Historiae Romanae
- Authority group
- Cassius Dio (catalogue association; authorship remains anonymous)
- Edition reference
- Historiae Romanae (versio 2 in volumine 1), ed. Boissevain, op. cit., vol. 1 (1895; repr. 1955) 1–8, 13–14, 28–29, 51–52, 55–57, 72, 74–75, 87–89, 160, 170, 183, 189, 219–220, 223, 232–233, 235, 251–252, 275, 293, 307– 308.
- CTS identifier
urn:cts:greekLit:tlg0385.tlg005.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
6
Μέχρι τούτου τὰ περὶ Ἄλβης καὶ
Ἀλβανῶν. τὰ δὲ περὶ Ῥώμης ἐν-
τεῦθεν. Ἀβεντῖνος γεννᾷ Νομή-
τορα καὶ Ἀμούλιον, ἢ κατά τινας
τὸν Πρόκαν. τοῦ Πρόκα δὲ τού-
του λέγουσι παῖδας τοῦτον τὸν
Νομήτορα καὶ Ἀμούλιον. βασι-
λεύοντα δὲ τὸν Νομήτορα ὁ Ἀμού-
λιος ἐξήλασε, καὶ Αἰγέστην τὸν
Νομήτορος υἱὸν ἐν κυνηγεσίῳ ἀναι-
ρεῖ, τὴν δὲ ἀδελφὴν Αἰγέστου,
θυγατέρα δὲ τοῦ προρρηθέντος Νο-
μήτορος, Σιλουίαν ἢ Ῥέαν Ἰλίαν
ἱέρειαν τῆς θεᾶς Ἑστίας ποιεῖ, ὡς
ἂν παρθένος διαμείνῃ· ἐδεδίει γάρ
τινα χρησμὸν λέγοντα ὑπὸ τῶν
Νομήτορος παίδων αὐτὸν ἀναιρε-
θῆναι. διά τοι τοῦτο τὸν μὲν
Αἰγέστην ἀνεῖλε, τὴν δὲ ἱέρειαν
τῆς Ἑστίας ἐποίησεν, ὅπως παρ-
θένος καὶ ἄπαις διαμείνῃ. ἡ δὲ
7
{[Tzetz. ad Lyc. v. 1232.]}
ἐν Ἄρεος ἄλσει ὑδρευομένη ἔγκυος γίνεται, καὶ γεννᾷ
Ῥωμύλον καὶ Ῥῶμον. καὶ τήνδε μὲν ἐξαιτεῖται
μὴ ἀποθανεῖν ἡ τοῦ Ἀμουλίου θυγάτηρ, τὰ δὲ
βρέφη Φαιστύλῳ ποιμένι, Λαυρεντίας ἀνδρί, ἔδοντο
ῥῖψαι περὶ τὸν Τίβεριν ποταμόν. ἃ ἡ τούτου γυνὴ
λαβοῦσα ἀνέτρεφεν· ἔτυχε γὰρ αὐτὴν τότε νεκρὸν
βρέφος τεκεῖν. αὐξηθέντες δὲ ὁ Ῥωμύλος καὶ
ὁ Ῥῶμος ἐποίμαινον κατὰ τοὺς τοῦ Ἀμουλίου
ἀγρούς, ἀνελόντες δέ τινας τῶν τοῦ πάππου Νομή-
τορος ποιμένων ἐπετηροῦντο. κατασχεθέντος δὲ
τοῦ Ῥώμου δραμὼν ὁ Ῥωμύλος τῷ Φαιστύλῳ
λέγει, καὶ ὃς δραμὼν τῷ Νομήτορι πάντα διη-
γεῖται. τέλος ἔγνω Νομήτωρ τῆς θυγατρὸς αὑτοῦ
παῖδας ὄντας αὐτούς. οἱ δὲ συναραμένων πολλῶν
ἀναιροῦσι τὸν Ἀμούλιον, τῷ δὲ Νομήτορι πάππῳ
αὑτῶν τὴν βασιλείαν τῆς Ἄλβης παρασχόντες αὐτοὶ
τὴν Ῥώμην κτίζειν ἀπήρξαντο. Tzetz. in Lycophr.
Alex. 1232.
8
(αὐτοὶ τὴν Ῥώμην κτίζειν ἀπήρ-
ξαντο) ὀκτωκαιδεκάτῳ ἔτει τῆς
Ῥωμύλου ἡλικίας. πρὸ δὲ τῆς
μεγάλης ταύτης Ῥώμης, ἣν ἔκτισε
Ῥωμύλος περὶ τὴν Φαιστύλου οἰκίαν
ἐν ὄρει Παλατίῳ, ἑτέρα τετράγω-
νος ἐκτίσθη Ῥώμη παρὰ Ῥώμου
καὶ Ῥωμύλου παλαιοτέρων τούτων.
Tzetz. in Lycophr. 1232.
13
καὶ τὰς Ἑστιάδας
παρθένους τοῦ πυρὸς καὶ ὕδατος
τὴν ἐπιμέλειαν ἔχειν ἐπέτρεψεν
αἳ διὰ τοῦ βίου τὴν παρθενίαν ἐφύ-
λαττον· εἰ δὲ μή, λίθοις κατε-
χώννυντο.
14
Interpositis quibusdam quae ad
Dionem non pertinent:
οὕτως μὲν οὖν ἐξ ἀμφοτέρων καὶ
ἰσχυρὰ ταχέως καὶ εὔκοσμος ἡ πό-
λις ἐγένετο, τοῦ μὲν τὰ πολιτικὰ
καὶ εἰρηνικὰ ἐκτυπώσαντος, τοῦ δὲ
Ῥωμύλου τὰ πολεμικά. Cedre-
nus I p. 259 18—20 et p. 260
5—7 Bekk.
28
περὶ ἧς δὲ Σιβύλλης
νῦν ὁ Λυκόφρων λέγει·
Κυμαία ἦν, ἥτις τέ-
θνηκεν ἐν χρόνοις Ταρ-
κυνίου τοῦ Ὑπερηφά-
νου βίβλους προφητι-
29
κὰς αὑτῆς τρεῖς ἢ ἐννέα
καταλιποῦσα, ὡς τὰς
λοιπὰς τῆς ἐκείνης θε-
ραπαίνης ἀναλωσάσης
πυρί, ὅτι μὴ ἐδίδουν
ἐκείνῃ ὅσον ἐζήτει
χρυσίον. ὃ ὕστερον
ποιήσαντες ἐξωνήσαν-
το ἢ μίαν τὴν κατα-
λειφθεῖσαν ἢ τρεῖς καὶ
ἔδοντο Μάρκῳ Ἀκιλίῳ
φυλάσσειν. ζῶντα δὲ
τοῦτον εἰς δέρμα βοὸς
ἐμβαλόντες ἀνεῖλον,
ὅτι πρὸς μεταγραφὴν
ἔδοτο, τὴν δὲ βίβλον
ἢ τὰς βίβλους ὀρύξαν-
τες ἐν μέσῃ τῇ ἀγορᾷ
μετὰ λάρνακος κατέ-
χωσαν. Tzetz. in
Lycophr. 1279.
51
{[Tzetz. Chil.]}
Ῥωμαῖοι Κοριόλανον τὴν πόλιν πολεμοῦντες,
ὡς πρὸς φυγὴν ἐτράπησαν οἱ πάντες ἀνὰ κράτος,
αὐτὸς δ' εἰς τὴν πολέμιον πόλιν στραφεὶς καὶ μόνος
ἠνεῳγμένην ἐφευρὼν ἐνέπρησεν ἐκείνην,
λαμπρῶς δ' ἀρθείσης τῆς φλογὸς ἐπαναβὰς τὸν ἵππον
ῥύμῃ πολλῇ κατόπισθεν ἐμπίπτει τῶν βαρβάρων,
οἳ τοῖς Ῥωμαίοις διωγμὸν τὸν ἄστρεπτον ἐποίουν.
52
οἵπερ στραφέντες καὶ τὸ πῦρ φλέγον ἰδόντες πόλιν
καὶ πορθηθῆναι δόξαντες ἔφευγον ἀλλαχόσε.
αὐτὸς Ῥωμαίους σώσας δὲ πορθήσας καὶ τὴν πόλιν,
τὴν ἥνπερ Κοριόλανον εἰρήκαμεν καλεῖσθαι,
πρὸς τῷ καλεῖσθαι πρότερον Μάρκος καὶ Γναῖος ἅμα
ἔσχε καὶ Κοριόλανος ἐκ τοῦ τροπαίου κλῆσιν.
οἷα δ' ὁ φθόνος εἴωθεν ποιεῖν τοῖς εὐεργέταις,
μετὰ μικρὸν ἐν λογισμοῖς τὸν ἄνδρα ζημιοῦσιν.
ὑπερπαθήσας δ' ὁ ἀνὴρ θυμῷ δικαιοτάτῳ
ἀφεὶς γυναῖκα τὴν αὐτοῦ, μητέρα καὶ πατρίδα
πρὸς Κοριόλους ἔρχεται, καὶ δέχονται τὸν ἄνδρα.
Tzetz. Chil. 6, 532—549 (quae sequuntur vide
infra p. 55 sqq.). —Ceterum cf. H. Haupt.
Herm. 14, 440 et Harder. de Tzetz. hist. font.
(Kiliae 1886) p. 11. 46.
55
καὶ δὴ καὶ παρε-
τάξαντο καὶ κατὰ
τῶν Ῥωμαίων. καὶ
εἰ μὴ μετὰ συρραγῆς
ἐκείνου τοῦ πολέμου
δραμοῦσαι κατεσχί-
σαντο τοὺς ἑαυτῶν
χιτῶνας, γυμναί τε
περιέστησαν ἡ σύζυγος
καὶ μήτηρ, ἡ Βε-
τουρνία τε αὐτὴ καὶ
Βολουμνία κλῆσιν,
56
καὶ τοῦτον μόλις
ἔπαυσαν τῆς κατὰ
Ῥώμης μάχης, ἡ
Ῥώμη ἂν ἐπέγνωκε
τιμᾶν τοὺς εὐεργέτας.
ἀλλὰ λιταῖς ταῖς τῆς
μητρὸς παυσθεὶς καὶ
τῆς συζύγου πόλεμον
μὲν κατέπαυσε τὸν
κατὰ τῶν Ῥωμαίων,
αὐτὸς τοὺς Κοριόλους
δὲ ἀφεὶς καὶ τοὺς
Ῥωμαίους πρὸς ἄλ-
57
λην γῆν ἀπέδραμε τῇ
λύπῃ βεβλημένος.
Tzetz. Chil. 6, 550
—560. (cf. 3, 856-
861). Vide H. Haupt.
Herm. 14, 440.
72
{[Tzetz. Ep.]}
εἰς δίφρον τὸν θριαμβονίκην
ἀναβιβάσαντες σινωπιδίῳ
ἢ κινναβάρει τὸ πρόσωπον
ἀντὶ αἵματος, ὡς μὴ ἐρυ-
θριᾷ, περιχρίουσι καὶ βρα-
χιονιστῆρας ἐμβάλλουσι
ταῖς χερσὶ καὶ δάφνινον
στέμμα καὶ δάφνης κλῶνα
διδοῦσι τῇ δεξιᾷ. περιτιθέ-
ασι δὲ καὶ τῇ κεφαλῇ στέ-
φανον ἐξ ὕλης ὁποίας, ἀνά-
γραπτα φέροντα ὅσα ἐποί-
ησεν ἢ ἐπεπόνθει·
74
{[Tzetz. Ep.]}
οἰκέτης δὲ δη-
μόσιος τοῦ ἅρ-
ματος ἑστὼς
ὄπισθεν ἀνέχει
τὸν στέφανον
λέγων ἐκείνῳ
πρὸς οὖς “βλέπε
καὶ τὸ κατό-
πιν”. κώδωνες
δὲ καὶ μάστιξ
τοῦ ζυγοῦ τοῦ
ἅρματος ἀπῃώ-
ρηνται·
75
{[Tzetz. Ep.]}
εἶτα τρὶς κυκλῶν τὸν τόπον περιτρέχει
καὶ τοὺς ἀναβαθμοὺς ἐπὶ γόνασιν ἀνέρπει
καὶ τοὺς στεφάνους ἐκεῖ ἀποτίθεται.
εἶτα μετὰ θυμελικῶν οἴκαδε ἀπέρχεται.
Tzetz. Epist. 107, p. 86.
87
Δίων δὲ Κάσ-
σιος Κοκκεια-
νός, ὁ τὰ Ῥω-
μαίων συντά-
ξας, ἐκ θεομη-
νίας φησὶ γενέ-
σθαι χάσμα περὶ
τὴν Ῥώμην καὶ
μὴ ἐπιμύειν.
χρησμοῦ δὲ δο-
θέντος ἐπιμῦσαι
τὸ χάσμα ἐὰν ὃ
κράτιστον Ῥω-
μαίοις ἐμβάλω-
σιν ἐν αὐτῷ,
Κούρτιός τις
ἱππεὺς εὐγενής,
οὐδενὸς ἄλλου
συμβαλεῖν τὸν
χρησμὸν δυνα-
μένου, αὐτὸς ἑρ-
μηνεύσας ἵππον
ὁμοῦ καὶ ἄν-
θρωπον λέγειν,
88
εὐθέως ἀνέβη τε τὸν
ἵππον καὶ ὡς εἶχεν
ἐλάσας ἡρωικῶς κατὰ
τοῦ φρικώδους ἐκεί-
νου βόθρου ἐφέρετο.
89
καὶ εὐθέως κατενεχθέντος
τὸ χάσμα ἐπέμυε 〈καὶ〉 οἱ
λοιποὶ τῶν Ῥωμαίων ἄνω-
θεν ἄνθεσιν ἔβαλλον. κἀκ
τούτου καὶ Κούρτιος ὁ
λάκκος ἐκλήθη Io. Tzetz.
Schol. ad. Exeg. Iliad.
p. 136, 17. —
160
Ῥώμης πολεμοῦντος τὴν Καρχη-
δόνα ἐξαίφνης δράκων ἑρπύσας ἔξω
τοῦ χαρακώματος τοῦ Ῥωμαίου
στρατοῦ ἔκειτο, ὃν τῇ προστάξει
αὐτοῦ ἔκτειναν οἱ Ῥωμαῖοι καὶ
ἀποδείραντες αὐτὸν ἔστειλε (sic)
τὴν δορὰν αὐτοῦ τῇ συγκλήτῳ
Ῥώμης, μέγα θαῦμα· καὶ παρὰ
τῆς αὐτῆς μετρηθεῖσα συγκλήτου,
ὡς αὐτὸς ὁ Δίων ἔλεγε, εὑρέθη
ἔχουσα μῆκος ποδῶν ἑκατὸν εἴκοσι.
πρὸς τὸ μῆκος αὐτοῦ ἦν καὶ τὸ
πάχος. Ioannes Damasc. De dra-
conibus vol. 1 p. 472 AB.
170
τὸ ἕτερον μέρος τῆς οἰωνοσκοπικῆς Δίων Κάσ-
σιος Κοκκηιανὸς παραδίδωσι, λέγων ὅτι κριθο-
φάγους ἡμέρους κατέχουσιν ὄρνιθας καὶ τιθέασιν
ἔμπροσθεν αὐτῶν κριθάς, ὅτε μαντεύονται. εἰ
μὲν οὖν ἐσθίοντες οἱ ὄρνιθες οὐ πλήττουσι τοῖς
ῥάμφεσι τὰς κριθὰς καὶ ἀπορρίπτουσιν, ἀγαθὸν
τὸ σημεῖον, εἰ δὲ οὕτω ποιοῦσιν, οὐκ ἀγαθόν.
Io. Tzetz. Exeg. in Hom. Il. p. 108.
183
ἐπὶ Φαβίου γὰρ Μαξίμου Βερο-
κόσσου ἤτοι ἀκροχορδονώδους Ῥω-
μαῖοι τοῦτο ἐποίησαν, Ἑλληνικὸν
καὶ Γαλατικὸν ἀνδρόγυνον κρύψαν-
τες ἐν μέσῃ τῇ ἀγορᾷ, ἐκ χρησμοῦ
τινὸς δειματωθέντες, λέγοντος Ἕλ-
ληνα καὶ Γαλάτην καταλήψεσθαι
τὸ ἄστυ. Tzetz. in Lycophr. 603.
cf. ad 1056.
189
Δίων δὲ Κοκκειανὸς τοὺς Ναρ-
βωνησίους Βέβρυκας λέγει, γράφων
οὕτω “τῶν πάλαι μὲν Βεβρύκων
νῦν δὲ Ναρβωνησίων ἐστὶ τὸ Πυ-
ρήναιον ὄρος. τὸ δὲ ὄρος τοῦτο
χωρίζει Ἰβηρίαν καὶ Γαλατίαν.”
Tzetz. in Lycophr. Alex. 516.
219
αἱ Κάνναι πεδιάδες δέ εἰσι τῆς Ἀρ-
γυρίππας, οὗ Διομήδης ἔκτισε τὴν
220
πόλιν Ἀργύριππαν, τουτέστιν Ἄργος Ἵπ-
πειον τῇ γλώσσῃ τῶν Ἑλλήνων. αἱ
πεδιάδες αὗται δὲ τυγχάνουσι Δαυνίων
τῶν Ἰαπύγων ὕστερον, ἔπειτα Σαλαντίων,
τὰ νῦν δὲ πᾶσι Καλαυρῶν τὴν κλῆσιν
λεγομένων. Tzetz. Chil. 1, 759—764.
223
τέλος τοσοῦτο πέπτωκε πλῆθος
ἀνδρῶν Ῥωμαίων,
ὡς τὸν Ἀννίβαν στρατηγὸν πέμψαι
τῇ Σικελίᾳ
τοὺς δακτυλίους στρατηγῶν καὶ τῶν
λοιπῶν ἐνδόξων
μεδίμνοις τε καὶ χοίνιξι πολλοῖς
ἐμμετρηθέντας.
Tzetz. Chil. 1, 771—774.
232
καὶ τοῦ Μαρκέλλου στρατηγοῦ ποτὲ
δὲ τῶν Ῥωμαίων τῇ Συρακούσῃ κατὰ
γῆν προσβάλλοντος καὶ πόντον τινὰς
233
μὲν πρῶτον μηχαναῖς ἀνείλκυσεν ὁλ-
κάδας καὶ πρὸς τὸ Συρακούσιον τεῖ-
χος μετεωρίσας αὐτάνδρους πάλιν τῷ
βυθῷ κατέπεμπεν ἀθρόως Μαρκέλ-
λου δ' ἀποστήσαντος μικρόν τι τὰς
ὁλκάδας ὁ γέρων πάλιν ἅπαντας
ποιεῖ Συρακουσίους μετεωρίζειν δύ-
νασθαι λίθους ἁμαξιαίους καὶ τὸν
καθένα πέμποντα βυθίζειν τὰς ὁλκά-
δας. ὡς Μάρκελλος δ' ἀπέστησε βο-
λὴν ἐκείνας τόξου, ἑξάγωνόν τι κά-
τοπτρον ἐτέκτηνεν ὁ γέρων, ἀπὸ δὲ
διαστήματος συμμέτρου τοῦ κατόπ-
τρου μικρὰ τοιαῦτα κάτοπτρα θεὶς
τετραπλᾶ γωνίαις κινούμενα λεπίσι
τε καί τισι γιγγλυμίοις μέσον ἐκεῖνο
τέθεικεν ἀκτίνων τῶν ἡλίου μεσημ-
βρινῆς καὶ θερινῆς καὶ χειμεριωτάτης.
ἀνακλωμένων δὲ λοιπὸν εἰς τοῦτο τῶν
ἀκτίνων ἔξαψις ἤρθη φοβερὰ πυρώ-
δης ταῖς ὁλκάσι, καὶ ταύτας ἀπετέ-
φρωσεν ἐκ μήκους τοξοβόλου οὕτω νικᾷ
τὸν Μάρκελλον ταῖς μηχαναῖς ὁ γέρων.
Tzetz. Chil. 2, 109—128.
235
ἦν κεκυφὼς διάγραμμα μηχανικόν τι γράφων,
τὶς δὲ Ῥωμαῖος ἐπιστὰς εἷλκεν αἰχμαλωτίζων.
ὁ δὲ τοῦ διαγράμματος ὅλος ὑπάρχων τότε, τίς
ὁ καθέλκων οὐκ εἰδὼς ἔλεγε πρὸς ἐκεῖνον·
“ἀπόστηθι, ὦ ἄνθρωπε, τοῦ διαγράμματός μου.”
ὡς δ' εἷλκε τοῦτον συστραφεὶς καὶ γνοὺς Ῥω-
μαῖον εἶναι, ἐβόα· “τί μηχάνημά τις τῶν ἐμῶν
μοι δότω.” ὁ δὲ Ῥωμαῖος πτοηθεὶς εὐθὺς ἐκεῖ-
νον κτείνει, ἄνδρα σαθρὸν καὶ γέροντα, δαιμό-
νιον τοῖς ἔργοις. ἐθρήνησε δὲ Μάρκελλος τοῦτο
μαθὼν εὐθέως λαμπρῶς τε τοῦτον ἔκρυψεν ἐν
τάφοις τοῖς πατρῴοις σὺν τοῖς ἀρίστοις πολιτῶν
καὶ τοῖς Ῥωμαίοις πᾶσι, τὸν δὲ φονέα τοῦ ἀν-
δρὸς οἶμαι πελέκει κτείνει. ὁ Δίων καὶ Διόδω-
ρος γράφει τὴν ἱστορίαν.
Tzetz. Chil. 2, 136—149.
251
Δίων δὲ ὁ Κοκκηιανὸς ταύτας πλησίον
φησὶ Ἴβηρος εἶναι ποταμοῦ, πλησίον
252
τῶν Εὐρωπαίων Ἡρακλείων στηλῶν,
ἃς νήσους Ἕλληνες μὲν καὶ Ῥωμαῖοι
κοινῶς Γυμνησίας φασίν, Ἴβηρες δὲ
Βαλερίας ἤτοι ὑγιεινάς. Tzetz. ad
Lycophr. 633.
275
ἐγὼ δὲ τοὺς Δαρδανίους ἔθνος εὗρον οἰκοῦντας ὑπέρ
τε Ἰλλυριῶν καὶ Μακεδόνων. Tzetz. ad Lycophr.
Alex. 1128.
293
αὐτὸς δὲ (Ἀννίβας) φάρμακον πιὼν θνήσκει
πρὸς Βιθυνίαν πρός τι χωρίον Λίβυσσαν καλού-
μενον τῇ κλήσει δοκῶν θανεῖν εἰς Λίβυσσαν
πατρίδα τὴν οἰκείαν. ἦν γὰρ Ἀννίβᾳ τις χρη-
σμὸς οὕτω που γεγραμμένος· Λίβυσσα κρύψει
βῶλος Ἀννίβα δέμας. ὁ αὐτοκράτωρ δ'
ὕστερον Ῥωμαίων ὁ Σεβῆρος ἐκ γένους ὢν
τοῦ Λιβυκοῦ λευκῆς μαρμάρου τάφῳ τὸν
ἄνδρα τοῦτον τέθεικεν, τὸν στρατηγὸν Ἀννί-
βαν. Tzetz. Chil. 1, 798—805.
307
ὅτι Καρχηδόνιοι πολεμούμενοι παρὰ
Ῥωμαίων ὅπλα τε καὶ τριήρεις δι'
ἐλαχίστου ἐποιήσαντο, τοὺς μὲν ἀν-
δριάντας πρὸς τὴν τοῦ χαλκοῦ χρῆσιν
συγχωνεύσαντες, καὶ τὴν ξύλωσιν τῶν
τε ἰδίων καὶ δημοσίων ἔργων πρὸς
τὰς τριήρεις καὶ τὰς μηχανὰς μετε-
νεγκάμενοι, ἔς τε τὰ σχοινία ταῖς
τῶν γυναικῶν κόμαις ἀποκεκαρμέναις
308
χρησάμενοι. Excerptum inter Pla-
nudea receptum (M p. 540).
{[Exc. Vat.]} ὅτι ὁ αὐτὸς Γάιος συλλαβὼνΚεριάλιον καὶ τὸν υἱὸν αὐτοῦΠαπίνιον βουλευτὰς ἐτιμωρήσα-το, ὥστε ἐξειπεῖν τὰς κατ' αὐ-τοῦ γινομένας ἐπιβουλάς. καὶὁ μὲν Κεριάλιος παντελῶς οὐ-δὲν εἶπεν, παραχρῆμα δὲ ἐπ'ὄψεσιν αὐτοῦ ἀνῃρέθησαν. ἐνοἷς ἦν καὶ Βάσσος· καὶ παρε-σκεύασε τὸν πατέρα αὐτοῦμὴ ψευδῶς κατηγορηθέν-τα μηδὲ ἔγκλημα ἔχοντα{[Exc. Vat.]}παρεῖναι, ἵνα θεάσηταιτὴν ἀναίρεσιν τοῦ παι-δός. πυθομένου δὲ τοῦγέροντος εἰ ἔξεστιν αὐτῷμύσαι τοὺς ἀφροδισίους,ἐκέλευσε μετὰ τὸ φο-νευθῆναι τούτους κἀ-κεῖνον φονευθῆναι. ὁδὲ προσποιησάμενος ἔλε-γεν δικαίαν εἶναι τὴνκρίσιν τοῦ βασιλέως· ὡς ἀληθῶς γὰρ καὶἐκείνους καὶ ἑαυτὸν τῶν φονέων εἶναι,καὶ πολλοὺς ἄλλους εἶναι τοὺς συνειδόταςἡμῖν. καὶ ἀπαιτηθεὶς εἰπεῖν εἶπεν πάνταςτοὺς πλησίον αὐτοῦ καὶ τοῖς κακοῖς τού-τοις ὑπουργοῦντας. καὶ ἔδρασεν ἂν τὰμέγιστα, εἰ μὴ προαχθεὶς καὶ τοὺς πάνυγνησίους αὐτοῦ ὠνόμασεν· οὕτω γὰρ ἠπι-στήθη καὶ περὶ τῶν ἄλλων. ἐκεῖνος δὲἀνῃρέθη. Petr. Patr. exc. Vat. 29 (p. 204 sq.Mai. = p. 187, 7—25 Dind.) ὅτι ὁ αὐτὸς Γάιος τούς τε ὑπάρ-χους καλέσας καὶ ἄλλους δύο εἰσ-ῆλθεν ἐν χιτωνίσκῳ, καὶ λέγειαὐτοῖς “ἰδοὺ ὑμεῖς τρεῖς ἐστεὡπλισμένοι, ἐγὼ δὲ μόνος καὶ γυμ-νός· ἐὰν μισῆτέ με, φονεύσατέ με.”ὡς δὲ ἐκεῖνοι εἰς τοὺς πόδας αὐτοῦ{[Exc. Vat.]}προσέπεσον καὶ παρεκάλουν μηδὲντοιοῦτον περὶ αὐτοῦ ἐννοεῖν, ἀνεχώρη-σεν δῆθεν πεπεισμένος· πλὴν καὶ αὐτὸςὕποπτος περὶ τὴν φιλίαν αὐτῶν διέκειτο,κἀκεῖνοι ἐδεδίεισαν. ἐκεῖνος δὲ συνέκρου-εν αὐτοὺς ἀλλήλοις. Petr. Patr. exc. Vat.30 (p. 205 Mai. = p. 187, 26—188, 2 D.){[Exc. Vat.]} ὅτι μετὰ τὴν τε-λευτὴν Γαΐου ὁ δῆμοςδιὰ τὸ εἰπεῖν αὐτὸνὅτι ἔδει πάντας ἔχεινἕνα τράχηλον ἐμπαί-ζων αὐτῷ ἔλεγεν·“ἡμεῖς ἕνα μὲν αὐχέ-να οὐκ ἔχομεν πολ-λὰς δὲ χεῖρας. Petr. Patr.Exc. Vat. 35 (p. 206Mai. = p. 188, 29-32 Dind.) ὅτι πολλοὶ τῶν συν-ασελγαινόντων καὶ συν-εξημαρτηκότων αὐτῷἤχθοντο καὶ ἐταράτ-τοντο καὶ τοὺς στρατιώ-τας πολλὰ πειραθέντεςκαταστῆσαι οὐκ ἠδύναν-το, Βαλέριος δὲ Ἀσια-τικὸς ἀνὴρ ὑπατευκὼςθαυμαστόν τινα τρόπονκατέπαυσεν· διατρεχόν-των γὰρ αὐτῶν καὶ πυν-θανομένων τίς Γάιονἀπέσφαξεν, ἵνα δίκηνπαρ' αὐτοῦ λάβωσιν,ἀνῆλθεν εἰς περιφανὲςχωρίον καὶ ἐβόησεν αὐ-τοῖς· ”εἴθε [αἴθε cod.]ἐγὼ αὐτὸν ἀπέκτεινα·“καὶ ἐκ τούτου κατα-πλαγέντες καὶ τὸν ἄνδρα αἰδεσθέντες ἡσύχασαν. Petr. Patr. exc. Vat. 36(p. 206 sq. Mai. = p. 189, 1—10 Dind.) καὶ Κλαύ-διος μὲν ὑπὸτῆς Ἀγριππί-νης τῆς γυναι-κὸς τῆς τε ἀ-δελφῆς, δι' ἣντά τε ἄλλα καὶἐπιόρκησεν, ἐ-πεβουλεύθη ἐντῷ σιτίῳ, καὶδιεφθάρη κα-κῶς, ἵνα τε ὁυἱὸς αὐτῆς μο-ναρχήσῃ καὶὁ Βρεττανικὸςαἵ τε ἀδελφαὶαὐτοῦ ἀπό-λωνται. Joann.Antioch. fr. 89M. v. 15—19.{[Joann. Antioch.]} τόν τε γὰρ Βρεττανι-κὸν ἀδελφόν οἱ εἶναι δο-κοῦντα, πρῶτα μὲν εἰςτὴν ὥραν ἀσελγῶς ὕβρι-σενἔπειτα δὲ παρὰ δεῖ-πνον δηλητηρίῳ φαρ-μάκῳ διέφθειρεν· ὡςδεινὸν μὴ μόνον ὁρᾶ-σθαι ἀλλὰ καὶ ἀκού-εσθαι· πελιδνὸς γὰρὅλος ἐγένετο{[cf. v. 13c—16c]} καὶοἱ ὀφθαλμοὶ αὐτοῦἀνεῳγμένοι καὶ τοὺςἐφόρους πρὸς τιμω-ρίαν καλοῦντες. Joann.Antioch. fr. 90 M. v. 87—93.