Reliquiae incertae sedis
- Authority group
- Cassius Dio (catalogue association; authorship remains anonymous)
- Edition reference
- Reliquiae incertae sedis, ed. Boissevain, op. cit., vol. 1, 356–358.
- CTS identifier
urn:cts:greekLit:tlg0385.tlg009.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
2
9
Δίων μϚʹ βιβλίῳ “καὶ οἱ ἵπποι τοῖς στρατιώταις ὑπούρ-
γησαν”. Ibid. p. 117 32.
3
t
{EX FLORILEGIO.}
1
ἀδύνατον γάρ ἐστι τἀναντία τινὰ τοῖς [οὐκ] ὀρθῶς ἔχουσι πράτ-
τοντα καὶ ἀγαθοῦ τινος ἀπ' αὐτῶν ἀπολαῦσαι. Max. Conf. Flor.
f. 7r (M. p. 562 [ex Arsenio]).
2
οὐ γὰρ αἱ ἐπικλήσεις καὶ τοὺς τρόπους τῶν ἀνθρώπων μετα-
βάλλουσιν, ἀλλ' ὅπως ἄν τις τὰ πράγματα μεταχειρίζηται, τοιαύτας
καὶ ἐκείνας δοκεῖν εἶναι ποιεῖ· καὶ πολλοὶ μὲν μοναρχοῦντες ἀγαθῶν
αἴτιοι τοῖς ἀρχομένοις γίγνονται, διὸ καὶ βασιλεία τὸ τοιοῦτον
ὀνομάζεται, πολλοὶ δὲ δημοκρατούμενοι μυρία κακὰ αὑτοὺς ἐρ-
γάζονται. Max. Conf. Flor. f. 50v (M. p. 556).
3
πέφυκεν γὰρ ὡς ἀεὶ πρὸς τὰς γνώμας τῶν ἀρχόντων τυποῦ-
σθαι καὶ τὸ ὑποχείριον. Max. Conf. Flor. f. 51r (M. p. 560 [ex
Antonii melissa]).
4
οὐδὲν γὰρ καὶ στράτευμα καὶ τἆλλα πάντα ὅσα ἀρχῆς τινος
δεῖται 〈οὕτως〉 οὔτε ἐπὶ τὸ χεῖρον οὔτε ἐπὶ τὸ κρεῖττον προάγει ὡς
ὅ τε τρόπος καὶ ἡ δίαιτα τοῦ ἐπιστατοῦντος αὐτῶν· πρὸς γὰρ
τὰς γνώμας τάς τε πράξεις τῶν ἡγουμένων σφίσιν οἱ πολλοὶ
ἐξομοιοῦνται, καὶ ὁποῖα ἂν ἐκείνους δρῶντας ἴδωσι, τοιαῦτα καὶ
αὐτοὶ οἱ μὲν ὡς ἀληθῶς οἱ δὲ καὶ προσποιούμενοι πράττουσιν.
Max. Conf. Flor. f. 51r (M. p. 556).
5
φιλεῖ πως λυπεῖν μᾶλλόν τινας τῶν μὴ προσδοκηθέντων ἀρχὴν
ὅσα ἂν ἐν ἐλπίδι γενόμενα διαπέσῃ· τὰ μὲν γὰρ πόρρω σφῶν νο-
μίζοντες εἶναι ἧττον αὐτῶν ὡς καὶ ἀλλοτρίων ἐφίενται, τῶν δὲ
ἐγγὺς ἐλθόντες ἄχθονται ὡς καὶ οἰκείων στερόμενοι. Max. Conf.
Flor. f. 160r (M. p. 558).
6
πολλῷ κρεῖττόν ἐστι κατορθώσαντάς τι ζηλοτυπηθῆναι ἢ
πταίσαντας ἐλεηθῆναι. Arsenii Anth. (M. ib.)
{ΕΠΙΤΟΜΗ}{ΤΗΣ ΔΙΩΝΟΣ ΤΟΥ ΝΙΚΑΕΩΣ}{ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΗΝ ΣΥΝΕΤΕΜΕΝ ΙΩΑΝΝΗΣ Ο ΞΙΦΙΛΙΝΟΣΠΕΡΙΕΧΟΥΣΑ ΜΟΝΑΡΧΙΑΣ ΚΑΙΣΑΡΩΝ ΕΙΚΟΣΙΠΕΝΤΕ ΑΠΟ ΠΟΜ-ΠΗΙΟΥ ΜΑΓΝΟΥ ΜΕΧΡΙΣ ΑΛΕΞΑΝΔΡΟΥ ΤΟΥ ΜΑΜΑΙΑΣ.} Κληρουμένων δὴ τῶν ὑπάτων Ὁρτήσιος τὸν πρὸς Κρῆτας ἔλαχεπόλεμον· ἀλλ' ἐκεῖνος μὲν ὑπό τε τῆς ἐν τῷ ἄστει φιλοχωρίας καὶὑπὸ τῶν δικαστηρίων, ἐν οἷς πλεῖστον τῶν κατ' αὐτὸν ἀνθρώπωνμετά γε τὸν Κικέρωνα ἠδυνήθη, τῷ τε συνάρχοντι τῆς στρατιᾶς ἐθε-λοντὴς ἐξέστη καὶ αὐτὸς κατὰ χώραν ἔμεινεν· ὁ δὲ δὴ Μέτελλοςἐστείλατό τε εἰς Κρήτην, καὶ τὴν νῆσον ἅπασαν ἐχειρώσατο μετὰτοῦτο, καίτοι πρὸς τοῦ Πομπηίου τοῦ Μάγνου, ἤδη τῆς θαλάσσηςξυμπάσης ἄρχοντος καὶ τῆς ἠπείρου ὅσον ἡμερῶν ἀπὸ θαλάσσηςτριῶν, ἐμποδιζόμενος τε καὶ κωλυόμενος ὡς αὐτῷ προσηκουσῶν καὶτῶν νήσων. ἀλλ' ὅμως καὶ ἄκοντος Πομπηίου τῷ Κρητικῷ πολέμῳτέλος ὁ Μέτελλος ἐπιθεὶς θρίαμβόν τε ἀπ' αὐτοῦ κατήγαγε καὶ Κρη-τικὸς ἐπεκλήθη. Λούκουλλος δὲ Λούκιος κατὰ τοὺς καιροὺς τούτουςτοὺς τῆς Ἀσίας δυνάστας Μιθριδάτην τε καὶ Τιγράνην τὸν Ἀρμένιονπολέμῳ νικήσας καὶ φυγομαχεῖν ἀναγκάσας τὰ Τιγρανόκερτα ἐπο-λιόρκει. καὶ αὐτὸν οἱ βάρβαροι τῇ τε τοξείᾳ καὶ τῇ νάφθᾳ κατὰτῶν μηχανῶν χεομένῃ δεινῶς ἐκάκωσαν. ἀσφαλτῶδες δὲ τὸ φάρμα-κον τοῦτο, καὶ διάπυρον οὕτως ὥσθ' ὅσοις ἂν προσμίξῃ, πάντωςαὐτὰ κατακαίειν, οὐδ' ἀποσβέννυται ὑπ' οὐθενὸς ὑγροῦ ῥᾳδίως. ἐκτούτου δὲ ὁ Τιγράνης ἀναθαρρήσας τοσαύτῃ χειρὶ στρατοῦ ἤλασενὥστε καὶ τῶν Ῥωμαίων τῶν ἐκεῖσε παρόντων καταγελάσαι. λέγεταιδ' οὖν εἰπεῖν 〈ὡς〉 εἰ μὲν πολεμήσοντες ἥκοιεν, ὀλίγοι, εἰ δὲ πρεσ-βεύσοντες, πολλοὶ παρεῖεν. οὐ μέντοι καὶ ἐπὶ πολὺ ἥσθη, ἀλλ'εὐθὺς ἐξέμαθεν ὅσον ἥ τε ἀρετὴ καὶ ἡ τέχνη παντὸς ὁμίλου κρατεῖ.φυγόντος δὲ αὐτοῦ τὴν τιάραν τό τε ἀνάδημα τὸ περὶ αὐτὴν εὑρόν-τες οἱ στρατιῶται τῷ Λουκούλλῳ ἔδωκαν· δείσας γὰρ μὴ γνωσθεὶςἀπ' αὐτῶν ἁλῷ, περιεσπάσατο αὐτὰ καὶ ἀπέρριψεν. ἑλὼν δὲ τὰΤιγρανόκερτα μετὰ τοῦτο τὰ μὲν ἄλλα διήρπασε, τὰς δὲ γυναῖκαςἀνυβρίστους ἐφύλαξεν· ὅπερ αὐτῷ καὶ τοὺς ἄνδρας τοὺς ἐκείνωντοὺς μετὰ Τιγράνου φεύγοντας προσεποίησε. τῷ δὲ Πακόρῳ τῷΠαρθυαίων βασιλεῖ, μαθὼν αὐτὸν τῷ Τιγράνῃ μέλλειν βοηθήσειν,διὰ γραμμάτων ἠπείλησε. καὶ ὃς οὔτε Ῥωμαίοις φίλος ἐγένετο καὶτῷ Ἀρμενίῳ βοήθειαν οὐκ ἀπέστειλεν. ὁ δὲ Λούκουλλος καὶ τὴνΝίσιβιν ἐχειρώσατο, τοῦ Τιγράνου ταύτην οὖσαν· ἀλλ' ὅμως καίτοιστρατηγικώτατος ἀνδρῶν ὁ Λούκουλλος γενόμενος, καὶ πρῶτος Ῥω-μαίων τὸν Ταῦρον διαβὰς ἐπὶ πολέμῳ, καὶ δύο βασιλέων μεγίστωνκρατήσας, τῆς τε Ἀσίας ἐπὶ μήκιστον προελθών, ἀπειθέσιν ὕστερονπρὸς πάντα τοῖς στρατιώταις ἐχρήσατο, καὶ τέλος ἐγκατέλιπον αὐτόν.πολλά τε γάρ σφισι προσέταττε, καὶ δυσπρόσοδος ἀκριβής τε ἐν ταῖςτῶν ἔργων ἀπαιτήσεσι καὶ ἀπαραίτητος ἐν ταῖς τιμωρίαις ὤν, οὐκἠπίστατο οὔτε λόγοις ἐπιεικέσι προσαγαγέσθαι οὔτε χρημάτων δόσειπροσεταιρίσασθαι. τεκμήριον δέ· καὶ γὰρ τοὺς αὐτοὺς τούτους στρα-τιώτας ὁ Πομπήιος λαβὼν οὐδ' ὁπωσοῦν στασιάζοντας ἔσχεν· το-σοῦτον ἀνὴρ ἀνδρὸς διαφέρει. ἐν τούτῳ τῷ χρόνῳ καὶ ὁ πειρατι-κὸς πόλεμος ἐπολεμήθη Ῥωμαίοις οὐδενὸς ἔλαττον καταπλήξας αὐ-τούς. τὸ γὰρ καταποντιστῶν φῦλον ἐπιπολάσαν ἐν τῇ θαλάσσῃ, καὶδιὰ τὴν ἐν τοῖς πολέμοις τῶν Ῥωμαίων ἀσχολίαν ἀδείας ἐπειλημμένον,καὶ ὑπερφυῶς αὐξηθέν, νεῶν καὶ στόλων καὶ κακῶν μυρίων οὐ τὴνθάλασσαν μόνον, ἀλλ' ἤδη καὶ τὴν ἤπειρον ἀποβαῖνον ἐς αὐτὴν καὶκώμας καταφλέγον, καὶ πόλεις διαρπάζον, πεπλήρωκε· καὶ τέλοςἄπλουν ἐμπόροις τὴν θάλασσαν ἐργασάμενον ἐξαίσιον ταῖς πόλεσικαὶ μάλιστα τῇ Ῥώμῃ λιμὸν ἐμπεποίηκε· καὶ ἐς αὐτὰ γὰρ τὰ Ὄστιαἐσέπλεον, καὶ τάς τε ναῦς ἔκαιον καὶ πάνθ' ἥρπαζον. κατὰ τούτωνοὖν οἱ Ῥωμαῖοι στόλον ἐξέπεμψαν, ναύαρχον ἑλόμενοι τὸν Πομπήιονκαὶ στρατηγὸν αὐτοκράτορα παρὰ γνώμην τῆς συγκλήτου τρισὶν ἔτε-σιν ἄρξοντα καταστήσαντες. μαθόντες γὰρ οἱ πολλοὶ τὴν τῶν βου-λευτῶν γνώμην, τοῖς ταῦτα εἰσηγησαμένοις δεινῶς ὠργισμένων, ἐπὶτοὺς συγκαθημένους ἐφώρμησαν, καὶ εἴ γε μὴ ἐκκεχωρήκεσαν, πάν-τως ἂν αὐτοὺς διεφθάρκεσαν, τοῦ Πομπηίου παραιτήσει μὲν τῆςἀρχῆς ἐπιπλάστῳ κεχρημένου, σπουδαρχίᾳ δὲ οὐδένα λανθανούσῃπροσκειμένου· ὅτε καὶ Ῥώσκιος, τὴν τοῦ δήμου σπουδὴν βλέπων,φθέγξασθαι μὲν οὐδὲν ἐτόλμησε, τὴν δὲ δὴ χεῖρα ἀνατείνων δύο ἄν-δρας ἐκέλευέ σφας ἑλέσθαι, ὅπως ἔν γε τούτῳ τῆς δυναστείας τι τῆςΠομπηίου παρατέμοιτο. ταῦτ' οὖν αὐτοῦ χειρονομοῦντος ὁ ὅμιλοςμέγα καὶ ἀπειλητικὸν ἀνέκραγεν, ὥστε κόρακά τινα ὑπερπετόμενόνσφων ἐκπλαγῆναι καὶ πεσεῖν ὥσπερ ἐμβρόντητον. Κάτλου δέ τινοςτῶν ἀρίστων ἀνδρῶν εἰρηκότος πρὸς τὸν δῆμον, “ἐὰν ἐπὶ ταῦταἐκπεμφθεὶς σφαλῇ, οἷα ἔν γε ἀγῶσι πολλοῖς καὶ τούτοις θαλαττίοιςφιλεῖ γίνεσθαι, τίνα ἄλλον ἀντ' αὐτοῦ πρὸς τὰ ἀναγκαιότερα εὑρή-σετε;” ὁ ὅμιλος σύμπας ὥσπερ ἀπὸ συγκειμένου τινὸς ἀνεβόησενεἰπὼν “σέ”. καὶ οὕτω Πομπήιος τὴν ἡγεμονίαν τῆς θαλάσσης τῶντε νήσων καὶ τῆς ἠπείρου ἐς τετρακοσίους σταδίους ἀπὸ τῆς θαλάσ-σης ἄνω εἰλήφει, ὑποστρατήγους τε πεντεκαίδεκα καὶ τὰς ναῦς ἁπάσας·καὶ ταῦτα καὶ ἡ γερουσία καὶ ἄκουσα ἐπεκύρωσεν. ἑλὼν δὲ τοὺςπειρατὰς τά τε ἄλλα αὐτῶν ἐπεμελεῖτο, καὶ ὅπως μηδ' αὖθίς ποτεεἰς ἀνάγκην πονηρῶν ἔργων ὑπὸ πενίας ἀφίκωνται, καὶ χώρας σφί-σιν ὅσας ἐρήμους ἑώρα, καὶ πόλεις ὅσαι ἐποίκων ἐδέοντο, ἐδίδου.καὶ ἄλλαι τε ἐκ τούτων συνῳκίσθησαν καὶ ἡ Πομπηίου πόλις ἐπι-