaras 7, 11, 1—5 (2, 38, 5 sqq. B. = 2, 115, 4 sqq. D.)]}
προσεσχηκότος αὐτῇ, τὸ ἓν ἢ τὰ τρία τῶν
βιβλίων κατέκαυσεν. ὡς δ' αὖθις ὠλιγώρει
αὐτῆς ὁ Ταρκύνιος, κἀκ τῶν λοιπῶν ὁμοίως
διέφθειρε. μελλούσης δὲ καὶ τὰ ἔτι λοιπὰ
καταφλέξειν, ἠνάγκασαν αὐτὸν οἱ οἰωνισταὶ τὰ
γοῦν σωζόμενα πρίασθαι. καὶ ὠνήσατο ταῦτα
ὅσου τὰ πάντα κτήσασθαι ἔμελλε, καὶ δύο βου-
λευταῖς ἀνδράσι φυλάσσειν παρέδωκεν. ὡς δ'
οὐ πάνυ τῶν γεγραμμένων συνίεσαν, εἰς τὴν
Ἑλλάδα στείλαντες δύο ἄνδρας ἐκεῖθεν μι-
σθοῦ ἤγαγον τοὺς ἀναγνωσομένους ταῦτα καὶ
ἑρμηνεύσοντας. οἱ δὲ περίοικοι μαθεῖν ἐθελήσαν-
τες ὅ, τι ποτὲ τὸ διὰ τῶν βιβλίων εἴη δηλού-
μενον, τὸν ἕτερον τῶν φυλασσόντων αὐτὰ Μάρ-
κον Ἀκίλλιον χρήμασιν ἀναπείσαντες μετε-
γράψαντό τινα. γνωσθέντος δὲ τοῦ ἔργου ὁ
Μάρκος βύρσαις δύο συρραφείσαις ἐμβληθεὶς
κατεποντώθη, ὃ ἐξ ἐκείνου μετέπειτα κατὰ
τῶν πατροκτόνων ἐπεκράτησε γίνεσθαι, ἵνα μήτε
ἡ γῆ μήτε τὸ ὕδωρ μήτε ὁ ἥλιος μιανθῇ αὐ-
τοῦ θνήσκοντος.
Τὸν δὲ νεὼν τὸν ἐν τῷ Ταρπεΐῳ ὄρει κατὰ τὴν τοῦ πατρὸς εὐχὴν
ᾠκοδόμει. τῆς δὲ γῆς εἰς τὴν τῶν θεμελίων καταβολὴν ἀναρρηγνυμένης,
30
{Zonaras 7, 11, 5—11 (2, 39, 2 sqq. B. = 2, 115, 24 sqq. D.)]}
ἀνδρὸς νεοθνῆτος κεφαλὴ ἀνεφάνη ἔναιμος ἔτι. ἔπεμψαν οὖν οἱ Ῥωμαῖοι
πρὸς ἄνδρα Τυρσηνὸν τερατοσκόπον ἐρωτῶντες τὸ διὰ τοῦ φανέντος
δηλούμενον. ὁ δὲ τὸ σημεῖον εἰς τὴν Τυρσηνίδα μεταθεῖναι μηχανησά-
μενος, διάγραμμα ἐπὶ τῆς γῆς ἐποιήσατο, καὶ εἰς αὐτὸ τήν τε τῆς Ῥώμης
θέσιν ἐντείνας καὶ τὸ Ταρπέϊον ὄρος, ἔμελλε τοὺς πρέσβεις ἀνερέσθαι
“ἡ Ῥώμη αὕτη ἐστί; τὸ ὄρος τοῦτό ἐστιν; ἡ κεφαλὴ ἐνταῦθα εὑρέθη;”
ἵν' ἐκείνων μηδὲν ὑποτοπησάντων καὶ συμφησάντων ἡ δύναμις τοῦ ση-
μείου εἰς τὸ χωρίον ἐν ᾧ διεγέγραπτο μετασταίη. καὶ ὁ μὲν ταῦτα
ἐτεχνάσατο, οἱ δὲ πρέσβεις παρὰ τοῦ υἱέος ἐκείνου μαθόντες τὸ τέχνασμα,
ἐρωτώμενοι “οὐκ ἐνταῦθα” εἶπον “οἰκεῖται ἡ Ῥώμη, ἀλλ' ἐν τῷ Λατίῳ, καὶ
τὸ ὄρος ἐν τῇ Ῥωμαίων ἐστί, καὶ ἡ κεφαλὴ ἐν τῷ ὄρει ἐκείνῳ εὑρέθη.”
οὕτω δὲ τῷ τερατοσκόπῳ διακρουσθέντος τοῦ μηχανήματος πᾶσαν ἐκεῖνοι
τὴν ἀλήθειαν ἔμαθον καὶ τοῖς πολίταις ἀνήγγειλαν ὅτι κράτιστοι ἔσον-
ται καὶ πλείστων ἄρξουσιν. ἐλπὶς οὖν κἀκ τούτου αὐτοῖς προσεγένετο.
κἀντεῦθεν τὸ ὄρος μετωνομάσθη παρ' αὐτῶν Καπιτώλιον· καπίτα γὰρ
τῇ Ῥωμαίων διαλέκτῳ ἡ κεφαλὴ ὀνομάζεται.
Δεηθεὶς δὲ χρημάτων εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ ὁ Ταρκύνιος
Ἀρδεάταις ἐπήνεγκε πόλεμον· ὅθεν οὔτε χρήματα προσεκτήσατο καὶ τῆς
βασιλείας ἐξέπεσε. γεγόνασι δ' αὐτῷ καὶ σημεῖά τινα δηλωτικὰ τῆς
ἐκπτώσεως. ἔκ τε γὰρ τοῦ κήπου αὐτοῦ γῦπες νεοσσοὺς ἐξήλασαν ἀετῶν,
καὶ ἐξ ἀνδρῶνος, ἐν ᾧ συνειστιᾶτο φίλοις, ὄφις μέγας ἐπιφανεὶς αὐτόν
τε καὶ τοὺς συσσίτους ἐξέβαλε. διά τοι ταῦτα ἐς Δελφοὺς Τίτον τε
καὶ Ἀρροῦντα τοὺς υἱοὺς ἔπεμψε. τοῦ δὲ Ἀπόλλωνος χρήσαντος τότε
τῆς ἀρχῆς ἐκπεσεῖσθαι αὐτὸν ὅτε κύων ἀνθρωπίνῃ φωνῇ χρήσαιτο, ἀγα-
θαῖς ἐλπίσιν ᾐώρητο, μὴ οἰηθείς ποτε γενέσθαι τὸ μάντευμα.
Ἦν δὲ Λούκιος Ἰούνιος ἀδελφῆς τοῦ Ταρκυνίου υἱός, οὗ τὸν
31
{[Zonaras 7, 11, 11—13 (2, 40, 9 sqq. B. = 2, 117, 1 sqq. D.)]}
πατέρα καὶ τὸν ἀδελφὸν ὁ Ταρκύνιος ἔκτεινεν. οὗτος οὖν καὶ περὶ ἑαυτῷ
δεδοικὼς μωρίαν προσεποιήσατο, ταύτην ἑαυτοῦ προστησάμενος σώτειραν·
διὸ καὶ Βροῦτος ἐπεκλήθη· τοὺς γὰρ εὐήθεις οὕτω τοῖς Λατίνοις ἔθος
καλεῖν. πλαττόμενος οὖν τὸν μωραίνοντα τοῖς τοῦ Ταρκυνίου παισὶν
εἰς Δελφοὺς ἀπιοῦσι συμπαρελήφθη ὡς ἄθυρμα. ὁ δὲ καὶ ἀνάθημα φέρειν
ἔλεγε τῷ θεῷ· τὸ δ' ἦν βάκτρον τι μηδὲν ἐκ τοῦ φαινομένου ἔχον
χρηστόν, ὅθεν καὶ ἐπὶ τούτῳ ὠφλίσκανε γέλωτα. τὸ δ' ἦν οἷον εἰκών
τις τῆς κατ' αὐτὸν προσποιήσεως· κοιλάνας γὰρ αὐτὸ λάθρᾳ χρυσίον
ἐνέχεεν, ἐνδεικνύμενος δι' αὐτοῦ ὡς καὶ τὸ φρόνημα αὐτῷ τῷ τῆς μω-
ρίας ἀτίμῳ σῷον καὶ ἔντιμον κατακρύπτεται. ἐρομένων δὲ τῶν Ταρκυνίου
32
{[Zonaras 7, 11, 13—15 (2, 40, 20 sqq. B. = 2, 117, 15 sqq. D.)]}
υἱῶν τίς τὴν βασιλείαν τοῦ πατρὸς διαδέξεται, ἔχρησεν ὁ θεὸς τὸν πρῶ-
τον τὴν μητέρα φιλήσαντα τὸ κράτος ἕξειν. ὃ συνεὶς ὁ Βροῦτος ὡς
τυχαίως καταπεσὼν τὴν γῆν κατεφίλησεν, αὐτὴν μητέρα πάντων ὑπάρ-
χειν κρίνας ὀρθῶς.
Οὗτος ὁ Βροῦτος τοὺς Ταρκυνίους κατέλυσεν, αἰτίαν τὸ περὶ τὴν
Λουκριτίαν συμβεβηκὸς προστησάμενος, καὶ ἄλλως μισουμένους παρὰ
πάντων διὰ τὸ τυραννικόν τε καὶ βίαιον. ἡ δὲ Λουκριτία θυγάτηρ μὲν
ἦν Λουκριτίου Σπουρίου, ἀνδρὸς τῶν τῆς συγκλήτου ἑνός, γαμετὴ δὲ
Κολλατίνου Ταρκυνίου τῶν ἐπιφανῶν, ἐπί τε κάλλει καὶ σωφροσύνῃ τυγ-
χάνουσα περιβόητος. ταύτην Σέξτος ὁ τοῦ Ταρκυνίου υἱὸς αἰσχῦναι
σπούδασμα ἔθετο, οὐχ οὕτω τοῦ κάλλους αὐτῆς ἐρασθεὶς ὅσον τῇ ἐπὶ
τῷ σώφρονι δόξῃ ἐπιβουλεύων αὐτῆς. τηρήσας οὖν τὸν Κολλατῖνον τῆς
33
{[Zonaras 7, 11, 15. 16 (2, 41, 11 sqq. B. = 2, 118, 1 sqq. D.)]}
οἰκίας ἀποδημοῦντα, νυκτὸς ἐλθὼν πρὸς αὐτὴν ὡς πρὸς γαμετὴν συγγε-
νοῦς κατέλυσε παρ' αὐτῇ. καὶ πρῶτον μὲν λόγοις ἐπείρα συγγενέσθαι
αὐτῇ, εἶτα καὶ βίαν προσῆγεν· ὡς δ' οὐδὲν ἐπέραινεν, ἀποσφάξειν ἠπεί-
λησεν· ὡς δὲ καὶ τοῦ θανάτου κατωλιγώρει, δοῦλον παρακατακλινεῖν
αὐτῇ ἐπηπείλησε καὶ ἄμφω κτανεῖν καὶ λόγον διαδώσειν ὡς εὑρὼν αὐ-
τοὺς συγκαθεύδοντας ἔκτεινε. τοῦτο τὴν Λουκριτίαν ἐτάραξε, καὶ φοβη-
θεῖσα μὴ πιστευθείη ταῦθ' οὕτω γενέσθαι, ἐνέδωκε. καὶ μοιχευθεῖσα
ξιφίδιον ὑπὸ τὸ προσκεφάλαιον ἔθετο, καὶ μεταπεμψαμένη τόν τε ἄνδρα
καὶ τὸν πατέρα, συνεπομένων αὐτοῖς τοῦ τε Βρούτου καὶ Ποπλίου
Οὐαλλερίου, κατεδάκρυσε καὶ στενάξασα τὸ δρᾶμα πᾶν διηγήσατο· εἶτα
34
{[Zonaras 7, 11, 16. 17 (2, 41, 22 sqq. B. = 2, 118, 14 sqq. D.)]}
ἐπήγαγε “καὶ ἐγὼ μὲν τὰ πρέποντα ἐμαυτῇ ποιήσω, ὑμεῖς δὲ εἴπερ
ἄνδρες ἐστέ, τιμωρήσατε μὲν ἐμοί, ἐλευθερώθητε δὲ αὐτοί, καὶ δείξατε
τοῖς τυράννοις οἵων ὑμῶν ὄντων οἵαν γυναῖκα ὕβρισαν.” τοιαῦτα εἰποῦσα
εὐθὺς τὸ ξιφίδιον ὑφελκύσασα κατέκτεινεν ἑαυτήν.
Ἀκούσαντες δ' ἐκεῖνοι ταῦτα καὶ θεασάμενοι ὑπερήλγησαν. καὶ τῷ
Ποπλίῳ συμβούλῳ καὶ προθύμῳ πρὸς τοὔργον ὁ Βροῦτος χρησάμενος τήν
τε γυναῖκα πολλοῖς τῶν τοῦ δήμου κειμένην ὑπέδειξε, καὶ πρὸς τοὺς
λοιποὺς δημηγορήσας τὸ πρὸς τοὺς τυράννους μῖσος ἐκφῆναι πεποίηκε·
καὶ μηκέτι δέξασθαι συνέθεντο τὸν Ταρκύνιον. ταῦτα δὲ πράξας, καὶ
τὴν πόλιν ἐπιτρέψας τοῖς ἄλλοις, αὐτὸς πρὸς τὸ στρατόπεδον ἐξιππάσατο,
καὶ τὰ αὐτὰ τῷ δήμῳ συνέπεισε καὶ τοὺς στρατιώτας ψηφίσασθαι. ὁ δέ
γε Ταρκύνιος τὰ συμβεβηκότα μαθὼν καὶ πρὸς τὴν πόλιν ἐπειχθεὶς ἀπε-
ώσθη, καὶ πρὸς τοὺς Ταρκυνησίους μετὰ τῶν παίδων καὶ τῶν ἄλλων
ὁμοφρόνων κατέφυγε, μόνης τῆς Τουλλίας, ὡς λόγος, ἑαυτὴν ἀνελούσης.
35
{[Zonaras 7, 12, 1 (2, 42, 17 sqq. B. = 2, 119, 4 sqq. D.)]}
12. Ὁ μὲν οὖν Ταρκύνιος πέντε καὶ εἴκοσι τυραννήσας ἐνιαυτοὺς
οὕτως ἐξέπεσε τῆς ἀρχῆς, οἱ Ῥωμαῖοι δὲ πρὸς τὸν Βροῦτον ἀπέκλιναν
καὶ αὐτὸν εἵλοντο ἄρχοντα. ἵνα δὲ μὴ ἡ μοναρχία βασιλεία δοκῇ, καὶ
36
{[Zonaras 7, 12, 1 (2, 42, 20 sqq. B. = 2, 119, 8 sqq. D.)]}
συνάρχοντα αὐτῷ ἐψηφίσαντο τὸν τῆς Λουκριτίας ἐκείνης ἄνδρα τὸν
Κολλατῖνον Ταρκύνιον, ὡς ἀπεχθῶς πρὸς τοὺς τυράννους πιστευόμενον
ἔχειν διὰ τὴν βίαν τῆς γυναικός. ἐκ δέ γε Ταρκυνίου πρέσβεις εἰς Ῥώ-
μην ἧκον περὶ καθόδου διαλεγόμενοι· ὡς δ' οὐδὲν ἤνυον .......
37
{[Zonaras 7, 12 (2, 44, 17 sqq. B. = 2, 120, 28 sqq. D.)]}
ἦσαν δὲ τούτων τινὲς τῷ Κολλατίνῳ προσήκοντες· δι' οὓς καὶ ὠργί-
ζετο. ὅθεν ὁ Βροῦτος οὕτω κατ' αὐτοῦ τὸν δῆμον παρώξυνεν ὡς
μικροῦ καὶ αὐτοχειρίᾳ αὐτὸν ἀνελεῖν. ἀλλὰ τοῦτο μὲν οὐκ ἐποίησαν, τὴν
δ' ἀρχὴν ἠνάγκασαν αὐτὸν ἀπειπεῖν. εἵλοντο δὲ ἀντ' ἐκείνου συνάρ-
χοντα Πόπλιον Οὐαλλέριον, ὃς Ποπλικόλας προσωνομάσθη· δηλοῖ δ' ἡ
κλῆσις ἐξελληνιζομένη δημοκηδῆ ἢ δημοτικώτατον.
39
Λάρτας Πορσέννας Τυρρηνὸς ἢ Κλάρας γε Πορσέννας
κατὰ τῆς Ῥώμης ἦν χωρῶν στρατεύματι μεγάλῳ.
Μώκιος δὲ Ῥωμαῖός τις γενναῖος στρατιώτης
ὅπλα καὶ σχῆμα Τυρρηνῶν ἠμφιεσμένος τότε
χωρεῖ κατόπτης κατ' αὐτῶν κτεῖναι Πορσένναν θέλων.
συγκαθημένου τούτῳ δὲ τότε τοῦ γραμματέως,
ὃς ἦν τῇ γλώσσῃ Τυρρηνῶν Κλουσῖνος κεκλημένος,
ἀμφιγνοῶν ὁ Μώκιος, τίς βασιλεὺς τυγχάνει,
ἀπέκτεινε τὸν Κλουσῖνον ἀντὶ τοῦ βασιλέως.
ὡς συσχεθέντα τοῦτον δὲ ἀνέκρινε Πορσέννας·
“τί ποτε τοῦτο δέδρακας; τί προπαθὼν ἐκ τούτου;”
“οὐ Τυρρηνός,” ἐβόησε, “Ῥωμαῖος δὲ τυγχάνω,
ἄλλοι τε τριακόσιοι ὁμοῖοί μοι τὴν γνώμην
σὲ νῦν θηρῶσιν ἀνελεῖν.” τοῦτο ψευδῶς δ' εἰρήκει,
τῆς δὲ χειρὸς τῆς δεξιᾶς εἰς πῦρ ἐμβεβλημένης
αὐτὸς ὡς ἄλλου πάσχοντος ἔβλεπε πρὸς Πορσένναν,
τούτου δ' εἰπόντος “πρὸς ἡμᾶς τί ἀτενῶς προσβλέπεις;”
ἔφη “τὸ πῶς πεπλάνημαι καὶ σὲ μὲν οὐκ ἀνεῖλον,
ἀντὶ δὲ σοῦ ἀπέκτεινα, ὃν ἔδοξα Πορσένναν.”
εἰπόντος τοῦ Πορσέννα δέ “γενήσῃ νῦν μου φίλος.”
ὁ Μώκιος ἀντέλεξεν “εἰ γένῃ σὺ Ῥωμαίων.”
θαυμάσας ὁ Πορσέννας δὲ τῆς ἀρετῆς τὸν ἄνδρα
φίλος Ῥωμαίοις γίνεται καὶ παύει τὰ τῆς μάχης.
Tzetz. Chil. 6, 201—223. Quibus confer: Κλουσῖνος (Κλούσινος
Press.) ἐκαλεῖτο 〈ὁ〉 τοῦ Πορσέννα γραμματεύς, καθά φησι Δίων. Schol.
40
Io. Tzetz. Epist. p. 8 ed. Pressel (= Cram. Anecd. Oxon. 3, 360, 30),
et quae a Zonara (7, 12), ceteroquin Plutarchum describente, ex Dione
desumpta sunt
1) Mucii cognomen Κόρδος (2, 46, 5 B. = 2, 122, 6 D.).
2) Scaevolae nominis significatus Σκαιόλας τὴν ἐπίκλησιν ὃ δηλοῖ
τὸν μονόχειρα ἢ μὴ ἀρτιόχειρα (ibid. v. 7 B. = 8 D.).
3) Mucium occidisse τὸν γραμματέα αὐτοῦ (Porsennae) συγκαθή-
μενον αὐτῷ καὶ ὁμοίως ἔχοντα τῆς στολῆς (ibid. v. 10 B. = 13 D.).
καὶ μετὰ ταῦτα δὲ πολλάκις μὲν ἐπεχείρησαν οἱ Ταρκύνιοι τὴν
βασιλείαν ἀναλαβεῖν, τοῖς ὁμοροῦσι Ῥωμαίοις ἔθνεσι συμμαχούμενοι, πάντες
δὲ ἐν ταῖς μάχαις ἐφθάρησαν, πλὴν τοῦ γέροντος, ὃς καὶ Σούπερβος ἐκα-
λεῖτο· εἴποι ἄν τις Ἕλλην ἀνήρ, Ὑπερήφανος. κἀκεῖνος δὲ μετέπειτα εἰς
Κύμην τὴν ἐν Ὀπικίᾳ γενόμενος ἐτελεύτησεν. Zon. 7, 12 (2, 47, 8 sqq.
B. = 2, 123, 5 sqq. D.).
καὶ τὴν τῶν χρημάτων διοίκησιν ἄλλοις ἀπένειμεν, ἵνα μὴ τούτων
ἐγκρατεῖς ὄντες οἱ ὑπατεύοντες μέγα δύνωνται. ὅτε πρῶτον οἱ ταμίαι
γίνεσθαι ἤρξαντο· κοιαίστωρας δ' ἐκάλουν αὐτούς. οἳ πρῶτον μὲν τὰς
θανασίμους δίκας ἐδίκαζον, ὅθεν καὶ τὴν προσηγορίαν ταύτην διὰ τὰς
ἀνακρίσεις ἐσχήκασι καὶ διὰ τὴν τῆς ἀληθείας τὴν ἐκ τῶν ἀνακρίσεων
41
{[Zonaras 7, 13 3. 8—11 (2, 48, 12 sqq. B. = 2, 124, 7 sqq. D.)]}
ζήτησιν· ὕστερον δὲ καὶ τὴν τῶν κοινῶν χρημάτων διοίκησιν ἔλαχον,
καὶ ταμίαι προσωνομάσθησαν. μετὰ ταῦτα δ' ἑτέροις μὲν ἐπετράπη τὰ
δικαστήρια, ἐκεῖνοι δὲ τῶν χρημάτων ἦσαν διοικηταί. Zon. 7, 13, 3
(2, 48, 6 sqq. B. = 2, 123, 30 sqq. D.).
οἱ δὲ Σαβῖνοι καὶ τοῦτο τοῦ πολέμου ποιησάμενοι πρόφασιν στρατῷ
μεγάλῳ κατὰ τῆς Ῥώμης ἐπήλασαν. οἷς τοὺς Ῥωμαίους ὁ Ποπλικόλας
ἀντεπαγαγών, καὶ στρατηγήσας ὡς ἄριστα, μικροῦ πάντας ἀπώλεσε.
Zon. 7, 13, 8 (2, 49, 14 sqq. B. = 2, 125, 6 sqq. D.).
Οἱ μέντοι Σαβῖνοι δι' ὀργὴν ὧν ἔπαθον οὐδὲ τὸν χειμῶνα ἠρέμησαν,
ἀλλὰ τὴν Ῥωμαΐδα χώραν κατέδραμον, καὶ τὸν Ποστούμιον ἐκάκωσαν
τὸ δεύτερον ὑπατεύοντα· καὶ εἷλον ἂν αὐτὸν πανσυδί, εἰ μὴ Μενήνιος
Ἀγρίππας ὁ συνάρχων αὐτῷ ἐπεκούρησε. προσπεσόντες δὲ αὐτοῖς πολλοὺς
ἔφθειραν, ὥστε τοὺς λοιποὺς ἀναχωρῆσαι. μετὰ δὲ ταῦτα Σπούριός τε
Κάσσιος καὶ Ὀπιτώριος Οὐεργίνιος ὑπατεύοντες τοῖς Σαβίνοις ἐσπεί-
σαντο. Καμέριον δὲ τὸ ἄστυ ἑλόντες τοὺς μὲν πλείους ἀπέκτειναν, τοὺς
δὲ λοιποὺς ζωγρήσαντες ἀπέδοντο, καὶ τὴν πόλιν κατέσκαψαν.
Ποστούμιος δὲ Κομίνιος καὶ Τίτος Λάρκιος δούλους τινὰς ἐπὶ κατα-
λήψει τοῦ Καπιτωλίου συνωμοσίαν θεμένους συλλαβόντες ἔφθειραν.
42
{[Zonaras 7, 13, 11—14 (2, 50, 11 sqq. B. = 2, 125, 28 sqq. D.)]}
Σέρουιός τε Σουλπίκιος καὶ Μάρκος Τούλλιος ἑτέραν αὖθις συνωμοσίαν
δούλων καὶ ἄλλων δή τινων συστάντων αὐτοῖς προκατέλαβον, ἀγγελ-
θεῖσαν αὐτοῖς πρός τινων τῶν τῆς ἐπιβουλῆς μετεχόντων. οὓς καὶ συσχόντες
περισταδὸν κατέκοψαν. τοῖς δὲ μηνυταῖς ἄλλα τε καὶ πολιτεία ἐδόθη.
Αὖθις δὲ πολέμου παρὰ Λατίνων κατὰ Ῥώμης κεκινημένου οὐκ
ἤθελον οἱ πολλοὶ τὰ ὅπλα λαβεῖν, ἀποκοπὴν τῶν χρεῶν ἀξιοῦντες γε-
νέσθαι. καὶ διὰ τοῦτο καινήν τινα ἀρχὴν ἐπ' ἀμφοτέροις αὐτοῖς τότε
πρῶτον οἱ δυνατοὶ κατεστήσαντο· δικτάτωρ ὁ ταύτης ἠξιωμένος ὠνό-
μαστο, ἠδύνατο δὲ πάντα ἐξ ἴσου τοῖς βασιλεῦσι. τὴν μὲν γὰρ τοῦ βασι-
λέως ἐπωνυμίαν διὰ τοὺς Ταρκυνίους ἐμίσησαν, τὴν δ' ἐκ τῆς μοναρχίας
ὠφέλειαν θέλοντες, ὡς πολὺ ἰσχυούσης ἐς τὰς τῶν πολέμων καὶ τῶν
στάσεων περιστάσεις, ἐν ἄλλῳ ταύτην ὀνόματι εἵλοντο. ἦν οὖν, ὡς εἴ-
ρηται, ἡ δικτατορία κατά γε τὴν ἐξουσίαν τῇ βασιλείᾳ ἰσόρροπος, πλὴν
ὅτι μὴ ἐφ' ἵππον ἀναβῆναι ὁ δικτάτωρ ἠδύνατο, εἰ μὴ ἐκστρατεύεσθαι
ἔμελλεν, οὔτε ἐκ τῶν δημοσίων χρημάτων ἀναλῶσαί τι ἐξῆν αὐτῷ, εἰ
μὴ ἐψηφίσθη· δικάζειν δὲ καὶ ἀποκτείνειν καὶ οἴκοι καὶ ἐν στρατείαις
ἠδύνατο, καὶ οὐ τοὺς τοῦ δήμου μόνους, ἀλλὰ καὶ ἐκ τῶν ἱππέων καὶ
ἐξ αὐτῆς τῆς βουλῆς. καὶ οὔτ' ἐγκαλέσαι τις αὐτῷ οὔτ' ἐναντίον τι
διαπράξασθαι ἴσχυεν, οὐδὲ οἱ δήμαρχοι, οὔτε δίκη ἐφέσιμος ἐγίνετο ἀπ'
αὐτοῦ. οὐκ ἐπὶ πλέον δὲ τῶν ἓξ μηνῶν ἡ τῆς δικτατορίας ἀρχὴ παρ-
ετείνετο, ἵνα μή τις αὐτῶν ἐν τοσούτῳ κράτει καὶ ἐξουσίᾳ ἀκράτῳ χρο-
νίσας ὑπερφρονήσῃ καὶ πρὸς ἔρωτα μοναρχίας ἐκκυλισθῇ. ὅπερ ἐς ὕστερον
43
…
The complete text is available when the reading interface loads.