The Greek Library Author

Anonymous

Historiae Romanae

Authority group
Cassius Dio (catalogue association; authorship remains anonymous)
Edition reference
Historiae Romanae (Xiphilini epitome), ed. Boissevain, op. cit., vol. 3 (1901; repr. 1955) 479–730.
CTS identifier
urn:cts:greekLit:tlg0385.tlg010.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

4

κληθεῖσα· ἔστι δὲ ἐν τῇ Κιλικίᾳ, τῇ παραθαλασσίᾳ, καὶ ἐπεπόρθητο

ὑπὸ τοῦ Τιγράνου, Σόλοι πρότερον ὠνομασμένη. καλὰ μὲν οὖν

ταῦτα καὶ φιλάνθρωπα τοῦ Πομπηίου. μετὰ δὲ ταῦτα τὴν τοῦ Λου-

κούλλου διεδέξατο στρατηγίαν, τῶν μὲν δυνατῶν ἐνστάντων αὐτῷ

καὶ πρὸς τοῦτο, τοῦ δὲ δήμου σπουδάσαντος, καὶ Καίσαρος αὐτῷ

καὶ Κικέρωνος συναραμένων, καὶ συνειπόντων τοῦ μὲν ὅτι τὸν ὄχλον

ἐξ ἀρχῆς ὑφεῖρπε καὶ ἐθεράπευε, τοῦ δ' ὅτι ἐπημφοτέριζε τὰ πολλά,

καὶ ποτὲ μὲν τῷ δήμῳ, ποτὲ δὲ τῇ γερουσίᾳ προσετίθετο· τήν τε

γὰρ πολιτείαν ἄγειν ἠξίου καὶ ἐνεδείκνυτο καὶ τῷ πλήθει καὶ τοῖς

δυνατοῖς ὅτι ὁποτέροις ἄν σφων πρόσθηται, πάντως αὐτοὺς ἐπαυ-

5

ξήσει· καὶ διὰ τοῦτο καὶ αὐτόμολος ὠνομάζετο. ὁ δ' οὖν Πομ-

πήιος εἰς τὴν Ἀσίαν στρατεύσας τὸν Μιθριδάτην νυκτομαχίᾳ ἐνίκησε.

νυκτὸς γὰρ ἀσελήνου ἐπιθέμενος αὐτῷ φυγομαχεῖν εἰωθότι, ἔν τινι

χωρίῳ κοίλῳ μεταξὺ γηλόφων ὄντι τὸ στράτευμα ἐπὶ τὰ μετέωρα

ἀνεβίβασε· καὶ πρῶτον μὲν οἱ σαλπιγκταὶ πάντες ἅμα τὸ πολεμικὸν

ἀπὸ συνθήματος ἐβόησαν, ἔπειτα δὲ οἵ τε στρατιῶται καὶ ὁ λοιπὸς

ὄχλος ἅπας ἐπηλάλαξε· καὶ οἱ μὲν τὰ δόρατα πρὸς τὰς ἀσπίδας οἱ

δὲ καὶ λίθους πρὸς τὰ χαλκᾶ σκεύη προσέκρουσαν. καί σφων τὴν

ἠχὴν τὰ ὄρη ἔγκοιλα ὄντα καὶ ὑπεδέξατο καὶ ἀνταπέδωκε φρικωδε-

στάτην, ὥστε τοὺς βαρβάρους δεινῶς ἐκπλαγῆναι. καὶ πρῶτον μὲν

οἱ Ῥωμαῖοι ἠκόντιζον καὶ ἐτόξευον ἐς αὐτούς. ἐπεὶ δὲ ἐξαναλώ-

σαντες τὴν πόρρωθεν ἀλκὴν ἐπέδραμόν σφισιν, ἐφονεύετο μὲν τὰ

περιέσχατα, καὶ ἐξήρκει πρὸς θάνατον αὐτοῖς μία πληγή, ἅτε καὶ

ψιλοῖς οὖσι τοῖς πλείοσι, συνεπιέζετο δὲ τὰ μέσα πάντων ὑπ' αὐτὰ

ὑπὸ τοῦ πέριξ δέους χωρούντων· οὐδ' εἶχον οἱ βάρβαροι οὔτε ἑαυ-

τοῖς ἐπαρκέσαι οὔτε ἐς τοὺς πολεμίους τολμῆσαι. Μιθριδάτης δὲ

σὺν ὀλίγοις φυγὼν ἐς τὴν Κολχίδα ἀπετράπετο, καὶ ἐκεῖθεν πρὸς

τὴν Μαιῶτιν καὶ πρὸς τὸν Βόσπορον ἀφίκετο· κἀνταῦθα τὸν Μα-

χάρην τὸν παῖδα τὰ Ῥωμαίων ἑλόμενον δολοφονήσας ἦρχε τῆς χώ-

ρας. Πομπήιος δὲ καθ' ὃ νενικήκει χωρίον πόλιν κτίσας, τούς τε

τραυματίας καὶ τοὺς ἀφηλικεστέρους τῶν στρατιωτῶν συνῴκισεν ἐν

αὐτῇ· καὶ εἰσὶ νῦν Νικοπολῖται ὠνομασμένοι καὶ εἰς τὸν Καππαδο-

κικὸν νόμον συντελοῦντες. μετὰ δὲ ταῦτα διαβὰς τὸν Ἀράξην ποτα-

μὸν τήν τε πόλιν τὰ Ἀρτάξατα παρέλαβε, δόντος αὐτῷ τοῦ Τιγρά-

νου, καὶ τοῦτον αὐτὸν προσχωρήσαντά οἱ. ἐπεὶ καὶ ἐς τὸ στρατό-

6

πεδον ὡς ἐσιὼν ἔφιππος ἤλαυνε, τοῦ μὲν ἵππου, ῥαβδοῦχον στείλας,

καταβῆναι πεποίηκεν. εἰσελθόντα δὲ αὐτοποδίᾳ καὶ τό τε διάδημα

ἀπορρίψαντα καὶ εἰς τὴν γῆν πεσόντα προσκυνοῦντά τε αὐτὸν ἰδὼν

ἠλέησε, καὶ ἀναπηδήσας ἐξανέστησέ τε αὐτόν, καὶ ταινιώσας τῷ δια-

δήματι εἴς τε τὴν πλησίον ἕδραν ἐκάθισε καὶ παρεμυθήσατο, εἰπὼν

ἄλλα τε καὶ ὅτι οὐ τὴν Ἀρμενίων βασιλείαν ἀπολωλεκώς, ἀλλὰ καὶ

τὴν Ῥωμαίων φιλίαν προσειληφὼς εἴη. καὶ αὐτὸς ἔν τε τῇ χώρᾳ τῇ

Ταναΐτιδι καὶ πρὸς τῷ ποταμῷ τῷ Κύρνῳ τριχῇ νείμας τὸν στρα-

τὸν παρεχείμασε, καὶ τοὺς Ἀλβανοὺς ἐνταῦθα καταφρονήσαντας αὐ-

τοῦ μάχῃ ἐνίκησε, καὶ πλείστους αὐτῶν ἐν τῷ πολέμῳ ἀπέκτεινε. τὰ

ὅμοια δὲ καὶ περὶ τοὺς ὑπὲρ τὸν Καύκασον Ἴβηρας διεπράξατο. τῷ

δὲ Φραάτῃ τῷ βασιλεῖ τῶν Πάρθων φιλικὰ πρότερον γράψαντι ὑπερ-

ηφανώτερον προσηνέχθη, καὶ δέος παρέσχεν, ὡς καὶ αὐτῷ πολεμή-

σων. ὡς δ' ἐκεῖνος πρέσβεις τε αὖθις πρὸς αὐτὸν ἀπέστειλε, καὶ

πολλὰ μὲν ἐκείνου κατηγόρησε, πολλὰ δὲ καὶ ἐς τοὺς Ῥωμαίους ὑπε-

σήμηνεν, ᾐσχύνθη καὶ κατεπλάγη. οὐκοῦν οὔτε τῷ Τιγράνῃ, ἐπε-

κούρησεν ὑπὸ τῶν Πάρθων πολεμουμένῳ, οὔτε πρὸς τὸν Φραάτην

πολέμιόν τι ἔτ' ἐπράξατο· διαιτητὰς μέντοι ἔπεμψεν ἄνδρας τρεῖς

τῶν πρὸς ἀλλήλους διαφορῶν τῷ τε Φραάτῃ καὶ τῷ Τιγράνῃ, οὓς

ἐκεῖνοι καὶ προσηκάμενοι πάντα τὰ πρὸς ἀλλήλους ἐγκλήματα διελύ-

σαντο. ὑποστρέψας δὲ ἐξ Ἀρμενίας, καὶ τοῖς βασιλεῦσι καὶ τοῖς

δυνάσταις τοῖς προσιοῦσιν αὐτῷ διαιτήσας καὶ χρηματίσας, καὶ τοῖς

μὲν τὰς βασιλείας βεβαιώσας τοῖς δὲ τὰς δυναστείας ἐπαυξήσας, τῶν

δὲ καὶ τὰς ὑπεροχὰς κωλύσας καὶ ταπεινώσας, τήν τε κοίλην Συρίαν

καὶ τὴν Φοινίκην ἄρτι τε βασιλέων ἀπηλλαγμένας καὶ ὑπό τε τῶν

7

Ἀρραβίων καὶ ὑπὸ τοῦ Τιγράνου κεκακωμένας συνεστήσατο. ἐτόλ-

μησε μὲν γὰρ ὁ Ἀντίοχος ἀπαιτῆσαι αὐτάς, οὐκ ἀπέλαβε δέ, ἀλλ' ἔς

τε ἀρχὴν μίαν συνετάχθησαν καὶ νόμους ἔλαβον ὥστε τὸν τῶν Ῥω-

μαίων τρόπον πολιτεύεσθαι. ἐν δὲ τούτῳ καὶ τὸ Μιθριδάτου σῶμα

φονευθέντος ὑπὸ Φαρνάκου τοῦ υἱέος αὐτοῦ πεμφθὲν αὐτῷ θεασά-

μενος, αὐτὸ μὲν ἐν τοῖς πατρῴοις ἠρίοις ταφῆναι ἐκέλευσε. τοὺς δὲ

Ἀρραβίους ἀκονιτὶ χειρωσάμενος, ἐπὶ τὴν Συρίαν τὴν Παλαιστίνην,

ὡς καὶ τὴν Φοινίκην κακώσαντας, ὥρμησεν. ἦρχον δὲ αὐτῶν Ὑρκα-

νός τε καὶ Ἀριστόβουλος ἀδελφοί, καὶ ἐτύγχανον ὑπὲρ τῆς τοῦ σφε-

τέρου θεοῦ, ὅστις ποτὲ οὗτός ἐστιν, ἱερωσύνης διαφερόμενοι· οὕτω

γὰρ τὴν βασιλείαν σφῶν ὠνόμαζον. τοὺς μὲν οὖν ἄλλους ῥᾷον

προσεποιήσατο· τὸν μὲν οὖν Ὑρκανὸν οὐδενὸς λόγου ἀξιώσας, τὸν

δὲ Ἀριστόβουλον δήσας, ἐπειδὴ μήτε τὰ χρήματα μήτε τὸ φρούριον

παρεδίδου, καίτοι προσιὼν αὐτῷ καὶ ὑποσχόμενος ταῦτα, τὰ δὲ Ἱερο-

σόλυμα πολιορκῶν πράγματα ἔσχε. καὶ εἴ γε μὴ ἐν ταῖς τοῦ Κρό-

νου ἡμέραις ἄπρακτοι παντελῶς ἦσαν οἱ Ἰουδαῖοι, οὐκ ἂν εἷλεν αὐτά.

νῦν δὲ ἐν τῷ διακένῳ τούτῳ καιρῷ παρέδωκαν τοῖς Ῥωμαίοις τὸ

τεῖχος διασεῖσαι. ὁπότε γὰρ ἐκ περιτροπῆς ἐπέλθοιεν αἱ ἡμέραι,

προσέβαλλον αὐτῷ ἐντονώτατα· καὶ οὕτως ἑάλωσάν τε ἐν τῇ τοῦ

Κρόνου ἡμέρᾳ μηδ' ἀμυνόμενοι, καὶ πάντα τὰ χρήματα διηρπάσθη·

ἥ τε βασιλεία τῷ Ὑρκανῷ παρεδόθη, καὶ ὁ Ἀριστόβουλος ἀνηνέχθη.

ἡ δὲ ἐπίκλησις αὕτη τοῖς Ἰουδαίοις οὐκ οἶδα μὲν ὅθεν ἤρξατο γενέ-

σθαι· φέρει δὲ καὶ ἐπὶ τοὺς ἄλλους ἀνθρώπους ὅσοι τὰ νόμιμα αὐ-

τῶν, καίπερ ἀλλοεθνεῖς ὄντες, ζηλοῦσι. καὶ ἔστι καὶ παρὰ τοῖς

8

Ῥωμαίοις τὸ γένος τοῦτο κολουθὲν πολλάκις, αὐξηθὲν δὲ ἐπὶ πλεῖ-

στον, ὥστε καὶ ἐς παρρησίαν τῆς νομίσεως ἐκνικῆσαι. κεχωρίδαται

δὲ ἀπὸ τῶν λοιπῶν ἀνθρώπων ἔς τε τὰ ἄλλα τὰ περὶ τὴν δίαιταν

πάνθ' ὡς εἰπεῖν, καὶ μάλισθ' ὅτι τῶν μὲν ἄλλων θεῶν οὐδένα τι-

μῶσιν, ἕνα δέ τινα ἰσχυρῶς σέβουσιν. οὐδ' ἄγαλμα οὐδὲν ἐν αὐτοῖς

ποτε τοῖς Ἱεροσολύμοις ἔσχον, ἄρρητον δὲ δὴ καὶ ἀειδῆ αὐτὸν νομί-

ζοντες εἶναι περισσότατα ἀνθρώπων θρησκεύουσι. καὶ αὐτῷ νεών

τε μέγιστον καὶ περικαλλέστατον, πλὴν καθ' ὅσον ἀχανής τε καὶ

ἀνώροφος ἦν, ἐξεποίησαν, καὶ τὴν ἡμέραν τὴν τοῦ Κρόνου καλου-

μένην ἀνέθεσαν· καὶ ἄλλα τε ἐν αὐτῇ ἰδιαίτατα πολλὰ ποιοῦσι, καὶ

ἔργου οὐδενὸς σπουδαίου προσάπτονται. καὶ τὰ μὲν κατ' ἐκεῖνον,

τίς τε ἔστι καὶ ὅθεν οὕτως ἐτιμήθη, ὅπως τε περὶ αὐτὸν ἐπτόηνται,

πολλοῖς τε εἴρηται καὶ οὐδὲν τῇδε τῇ ἱστορίᾳ προσήκει. τὸ δὲ δὴ ἐς

τοὺς ἀστέρας τοὺς ἑπτὰ τοὺς πλάνητας ὠνομασμένους τὰς ἡμέρας

ἀνακεῖσθαι κατέστη μὲν ὑπ' Αἰγυπτίων, πάρεστι δὲ καὶ ἐπὶ πάντας

ἀνθρώπους, οὐ πάλαι ποτὲ ὡς λόγῳ εἰπεῖν ἀρξάμενον· οἱ γοῦν

ἀρχαῖοι Ἕλληνες οὐδαμῇ αὐτό, ὅσα γε ἐμὲ εἰδέναι, ἠπίσταντο. ἀλλ'

ἐπειδὴ καὶ πάνυ νῦν τοῖς τε ἄλλοις ἅπασι καὶ αὐτοῖς τοῖς Ῥωμαίοις

ἐπιχωριάζει, καὶ ἤδη καὶ τοῦτό σφισι πάτριον τρόπον τινά ἐστι

βραχύ τι περὶ αὐτοῦ διαλεχθῆναι βούλομαι. πῶς τε καὶ τίνα τρό-

πον οὕτω πέπρακται ἤκουσα δύο λόγους, ἄλλως μὲν οὐ χαλεποὺς

γνωσθῆναι, θεωρίας δέ τινος ἐχομένους. εἰ γάρ τις τὴν ἁρμονίαν

τὴν διὰ τεσσάρων καλουμένην, ἥπερ που καὶ τὸ κῦρος τῆς μουσικῆς

συνέχειν πεπίστευται, καὶ ἐπὶ τοὺς ἀστέρας τούτους, ὑφ' ὧν ὁ πᾶς

τοῦ οὐρανοῦ κόσμος διείληπται, κατὰ τὴν τάξιν καθ' ἣν ἕκαστος

9

αὐτῶν περιπορεύεται ἐπαγάγοι, καὶ ἀρξάμενος ἀπὸ τῆς ἔξω περιφο-

ρᾶς τῆς τῷ Κρόνῳ δεδομένης, ἔπειτα διαλιπὼν δύο τὰς ἐχομένας τὸν

τῆς τετάρτης δεσπότην ὀνομάσειε, καὶ μετ' αὐτὸν δύο αὖ ἑτέρας

ὑπερβὰς ἐπὶ τὴν ἑβδόμην ἀφίκοιτο, κἀν τῷ αὐτῷ τούτῳ τρόπῳ αὐ-

τάς τε ἐπιὼν καὶ τοὺς ἐφόρους σφῶν θεοὺς ἀνακυκλῶν ἐπιλέγοι ταῖς

ἡμέραις, εὑρήσει πάσας αὐτὰς μουσικῶς πως τῇ τοῦ οὐρανοῦ διακο-

σμήσει προσηκούσας. εἷς μὲν δὴ οὗτος λέγεται λόγος, ἕτερος δὲ

τὰς ὥρας τῆς ἡμέρας καὶ τῆς νυκτὸς ἀπὸ τῆς πρώτης ἀρξάμενος

ἀριθμεῖν, καὶ ἐκείνην μὲν τῷ Κρόνῳ διδούς, τὴν δ' ἔπειτα τῷ Διί,

τὴν τρίτην Ἄρει, τετάρτην ἡλίῳ, πέμπτην Ἀφροδίτῃ, ἕκτην Ἑρμῇ,

καὶ ἑβδόμην σελήνῃ, κατὰ τὴν τάξιν τῶν κύκλων καθ' ἣν οἱ Αἰγύ-

πτιοι αὐτὴν νομίζουσι, καὶ τοῦτο καὶ αὖθις ποιήσας, πάσας οὕτω

τὰς τέσσαρας καὶ εἴκοσιν ὥρας περιελθὼν εὑρήσεις τὴν πρώτην τῆς

ἐπιούσης ἡμέρας ὥραν ἐς τὸν ἥλιον ἀφικνουμένην. καὶ τοῦτο καὶ

ἐπ' ἐκείνων τῶν τεσσάρων καὶ εἴκοσιν ὡρῶν κατὰ τὸν αὐτὸν τοῖς

πρόσθεν λόγον πράξας, τῇ σελήνῃ τὴν πρώτην τῆς τρίτης ἡμέρας

ὥραν ἀναθήσεις, κἂν οὕτω καὶ διὰ τῶν λοιπῶν πορεύῃ, τὸν προσή-

κοντα ἑαυτῇ θεὸν ἑκάστη ἡμέρα λήψεται. ταῦτα μὲν οὕτω παραδέ-

δοται. τῶν μέντοι Πομπηίῳ πεπραγμένων τὰ μὲν ἄλλα, καίπερ με-

γάλα ὄντα καὶ μηδενὶ τῶν πρόσθεν Ῥωμαίων πραχθέντα, καὶ τῇ τύχῃ

καὶ τοῖς συστρατευσαμένοις αὐτῷ ἀναθείη ἄν τις· τὸ δὲ μέγιστον

καὶ κάλλιστον πάντων, ὅτι δυνηθεὶς ἂν ῥᾳδίως τήν τε Ἰταλίαν κατα-

σχεῖν καὶ μοναρχῆσαι τῆς Ῥώμης δι' ὑπερβολὴν ἰσχύος, οὐκ ἠβου-

λήθη, ἀλλ' εὐθὺς ἐπειδὴ τάχιστα ἐς τὸ Βρεντήσιον ἐπεραιώθη, τὰς

10

δυνάμεις πάσας αὐτεπάγγελτος, μήτε τοῦ δήμου μήτε τῆς βουλῆς

ψηφισαμένης τι περὶ αὐτῶν, ἀφῆκεν. ἐν δὲ τῇ ἐπινικίῳ πομπείᾳ

τρόπαια μὲν πολλὰ καθ' ἕκαστον τῶν ἔργων καὶ τὸ βραχύτατον

ἔπεμψεν, ἓν δὲ μέγα πολυτελῶς κεκοσμημένον καὶ γραφὴν ἔχον

ὅτι τῆς οἰκουμένης ἐστί. κατὰ τοῦτον τὸν χρόνον καὶ Καῖσαρ Ἰού-

λιος καὶ Κάτων Μάρκος ἀνθεῖν ἤρχοντο. Καῖσαρ μὲν δημοκόλαξ

ὑπάρχων καὶ τῷ Πομπηίῳ σπουδάζων, οὐχ ὅτι καὶ ἐφίλει τοῦτον,

ἀλλ' ὅτι λεληθότως καθῄρει, προσκορῆ καθιστῶν τῷ πλήθει ταῖς

ὑπερβολαῖς τῶν τιμῶν· Κάτων δὲ τῷ Πομπηίῳ τὰ πολλὰ ἀντιπίπ-

των. ἕνα μὲν γὰρ ἀνθρώπων οὐδένα ἐθαύμαζε, τὸ δὲ δὴ κοινὸν ὑπερ-

ηγάπα, καὶ πᾶν μὲν τὸ ὑπὲρ τοὺς ἄλλους πεφυκὸς ὑποψίᾳ δυνα-

στείας ἐμίσει, πᾶν δὲ τὸ δημοτικὸν ἐλέῳ τῆς ἀσθενείας ἐφίλει, καὶ

τὴν ὑπὲρ τοῦ δικαίου παρρησίαν καὶ μετὰ κινδύνων ἐποιεῖτο. πολ-

λῶν δὲ τῶν ἱστορουμένων παραλελειμμένων, διὰ τὸ λίαν ἀπηρτίσθαι

καὶ ἔκφυλα εἶναι τῶν νῦν καιρῶν, ἄλλως τε καὶ τὸ μηδὲν ἢ καινὸν

εἰς ἀκοὴν ἢ χρήσιμον ἔχειν εἰς συγγραφήν, τοῦτ' εἰρήσθω ὅτι τῆς

τῶν περὶ Κατιλίναν συνωμοσίας, τῆς ἐπ' ὀλέθρῳ τῆς πολιτείας ἐπὶ

τῆς Κικέρωνος ὑπατείας, ὑπ' αὐτοῦ τοῦ Κικέρωνος ἐλεγχθείσης, καὶ

τῶν ἑαλωκότων τιμωρηθέντων, Αὖλόν τινα Φούλβιον ἄνδρα βου-

λευτὴν αὐτὸς ὁ πατὴρ ἀπέσφαξε. Καίσαρι δὲ τῆς Λυσιτανίας ἄρχοντι,

καὶ ἀεί τι πρᾶξαι λαμπρὸν γλιχομένῳ, ἵππος τις διφυὰς ἐν ταῖς τῶν

προσθίων ποδῶν ὁπλαῖς ἔχων ἐγεννήθη, καὶ ἐκεῖνον μὲν γαυρού-

μενος ἔφερεν, ἄλλον δὲ ἀναβάτην οὐδένα ἀνεδέχετο, ὥστε καὶ ἐκ

τούτου μικρὸν οὐδὲν αὐτὸν προσδοκᾶν. ὑπατευκὼς δὲ μετὰ τὴν τῆς

Λυσιτανίας ἀρχήν, καὶ νόμους δημοκοπικοὺς εἰσηγούμενος, τοὺς μὲν

11

ἄλλους τῇ δεινότητι καὶ τῇ δυνάμει τοῦ λόγου κατέπληττε καὶ σιγᾶν

ἠνάγκαζε· Κάτων δ' αὐτῷ μόνος ἀντέλεγε. καὶ ἐμέλλησε μὲν ἐπὶ

τούτοις ὁ Καῖσαρ ἐς τὸ δεσμωτήριον αὐτὸν ἐξ αὐτοῦ τοῦ συνεδρίου

ἐξελκύσας ἐμβαλεῖν· ἐπεὶ δὲ ἐκεῖνος ἑτοιμότατα ἑαυτὸν ἀπάγεσθαι

ἐπέδωκε, καὶ τῶν ἄλλων οὐκ ὀλίγοι ἐφέσποντο, καί τις αὐτῶν Μάρκος

Πετρώνιος ἐπιτιμηθεὶς ὑπ' αὐτοῦ, ὅτι μηδέπω διαφειμένης τῆς βουλῆς

ἀπαλλάττοιτο, ἔφη, ὅτι “μετὰ Κάτωνος ἐν τῷ οἰκήματι μᾶλλον ἢ μετὰ

σοῦ ἐνταῦθα εἶναι βούλομαι”, κατῃδέσθη καὶ ἀφῆκε τὸν Κάτωνα.

Κικέρωνος δὲ αὐτῷ πολλὰ λοιδορησαμένου, οὐδὲν μὲν ἀντεῖπε, πρᾷός

τε ὢν καὶ οὐ πάνυ ἥττων θυμοῦ· διὰ δὲ τοῦ Κλωδίου καταστασιάσας

αὐτὸν ἀπήλλαξε τῆς Ῥώμης, ὡς καὶ τὴν οὐσίαν αὐτοῦ δημευθῆναι καὶ

τὴν οἰκίαν κατασκαφῆναι, ἀπὸ ͵γ τε καὶ ψνʹ σταδίων τῆς Ῥώμης εἰρχθῆ-

ναι. καὶ γὰρ καὶ τοῦτο Καίσαρι ἦν προσποιεῖσθαι μὲν ὑπερορᾶν ὑπὸ

μεγαλοφροσύνης τῶν λυπούντων αὐτόν, δι' ἄλλων δέ τινων ἀεὶ τοὺς

ἐχθροὺς τίννυσθαι ἀνυπόπτως. Κικέρωνα δὲ φυγόντα εἰς Μακεδονίαν

Φιλίσκος τις ἐξ Ἀθηνῶν αὐτῷ γενόμενος γνώριμος φιλοσόφοις λόγοις

παρεμυθήσατο. κατῆλθε μέντοι οὐκ εἰς μακρὰν εἰς τὴν πατρίδα διὰ

τῆς Πομπηίου σπουδῆς. Καίσαρα δὲ πενταετῆ τῆς Γαλατίας ἀρχὴν

εἰληχότα μέγαν ἦραν αἱ τῇδε πράξεις· προεῖχον μὲν γὰρ οἱ βάρβαροι

τῷ τε πλήθει καὶ τοῖς μεγέθεσιν, οἱ δὲ δὴ Ῥωμαῖοι τῇ τε ἐμπειρίᾳ καὶ

ταῖς ὁπλίσεσι· καί πως καὶ πρὸς τὸν θυμὸν τῶν Κελτῶν τήν τε

ἄκριτον καὶ προπετῆ αὐτῶν ὁρμὴν ἀντίρροπον τὸ τοῦ Καίσαρος

φρόνημα εὑρίσκετο. τοσαύτας μέντοι μάχας αὐτοὺς νενικήκει καὶ

τοσοῦτον πλῆθος αὐτῶν διεφθάρκει, ὡς τοὺς Ῥωμαίους μαθόντας

12

ταῦτα καὶ ὅτι ἔθνη τοσαῦτα ὧν οὐδὲ τὰ ὀνόματα πρότερον ἠκρίβουν

ᾑρήκει πεντεκαίδεκα ἐπ' αὐτοῖς ἡμέρας θῦσαι, ὅπερ οὔπω πρότερον

ἐγεγόνει. κατὰ δὲ τὸν καιρὸν τοῦτον Πτολεμαῖος ὁ τῆς Αἰγύπτου

βασιλεύς, ἐπαναστάντων αὐτῷ τῶν Αἰγυπτίων διὰ τὸ βιαίως μᾶλλον

ἢ νομίμως ἄρχειν σφῶν, ἀπέδρασεν εἰς τὴν Ῥώμην, καὶ τοὺς δυνατοὺς

ἐθεράπευε χρημάτων δόσει, ἵνα κάθοδος αὐτῷ παρὰ τῶν Ῥωμαίων

γένοιτο εἰς τὴν ἰδίαν ἀρχήν. ἔπεμψαν δὲ καὶ Αἰγύπτιοι πρέσβεις ἑκατὸν

εἰς τὴν Ῥώμην κατηγορήσοντας αὐτοῦ, οὓς ἐκεῖνος ἅπαντας ἠδυνήθη

φαρμάκοις δολοφονῆσαι. καὶ ἐπειδὴ καὶ τῷ δήμῳ τῶν Ῥωμαίων πάν-

δεινον ἔδοξεν εἶναι τὸ γεγονός, καὶ Δίων ὁ τῆς πρεσβείας ἐξάρχων

δῆλος ἦν κατηγορήσων αὐτοῦ, κἀκεῖνον ἐδολοφόνησε. καὶ οὐδεμίαν

ἐπὶ τούτοις δίκην δέδωκε. τά τε γὰρ ἄλλα καὶ ὁ Πομπήιος τῇ οἰ-

κίᾳ αὐτὸν ὑπεδέδεκτο καὶ συνῄρετο· τοσοῦτον τότε ἡ δωροδοκία ἴσχυεν

ἐν τῇ Ῥώμῃ. καὶ ἡ Κύπρος ἡ νῆσος τῆς Πτολεμαίου ἀρχῆς οὖσα τότε

πρῶτον ὑπὸ τὴν Ῥωμαϊκὴν ἐγένετο δυναστείαν. κἀν ταῖς αὐταῖς

ἡμέραις ὁ Πομπήιος τὸ θέατρον, ᾧ καὶ νῦν λαμπρυνόμεθα, καθιέρωσε·

καὶ λέοντες ἐν αὐτῷ πεντακόσιοι ἐν πέντε ἡμέραις ἀναλώθησαν, καὶ

ἐλέφαντες ὀκτωκαίδεκα πρὸς ὁπλίτας ἐμαχέσαντο. καὶ αὐτῶν οἱ μὲν

παραχρῆμα ἀπέθανον, οἱ δὲ οὐ πολλῷ ὕστερον· ἠλεήθησαν γάρ τινες

ὑπὸ τοῦ δήμου παρὰ τὴν τοῦ Πομπηίου γνώμην, ἐπειδὴ τραυματι-

σθέντες τῆς μάχης ἐπαύσαντο, καὶ περιιόντες τὰς προβοσκίδας εἰς τὸν

οὐρανὸν ἀνέτειναν καὶ θρηνώδη βοὴν ἀφῆκαν. λέγεται δὲ περὶ αὐτῶν

ὅτι πρὸς τῷ τῆς φωνῆς τῆς πατριώτιδος ἐπαΐειν καὶ τῶν ἐν τῷ οὐ-

13

ρανῷ γενομένων συνιᾶσιν, ὥστε καὶ ἐν ταῖς νουμηνίαις, πρὶν ἐς ὄψιν

τοῖς ἀνθρώποις τὴν σελήνην ἐλθεῖν, πρός τε ὕδωρ ἀεινὸν ἀφικνεῖ-

σθαι κἀνταῦθα καθορμόν τινά σφων ποιεῖσθαι. ἤκουσα δὲ καὶ ἐκεῖνο

ὅτι τὸ θέατρον τοῦτο οὐχ ὁ Πομπήιος ἐποίησεν, ἀλλὰ Δημήτριος

ἀπελεύθερος αὐτοῦ ἐκ τῶν χρημάτων ὧν συστρατευόμενος αὐτῷ ἐπε-

πόριστο· τὴν μέντοι ἐπωνυμίαν τοῦ ἔργου ἑαυτῷ ἀνέθηκεν ὁ Πομ-

πήιος, ἵνα μὴ κακῶς ἀκούῃ ὅτι ἐξελεύθερος αὐτοῦ τοσαῦτα ἠργυρο-

λόγησεν ὥστε καὶ εἰς τηλικοῦτον ἀνάλωμα ἐξικέσθαι. Καῖσαρ δὲ τόν

τε Ῥῆνον πρῶτος Ῥωμαίων διέβη καὶ ἐς Βρεττανίαν μετὰ ταῦτα, τοῦ

τε Πομπηίου καὶ τοῦ Κράσσου ὑπατευόντων, ἐπεραιώθη. ἡ δὲ χώρα

αὕτη ἀπέχει μὲν τῆς ἠπείρου τῆς Κελτικῆς κατὰ τοὺς λεγομένους

Μωρίνους σταδίους πεντήκοντα καὶ τετρακοσίους τὸ συντομώτατον,

παρήκει δὲ παρά τε τὴν λοιπὴν Γαλατίαν καὶ παρὰ τὴν Ἰβηρίαν ὀλίγου

πᾶσαν, ἐς τὸ πέλαγος ἀνατείνουσα. καὶ τοῖς μὲν πάνυ παλαιοῖς καὶ

Ἑλλήνων καὶ Ῥωμαίων οὐδ' ὅτι ἔστιν ἐγιγνώσκετο, τοῖς δὲ ἔπειτα ἐς

ἀμφισβήτησιν εἴτε ἤπειρος εἴτε νῆσος εἴη ἀφίκετο· καὶ πολλοῖς ἐφ'

ἑκάτερον, εἰδόσι μὲν οὐδὲν ἅτε μητ' αὐτόπταις μήτ' αὐτηκόοις τῶν ἐπιχω-

ρίων γενομένοις, τεκμαιρομένοις δὲ ὡς ἕκαστοι σχολῆς ἢ φιλολογίας εἶχον,

συγγέγραπται. προϊόντος δὲ δὴ τοῦ χρόνου, πρότερόν τε ἐπ' Ἀγρικολάου

ἀντιστρατήγου καὶ νῦν ἐπὶ Σεβήρου αὐτοκράτορος, νῆσος οὖσα σαφῶς

ἐλήλεγκται. εἰς ταύτην ὁ Καῖσαρ περαιωθείς, οὐχ ὅσα ἤθελε πράξας,

ὁμήρους τε παρ' αὐτῶν ὀλιγωτέρους ὧν ᾔτησεν εἰληφώς, ἐπανῆκεν εἰς

τὴν Γαλατίαν, νεωτερίζειν τοὺς Γαλάτας ἀκηκοώς. κἀν τούτῳ ὁ Τίβερις,

εἴτ' οὖν ὄμβρων ἄνω που ὑπὲρ τὴν πόλιν ἐξαισίων γενομένων, εἴτε

14

καὶ σφοδροῦ πνεύματος ἐκ τῆς θαλάσσης τὴν ἐκροὴν αὐτοῦ ἀνακό-

ψαντος, ἐν τοῖς τοῦ ἄστεος πεδίοις αἰφνίδιον ἐπελάγισε, καὶ οἰκίας

πολλὰς κατέβαλε καὶ ἀνθρώπους διώλεσε. Καῖσαρ δὲ καὶ δεύτερον εἰς

τὴν Βρεττανίαν περαιωθεὶς ἐνίκησε τοὺς βαρβάρους πολέμῳ, καὶ φόρον

αὐτοῖς τάξας καὶ ὁμήρους λαβὼν ἀπῆρεν εἰς Γαλατίαν καὶ τοὺς ἐκείνῃ

πολέμους. ὥσπερ δὲ Καῖσαρ τὴν Γαλατίαν, οὕτω καὶ Κράσσος καὶ

Πομπήιος, ὁ μὲν τὴν Συρίαν, ὁ δὲ τὴν Ἰβηρίαν λαχόντες, μᾶλλον δὲ

βίᾳ λαβόντες, Πομπήιος μὲν τοὺς στρατηγοὺς εἰς τὴν Ἰβηρίαν ἀφεὶς

ἐν τῇ Ῥώμῃ καθῆστο καὶ τὴν πόλιν ἐδημαγώγει, Κράσσος δὲ ἐπὶ Πάρ-

θους ἐστράτευσεν ἐπιθυμίᾳ τοῦ ὅτι μάλιστα χρηματίσασθαι· καίτοι

σημείων αὐτῷ κατὰ τὸ Ζεῦγμα τὸ περὶ τὸν Εὐφράτην (οὕτω γὰρ τὸ

χωρίον ἐκεῖνο ἀπὸ τῆς Ἀλεξάνδρου διαβάσεως κέκληται) οὐκ αἰσίων

γεγενημένων. ὁ γὰρ ἀετὸς ὠνομασμένος, ἔστι δὲ ναΐσκος μικρὸς καὶ

ἐν αὐτῷ ἀετὸς χρυσοῦς ἐνίδρυται· καθίσταταί τε ἐν πᾶσι τοῖς ἐκ τοῦ

καταλόγου στρατοπέδοις, καὶ αὐτὸν εἷς ἀνὴρ ἐπὶ δόρατος μακροῦ ἐς

ὀξὺ τὸν στύρακα ἀπηγμένου, ὥστε καὶ ἐς τὸ δάπεδον καταπήγνυσθαι,

φέρει· τούτων οὖν τῶν ἀετῶν εἷς οὐκ ἠθέλησε τὸν Εὐφράτην αὐτῷ

τότε συνδιαβῆναι, ἀλλ' ἐν τῇ γῇ ἐνέσχετο ὥσπερ ἐμπεφυκώς, πρὶν δὴ

πολλοὶ περιστάντες βίᾳ αὐτὸν ἀνέσπασαν· καὶ ὁ μὲν καὶ ἄκων ἐπη-

κολούθησεν. ἡ δὲ γέφυρα πρὶν πάντας αὐτοὺς διελθεῖν, διελύθη. ἐφ'

ᾧ καὶ ἀθυμούντων τῶν στρατιωτῶν, παραμυθούμενος αὐτοὺς ὁ

Κράσσος, “θαρσεῖτε, εἶπεν, ὦ ἄνδρες, ἐγὼ γὰρ ὑμῖν αὐτὸς ἐπομνὺς

λέγω ὅτι οὐδεὶς ὑμῶν ἐντεῦθεν ἐπανήξει· διὰ γὰρ Ἀρμενίας τὴν

ἐπάνοδον ποιήσασθαι ἔγνωκα”. πρὸς οὖν τὸ Οὐδεὶς ὑμῶν ἐντεῦθεν

15

ἐπανήξει ἐς ἀθυμίαν πλείω κατέπεσον. Πάρθοι δὲ πάλαι μὲν ὑπὸ

τὴν Περσικὴν βασιλείαν ὄντες ἐν μέρει χώρας βραχεῖ ᾤκουν καὶ δυ-

ναστείαν ὑπερόριον οὐκ ἐκέκτηντο· ἐπεὶ δὲ ἥ τε τῶν Περσῶν ἀρχὴ

κατελύθη καὶ τὰ τῶν Μακεδόνων ἤκμασεν, οἵ τε τοῦ Ἀλεξάνδρου

διάδοχοι στασιάσαντες πρὸς ἀλλήλους ἀπανθεῖν ἤρξαντο καὶ μαραί-

νεσθαι, ἔς τε τὸ μέσον τότε πρῶτον ὑπ' Ἀρσάκου τινὸς ἀφίκοντο,

ἀφ' οὗπερ οἱ ἔπειτα βασιλεύσαντες αὐτῶν Ἀρσακίδαι ἐπωνομάσθησαν,

καὶ εὐτυχήσαντες τὴν Ἀσίαν σατραπείαις κατέσχον. εἰσὶ μὲν γὰρ

ἱπποτοξόται πάντες, καὶ ὁ οὐρανὸς ἥ τε χώρα αὐτοῖς συναίρεται πρὸς

ἀμφότερα. ὁ μὲν γὰρ ξηρότατος ὢν ἐντονωτάτας αὐτοῖς τὰς τοξείας

παρέχεται· ἡ δὲ πεδιάς ἐστι καὶ ἱππήλατος σύμπασα. τοῖς γοῦν Ῥω-

μαίοις ἀντίπαλοί εἰσι. πρὸς οὖν τούτους καὶ Ὀρώδην τὸν βασιλέα σφῶν

.................... ὁ Κράσσος ἐστράτευσε· καὶ αὐτὸς καὶ ὁ υἱὸς αὐτοῦ Κράσσος

καὶ τὸ Ῥωμαϊκὸν σχεδὸν σύμπαν στράτευμα διεφθάρη· καὶ αὐτοῦ χρυ-

σὸν ἐς τὸ στόμα οἱ Πάρθοι ἐνέτηξαν ἐπισκώπτοντες· οὕτω γὰρ δὴ

πολυχρήματός τε καὶ φιλοχρήματος ἦν, ὡς καὶ οἰκτείρειν ὡς πένητας

τοὺς μὴ δυναμένους στρατόπεδον ἐκ καταλόγου οἴκοθεν τρέφειν.

Πάρθοι δὲ μέχρι τῆς Ἀντιοχείας αὐτῆς ἐλάσαντες, καὶ τὰ ἐν ποσὶ

πάντα χειρούμενοι, ὑπὸ Κασσίου Λογγίνου ἀνεκόπησάν τε καὶ ὀπίσω

ἐχώρησαν. καὶ τὰ μὲν Κράσσου πρὸς Πάρθους οὕτως ἠτυχήθη, καὶ

ἡ τῆς συμφορᾶς μνήμη διὰ τὸ μέγεθος ἐξήρκεσε τῷ αἰῶνι. μετὰ δὲ ταῦ-

τα πόλεμοι κατέλαβον ἐμφύλιοι μέγιστοι τοὺς Ῥωμαίους, Πομπηίου καὶ

Καίσαρος συμπεσόντων ἀλλήλοις. καὶ προφάσεις μὲν λέγονται πολλαὶ

τοῦ πολέμου· ἡ δὲ ἀληθεστάτη αἰτία ἡ φιλοπρωτία ἦν καὶ ἡ φιλαρ-

16

χία. Πομπήιος μὲν γάρ, καίτοι τὸ πρῶτον αὐτὸς αὐξήσας τὸν Καί-

σαρα, φθονεῖν ἤρξατο εὐτυχοῦντί τε καὶ λαμπρυνομένῳ, καὶ λάθρᾳ

τὸ πρῶτον κολούειν αὐτοῦ τὴν ὑπεροχὴν σπεύδων, εἶτα καὶ φανερῶς

ἐπολέμησε. Καῖσαρ δὲ μὴ φέρων ἐλαττωθῆναι, καὶ μέγιστος πάντων

γενέσθαι σπουδάζων, τὴν Γαλατίαν ἀφεὶς ἤλαυνεν εἰς τὴν Ῥώμην ὡς

ἀπαράσκευον ἔτι ληψόμενος τὸν Πομπήιον. αὐτὸς μὲν γὰρ παρα-

σκευῆς ἕνεκα τῆς εἰς πόλεμον καὶ γυμνασίας τῶν στρατοπέδων τοσοῦ-

τον χρόνον ἐν τοῖς Γαλατικοῖς πολέμοις ἐξησκημένων καὶ τοσαύταις

νίκαις γεγαυρωμένων, ὑπό τε τῶν αὐτοῦ δωρεῶν καὶ ὑποσχέσεων

εὖ μάλα συγκεκροτημένων, ἑτοιμότατος ἦν· ὅθεν ὁ Πομπήιος ἐξέλιπε

τὴν Ῥώμην, καὶ μετὰ τοῦτο τὴν Ἰταλίαν, τὴν σύγκλητον ἔχων ὀλίγου

δεῖν σύμπασαν καὶ τὰ χρήματα. τὸν γὰρ ὑπομείναντα ἐν τῇ Ῥώμῃ,

ἐν ἴσῳ, εἰ καὶ μετὰ τοῦ Καίσαρος ἦν, πολέμιον ἐψηφίσατο· καὶ εἰς

τὸ Δυρράχιον ἀποπλεύσας συμμάχους τε προσεκαλεῖτο καὶ τὸ στρά-

τευμα ἤσκει. πολλὰ μὲν οὖν καὶ παρὰ πολλῶν ἀρίστων τε καὶ δυνα-

τῶν ἀνδρῶν ἐν τοῖς καιροῖς ἐκείνοις καὶ ἐπράχθη καὶ ἐρρέθη· διὰ

δὲ τὸ τὴν ἐξουσίαν καὶ τὸ κῦρος σχεδὸν ἁπάντων εἰς Καίσαρα ἀνή-

κειν καὶ Πομπήιον, τούτων ἡ ἐπιτομὴ μνημονεύει καὶ μόνων. Καῖσαρ

δὲ ὑπὸ Λεπίδου τοῦ ἐν τῇ τριαρχίᾳ ὕστερον γενομένου δικτάτωρ

ἀναγορευθεὶς καὶ δεξάμενος τὴν ἀρχήν, ταύτην μὲν ἑκὼν αὖθις ἀπέ-

θετο, εἰ καὶ τὰ ἔργα αὐτῆς πάντα ἐποίει, ὥσπερ δὴ καὶ Πομπήιος,

πράττοντες κατ' ἐξουσίαν ὁπόσα καὶ βούλοιντο, ἅτε καὶ τὰ στρατεύ-

ματα διὰ χειρὸς ἔχοντες. χρημάτων δὲ σπανίζων, τὰ ἀναθήματα τά

τε ἄλλα καὶ τὰ ἐν τῷ Καπιτωλίῳ πάντα ἀφείλετο. ἐπεὶ δὲ αὐτοῦ

17

τῇ Τύχῃ θύοντος, ὁ ταῦρος πρὶν καὶ τρωθῆναι, ἔξω τῆς πόλεως

ἐξεχώρησε, καὶ πρὸς λίμνην ἐλθὼν διενήξατο αὐτήν. καὶ οἱ μάντεις

μένοντι μὲν αὐτῷ οἴκοι ὄλεθρον, περαιωθέντι δὲ τὴν θάλασσαν καὶ

σωτηρίαν καὶ νίκην ἔσεσθαι ἔφασαν. οὕτω δὴ ἐξεστράτευσε κατὰ

τοῦ Πομπηίου. ἀφορμηθέντος δὲ αὐτοῦ οἱ παῖδες οἱ ἐν τῇ πόλει

ὄντες διχῇ τε ἐνεμήθησαν αὐτοκέλευστοι, καὶ οἱ μὲν Πομπηιανοὺς

σφᾶς, οἱ δὲ Καισαρίους ὀνομάσαντες ἐμαχέσαντο τρόπον τινὰ ἄνευ

ὅπλων ἀλλήλοις, καὶ ἐπεκράτησαν ὅσοι τῇ τοῦ Καίσαρος προσωνυμία

ἐχρῶντο. Καῖσαρ δὲ λαθὼν τὸν Βίβουλον, ᾧ ἡ θάλασσα φρουρεῖσθαι

προσετέτακτο, ἐπεραιώθη, καὶ τὴν Ἀπολλωνίαν ἄλλα τε τῶν ἐκεῖ

χωρίων ἐκλειφθέντα ὑπὸ τῶν Πομπηίου φρουρῶν παρεστήσατο. ἡ δὲ

Ἀπολλωνία αὕτη ἐν καλῷ μὲν τῆς γῆς, ἐν καλῷ δὲ τῆς θαλάττης,

ποταμῶν τε ἄριστα κεῖται. ὅ τε μάλιστα διὰ πάντων ἐθαύμασα, πῦρ

πολὺ πρὸς τῷ Ἄνᾳ ποταμῷ ἀναδίδοται, καὶ οὔτε ἐπὶ πλεῖον τῆς

πέριξ γῆς ἐπεξέρχεται, οὔτ' αὐτὴν ἐκείνην ἐν ᾗ διαιτᾶται ἔκπυρον ἢ

καὶ κραυροτέραν πῃ ποιεῖ, ἀλλὰ καὶ πόας καὶ δένδρα καὶ πάνυ

πλησίον θάλλοντα ἔχει· πρός τε τὰς ἐπιχύσεις τῶν ὄμβρων ἐπαύξει

καὶ ἐς ὕψος ἐξαίρεται. Καῖσαρ δὲ βραδύνοντος τοῦ Ἀντωνίου, ᾧ

τοὺς ὑπομείναντας ἐν τῷ Βρεντησίῳ κομίσαι ἐπετέτακτο, βουληθεὶς

αὐτὸς καὶ μόνος γε ἐς τὴν Ἰταλίαν πλεῦσαι, ἐπέβη μὲν ἀκατίου τινὸς

ὥς τις ἄλλος, λέγων ὑπὸ τοῦ Καίσαρος πεπέμφθαι, καὶ τὸν κυβερ-

νήτην αὐτοῦ καίπερ πνεύματος ὄντος ἐξεβιάσατο ἀναχθῆναι· ὡς

μέντοι γε ἀπὸ τῆς γῆς ἐγένοντο καὶ ὅ τε ἄνεμος ἰσχυρῶς κατέσπερχε

καὶ ὁ κλύδων δεινῶς σφας ἐξετάραττεν, ὥστε τὸν κυβερνήτην καὶ

ἄκοντος αὐτοῦ ἐπανιέναι ἐπιχειρῆσαι, ἐξέφηνεν ἑαυτὸν καθάπερ ἐκ

18

τούτου καὶ τὸν χειμῶνα παύσων, καὶ ἔφη “θάρσει· Καίσαρα γὰρ

ἄγεις”. τοιοῦτον μὲν δὴ φρόνημα καὶ τοιαύτην ἐλπίδα ἤτοι τὴν ἄλλως

ἢ ἐκ μαντείας τινὸς εἶχεν ὥστε καὶ παρὰ τὰ φαινόμενα πίστιν τῆς

σωτηρίας ἐχέγγυον ποιεῖσθαι· οὐ μέντοι καὶ ἐπεραιώθη. Πομπήιος δὲ

ῥᾳδίως αὐτὸν ἐλπίσας, πρὶν καὶ τοὺς ἄλλους τοὺς μετὰ Ἀντωνίου ὄντας

προσλαβεῖν, κατεργάσασθαι, σπουδῇ πρὸς τὴν Ἀπολλωνίαν μετὰ τῆς δυ-

νάμεως ἤλασε. καὶ τὸν Ἄψον ποταμόν, περὶ ὃν ὁ Καῖσαρ ἐστρατοπέ-

δευε, διαβῆναι ἐπεχείρησεν· ὡς δὲ ἡ γέφυρα βάρος λαβοῦσα διελύθη καί

τινες τῶν προδιαβεβηκότων μονωθέντες ἀπώλοντο, ἐπέσχεν ἀθυμήσας

ὅτι πρῶτον τῶν τοῦ πολέμου ἔργων ἁπτόμενος ἐπταίκει. κἀν τούτῳ

καὶ τοῦ Ἀντωνίου ἐπελθόντος, φοβηθεὶς ἀπεχώρησε πρὸς τὸ Δυρράχιον.

ἕως μὲν γὰρ ὁ Βίβουλος ἔζη, οὐδ' ἀπᾶραι ἐκεῖνος ἐκ τοῦ Βρεντησίου

ἐτόλμησεν· ἐπεὶ δὲ αὐτός τε ἐκκαμὼν ὑπὸ τῆς ταλαιπωρίας ἐτελεύτησε

καὶ τὴν ναυαρχίαν ὁ Λίβων διεδέξατο, κατεφρόνησεν αὐτοῦ καὶ ἀνήχθη.

τὸ δὲ Δυρράχιόν ἐστιν ἡ Ἐπίδαμνος ἡ τῶν Κερκυραίων· τινὲς δὲ

οὕτως ἀντονομασθῆναι τὴν Ἐπίδαμνον ὑπὸ τῶν Ῥωμαίων πρὸς τὴν

τῆς ῥαχίας δυσχέρειαν ἔφασαν, ὅτι ἡ τῆς Ἐπιδάμνου πρόρρησις

ζημιώδη δήλωσιν ἐν τῇ τῶν Λατίνων γλώσσῃ ἔχουσα δυσοιώνιστός

σφισιν ἐς τὸ περαιοῦσθαι ἐς αὐτὴν ἔδοξεν εἶναι. πρὸς οὖν τοῦτο

τὸ Δυρράχιον ὁ Πομπήιος καταφυγὼν στρατόπεδόν τε ἔξω τῆς πόλεως

ἐποιήσατο, καὶ τάφρους βαθείας σταυρώματά τε ἰσχυρὰ περιεβάλετο.

πολλαὶ μὲν μάχαι αὐτῶν, βραδεῖαι δ' ὅμως ἐγένοντο. αὐτοῦ δὲ δὴ

τοῦ Δυρραχίου ὁ Καῖσαρ μεταξὺ τῶν τε ἑλῶν καὶ τῆς θαλάσσης

19

νυκτός, ὡς καὶ προδοθησομένου, πειράσας εἴσω μὲν τῶν στενῶν

παρῆλθε, προσπεσόντων δέ οἱ ἐνταῦθα πολλῶν μὲν κατὰ πρόσωπον,

πολλῶν δὲ καὶ κατόπιν, οἳ πλοίοις παρακομισθέντες ἐξαίφνης αὐτῷ

ἐπέθεντο, συχνοὺς ἀπέβαλε, καὶ ὀλίγου καὶ αὐτὸς ἐφθάρη· διὸ καὶ

ἄρας ἐξαίφνης νυκτὸς ἐς Θεσσαλίαν ὥρμησε. Πομπήιος δέ, ὡς καὶ δια-

πεπολεμηκώς, τὸ μὲν τοῦ αὐτοκράτορος ὄνομα ἔλαβεν, οὐ μέντοι καὶ

ἐμεγαληγόρει τι· ἐπὶ δὲ δὴ τὸν Καίσαρα μετὰ τοῦθ' ὁρμήσας ἐς τὴν

Θεσσαλίαν ἀφίκετο, κἀνταῦθα συνέβαλον τὰ στρατεύματα, Πομπήιος

μὲν οὐδενὸς ἀνθρώπων δεύτερος, Καῖσαρ δὲ καὶ πρῶτος πάντων

εἶναι ἐπιθυμῶν, ἀμφότεροι δὲ ἀξιοστρατηγότατοι καὶ ἀξιονικότατοι

ὄντες καὶ πάντων ἄριστοι τὰ πολέμια, Πομπήιος μὲν τῇ τε Ἀφρικῇ

καὶ τῷ Σερτωρίῳ τῷ τε Μιθριδάτῃ καὶ τῷ Τιγράνῃ καὶ τοῖς κατὰ

θάλασσαν στρατηγήμασι σεμνυνόμενος, Καῖσαρ δὲ τῇ τε Γαλατίᾳ καὶ

τῇ Ἰβηρίᾳ τῷ τε Ῥήνῳ καὶ τῇ Βρεττανίᾳ γαυρούμενος. συνερρωγότων

δὲ τῶν ταγμάτων διὰ τὴν ἐκείνων φιλαρχίαν καὶ τῶν ὁμοφύλων ἀλλήλοις

συμπεπτωκότων, ἐλεεινὸν ἦν τὸ γινόμενον· ἐγνώριζόν τε γὰρ ἅμα τοὺς

ἀντιπάλους καὶ ἐτίτρωσκον, ἀνεκάλουν καὶ ἐφόνευον, τῶν πατρίδων

ἐμέμνηντο καὶ ἐσκύλευον, καὶ πολλοὶ πολλὰ καὶ οἴκαδε δι' αὐτῶν

τῶν σφαγέων ἐνετέλλοντο. προεῖχον δὲ οἱ Πομπηίειοι τῇ τε ἱππείᾳ

καὶ τῇ τοξείᾳ, καὶ διὰ τοῦτο πόρρωθέν τε ἐγκυκλούμενοί τινας προσ-

βολαῖς αἰφνιδίοις ἐχρῶντο, καὶ συνταράξαντες αὐτοὺς ἐξανεχώρουν,

εἶτ' αὖθις καὶ μάλ' αὖθις ἐπετίθεντό σφισι, τοτὲ μὲν ἐνταῦθα, τοτὲ

δὲ ἐκεῖσε μεθιστάμενοι. οἱ οὖν Καισάρειοι ταῦτά τε ἐφυλάσσοντο,

καὶ τὰς τάξεις σφῶν ἐξελίσσοντες ἀντιπρόσωποί τε ἀεὶ τοῖς προσβάλ-

20

λουσιν ἐγίνοντο καὶ ὁμόσε αὐτοῖς χωροῦντες τῶν τε ἀνδρῶν καὶ

τῶν ἵππων ἀντελαμβάνοντο, προθύμως ἀγωνιζόμενοι· καὶ γὰρ πεζοὶ

τοῖς ἱππεῦσιν αὐτῶν κοῦφοι ἐπ' αὐτὸ τοῦτο συνετετάχατο, καὶ ταῦτα

οὐ καθ' ἕνα, ὥσπερ εἶπον, ἀλλὰ πολλαχῇ ἅμα σποράδην ἐγίνετο,

ὥστε τῶν μὲν πόρρωθεν μαχομένων, τῶν δὲ συσταδὸν ἀγωνιζομέ-

νων, καὶ τῶν μὲν παιόντων τινάς, τῶν δὲ πατασσομένων, φευγόν-

των ἑτέρων, διωκόντων ἄλλων, πολλὰς μὲν πεζομαχίας, πολλὰς δὲ

ἱππομαχίας ὁρᾶσθαι. κἀν τούτῳ καὶ παρὰ δόξαν συχνὰ συνέβαινε.

καὶ γὰρ τρέψας τίς τινα ἐτρέπετο, καὶ ἄλλος ἐκκλίνας τινὰ ἀντεπε-

τίθετο αὐτῷ· πλήξας τις ἕτερον αὐτὸς ἐτιτρώσκετο, καὶ πεπτωκὼς

ἄλλος τὸν ἑστηκότα ἀπεκτίνυε. καὶ πολλοὶ μὲν καὶ ἄτρωτοι ἔθνη-

σκον, πολλοὶ δὲ καὶ ἡμιθνῆτες ἐφόνευον. καὶ οἱ μὲν ἔχαιρον καὶ

ἐπαιώνιζον, οἱ δὲ ἐλυποῦντο καὶ ὠλοφύροντο, ὥστε βοῆς καὶ στε-

ναγμῶν πάντα πληρωθῆναι. τέλος δέ, ἰσορρόπως αὐτῶν ἐπὶ μακρό-

τατον ἀγωνισαμένων, ὁ Πομπήιος ἅτε καὶ Ἀσιανὸν καὶ ἀγύμναστον

τὸ πλεῖον τοῦ στρατοῦ ἔχων ἡττήθη, ὥσπερ που καὶ τὸ δαιμόνιον

αὐτῷ προεσήμανε. κεραυνοί τε γὰρ ἐς τὸ στρατόπεδον αὐτοῦ ἐσέπε-

σον, καὶ τὰ στρατιωτικὰ σημεῖα μέλισσαι περιέσχον. ὁ μέντοι

Καῖσαρ τοῖς ἑαλωκόσι τῶν ἱππέων καὶ βουλευτῶν φιλανθρώπως

ἐχρήσατο, καὶ τὰ γράμματα τὰ ἐν τοῖς Πομπηίου κιβωτίοις εὑρε-

θέντα, ὅσα τινῶν τήν τε πρὸς ἐκεῖνον εὔνοιαν καὶ τὴν πρὸς

αὐτὸν δύσνοιαν ἤλεγχεν, οὔτ' ἀνέγνω οὔτ' ἐξεγράψατο, ἀλλ'

εὐθὺς κατέφλεξεν, ὅπως μηδὲν ἀπ' αὐτῶν δεινὸν ἀναγκασθῇ δρᾶσαι·

ἀμέλει καὶ ἀπὸ τούτου τοὺς πολλοὺς ἀνηρτήσατο. Πομπήιος δὲ

πολλῷ τοῦ Καίσαρος περισχεῖν ἐλπίζων, οὐδὲν τῶν συμφερόντων

21

προείδετο· οὐκοῦν οὐδὲ τὸ στρατόπεδον ἐν ἐπιτηδείῳ ἐποιήσατο,

οὐδ' ἀναφυγὴν οὐδεμίαν ἡττηθέντι οἱ παρεσκεύασε· τρῖψαί τε δυνη-

θεὶς ἂν τὰ πράγματα, κἀκ τούτου ἀμαχεὶ κρατῆσαι, ὅμως εἴτε ἐθε-

λοντὴς ὡς καὶ πάντως νικήσων, εἴτε καὶ ὑπὸ τῶν συνόντων ἐκβια-

σθείς, συνέβαλε. καὶ διὰ ταῦτ', ἐπειδὴ τάχιστα ἐνικήθη, δεινῶς ἐξε-

πλάγη καὶ οὔτε τι βούλευμα καίριον οὔτ' ἐλπίδα βεβαίαν ἐς τὸ

ἀνακινδυνεῦσαι ἔσχεν. οὐ γὰρ θέλουσιν οἱ λογισμοὶ τοῖς φόβοις συν-

εῖναι. ἀλλὰ ἂν μὲν προκατάσχωσί τινα, καὶ μάλα γενναίως αὐτοὺς

ἀπωθοῦνται, ἂν δ' ὑστερήσωσιν, ἡττῶνται. διὰ τοῦτο τό τε ἔρυμα

εὐθὺς ἐξέλιπε, καὶ εἰς Αἴγυπτον ἀπῆρε, κἀκεῖ ἐπιβουλευθεὶς ἀνῃρέθη.

Αἰγύπτιοι δὲ μετὰ τὴν ἀνοσίαν ταύτην πράξιν τὸ μὲν πρῶτον τῇ

Κλεοπάτρᾳ δουλεύειν, ὅπερ ἥκιστα ἠβούλοντο, παρεδόθησαν, ἔπειτα

δὲ ἐς τὸ τῶν Ῥωμαίων ὑπήκοον ἐσεγράφησαν. καλὸν γὰρ τῶν ἐνα-

γῶν ἔργων τὰ ἐπίχειρα καὶ τῷ τῆς ἱστορίας λόγῳ θᾶττον καὶ παρ'

αὐτὰ τὰ ἔργα ἐπάγειν.

22

{ΚΑΙΣΑΡ ΙΟΥΛΙΟΣ.}

Πομπήιος μὲν δὴ κράτιστος Ῥωμαίων νομισθείς, ὥστε καὶ Ἀγα-

μέμνων ἐπικαλεῖσθαι, ἅτε καὶ χιλίων ἄρξας νεῶν, ἐν αὐτῇ τῇ ὀγδόῃ

ἡμέρᾳ ἐν ᾗ ποτε τά τε τοῦ Μιθριδάτου καὶ τὰ τῶν καταποντιστῶν

ἐπινίκια ἤγαγεν ἐσφάγη· καὶ τὸ θαυμαστόν, ὅτι ἐς πάντας τοὺς

πολίτας τοὺς Κασσίους ἐκ χρησμοῦ τινος ὑποπτεύων, πρὸς μὲν ἀν-

δρὸς Κασσίου οὐδενὸς ἐπεβουλεύθη, παρὰ δὲ δὴ τῷ ὄρει τῷ τὴν ἐπί-

κλησιν ταύτην ἔχοντι καὶ ἀπέθανε καὶ ἐτάφη. Καίσαρι δὲ οὕτω

ἐν τύχῃ πάντα προυχώρει, ὥστε καὶ τὸν Ἑλλήσποντον ἐν πορθμείῳ

τινὶ περαιούμενος ἐνέτυχε μὲν τῷ Πομπηίου ναυτικῷ, οὐ μόνον δὲ

οὐδὲν δεινὸν ἔπαθεν, ἀλλὰ καὶ προσκαταπλήξας σφᾶς προσεποιήσατο.

ἀπιὼν δὲ εἰς Αἴγυπτον, καὶ τὴν Πομπηίου κεφαλὴν προσενεχθεῖσαν

αὐτῷ θεασάμενος, κατεδάκρυσε καὶ κατωλοφύρατο. ἐπὶ μέντοι τῇ

προσποιήσει ταύτῃ γέλωτα ὠφλίσκανε· τῆς γὰρ δυναστείας δεινῶς

ἀπ' ἀρχῆς ἐφιέμενος, καὶ ἐκεῖνον ὡς ἀνταγωνιστὴν καὶ ὡς ἀντίπαλον

ἀεί ποτε μισήσας, καὶ ἐς τὴν Αἴγυπτον οὐ δι' ἄλλο τι ἐπειχθεὶς ἢ

ἵνα αὐτόν, εἰ περιείη, κατεργάσαιτο, ποθεῖν τε αὐτὸν ἐπλάττετο, καὶ

ἀγανακτεῖν τῷ ὀλέθρῳ αὐτοῦ ἐσκήπτετο. διὰ δὲ τοῦ Καλουίνου τοῦ

ὑποστρατήγου τὰς Ἀθήνας ἑλών, ἐθελουσίως αὐτῷ μετὰ τὸν θάνατον

23

τοῦ Πομπηίου προσχωρησάσας ἀθῴους ἀφῆκε, τοσοῦτον μόνον εἰπών,

ὅτι πολλὰ ἁμαρτάνοντες ὑπὸ τῶν νεκρῶν σώζοιντο. τὸν δὲ δακτύ-

λιον τοῦ Πομπηίου ἐς τὴν Ῥώμην ἀφελόμενος ἔπεμψεν, ἵνα πιστεύ-

σειαν αὐτοῦ τὴν ἀναίρεσιν· ἐνεγέγλυπτο δὲ ἐν αὐτῷ τρόπαια τρία

ὥσπερ καὶ ἐν τῷ τοῦ Σύλλου. αὐτὸς δὲ ἐνεχρόνισε τῇ Αἰγύπτῳ διὰ

τοὺς Κλεοπάτρας ἔρωτας, ἦν γὰρ ἐρωτικώτατος, καὶ πλείσταις καὶ

ἄλλαις ὅσαις που περιτύχοι, συνεγίνετο. Κλεοπάτρα δὲ καὶ περικαλ-

λεστάτη γυναικῶν ἐγένετο, καὶ τότε τῇ τῆς ὥρας ἀκμῇ πολὺ διέ-

πρεπε, τό τε φθέγμα ἀστειότατον εἶχε, καὶ προσομιλῆσαι παντί τῳ

διὰ χαρίτων ἠπίστατο. διαφερομένη δὲ πρὸς τὸν ἀδελφὸν τηνικαῦτα,

τὸ μὲν πρῶτον διὰ τῶν φίλων παρὰ τῷ Καίσαρι ἐδικάζετο, ἔπειτα

προδίδοσθαι ὑπὸ τῶν φίλων εἰποῦσα αὐτὴ δι' ἑαυτῆς ἠξίωσεν ἀγω-

νίσασθαι. ὁ δὲ δὴ Καῖσαρ ἰδών τε αὐτὴν καί τι φθεγξαμένης ἀκού-

σας οὕτως εὐθὺς ἐδουλώθη ὥστε αὐτίκα τὸν Πτολεμαῖον μεταπέμ-

ψασθαι, καὶ συνδικεῖν ταύτῃ μᾶλλον ἢ δικάζειν ἀμφοῖν. ὁ οὖν παῖς,

διά τε τοῦτο καὶ ὅτι τὴν ἀδελφὴν αἰφνιδίως εἶδεν ἔνδον οὖσαν,

ὀργῆς τε ἐπληρώθη, καὶ ἐκπηδήσας ἐς τὸ πλῆθος ἐβόα λέγων προδί-

δοσθαι. τότε μὲν οὖν ὁ Καῖσαρ μόλις ἠδυνήθη τόν τε Αἰγυπτίων θό-

ρυβον καταστεῖλαι καὶ αὐτοὺς διαλλάξαι· ὕστερον δὲ μεγάλως ἐκιν-

δύνευσε, τοὺς στρατιώτας οὐκ ἔχων ἅτε μηδὲν αὐτῶν δεόμενος, ἄλ-

λους δὲ ἄλλῃ τῆς Συρίας διαφεικώς, τοῦ στρατηγοῦ τῶν Αἰγυπτίων

Ἀχυλλᾶ ἐπαναστάντος αὐτῷ, καί ποτε αὐτοῦ εἰς τὴν Φάρον ἀποβάν-

τος καὶ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ φονεύσαντος. ἰδόντες τοῦτο οἱ

ἐν τῇ ἠπείρῳ Αἰγύπτιοι, κατά τε τὰς γεφύρας ἐπεβοήθησαν αὐτοῖς

24

καὶ συχνοὺς τῶν Ῥωμαίων ἀποκτείναντες τοὺς λοιποὺς ἐς τὰς ναῦς

ἐσήραξαν· ἄλλοι τε οὖν πολλοὶ ἐς τὴν θάλασσαν ἐξέπεσον καὶ ὁ

Καῖσαρ κἂν διεφθάρη κακῶς, ὑπό τε τῶν ἱματίων βαρυνόμενος καὶ

ὑπὸ τῶν Αἰγυπτίων βαλλόμενος, ἁλουργῶν γὰρ αὐτῶν ὄντων κατε-

στοχάζοντο, εἰ μὴ καὶ ἐκεῖνα ἀπερρίφει καὶ μετὰ τοῦτο διανεύσας πῃ

ἐς ἀκάτιον ἐσεβεβήκει. καὶ ὁ μὲν οὕτως ἐσώθη, μηδὲν τῶν γραμμά-

των βρέξας ἃ πολλὰ ἐν τῇ ἀριστερᾷ χειρὶ ἔχων ἐνήξατο· τὴν δὲ δὴ

ἐσθῆτα αὐτοῦ οἱ Αἰγύπτιοι λαβόντες πρὸς τὸ τρόπαιον, ὃ ἔστησαν,

ἀνεκρέμασαν. τῶν δὲ στρατιωτῶν μετὰ ταῦτα παραγενομένων τῷ

Καίσαρι, τήν τε Αἴγυπτον ἐχειρώσατο καὶ τῇ Κλεοπάτρᾳ, ἧσπερ ἕνεκα

ἐπολέμησεν, ἐχαρίσατο. ἀπὸ δὲ τῆς Αἰγύπτου ἐπὶ τὸν Φαρνάκην τὸν

Μιθριδάτου παῖδα χωρήσας, τὸν Πόντον περιποιούμενον ἑαυτῷ, αὐ-

θημερὸν προσβαλὼν ἐνίκησε, κἀντεῦθεν ἐπὶ τὴν Ἰταλίαν ἤλασε. γέ-

γονε δὲ ὁ ἀνὴρ οὗτος χρηματοποιὸς μάλιστα, δύο εἶναι λέγων τὰ

τὰς δυναστείας παρασκευάζοντα καὶ φυλάσσοντα καὶ ἐπαύξοντα,

στρατιώτας καὶ χρήματα· καὶ ταῦτα δι' ἀλλήλων συνεστηκέναι· τῇ

τε γὰρ τροφῇ τὰ στρατεύματα συνέχεσθαι καὶ ἐκείνην ἐκ τῶν ὅπλων

συλλέγεσθαι· καὶ ταῦτα μὲν οὕτω καὶ ἔλεγε καὶ ἐφρόνει. καθημέ-

νου δὲ αὐτοῦ ἐν τῇ Ῥώμῃ, ἄραντες ἐκ Καμπανίας οἱ στρατιῶται, ἐκεῖ

γὰρ ὡς καὶ ἐς τὴν Ἀφρικὴν προπλευσούμενοι ἦσαν, ἐπῄεσαν τῇ

Ῥώμῃ μηδὲν φειδόμενοι. ὁ οὖν Καῖσαρ ὡς τάχιστα τῆς προσόδου

αὐτῶν ᾔσθετο, ἠθέλησε μὲν τὸ δορυφορικὸν ἐπ' αὐτοῖς ἀντιπέμψαι,

φοβηθεὶς δὲ μὴ καὶ ἐκεῖνοι συστασιάσωσιν αὐτοῖς ἡσύχασεν· ἐς δὲ

τὸ προάστειον ἐλθοῦσιν αὐτοῖς προσέπεμψε, καὶ ἐπύθετο τί βουλό-

μενοι καὶ τίνος χρῄζοντες ἥκοιεν. ἀποκριναμένων τέ σφων ὅτι αὐτῷ

25

ἐκείνῳ ἐροῦσιν, ἐπέτρεψεν αὐτοῖς ἄνευ τῶν ὅπλων, πλὴν τῶν ξιφῶν,

(ταῦτα γὰρ οὐδ' ἂν ὑπέμειναν καταθέσθαι) εἰσελθεῖν εἰς τὸ ἄστυ.

δεινῶς δὲ αὐτῶν ἐγκειμένων ἀφεθῆναι τῆς στρατείας, ἅτε πολλὰ πε-

πονηκότων καὶ μὴ τετυχηκότων ὧν ἤλπισαν, οὐχ ὅτι καὶ ἰδιωτεῦσαι

ἐβούλοντο, ἀλλ' ὅτι καταπλήξειν τε τὸν Καίσαρα καὶ πᾶν ὁτιοῦν

καταπράξειν ἐνόμιζον, ἐκεῖνος παρὰ τὴν ἁπάντων δόξαν ὀρθῶς αὐ-

τοὺς ἔφη λέγειν, καὶ πάντας αὐτοὺς παραχρῆμα ὡς μηδὲν δῆθεν

αὐτῶν δεόμενος διῆκε· καὶ τὰ γέρα ἐντελῆ δώσειν ὑπέσχετο τὰ τοῖς

τὸν τεταγμένον χρόνον ἐστρατευμένοις διδόμενα. καταπλαγέντες δὲ

μετεβάλοντο, καὶ συστρατεύσειν ἀπροφασίστως ὑπέσχοντο, τοῦ δὲ

μηδὲν αὐτῶν δεῖσθαι λέγοντος, καὶ σοφιζομένου τοιαῦτά τινα (πάνυ

γὰρ αὐτῶν ἔχρῃζεν) ἰσχυρῶς ἐδέοντο, συγγνώμην αἰτοῦντες ἐφ' οἷς

ἐθορύβησαν. συγγνοὺς δὲ μόλις αὐτοῖς, καὶ τοὺς θρασεῖς ἀπολέξας,

τοῖς λοιποῖς ἐχρήσατο. τοὺς μέντοι πάνυ θορυβώδεις, ἄλλους κατ'

ἄλλην πρόφασιν ἐν τοῖς πολέμοις ἀνήλισκε, τούς τε ἐναντίους δι'

αὐτῶν κατεργαζόμενος. μετὰ δὲ ταῦτα τῇ συνήθει χρησάμενος ὀξύ-

τητι, δι' ἧς τὰ πολλὰ κατώρθου, χειμῶνος εἰς τὴν Ἀφρικὴν ἐπεραι-

ώθη. ἐκ βάντι δὲ αὐτῷ τῆς νεὼς συντυχία τοιάδε ἐγένετο· ἐπειδὴ

γὰρ ἅμα τῷ τῆς γῆς ἐπιβῆναι προσέπταισε, καὶ αὐτὸν πεσόντα ἐπὶ

στόμα οἱ στρατιῶται ἰδόντες ἠθύμησαν, καὶ δυσανασχετήσαντες ἐθο-

ρύβησαν, οὐ διηπορήθη, ἀλλ' ἐκτείνας τὴν χεῖρα, τήν τε γῆν ὡς

ἑκὼν δὴ πεσὼν περιέλαβε καὶ κατεφίλησε, καὶ ἀναβοήσας εἶπεν “ἔχω

σε, Ἀφρική”. εἶχον δὲ αὐτὴν τότε Κάτων καὶ Σκηπίων, καὶ τὸν

Ἰόβαν τὸν Λίβυν ἔχοντες σύμμαχον· προεῖχε δὲ ὁ μὲν Κάτων συνέσει

26

τε καὶ δικαιοσύνῃ, ὁ δὲ Σκηπίων γένει καὶ ἀξιώματι, καὶ διὰ τοῦτο

καὶ τῶν στρατοπέδων ἦρχε παραχωρήσαντος Κάτωνος· Καῖσαρ δὲ

χρόνῳ καὶ τοῦτον νικήσας, καὶ τὸν μὲν Ἰόβαν οὕτω κατέπληξεν,

ὥστε ἀπογνόντα τὴν σωτηρίαν τῷ Πετρεΐῳ τῷ ὑποστρατήγῳ τοῦ

Σκηπίωνος, μηδὲ αὐτῷ ἐλπίζοντι τυχεῖν ἀδείας, μονομαχῆσαι καὶ

συναποθανεῖν. Σαλούστιον δέ τινα συνόντα αὐτῷ καὶ ταυτὶ τὰ πρά-

γματα συγγραψάμενον ἄρχειν τῆς Ἀφρικῆς ἔταξε, τοῦτο μὲν τῷ λόγῳ,

τῷ μέντοι ἔργῳ ἄγειν αὐτὴν καὶ φέρειν. ἀμέλει καὶ ἐδωροδόκησε

πολλὰ καὶ ἥρπασε, καὶ πολλὰ καὶ πικρὰ περὶ τῶν ἐκκαρπουμένων

τινὰς εἰπὼν οὐκ ἐμιμήσατο τῷ ἔργῳ τοὺς λόγους. ὅθεν εἰ καὶ τὰ

μάλιστα κατηγορηθεὶς ἀφείθη ὑπὸ τοῦ Καίσαρος, ἀλλ' αὐτός γε ἑαυ-

τὸν καὶ πάνυ τῇ συγγραφῇ ἐστηλοκόπησε. μετὰ δὲ τὴν νίκην ταύ-

την ἄλλα τε πολλὰ τῷ Καίσαρι οἱ Ῥωμαῖοι, κολακεύοντες αὐτὸν καὶ

φοβούμενοι, καθάπερ που καὶ πρότερον, ἐψηφίσαντο, καὶ ἐπὶ εἰκόνα

αὐτὸν τῆς οἰκουμένης χαλκοῦν ἐπιβιβασθῆναι γραφὴν ἔχοντα ὅτι

ἡμίθεός ἐστι. θριάμβους δὲ καταγαγὼν ἐπὶ τέσσαρσιν ἐφεξῆς ἡμέ-

ραις, τῶν τε Γαλατῶν καὶ τῆς Αἰγύπτου τοῦ τε Φαρνάκου καὶ τοῦ

Ἰόβου, καὶ τὴν Ἀρσινόην τὴν τῆς Αἰγύπτου βασίλισσαν ἐν ταῖς αἰχμα-

λώτοις παραγαγών, πρὸς μὲν τῶν ἄλλων ἐπὶ τῷ μεγέθει καὶ πλήθει

τῶν πράξεων ἐθαυμάζετο, πρὸς δὲ τῶν στρατιωτῶν ἐτωθάζετο· τόν

τε γὰρ τῆς Κλεοπάτρας αὐτοῦ ἔρωτα ἔσκωπτον καὶ τὴν παρὰ τῷ

Νικομήδει τῷ Βιθυνίας βασιλεύσαντι διατριβήν, ὅτι μειράκιόν ποτε

παρ' αὐτῷ ἐγεγόνει, διεκερτόμησαν, ὥστε καὶ εἰπεῖν, Καῖσαρ μὲν

Γαλάτας ἐδουλώσατο, Καίσαρα δὲ Νικομήδης. τέλος δὲ ἐφ' ἅπασιν

27

αὐτοῖς ἀθρόοι ἀναβοήσαντες, εἶπον ὅτι, ἂν μὲν καλῶς ποιήσῃς,

κολασθήσῃ, ἂν δὲ κακῶς, βασιλεύσεις. τοῦτο δ' αὐτοῖς ἐβούλετο δη-

λοῦν ὅτι, ἂν μὲν ἀποδώσει τῷ δήμῳ αὐτονομίαν, ὅπερ που δίκαιον

ἐνόμιζον εἶναι, καὶ κριθήσεται ἐφ' οἷς ἔξω τῶν νόμων εἰργάσατο καὶ

δίκην ὑφέξει, ἂν δὲ τῇ δυναστείᾳ ἐμμείνῃ, ὅπερ που ἀδικοῦντος

ἔργον ἦν, μοναρχήσει. ἐπὶ μὲν οὖν τῇ Κλεοπάτρᾳ οὐκ ἐδυσχέραινε,

πρὸς δὲ τὰς περὶ τοῦ Νικομήδους διαβολὰς ἐδυσκόλαινε, καὶ κατο-

μνύων γέλωτα προσεπωφλίσκανε. τῇ δὲ τελευταίᾳ τῶν νικητηρίων

ἡμέρᾳ, ἐπειδὴ ἐκ τοῦ δήμου ἐγένετο, ἔς τε τὴν αὐτοῦ ἀγορὰν εἰσῆλθε

βλαύτας ὑποδεδημένος καὶ ἄνθεσι παντοδαποῖς ἐστεφανωμένος, καὶ

ἐκεῖθεν οἴκαδε παντὸς μὲν ὡς εἰπεῖν τοῦ δήμου παραπέμποντος αὐ-

τόν, πολλῶν δὲ ἐλεφάντων λαμπάδας φερόντων ἐκομίσθη. εἶτα

πολλοὺς καὶ παντοδαποὺς ἀγῶνας ἔθηκε, θέατρόν τι κυνηγετικὸν

ἰκριώσας, ὃ καὶ ἀμφιθέατρον ἐκ τοῦ πέριξ πανταχόθεν ἕδρας ἄνευ

σκηνῆς ἔχειν προσερρήθη. περὶ μὲν δὴ τῶν ἄλλων ζώων μακρὸν ἂν

εἴη διεξιέναι λεπτομερῶς· περὶ δὲ δὴ τῆς καμηλοπαρδάλιδος ὠνο-

μασμένης ἐρῶ, ὅτι τότε πρῶτον ἐς τὴν Ῥώμην εἰσήχθη. τὸ γὰρ ζῷον

The complete text is available when the reading interface loads.