The Greek Library Author

Anonymous

Historiae Romanae

Authority group
Cassius Dio (catalogue association; authorship remains anonymous)
Edition reference
Historiae Romanae (Petri Patricii excerpta Vaticana sive Maiana), ed. Boissevain, op. cit., vol. 3, 731–749.
CTS identifier
urn:cts:greekLit:tlg0385.tlg011.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

14

Mai. 81 p. 200 sq. = p. 184, 4—7

Dind.

15

Ὅτι συνεχῶς ὁ Τιβέριος

τοῦτο τὸ ἰαμβίδιον ἐπεφθέγγετο,

“ἐμοῦ θανόντος γαῖα μιχθήτω

πυρί”. Mai. 81 p. 201 = p. 184,

8—10 Dind.

16

Ὅτι ὁ αὐτὸς καὶ τὸν Πρία-

μον ἐμακάριζεν ὅτι μετὰ τῆς

πατρίδος καὶ τῆς βασιλείας ἀπώ-

λετο. Mai. 81 p. 201 = p. 184,

11. 12 Dind.

17

Ὅτι Αἰμίλιος Μαμέρτιος δρᾶμα

ἐποίησεν ὅπερ Ἀτρέα ἐπέγραψεν,

ἐν ᾧ εἰσήγαγέ τινα λέγοντα

κατὰ τὸν

Εὐριπίδην ὅτι “τὰς τῶν κρατούν-

των ἀμαθίας φέρειν χρεών”. καὶ μα-

θὼν τοῦτο Τιβέριος ἐφ' ἑαυτῷ τὸ

ἔπος ἐξέλαβεν, Ἀτρέα ἑαυτὸν διὰ

τὰ μύση τῶν φόνων ὧν εἰργάσατο

κληθῆναι νομίσας, καὶ ἔλεγεν “οὗ-

τος ἐμὲ Ἀτρέα ἐποίησεν, κἀγὼ

αὐτὸν Αἴαντα ποιήσω·” ἀνάγκην

οὖν αὐτῷ ἐπήγαγεν ὥστε αὐτὸν

ἑαυτὸν ἀνελεῖν. Mai. 82 p. 201

p. 184, 13—21 Dind.

18

Ὅτι ὃ βούλεταί τις καὶ ἐπι-

θυμεῖ, τοῦτο καὶ θᾶττον πιστεύει.

Mai. 82 p. 201 = p. 184, 22 sq. Dind.

19

Ὅτι Λούκιός τις Ἀρούντιος

καὶ τῇ ἡλικίᾳ καὶ τῇ παιδείᾳ προή-

κων ἑωρακὼς τὸν Τιβέριον τὴν

ἐπιθάνατον νοσοῦντα καὶ κινδυ-

νεύοντα καὶ τὴν βασιλείαν ἐπὶ Γάιον

φερομένην ἀνεῖλεν ἑαυτὸν

εἰπὼν ὅτι “οὐ δύναμαι ἐπὶ γήρως

δεσπότῃ καὶ νεωτέρῳ τοιούτῳ δου-

λεῦσαι.” Mai. 82 p. 201 = p. 184,

24—29 Dind.

20

Ὅτι ἑωρακώς ποτε ὁ Τιβέ-

ριος Μάκρωνος καὶ Γαΐου τὴν

φιλίαν, “εὖ γε” ἔφη “ποιεῖς τὸν

δυόμενον καταλιμπάνων καὶ πρὸς

τὸν ἀνατέλλοντα τρέχων.” Mai. 82

p. 202 = p. 184, 30—32 Dind.

21

Ὅτι Γάιος Πίσωνα ἐξορί-

σας δέδωκεν αὐτῷ δέκα δούλους

μόνους· ἐπεὶ δὲ ἐκεῖνος ἐδέετο

πλείονας αὐτῷ δοθῆναι, ἐκέλευ-

σεν αὐτῷ ὅσοις βούλεται χρῆ-

σθαι, εἰπὼν ὅτι “καὶ στρατιῶται

μέντοι τοσοῦτοί σοι συνέσονται.”

Mai. 83 p. 202 = p. 185, 9—13

Dind.

22

Ὅτι μετὰ πολλὰς ἐπινοίας

ὁ Γάιος τελευταῖον ἐπὶ τὴν σύγ-

κλητον ἐτρέπετο καὶ ἐγκλήματα

αὐτοῖς ἐπῆγεν, ὅτι τὸν Τιβέ-

ριον κακῶς εἰρήκασιν· “ἐμοὶ

μὲν γάρ” ἔφασκεν “αὐτοκράτορι

ὄντι καὶ τοῦτο ποιεῖν ἔξεστιν, ὑμεῖς

δὲ οὐ μόνον ἀδικεῖτε, ἀλλὰ καὶ

ἀσεβεῖτε πρὸς τὸν ἄρξαντα ὑμῶν

οὕτω διακείμενοι, καὶ εἴ τι κακὸν

ἐποίησεν, ὑφ' ὑμῶν προτρεπόμε-

νος ἔπραξεν.”

καὶ ὁ Σεϊανὸς

ὑφ' ὑμῶν φυσηθεὶς ἀπώλετο. Mai.

83 p. 202 = p. 185, 14—21 Dind.

23

Ὅτι ὁ Γάιος Πρίσκον

ἀνελὼν διὰ χρήματα καὶ

ὀλίγα εὑρὼν ταῦτα θαυ-

μαστὸν λόγον ἐφθέγξατο “ἠπά-

τησέ με καὶ μάτην ἀπώλετο· ἠδύ-

νατο γὰρ ἐπὶ τούτοις ζῆν.” Mai.

83 p. 202 = p. 185, 22—25 Dind.

[41 ὁ addidi e cod.]

24

Ὅτι Δομέτιος ῥήτωρ ἄρι-

στος καὶ δεινότατος, φαῦλος ἀνήρ,

ἐπὶ τοῦ Τιβερίου γυναῖκα τῶν ἐπι-

σήμων ἐσυκοφάντησεν, ὥστε ἐγγὺς

θανάτου γενέσθαι· καὶ συναντή-

σας αὐτῇ ποτε ἐξετράπη τῆς ὁδοῦ

αἰσχυνόμενος· ἐκείνη δὲ πλησίον

παραγενομένη ἔφη “θάρσει, Δομέτιε,

ὅτι οὐ σύ μοι ἐπαίτιος ἀλλ' Ἀγα-

μέμνων.” Mai. 84 p. 202 sq. =

p. 185, 26—32 Dind.

25

Ὅτι οὗτος ὁ Δομέτιος

ἐπίγραμμα ποιήσας εἰς εἰκόνα

τοῦ Γαΐου εἶπεν ὅτι εἰκοστὸν

ἕβδομον ἔτος ἄγων δεύτερον ὑπά-

τευσεν· τούτου λαβόμενος ὁ Γάιος

κατηγόρησεν αὐτοῦ ὡς ὀνειδίζον-

τος τὸ μειρακιῶδες αὐτοῦ καὶ

παράνομον

καὶ εἰς τὸ

συνέδριον αὐτὸν ἤγαγεν ὡς τεθνη-

ξόμενον, καὶ λόγον ποικίλως συγ-

κείμενον εἶπεν,

καὶ εἰ ἀπελογήσατο ἐτεθνήκει·

ὁ δὲ λέγοντος αὐτοῦ ἐθαύμαζεν

καὶ ἐπεκρότει ὡς ἀκροατής τις

ἀλλ' οὐ κατηγορούμενος· πληρώ-

σαντος δὲ καθ' ὑπερβολὴν ἐδό-

κει τὴν δεινότητα τοῦ λόγου

θαυμάζειν. καὶ δοθέντος και-

ροῦ ἀπολογίας εἰς ὀλοφυρμὸν

ἐτρέπετο, καὶ τέλος εἰς τὴν γῆν

κατέπεσεν ἱκετεύων

καὶ ὡς ῥήτορα

μᾶλλον οὐχ ὡς Καίσαρα φοβεῖ-

σθαι λέγων· ἐκεῖνος δὲ ὁρῶν

ταῦτα καὶ ἀκούων διεχύθη, πι-

στεύσας ὅτι τῇ τῶν λόγων

παρασκευῇ κεκράτηκεν,

καὶ ἀπέλυσεν

αὐτὸν εἰπών “μηκέτι νόμιζε σαυ-

τὸν δεινὸν ῥήτορα,” ὃν καὶ ὕπα-

τον ἀπέδειξεν. [cf. mox v. 29B]. Mai.

84 p. 203 = p. 186, 1—17 Dind.

26

Ὅτι Σενέκας Ἄννεος ἅπαντας

τοὺς κατ' αὐτὸν ἀνθρώπους

σοφίᾳ ὑπερβαλλόμενος ἐπειδὴ

λόγον ἐπ' αὐτῷ εἶπεν καλῶς

συγκείμενον, ὑπὲρ τούτου καὶ

μόνου ἔμελλεν ἀπόλλυσθαι·

ἀλλὰ τοῦτον ἀφῆ-

κεν γυναικὶ πεισθείς, ᾗτινι συνε-

κάθευδεν, εἰπούσῃ ὅτι καὶ φθόην

ἔχει καὶ οὐκ εἰς μακρὰν τελευ-

τήσει· ἀληθὲς δὲ τοῦτο νομίσας

εἶναι συνεχώρησεν αὐτῷ [an αὐτῇ?]

ὅσον οὐδέπω τεθνηξόμενον. Mai.

85 p. 203 = p. 186, 18—25 Dind.

27

Ὅτι Γάιος οὕτως ἦν ἀδιά-

κριτος περὶ τοὺς φόνους ὥστε

ποτὲ προσενεχθέντων αὐτῷ πολ-

λῶν κατηγορουμένων ἐφ' ᾧ ἐξε-

τάσαι, στῆσαι μὲν αὐτοὺς ἐπὶ

στίχον, εἰπεῖν δὲ τὸ ὡς γελοῖον

ἐπὶ τοῦ παρόντος λεγόμενον “ἀπὸ

τοῦ φαλακροῦ μέχρις ἐκείνου τοῦ

κομῶντος πάντας φόνευσον.” Mai.

85 p. 204 = p. 186, 26—31 Dind.

28

Ὅτι ὁ αὐτὸς κυβεύων ποτὲ

ἐν Γαλλίαις καὶ μαθὼν ὅτι οὐκ

ἔστιν ἀργύριον, ἀναστὰς ἐζήτησε

τῶν εὐπόρων ἀπογραφὴν καὶ ἐκέ-

λευσε πολλοὺς ἐξ αὐτῶν φονευ-

θῆναι καὶ τὰ χρήματα αὐτῶν εἰσε-

νεχθῆναι· καὶ ἐλθὼν πρὸς τοὺς

συγκυβευτὰς εἶπεν “ἐν ᾧ ὑμεῖς

περὶ ὀλίγων φιλονικεῖτε, ἐγὼ πλῆ-

θος χρημάτων συνήγαγον.” Mai.

85 p. 204 = p. 186, 32—187, 6

Dind.

29. 30. 31. 32 vide vol. 2 p. 647—650.

33

Ὅτι τὸν Γάιον Γαλάτης τις

θεωρήσας αὐτὸν μέγα ἀνεκάγχα-

σεν· ὁ δὲ νομίσας αὐτὸν ὑπὸ ἡδο-

νῆς γελᾶν ἐκέλευσεν αὐτὸν ἀχθῆ-

ναι καὶ λέγει “τίνα με νομίζεις

εἶναι;” ὁ δέ, ἐρῶ αὐτὸ τὸ ῥῆμα

τὸ παρ' αὐτοῦ λεχθέν, ἔφη ὅτι “μέγα

εἰ παραλήρημα”, καὶ οὐδὲν δεινὸν

ἔπαθεν· σκυτεὺς γὰρ ἦν καὶ πένης.

Mai. 88 p. 206 = p. 188, 19—24

Dind.

34

Ὅτι ἡ Μιλωνία μετὰ τριά-

κοντα ἡμέρας τῶν γάμων τέτοκεν

υἱόν, ὃν ἔσχεν ἐκ τοῦ προτέρου

ἀνδρός· καὶ τοῦτο ἔλεγεν ὡς θεῷ

αὐτῷ ἐκγενέσθαι ὅτι ἐν τριάκοντα

ἡμέραις καὶ ἀνὴρ καὶ πατὴρ ἐγέ-

νετο. Mai. 88 p. 206 = p. 188,

25—28 Dind.

35. 36 vide vol. 2 p. 660.

37

Ὅτι ἀπελεύθερος τοῦ Σα-

βίνου πρὸς ἐξέτασιν ἐξηνέχθη καὶ

ἐλευθέρως ἐλάλησεν·

ὁ δὲ Νάρκισσος

ἐπύθετο αὐτοῦ “τί ἂν ἐποίησας, εἰ

ἐμονάρχησε Σαβῖνος;”

ἀπεκρίνατο “ἑστήκειν

ὄπισθεν αὐτοῦ καὶ ἐσιώπων.”

ἐκ τούτου κατακριθεὶς ἀνῃρέθη.

καὶ Ἀριάμη

τις ἐπειδὴ εἶδεν τὸν ἄνδρα ἐν

ἐσχάτῳ κινδύνῳ ὄντα, οὐ μόνον

οὐκ ἀπεδειλίασεν [ita cod.], ἀλλ'

αὑτὴν [αὐτὴν cod.] ἀπέσφαξεν,

καὶ τὸν ἄνδρα εἰς τὸ αὐτὸ

προεκαλέσατο· λαβοῦσα γὰρ τὸ ξί-

φος προστέθεικε τῇ οἰκείᾳ γαστρὶ

καὶ ὤθησε λέγουσα “ἰδὲ οὐ πονῶ·

τοῦτο οὐδέν ἐστιν· ποίησον καὶ

σύ.” ἑωρακὼς οὖν ἀποθνήσκου-

σαν κἀκεῖνος ἑαυτὸν ἀπέσφαξεν·

εἰς τοιαύτην γὰρ τάξιν τὰ πράγμα-

τα ἐληλύθει, ὥστε ἀρετὴν νομίζε-

σθαι τὸ αὐτόχειρα γενέσθαι. Mai.

89 p. 207 = p. 190, 9—22 Dind.

38

Ὅτι Κλαύδιος τούτων

γινομένων συνεχῶς τὸ Ὁμηρικὸν

ἔλεγεν “ἄνδρ' ἀπαμύνασθαι

ὅτε τις πρότερον χαλεπήνῃ”. Mai.

89 p. 208 = p. 190, 23—25 Dind.

[19 τις Dind., τι cod.]

156-191t

{PETRI PATRICII

EXCERPTA VATICANA SIVE MAIANA

<de sententiis> (περὶ γνωμῶν) n. 156—191, historiam Augustam a

fine Dionis continentia.}

156

Κοῦφος μὲν γὰρ πᾶς ὄχλος πρὸς τὰ καινοτομούμενα· ὁ δὲ δῆμος

τῶν Ῥωμαίων διά τε τὸ πλῆθος καὶ τὴν ποικιλίαν τῶν συγκλύδων

ἀνθρώπων τῶν εἰς αὐτὸν συνιόντων ῥᾷον τῶν ἄλλων ἐπαίρεται καὶ

μετὰ εὐχερείας πρὸς τὰ ἄτοπα τρέχει. Mai. 117 p. 233 = p. 217,

25—29 Dind.

157

Ὅτι ὁ τῶν Περσῶν βασιλεὺς μετὰ Μαριάδνου πρὸ τῆς πόλεως

Ἀντιοχείας ὡς εἴκοσι σταδίους στρατοπεδεύεται· καὶ οἱ μὲν φρόνιμοι

ἔφυγον τῆς πόλεως, τὸ δὲ πολὺ πλῆθος ἔμεινεν, τοῦτο μὲν φιλοῦντες

τὸν Μαριάδνην, τοῦτο δὲ καὶ τοῖς καινισμοῖς χαίροντες, ὅπερ ὑπὸ

ἀνοίας πάσχειν εἰώθασι. Mai. 118 p. 234 = p. 218, 1—6 Dind. = fr. 1

Mueller (F. H. Gr. 4, 192).

158

Ὅτι Αἰμιλιανὸς ἀναγορευθεὶς βασιλεὺς ἔγραφε πρὸς τὴν σύγ-

κλητον ὅτι τὴν βασιλείαν ὑμῖν καταλιμπάνω, κἀγὼ ὡς στρατηγὸς ὑμέ-

τερος πανταχοῦ ἀγωνίζομαι. Mai. 118 p. 234 = p. 218, 8—11 Dind.

= fr. 2 Mueller (F. H. Gr. 4, 193).

159

Ὅτι Μακρῖνος κόμης τῶν θησαυρῶν καὶ ἐφεστὼς τῇ ἀγορᾷ τοῦ

σίτου ἐπειδὴ καὶ τὸν ἕνα πόδα ἐπεπήρωτο, οὐχ εὑρέθη ἐν τῷ πολέμῳ

ἀλλ' ἐν Σαμοσάτοις, καὶ ἀπεδέχετο τοὺς στρατιώτας καὶ ἀνεκτᾶτο·

ὁ δὲ Σαπώρης πέμπει Κληδόνιον ἄνδρα τοὺς δικαστὰς εἰσάγοντα τῷ

βασιλεῖ, ὃς προέτρεπε Μακρῖνον ἐλθεῖν πρὸς Βαλλεριανόν· ὁ δὲ οὐχ

εἵλετο ἀπελθεῖν, λέγων “τίς τοσοῦτον μαίνεται ὥστε ἑκὼν ἀντ' ἐλευ-

θέρου δοῦλος καὶ αἰχμάλωτος γενέσθαι; ἄλλως τε καὶ οἱ προστάτ-

τοντες ἀπελθεῖν οὐκ εἰσί μου κύριοι· ὁ μὲν γὰρ πολέμιός ἐστιν, ὁ δὲ

οὐδὲ ἑαυτοῦ δεσπόζει, οὐχ ὅπως ἡμῶν”· καὶ παρῄνει καὶ τῷ Κληδονίῳ

μένειν καὶ μὴ ἐπανελθεῖν πρὸς Βαλλεριανόν· ὁ δὲ ἔφη μὴ προδιδόναι

τὴν πίστιν τοῦ γενομένου αὐτοῦ δεσπότου· καὶ ἐπανελθὼν κατεσχέθη

μετὰ τῶν αἰχμαλώτων. Mai. 118 p. 235 = p. 219, 8—22 Dind. = fr. 3

Mueller (F. H. Gr. 4, 193).

160

Ὅτι Μέμωρ Μαυρούσιος, πεμφθεὶς ἐπὶ συλλογῇ καρπῶν, και-

νῶν πραγμάτων ἐπεθύμησεν, καὶ σπουδῇ ὑπὸ τῶν στρατιωτῶν ἀναι-

ρεῖται· οἱ δὲ ἄρχοντες ἐμέμφοντο ὡς ἀδίκως αὐτὸν ἀναιρεθέντα. καὶ

Θεόδοτος κελευσθεὶς ἀπολογήσασθαι εἶπεν ὅτι “οὐκ ἦν πολλῆς ἄξιος

καταγνώσεως Μέμωρ ὡς ἀδυνάτοις ἐπιχειρῶν, ὁ ἔχων τοσούτων ἀρ-

χόντων περιβολὴν καὶ δύναμιν, ἀλλ' ἐκεῖνος καὶ οἱ σὺν αὐτῷ διὰ

τῆς ἐμῆς σπουδῆς καὶ βασιλικῆς προνοίας τοῦ σκοποῦ διήμαρτον”·

ἡσθεὶς ὁ βασιλεὺς τῇ ἀπολογίᾳ ἐκέλευσεν ὑπὲρ Μέμορος μηδένα φεύ-

ξεσθαι. Mai. 119 p. 236 = p. 220, 8—18 Dind. = fr. 4, 1 Mueller

(F. H. Gr. 4, 193).

161

Ὅτι οἱ φαύλως ἀναχθέντες ἄνθρωποι οὐκ εἰώθασι βεβαίως

τὰς φιλίας φυλάττειν, ἀλλ' ἐκ μικρῶν προφάσεων μεταβάλλονται.

Mai. 119 p. 236 = p. 220, 19—21 Dind. = fr. 4, 2 Mueller (F. H. Gr. 4, 194).

162

Ὅτι ἡ τοῦ Γαλιηνοῦ γαμετὴ τοῦ βασιλέως ἀπηρέσθη τῷ

προσώπῳ Ἰνγενούου καὶ μεταπεμψαμένη Βαλεντῖνον εἶπεν αὐτῷ ὅτι

“ἐγὼ τὴν σὴν προαίρεσιν οἶδα· τὸν δὲ βασιλέα ἐπὶ μὲν τῇ σῇ ἐπιλογῇ

ἐπαινῶ, ἐπὶ δὲ τῇ Ἰνγενούου οὐκ ἐπαινῶ· ἐν πολλῇ γάρ μοι ὑπονοίᾳ

ἐστίν· ἀλλ' ἀντιπρᾶξαι τῷ βασιλεῖ οὐ δύναμαι· ἀλλὰ σὺ ἐπιτήρει

τὸν ἄνδρα”. ἀποκρίνεται Βαλεντῖνος ὅτι “γένοιτο μὲν καὶ Ἰνγένουον

γνήσιον περὶ τὴν δουλείαν ὑμῶν ὀφθῆναι· ἐπεὶ τὸ ἐν ἐμοὶ οὐκ ἂν

παραλείψω τι τῶν εἰς εὔνοιαν ὁρώντων τοῦ ὑμετέρου οἴκου. Mai.

120 p. 237 = p. 221, 8—18 Dind. = fr. 5, 1 Mueller (F. H. Gr. 4, 194).

163

Ὅτι ἐν τῷ κατὰ Ἰνγενούου πολέμῳ πολλοὶ καὶ τέκνα καὶ

γονεῖς καὶ ἀδελφοὺς ἀνεῖλον ἐπὶ τοσοῦτον ὥστε τινὰ κατασχεῖν ἴδιον

ἀδελφὸν παρὰ Γαλιηνῷ καὶ εἰπεῖν ”ὦ βασιλεῦ, οὗτος ἀδελφὸς ἐμός

ἐστι, καὶ ἐν τῷ πολέμῳ κατέσχον αὐτόν.“ ὁ δὲ νομίσας ὅτι παραι-

τήσασθαι αὐτὸν βούλεται καὶ ἀπεδέξατο καὶ ἐπῄνεσεν καὶ ὑπέσχετο

πολλὰ δώσειν καὶ τὴν ἁμαρτίαν τῆς τυραννίδος συγχωρεῖν· τὸν δὲ

εἰπεῖν ὅτι οὐ χρὴ τὸν ἅπαξ ἀντάραντα ὅπλα βασιλεῖ ζῆσαι, καὶ

τῷ ξίφει ἀνελεῖν αὐτόν· ὁ δὲ Γαλιηνὸς ἠγανάκτησε μέν, πλὴν διὰ τὸ

ἀδόκητον τῶν πραγμάτων συνεχώρησεν. Mai. 120 p. 237 = p. 221,

19—30 Dind. = fr. 5, 2 Mueller (F. H. Gr. 4, 194).

164

Ὅτι Κλαύδιος ἔτυχεν τρωθεὶς εἰς τὸν ἀστράγαλον καὶ μετὰ

πολλῆς σπουδῆς ὁ βασιλεὺς περὶ αὐτοῦ ἐπυνθάνετο· εἷς οὖν τῶν

στρατιωτῶν εἶπεν ὅτι ”ὡς Ἀχιλλεὺς πολεμήσας γενναίως ἐτρώθη καὶ

ἐν τῷ καταγωγίῳ τῷ ἑαυτοῦ ἐστι θεραπευόμενος“· ὥστε τὸν βασιλέα

εἰπεῖν ὅτι ”εἰκότως καὶ εἰς τὸν ἀστράγαλον ἐτρώθη.“ Mai. 121

p. 237 = p. 221, 31—222, 5 Dind. = fr. 5, 3 Mueller (Fr. H. Gr. 4, 194).

165

Ὅτι Γαλιηνὸς ὁ βασιλεὺς πρὸς Πόστομον αὐτοκράτορα

ἀναγορευθέντα πέμπει πρεσβευτὰς τοὺς ἐπισταμένους τὰ γενόμενα

παρ' αὐτοῦ καὶ ἐροῦντας αὐτῷ ὅτι χρὴ τὰ ὀχυρὰ καταλαβόντας

ἡσυχάζειν· ”ἀλλὰ παραχώρησόν μοι εἰσελθεῖν, ἵνα διακριθῶμεν πολέμῳ·

καὶ ὁ κρείττων βασιλεύς“· ὁ δὲ ἀντεδήλωσεν ὅτι ”οὔτε παραχωρῶ

σοί ποτε ἑκὼν παρελθεῖν τὰς Ἄλπεις οὔτε εἰς τοιαύτην ἀνάγκην

εὔχομαι καταστῆναι ἵνα Ῥωμαίοις πολεμήσω.“ Γαλιηνὸς δὲ πέμπει

πρὸς αὐτόν ”οὐκοῦν ἀμφότεροι μονομαχήσωμεν, ἵνα μὴ Ῥωμαῖοι

ἀπόλωνται.“ ὁ δὲ ἀντεδήλωσεν ”ἐγὼ οὔτε μονομάχος εἰμὶ οὔτε γέ-

γονά ποτε· ἀλλ' ἀπολλυμένας τὰς ἐπαρχίας ταύτας ὑπὸ σοῦ ταχθεὶς

διασώζειν ἔσωσα· καὶ ὑπὸ τῶν Γάλλων ᾑρέθην βασιλεύς· καὶ ἀρκοῦ-

μαι τούτων ἄρχειν τῶν ἑκουσίως με ἑλομένων· καὶ εἴ τι δύναμαι,

τῇ βουλῇ τῇ ἐμαυτοῦ καὶ τῇ δυνάμει τούτοις βοηθῶ.“ Mai. 121

p. 238 = p. 223, 8—24 Dind. = fr. 6 Mueller (F. H. Gr. 4, 194).

166

Ὅτι τὸν Ὀδέναθον τὸν παλαιὸν Ῥουφῖνος ἀναιρεῖ ὡς νεω-

τέροις ἐπιχειροῦντα πράγμασιν· κατηγόρει δὲ ὁ νέος Ὀδέναθος Ῥου-

φίνου, ὡς φονεύσαντος τὸν πατέρα αὐτοῦ· ὁ δὲ βασιλεὺς ἠρώτησε

τὸν Ῥουφῖνον διὰ τί ταῦτα ἐποίησεν. ὁ δὲ εἶπεν ὅτι σὺν δίκῃ τοῦτο

ἐποίησεν· ”καινοῖς γὰρ ἐπεχείρει πράγμασιν· καὶ εἴθε ἐπέτρεπές μοι

καὶ τοῦτον τὸν Ὀδέναθον τὸν υἱὸν αὐτοῦ ἀνελεῖν, καὶ παραχρῆμα

τοῦτο ἐποίουν“· ἦν δὲ ὁ Ῥουφῖνος ποδαλγὸς καὶ χειραλγός, παντε-

λῶς μὴ κινηθῆναι δυνάμενος· καὶ ἔλεγεν αὐτῷ ὁ βασιλεύς ”ποίᾳ

δυνάμει ἢ ποίῳ σώματι θαρρῶν ταῦτα λέγεις;“ ὁ δὲ ἔλεγεν ”οὐδὲ εἰ

ἔτυχον ὑγιὴς ὢν πλέον τῆς νεότητός μου, ἠδυνάμην διὰ τοῦ σώματός

μού τί ποτε εἰς αὐτὸν ποιῆσαι· ἀλλὰ τῇ σῇ δεξιᾷ κελεύων καὶ δια-

τυπῶν πάντα κατώρθουν· καὶ σὺ γὰρ αὐτός, ὦ βασιλεῦ, οὐ τῷ

σώματί σου ἰσχύων ποιεῖς ἃ ποιεῖς, ἀλλὰ τοῖς στρατιώταις σου

κελεύων.“ καὶ ἐπῄνεσεν τοὺς λόγους αὐτοῦ ὁ Γαλιηνός. Mai. 122

p. 238 sq. = p. 224, 8—25 Dind. = fr. 7 Mueller (F. H. Gr. 4, 195).

167

Ὅτι Κύντος ὁ Μακριανοῦ υἱὸς τὸ βασίλειον καὶ παραχρῆμα

ἐν Ἐμίσῃ ἐκάθητο· καὶ παραγίνεται Ὀδέναθος μετὰ πλήθους βαρβάρων

καὶ δηλοῖ αὐτοῖς ὅτι ”παράδοτε ἑαυτοὺς ἢ πολεμήσατε“· οἱ δὲ εἶπον

ὅτι πᾶν ὁτιοῦν ἠνείχοντο ὑπομένειν ἢ βαρβάρῳ ἑαυτοὺς παραδοῦναι.

Mai. 122 p. 239 = p. 225, 8—13 Dind. = fr. 8, 1 Mueller (F. H. Gr. 4, 195).

168

Ὅτι Κυρῖνος ἐδυσχέρανεν ὡς ὅτι τῶν Ῥωμαίων τὸν πόλεμον

ᾠκειώσατο Ὀδέναθος· ὁ δὲ τοῦτο μαθὼν ἐκέλευσεν αὐτὸν ἀναιρεθῆ-

ναι· καὶ ἐκ τῶν οἰκείων πολλὰ ἐφιλοτιμήσατο εἰς ταφὴν αὐτοῦ, ἅτινα

καὶ ζῶντι αὐτῷ ἐπέδειξεν· ὁ δὲ γελάσας ἔφη πολλῆς ἀμαθίας καὶ

εὐηθείας πεπληρῶσθαι τὸν ἄνδρα· ἀμαθίας μέν, ὅτι τοὺς ἐχθροὺς

ἀναιροῦμεν, τοῖς δὲ φίλοις χαριζόμεθα, ἀγνοεῖν δὲ αὐτὸς πότερον εἰς

φίλους ἢ εἰς ἐχθροὺς τάξει αὐτόν· εὐηθείας δέ, ὅτι βούλεται περιόντα

αὐτὸν καὶ αἰσθανόμενον λυπῆσαι καὶ φονεῦσαι, τελευτῶντα δὲ καὶ

ἀναισθητοῦντα δωρεαῖς τιμᾶν· καὶ ἡ τοσαύτη εὐτυχία ταχεῖαν ἔσχε

μετάπτωσιν. Mai. 123 p. 239 sq. = p. 225, 14—26 Dind. = fr. 8, 2 Mueller

(F. H. Gr. 4, 195).

169

Ὅτι τῶν Σκυθῶν ἐπὶ Κλαυδίου τὰς Ἀθήνας ἑλόντων καὶ

συναγαγόντων πάντα τὰ βιβλία καὶ βουληθέντων καῦσαι, ἄλλος τις

ἐν αὐτοῖς φρόνιμος εἶναι νομιζόμενος ἐκώλυσε λέγων ὅτι ”περὶ

ταῦτα οἱ Ῥωμαῖοι σχολάζοντες πολέμου ἀμελοῦσι.“ τοῦτο δὲ ὡς

ἄπειρος εἶπεν· εἰ γὰρ ᾔδει τὰς τῶν Ἀθηναίων καὶ Ῥωμαίων ἀρετάς,

οἵτινες ἐν λόγοις καὶ ἐν πολέμοις εὐδοκίμουν, οὐκ ἂν τοῦτο εἶπεν.

Mai. 123 p. 240 = p. 226, 8—15 Dind. = fr. 9, 1 Mueller (F. H. Gr.

4, 196).

170

Ὅτι οἱ Σκύθαι πρὸς τοὺς ἐν πόλεσιν ἐγκεκλεισμένους ἀπέ-

σκωπτον, ὅτι οὗτοι οὐκ ἀνθρώπινον βίον ζῶσιν, ἀλλ' ὀρνίθων ἐν

καλιαῖς εἰς τὸ ὕψος καθημένων, καὶ ὅτι καταλιπόντες τὴν γῆν τὴν

τρέφουσαν αὐτοὺς ἀκάρπους πόλεις ἐπιλέγονται καὶ ὅτι τοῖς ἀψύχοις

θαρροῦσι μᾶλλον ἤπερ ἑαυτοῖς. Mai. 123 p. 240 = p. 226, 16—21

Dind. = fr. 9, 2 Mueller (F. H. Gr. 4, 196).

171

Ὅτι Ἀνδοννόβαλλός τις ἦν, ὃς ἀπὸ Ἐρούλων προσέφυγε

πρὸς Ῥωμαίους· καὶ ἦλθεν εἰς λόγους Βιβούλῳ τῷ βασιλεῖ τῶν Ῥω-

μαίων· προέτρεπε γὰρ αὐτὸν δοῦναι ἑαυτὸν τῷ βασιλεῖ· ὁ δὲ ἐκάλει

αὐτὸν δοῦλον φιλοδεσπότην καὶ γαστρὸς ἥττονα, καὶ ὅτι τὴν ἐλευ-

θερίαν διὰ τὸ φαγεῖν καὶ τὸ φορέσαι ἐπώλησεν· ἐκεῖνος δὲ ἀντέλεγεν

αὐτῷ ”ἐγὼ ἐλεύθερός εἰμι· καὶ γὰρ φίλος βασιλέως τηλικούτου εἰμὶ

καὶ οὐδέν μοι τῶν ἀγαθῶν λείπει· σὺ δὲ οὔτε ἐσθῆτος οὔτε τροφῆς

εὐπορεῖς.“ Mai. 124 p. 241 = p. 226, 22—31 Dind. = fr. 9, 3 Mueller

(F. H. Gr. 4, 196).

172

Ὅτι μετὰ τὴν νίκην τῶν Σκυθῶν εὐφραινομένου τοῦ βασι-

λέως καὶ ἑστιῶντος εἰσῆλθεν Ἀνδοννόβαλλος ἐπὶ πάντων καὶ λέγει

ὅτι ”χάριν θέλω τινά ποτε παρὰ σοῦ αἰτῆσαι.“ καὶ νομίσας μέγα

τί ποτε αἰτεῖσθαι ἐπέτρεψεν αὐτῷ αἰτεῖσθαι· καὶ λέγει Ἀνδοννόβαλλος

”δός μοι καλὸν οἶνον, ἵνα καλέσω πάντας τοὺς τοῦ οἴκου μου καὶ

εὐφρανθῶ μετ' αὐτῶν.“ καὶ γελάσας ὁ βασιλεὺς ἐκέλευσεν αὐτῷ

δοθῆναι οἶνον· δέδωκεν δὲ αὐτῷ καὶ ἑτέρας πολλὰς δωρεάς. Mai.

124 p. 241 = p. 226, 32—227, 8 Dind. = fr. 9, 4 Mueller (F. H. Gr. 4, 196).

173

Ὅτι Αὐρηλιανὸς βασιλεύσας καὶ συναγαγὼν πάντας τοὺς

ἐν λόγῳ ἐν Ῥαβέννῃ βουλὴν ἐποιεῖτο πῶς χρὴ βασιλεύειν αὐτῶν·

ἠβούλετο γὰρ μετὰ θάνατον Κλαυδίου ἐξ ὧν ἔπραττεν μείζων ἐκείνου

φαίνεσθαι. εἷς δὲ τῶν ἐκ τῆς συγκλήτου εἶπεν αὐτῷ ”ἐὰν θέλῃς

καλῶς βασιλεῦσαι, χρυσῷ καὶ σιδήρῳ σαυτὸν ὀχύρωσον, κατὰ μὲν

τῶν λυπούντων σε σιδήρῳ, πρὸς δὲ τοὺς θεραπεύοντας χρυσῷ“. καὶ

πρῶτος τῆς κακῆς συμβουλῆς ταύτης αὐτὸς ὁ συμβουλεύσας ἀπή-

λαυσεν. Mai. 125 p. 241 sq. = p. 228, 8—16 Dind. = fr. 10, 1 Mueller

(F. H. Gr. 4, 197).

174

Ὅτι Ἀλβῖνος γέρων ὢν ἐνόσει τὴν ἐπιθάνατον· εἰσελθὼν

δέ τις ἐπυνθάνετο αὐτὸν πῶς διάκειται; ὁ δὲ εἶπεν ”εἰ μὲν σώζεται

ἡ πατρίς, κακῶς· πάντως γὰρ ἀποθνήσκω· εἰ δὲ μὴ σώζεται, καλῶς·

ἐγὼ γὰρ φθάνω ἀποθανεῖν, πρὶν μάθω τὸν ὄλεθρον τῆς πατρίδος·

καὶ τούτου μεῖζον ἀγαθὸν οὐ ζητῶ.“ Mai. 125 p. 242 = p. 228,

17—22 Dind. = fr. 10, 2 Mueller (F. H. Gr. 4, 197).

175

Ὅτι Αὐρηλιανὸς μαθὼν ἐν Πλακεντίᾳ εἶναι μοῖραν τῶν

βαρβάρων ἐδήλωσεν αὐτοῖς ὅτι ”εἰ μὲν θέλετε πολεμήσειν, ἰδοὺ ἕτοι-

μός εἰμι· εἰ δὲ τὰ βελτίονα λογίζεσθε, παραδοῦναι ἑαυτούς, δέχομαι

ὑμᾶς ὡς δεσπότης ὑμῶν·“ οἱ δὲ ἀντεδήλωσαν ὅτι ”ἡμεῖς οὐκ ἔχομεν

δεσπότην· καὶ αὔριον ἑτοίμασον σαυτὸν καὶ μανθάνεις ὅτι πρὸς

ἐλευθέρους πολεμεῖς.“ Mai. 125 p. 242 = p. 228, 23—29 Dind. = fr.

10, 3 Mueller (F. H. Gr. 4, 197).

176

Ὅτι Αὐρηλιανὸς ἐν τῷ πολιορκεῖν τὰ Τύανα εἰρήκει τοῖς

στρατιώταις ὅτι ”ἐὰν εἰσέλθωμεν, μηδὲ κύνα ἐάσητε,“ μετὰ δὲ τὴν

ἅλωσιν ἀπηγόρευσε τοῖς στρατιώταις μήτε φονεῦσαι μήτε διαρ-

πάσαι· ἔλεγον οὖν αὐτῷ θυμούμενοι οἱ στρατιῶται ὅτι ”ἃ ὑπέσχου,

ἐπίτρεψον ἡμῖν ποιῆσαι“. ὁ δὲ λέγει αὐτοῖς ”ἀληθεύετε ὅτι ἐγὼ

εἶπον· ἀπέλθετε, κύων μὴ εὑρεθῇ ἐν τῇ πόλει ταύτῃ, ἀλλὰ πάντας

φονεύσατε.“ καὶ ἔπεμψε καὶ τοὺς τριβούνους καὶ τοὺς στρατιώτας

καὶ πάντας τοὺς κύνας ἐφόνευσεν· ὥστε εἰς γέλωτα λυθῆναι τὸν

θυμὸν τοῦ στρατεύματος. καὶ μετὰ ταῦτα συγκαλέσας αὐτοὺς εἶπεν

ὅτι ”ἡμεῖς ὑπὲρ τοῦ ἐλευθερῶσαι τὰς πόλεις ταύτας πολεμοῦμεν·καὶ ἐὰν μέλλωμεν πραιδεύειν αὐτάς, οὐκέτι ἡμῖν πιστεύουσιν· ἀλλὰ

μᾶλλον τὴν πραῖδαν τῶν βαρβάρων ζητήσωμεν καὶ τούτων ὡς

ἡμετέρων φεισώμεθα.“ Mai. 126 p. 242 sq. = p. 228, 30—229, 14 Dind.

= fr. 10, 4 Mueller (F. H. Gr. 4, 197).

177

Ὅτι Αὐρηλιανὸς ἔπεμψε πρεσβευτὰς πρὸς Ζηνοβίαν προτρέ-

πων αὐτὴν ἐνδοῦναι τελεῖν ὑπ' αὐτόν· ἡ δὲ ἀντεδήλωσεν ὅτι ”ἐγὼ

οὐδὲν μέγα ἐβλάβην· οἱ γὰρ πεσόντες ἐν τῷ πολέμῳ σχεδὸν πάντες

Ῥωμαῖοί εἰσιν.“ Mai. 127 p. 243 = p. 229, 15—19 Dind. = fr. 10, 5

Mueller (F. H. Gr. 4, 197).

178

Ὅτι Αὐρηλιανὸς πειραθείς ποτε στρατιωτικῆς ἐπαναστάσεως

ἔλεγεν ἀπατᾶσθαι τοὺς στρατιώτας, εἰ ἐν ταῖς αὐτῶν χερσὶ τὰς μοίρας

εἶναι τῶν βασιλέων ὑπολαμβάνουσιν· ἔφασκε γὰρ τὸν θεὸν δωρησά-

μενον τὴν πορφύραν (καὶ ταύτην ἐπεδείκνυ τῇ δεξιᾷ) πάντως καὶ

τὸν χρόνον τῆς βασιλείας ὁρίσαι· καὶ οὐ πρότερον ἀπέστη πρὶν ἂν

εἰς τοὺς ἀρχηγοὺς τῆς στάσεως πεντήκοντα ἐξεδίκησεν. Mai. 127

p. 243 = p. 229, 20—27 Dind. = fr. 10, 6 Mueller (F. H. Gr. 4, 197).

179

Ὅτι πρὸς ἀνταρσίαν ἐλθόντος Κάρου ἐβουλεύσατο ὁ Πρόβος

τί δεῖ ποιῆσαι αὐτόν· καὶ πάντων σιωπώντων Μαρτινιανός τις

χιλίαρχος παρρησιασάμενος πολλὰ ἐνεκάλει αὐτῷ ὡς διὰ τὸν ὄκνον

αὐτοῦ τῶν πραγμάτων ἀπολλυμένων, καὶ προέτρεπε αὐτὸν παρα-

χρῆμα κινῆσαι καὶ ἐξελθεῖν εἰς πόλεμον καὶ ἀπαντῆσαι τῷ τυράννῳ.

Mai. 127 p. 243 = p. 230, 7—13 Dind. = fr. 11 Mueller (F. H. Gr. 4, 198).

180

Ὅτι ἅμα τῇ ἀναγορεύσει λέγουσιν εἰρηκέναι τὸν Κάρον ὅτι

ἐπὶ κακῷ Περσῶν εἰς τὴν βασιλείαν ἦλθεν. Mai. 127 p. 244 = p. 230,

20. 21 Dind. = fr. 12 Mueller (F. H. Gr. 4, 198).

181

Ὅτι ἐν αὐτῇ τῇ οἰκείᾳ ἀναγορεύσει ὁ Διοκλητιανὸς τὰ

τότε σεβόμενα θεῖα μαρτυρόμενος ἔλεγεν μὴ διὰ 〈τὸ〉 τῆς βασιλείας ἐφίε-

σθαι Καρῖνον ἀνελεῖν, ἀλλὰ διὰ τὸ ἐλεεῖν τὴν πολιτείαν. Mai. 128

p. 244 = p. 230, 27—30 Dind. = fr. 13, 1 Mueller (F. H. Gr. 4, 198).

182

Ὅτι τὸ πολλὰ πράττειν ἀντικλιμακτήρων καὶ κινδύνων

πολλῶν αἴτιον γίνεται. Mai. 128 p. 244 = p. 230, 31. 32 Dind. = fr.

13, 2 Mueller (F. H. Gr. 4, 198).

183

Ὅτι ἡ ἀνθρωπίνη φύσις τἀναντία μᾶλλον ἐπίσταται φέρειν

ἢ μέτρον ἐν ταῖς εὐτυχίαις φυλάττειν. Mai. 128 p. 244 = p. 231, 1. 2

Dind. = fr. 13, 3 Mueller (F. H. Gr. 4, 198).

184

Ὅτι καὶ διὰ τὸ τιμῆς αὐτὸν ἀθανάτου τετυχηκότα χρῆναι

μεμνῆσθαι ὅτι θνητός ἐστι καὶ τῶν ἀνθρωπίνων συμφορῶν οὐκ

ἀλλότριος. Mai. 128 p. 244 = p. 231, 3—5 Dind. = fr. 13, 4 (F. H. Gr. 4, 198).

185

Ὅτι Λούκιος Ὀκτάβιος εἰς δεῖπνον κληθεὶς θριάμβου καὶ

ἀποκληθεὶς ἀπήγγειλεν ἑαυτὸν εἰς τὸ συμπόσιον ἥξειν, εἰ μὴ ὡς οἷόν

τε κάλλιστα μέρη αὐτῷ πεμφθείη. Mai. 128 p. 244 = p. 231, 8—9

Dind. = fr. 13, 5 Mueller (F. H. Gr. 4, 198).

186

Ὅτι Διοκλητιανὸς ὄψεώς τινος ἐν ὕπνοις πολλάκις αὐτὸν

ἐνοχλούσης, ὥστε ἀρχὴν ἐγχειρίσαι τινὶ ὅν γε ὀνομαστὶ ἡ ὄψις ἐσή-

μανεν, ὑπονοήσας εἶναι τοῦτο ἐκ γοητείας, ἔν τινι ἡμέρᾳ μετακαλε-

σάμενος αὐτὸν τοῦτο μόνον ἔφη πρὸς αὐτόν ”δέξαι ἀρχὴν ἣν καθ'

ἑκάστην νύκτα αἰτεῖς παρ' ἐμοῦ, καὶ μὴ φθονήσῃς τῷ βασιλεῖ τῆς ἐκ

τοῦ ἡσυχάζειν θεραπείας.“ Mai. 128 p. 245 = p. 231, 10—16 Dind.

= fr. 13, 6 Mueller (F. H. Gr. 4, 198).

187

Ὅτι Λικίννιος τὰ χρυσᾶ νομίσματα, ἐν οἷς ὁ Κωνσταντῖνος

τὴν κατὰ Σαρματῶν αὐτοῦ νίκην ἐτύπωσεν, οὐ προσεδέχετο, ἀλλ'

ἀναχωνεύων αὐτὰ εἰς ἑτέρας μετέφερε χρήσεις, οὐδὲν ἄλλο τοῖς περὶ

τοῦτο μεμφομένοις ἀποκρινόμενος ἢ ὅτι οὐ βούλεται βάρβαρον ἐρ-

γασίαν ἐν τοῖς συναλλάγμασι τῆς ἑαυτοῦ βασιλείας ἀναστρέφεσθαι.

Mai. 129 p. 245 = p. 231, 22—28 Dind. = fr. 14, 1 Mueller (F. H. Gr. 4, 198).

188

Ὅτι Κρίσπου τοῦ υἱοῦ Κωνσταντίνου μεγάλαι ἐφάνησαν

ἀνδραγαθίαι· καὶ πολλάκις Λικίννιος ὑπ' αὐτοῦ ἡττηθεὶς ἀχθόμενος

τὰ Ὁμηρικὰ ταῦτα ἔλεγεν ἔπη

Ὦ γέρον, ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί,

σή τε βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ἱκάνει.

Mai. 129 p. 245 sq. = p. 231, 29—232, 2 Dind. = fr. 14, 2 Mueller

(F. H. Gr. 4, 199).

189

Ὅτι Τιβέριος ἀνήγγελλεν ἐπὶ τὴν σύγκλητον ὥστε τὸν

Χριστὸν τρισκαιδέκατον θεὸν εἶναι· ἡ δὲ σύγκλητος οὐκ ἀπεδέξατο,

ὥστε καί τινα ἀστειευόμενον εἰπεῖν ὅτι ”τρισκαιδέκατον οὐ δέχεσθε,

καὶ πρῶτος ἔρχεται“. Mai. 129 p. 246 = p. 232, 3—7 Dind. = fr. 14, 3

Mueller (F. H. Gr. 4, 199).

190

Ὅτι Κωνσταντῖνος ἐβουλεύσατο πρῶτον ἐν Σαρδικῇ μετα-

γαγεῖν τὰ δημόσια· φιλῶν τε τὴν πόλιν ἐκείνην συνεχῶς ἔλεγεν ”ἡ

ἐμὴ Ῥώμη Σαρδική ἐστι.“ Mai. 130 p. 246 = p. 232, 13—15 Dind. =

fr. 15, 1 Mueller (F. H. Gr. 4, 199).

191

Ὅτι Κωνσταντῖνος τὰ τῶν πρότερον βεβασιλευκότων ἔργα

καλύψαι θέλων, τούτων τὰς ἀρετὰς ἐπωνύμοις τισὶν ἐκφαυλίζειν

ἐσπούδαζεν· τὸν μὲν γὰρ Ὀκταβιανὸν Αὔγουστον κόσμον τύχης

ἐκάλει, τὸν δὲ Τραιανὸν βοτάνην τοίχου, Ἀδριανὸν δὲ ἐργαλεῖον

ζωγραφικόν, Μάρκον δὲ καταγέλαστον, Σεβῆρον ...... Mai. 130

p. 246 = p. 232, 16—21 Dind. = fr. 15, 2 Mueller (F. H. Gr. 4, 199).

{ADDENDVM· EXCERPTA PLANUDEA.} Ὅτι Γάιος ἀδελφῇ γνησίᾳ συνῆν, ἐξ οὗ καὶ μάλιστα αὐτῷφύεσθαι παρὰ τοῖς πολίταις ἤρξατο τὸ μῖσος· ἔργον δὲ μέγα ἢ βασί-λειον οὐδὲν αὐτῷ πεπραγμένον. αἴτιον δὲ ἦν ἡ περὶ τὰ ἀχρεῖασπουδή. ῥήτωρ δὲ ἦν ἄριστος καὶ γλώσσῃ τῇ Ἑλλάδι καὶ τῇ Ῥωμαί-οις πατρίῳ σφόδρα ἠσκημένος. Ὅτι κοινὸν ἔρωτα τὸν Τίτον ὠνόμασαν. Ὅτι καὶ τραγῳδίαν ὁ Τίτος Ἑλλάδι φωνῇ ἐξέθηκεν. Ὅτι τὸ φιλόδωρον αὐτοῦ τοσοῦτον ἦν ὥστε αὐτῷ τινας εὐκο-λίαν ἐγκαλεῖν, τὸν δὲ ἀπολυόμενον τὴν κατηγορίαν εἰπεῖν μηδέναχρῆναι στυγνοτέραν ἔχειν ἀπὸ βασιλέως τὴν ἀναχώρησιν. Ὅτι δειπνῶν ποτε καὶ λογισάμενος ὡς οὐδὲν οὐδεὶς ἐκείνην εὖπάθοι τὴν ἡμέραν, σχετλιάσας καθάπερ αὐτῷ τῆς ἡμέρας ἀπολω-λυίας εἶπεν ”οὐκ ἐβασίλευσα τὴν σήμερον ἡμέραν· οὐδεὶς γὰρ ἐξ ἐμοῦεὖ πέπονθε σήμερον.“ Ὅτι μόνος ὁ Τίτος θανὼν ἐκ πάντων πλείους ἐδέξατο θεραπείαςἐκ λόγων ἢ ζῶντες ἕτεροι. Ὅτι πρῶτος Μαξιμιανὸς ἰμπεράτωρ ἐκλήθη, ὃ νῦν μὲν τῶνβασιλέων ὄνομά ἐστι, τότε δὲ ἥρμοττε τοῖς ἄριστα στρατηγοῦσιν. Ὅτι Κωνσταντῖνος ὁ Χλωρὸς ἔλεγεν ὡς ἄμεινον παρὰ τοῖςἰδιώταις τὴν τοῦ βασιλέως εὐπορίαν εἶναι ἢ μικρῷ περικεκλεῖσθαιχωρίῳ. Ὅτι γυναικὸς προσελθούσης τῷ Γρατιανῷ καὶ κατειπούσης πρὸςαὐτὸν τοῦ ἀνδρὸς ὡς πληγὰς αὐτῇ συχνὰς ἐντείνοι ”οὐδέν“ εἶπεν,”ὦ γύναι, πρὸς ἐμὲ τοῦτο·“ τῆς δὲ αὖθις ἐπειπούσης ”ἀλλὰ καὶκατὰ σοῦ βουλεύεται“, ”οὐδὲν“ εἶπε ”τοῦτο πρὸς σέ.“{IOANNIS ANTIOCHENI}{EXCERPTA E DIONE DERIVATA.} Ὅτι Φολουία ἡ Ἀντωνίου γυνὴ Κικέρωνος τοῦ ῥήτορος ἀποτε-μοῦσα τὴν κεφαλήν, καὶ ἐπὶ τοῖς γόνασι λαβοῦσα, πολλὰ μὲν ἐςαὐτὴν ἐξυβρίσαι καὶ ἐμπτύσαι, τέλος δὲ τὸ αὐτῆς διανοίξασα στόμα,ἐκείνου τε τὴν γλῶτταν ἐξελκύσαι καὶ τῇ βελόνῃ τῇ κατὰ τὴν κεφα-λὴν κατακεντῆσαι. πολλά τε καὶ μιαρὰ προσφθεγξαμένη, ἐπὶ τὸ βῆματεθῆναι προσέταξεν, ἵν' ὅθεν κατ' αὐτῆς δημηγορῶν ἠκούετο, ἐκεῖθενκαὶ ὁρῷτο. οὗτοί γε μόνοι ἐσώθησαν τότε, παρ' ὧν γε πλείοναἔλαβον ἤπερ τελευτησάντων εὑρεῖν ἤλπισαν. καὶ ἵνα μὴ κεναὶ ἐντοῖς λευκώμασι τῶν ἀνδρῶν αἱ χῶραι ὦσιν, ἑτέρους ἀντέγραψαν ὅτε Καῖσαρ καὶ Λέπιδος καὶ Ἀντώνιος. τοιαῦτα μὲν περὶ τὰς σφαγάς,πολλὰ δὲ καὶ περὶ τὰς τῶν ἄλλων οὐσίας συνέβαινε. καίτοιταῖς τε γυναιξὶ τῶν ἀναιρουμένων τὰς προῖκας, καὶ τοῖς τέκνοις τὸδέκατον τῆς οὐσίας μέρος παρεῖχεν ὁ Καῖσαρ. ἐπορθεῖτο γοῦν πάνταἀδεῶς. τῶν μὲν γὰρ ἐνοικίων οἱ κτήτορες 〈τὸ ὅλον〉 ἀφῃροῦντο,τῶν δὲ προσόδων τὸ ἥμισυ. καὶ πρός γε τοὺς στρατιώτας ἀπέτρε-φον προῖκα. δεκάτας τε αὖθις εἰσφέρειν τῶν προσόδων ἐπιτραπέντεςμόλις αὐτοὶ δέκατον ἐκαρποῦντο μέρος. αὐξήσεως γὰρ τῶν τελῶνπολλῆς γενομένης, καὶ πρὸς ἀνάγκης ἐς τὸ ναυτικὸν ἀπαιτούμενοιπαῖδας, ἔστιν ὅτε καὶ ὠνούμενοι ἐδίδοσαν. τάς τε ὁδοὺς οἰκείοιςδαπανήμασιν ἐπεσκεύαζον. μόνοι δὲ οἱ τὰ ὅπλα ἔχοντες ἐπλούτουν.οἱ μὲν γὰρ τὰς οὐσίας τῶν τελευτησάντων ὅλας καὶ ᾔτουν καὶ ἐλάμ-βανον, οἱ δὲ καὶ ἐς τὰ τῶν ζώντων ἔτι γερόντων καὶ ἀτέκνων γένηἐσεβιάζοντο. ἐς τοσοῦτον γὰρ ἀπληστίας καὶ ἀναισχυντίας ἐχώρησαν,ὥστε τινὰ καὶ τὴν τῆς Ἀττίας τῆς τοῦ Καίσαρος μητρὸς ἀποθανού-σης τότε καὶ δημοσίᾳ ταφῇ τιμηθείσης 〈οὐσίαν〉 παρ' αὐτοῦ τοῦΚαίσαρος αἰτῆσαι. ταῦτα οἱ τρεῖς ἄνδρες ἐποίουν Καῖσαρ καὶ Λέπι-δος καὶ Ἀντώνιος. Exc. Val. 20 p. 798 (n. 75 M.). Ὅτι Τιβέριος ὁ βασιλεὺς Ῥωμαίων ἰδιωτάτῃ φύσει ἐκέχρητο· οὔτεγὰρ ὧν ἐπεθύμει προσεποιεῖτό τι, καὶ ὧν ἔλεγεν οὐδὲν ὡς εἰπεῖνἐβούλετο· ἀλλὰ ἐναντιωτάτους τῇ προαιρέσει τοὺς λογισμοὺς ποιού-μενος πᾶν ὃ ἐπόθει ἠρνεῖτο, καὶ πᾶν ὃ ἐμίσει προετίθετο. τοι-οῦτος δή τις ὢν τοὺς ἄρχοντας οὓς ὑπὲρ τὸ διατεταγμένον λαμβά-νοντας εὕρισκεν ἢ καὶ τῷ δημοσίῳ εἰσφέροντας, ἐκόλαζε, λέγων·”Κείρεσθαί μου τὰ πρόβατα, ἀλλ' οὐκ ἀποξυρᾶσθαι βούλομαι·“οὕτω τε ἐς πάντα ἴσος καὶ ὅμοιος ἦν, ὥστε, ὀρχηστήν τινα τοῦδήμου ἐλευθερωθῆναί ποτε βουληθέντος, μὴ πρότερον συνεπαινέσαι,πρὶν τὸν δεσπότην αὐτοῦ πεισθῆναι καὶ τὴν τιμὴν λαβεῖν. τοῖς γεἑταίροις ὡς καὶ ἐν ἰδιωτείᾳ συνῆν, δικαζομένοις συναγωνιζόμενος,καὶ θύουσι συνεορτάζων, νοσοῦντάς τε ἐπισκεπτόμενος, μηδεμίανφρουρὰν ἐπαγόμενος. ἀλλὰ καὶ δόγμα προέθηκεν, ὥστε μήτεαὐτὸν μήθ' ἕτερόν τινα σηρικῇ ἐσθῆτι χρῆσθαι, τόν τε χρύσεον ὅλονκόσμον γυναιξὶ μόναις ἐπιτρέψας· πολλὰ δὲ καὶ εἰς ἐπανορθώσειςτῶν πόλεων δαπανήσας. τῶν τε Ἰουδαίων πολλῶν ἐς τὴνῬώμην συνελθόντων καὶ συχνοὺς τῶν ἐπιχωρίων ἐς τὰ σφέτερα ἔθημεθιστάντων, τοὺς πλείονας ἐξήλασεν. τοιοῦτος οὖν τις ὤν,αἰφνιδίως εἰς τὴν χείρονα γνώμην μετεβλήθη, ὥστε αὐτὸν καὶ παρα-φρονεῖν νομισθῆναι καὶ ὑπό τινος ἐλαύνεσθαι δαιμονίου. πολλοῦτε πάθους αἴτιος τοῖς Ῥωμαίοις ἐγένετο, κοινῇ τε καὶ ἰδίᾳ προσανα-λίσκων τοὺς ἄνδρας. ἔδοξε γὰρ αὐτῷ τὰς τῶν κυνηγίων θέαςτῆς πόλεως ἀπελάσαι. καὶ διὰ τοῦτό τινες ἔξω ταύτας τελεῖν πειρα-θέντες, αὐτοῖς συνδιεφθάρησαν τοῖς θεάτροις ἔκ τινων σανίδωνεἰργασμένοις. ὁ αὐτὸς τὰς τῶν ἐπισήμων ἀνδρῶν ἐνυβρίζων γυ-ναῖκας, ἅπαντα δι' αὐτῶν τὰ κοινὰ κατεμάνθανε, καὶ πρός γε συνερ-γοὺς αὐτὰς τῶν μιαρῶν πράξεων, ὡς καὶ γαμηθησομένας, ἐποιεῖτο.ἐπὶ τούτοις τε Μουκίαν καὶ τὸν ταύτης ἄνδρα ἅμα δυσὶ θυγατράσινἀνεῖλεν διὰ τὴν πρὸς τὴν αὐτοῦ μητέρα φιλίαν. Σεϊανόν τε,ἄνδρα ὑπ' αὐτοῦ τε καὶ τῆς βουλῆς ἐπὶ τοῖς μεγάλοις ἀξιώμασιπροαχθέντα, αὐτοκράτορά τε ψηφισθέντα, παρὰ τὰς ἁπάντων ἐλπίδαςδιέφθειρεν. ὃν γὰρ αὐτὸς καὶ παῖδα καὶ διάδοχον ἐπεκάλει, τοῦτονἕλκεσθαι διὰ τῆς ἀγορᾶς παρεσκευάκει· καὶ ὃν ἅπαντες οἱ τῆς βουλῆςἐδορυφόρουν, τοῦτον ἐκ τοῦ συνεδρίου ἐπὶ τὸ δεσμωτήριον ἀπήγαγον,ἀντὶ στεφάνου δεσμὰ καὶ ἀντὶ ἁλουργίδος τριβώνιον περιθέντες· ὡςκαὶ διὰ τούτου αὖθις τὴν ἀνθρωπείαν ἀσθένειαν κατιδεῖν. Σεϊανὸςμὲν δή, μέγιστον τῶν πρὸ αὐτοῦ δυνηθείς, τοιοῦτον ἔσχε τέλος.φίλοι δὲ αὐτοῦ καὶ συγγενεῖς ἀδίκως διεφθείροντο. ὡς τοσοῦτον