Historiae Romanae
- Authority group
- Cassius Dio (catalogue association; authorship remains anonymous)
- Edition reference
- Historiae Romanae (excerpta Salmasiana), ed. Boissevain, op. cit., vol. 3, 763–766.
- CTS identifier
urn:cts:greekLit:tlg0385.tlg014.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
765
καὶ τὴν μητέρα φονεύσει· ἦν δὲ καὶ λόγιον “ἔσχατος Αἰνεάδων
μητροκτόνος ἡγεμονεύσει”.
(Οὐϊτέλλιος μῆνας ὀκτὼ ἡμέρας πέντε). Οὐϊτέλλιος ἔθηκε πρό-
γραμμα τοὺς γόητας καὶ ἀστρολόγους ἐντὸς ῥητῆς ἡμέρας ἀπαλλα-
γῆναι τῆς Ἰταλίας, καὶ αὐτοὶ νυκτὸς ἀντιτεθείκασι πρόγραμμα παραγ-
γέλλοντες, ἀπαλλαγήσεσθαι αὐτὸν τοῦ βίου ἐντὸς ἡμέρας, ἐν ᾗ τε-
λευτᾶν ἔμελλεν.
Πρὸ τοῦ Οὐιτιλλίου ἦρξεν Γάλβας μὲν πρότερος μῆνας ζʹ καὶ ἡμέρας ζʹ (?),
Ὄθων δὲ δεύτερος μῆνας τρεῖς καὶ ἡμέρας βʹ.
(Οὐεσπασιανὸς ἔτη δέκα). Οὐεσπασιανοῦ τελευτήσαντος οἶνος ἐν
καπηλείῳ τινὶ τοσοῦτον ὑπὲρ τὸ ἀγγεῖον ἐξεχύθη, ὡς καὶ εἰς τὴν
ὁδὸν προχωρῆσαι.
(Δομετιανὸς ἔτη πέντε). Δομετιανῷ προεῖπεν ἀστρολόγος καὶ πότε
καὶ ὅπως τεθνήξεται. ἠρώτησεν οὖν αὐτὸν ἐκεῖνος, ποίῳ τέλει αὐτὸς
χρήσεται· καὶ εἰπόντος, θέλων ἀπελέγξαι αὐτὸν ψευδόμενον, ἐκέλευσε
ζῶντα καυθῆναι, ἀχθέντος δὲ πυρὸς ὑετὸς πολὺς καταρραγεὶς τὴν πυρὰν
ἔσβεσε, καὶ κύνες ὀπίσω τὼ χεῖρε δεδεμένου τοὺς δεσμοὺς διεσπάραξαν.
Δομετιανὸς δὲ εἶδε κατ' ὄναρ πρὸ μιᾶς ἡμέρας τοῦ θανάτου αὐτοῦ, ὡς
ἵππῳ μέλανι ἐπεκάθητο ἔνοπλος· καὶ πεσόντων αὐτομάτως ἐξ αὐτοῦ
τῶν ὅπλων σὺν τῷ ἵππῳ εἰς χάσμα κατηνέχθη. Λάργιος δὲ Πρόκλος
ἐν Γερμανίᾳ προεῖπε δημοσίᾳ τὴν ἡμέραν ἐν ᾗ ὁ βασιλεὺς τεθνήξε-
ται· διὸ δέσμιος Δομετιανῷ εἰς Ῥώμην ἐπέμφθη. καὶ εἶπεν αὐτῷ
εἰς ὄψιν τὸ αὐτό. ὁ δ' ἐκέλευσεν αὐτὸν φυλαχθῆναι, ὡς ἂν τῆς
ἡμέρας ἐκείνης διαδραμούσης ἀναιρεθῇ· ἀλλὰ θανόντος τοῦ βασιλέως
ἀπελύθη ἀβλαβής.
Πρὸ Δομετιανοῦ Τίτος πρεσβύτερος ἀδελφὸς αὐτοῦ, ἔτη δύο μῆνας ὀκτὼ
ἡμέρας κʹ.
(Νέρβας ἔτος αʹ μῆνας δʹ) ἡμέρας ηʹ. Νέρβας ἔλεγεν, ὡς οὐδὲν
τοιοῦτον πεποίηκα, ὥστε μὴ δύνασθαι τὴν ἀρχὴν καταθέσθαι, καὶ
ἀσφαλῶς ἰδιωτεῦσαι. καί τισι δέδωκε ξίφη, λόγῳ μὲν ἵνα ἐπισκέψων-
ται αὐτὰ εἰ ὀξέα εἰσίν, ἔργῳ δὲ ἐνδεικνύμενος, ὡς οὐδὲν αὐτῷ μέλει
κἂν παραχρῆμα ἀποθάνῃ. οὗτος ἀπηγόρευσεν ἐκτέμνειν ἐν Ῥώμῃ.
(Ἀδριανὸς ἔτη κʹ μῆνας ιαʹ). Ἀδριανὸς Σίμιλίν τινα, ἄνδρα
φρονήσει καὶ ἐπιεικείᾳ κεκοσμημένον, ἠνάγκασε τὴν ἀρχὴν τῶν δορυ-
766
φόρων παραλαβεῖν, καὶ μόλις μέν, ἔπεισε δ' οὖν. ὀλίγον δὲ ἐπισχὼν
καὶ δεηθεὶς ἐξέστη τῆς ἀρχῆς, καὶ ἐν ἀγρῷ ἔτη ζʹ διαγαγὼν τελευτᾷ,
ἐπιγραφῆναι προστάξας ἐν τῷ μνημείῳ αὑτοῦ· Σίμιλις ἐνταῦθα κεῖ-
ται, βιοὺς μὲν ἔτη πεντήκοντα, ζήσας δὲ ἔτη ζʹ. ἐγένετο δὲ μετὰ
θάνατον τῷ Ἀδριανῷ τηλικοῦτον ἄγαλμα μετὰ τεθρίππου, ὥστε διὰ
τοῦ ὀφθαλμοῦ ἑκάστου ἵππου παχύτατον ἄνδρα διιέναι· οἱ δὲ ἐν γῇ
βαδίζοντες, ἐκ τῆς ὑπερβολῆς τοῦ ὕψους τοῦ κτίσματος, αὐτούς τε
τοὺς ἵππους βραχυτάτους καὶ τὸν Ἀδριανὸν νομίζουσι.
(Μάρκος ἔτη ιθʹ). Μάρκος Ἀντωνῖνος, ἐν πολέμῳ τῶν δημοσίων
ἐξηντλημένων ταμείων, πράξασθαι μὲν χρήματα παρὰ τὸ σύνηθες οὐκ
ἠνέσχετο, πάντα δὲ τὸν βασιλικὸν κόσμον ἐπ' ἀγορᾶς ἀγαγὼν πρὸς
χρυσίον ἀπέδοτο. καταστάσης δὲ τῆς βαρβαρικῆς κινήσεως, τοῖς μὲν
ἑκούσιον ποιουμένοις τὴν τῶν βασιλικῶν σκευῶν ἀνάδοσιν, τὸ αὐτὸ
μέτρον τῆς τιμῆς ἀπεδίδου, τοὺς δὲ μὴ θέλοντας οὐκ ἠνάγκαζε. τούτῳ
ἡ βουλὴ μετὰ τελευτὴν χρυσοῦν ἀνδριάντα ἔστησε διὰ τὴν ἀρετὴν αὐτοῦ.
Πρὸ τοῦ Μάρκου Τίτος Αὐρήλιος Φοῦλβος Βοώνιος Ἀντωνῖνος Πῖος, ὁ
κληθεὶς εὐσεβὴς, ἔτη κδʹ. μετὰ Μάρκον ὁ υἱὸς αὐτοῦ Κόμμοδος ἔτη ιγʹ. μετὰ
Κόμμοδον Περτίναξ μῆνας Ϛʹ. μεθ' ὃν Δίδιος Ἰουλιανὸς ἡμέρας ξʹ.
Σεβῆρος ἔστειλε γράμματα εἰς Ῥώμην ὑπαντῆσαι αὐτῷ τοὺς
στρατιώτας. συνελθόντας δὲ ὠνείδισεν εἰπὼν ὅτι κἂν μὴ αὐτοὶ
ἐγένοντο αὐτόχειρες Περτίνακος τοῦ βασιλέως, ἀλλὰ δέον αὐτοὺς
ἀνελεῖν τοὺς ἀποκτείναντας ἐκεῖνον· τοῦτο μὴ ποιήσαντες ὑπ' αἰ-
τίασιν εἰσὶ φόνου· “ἐπὶ φυλακῇ γὰρ βασιλέως ταχθέντες,” φησίν “οὐκ
ἐν τῷ ἀριστερῷ μέρει τὰ ξίφη διαζώννυσθε, ἀλλ' ἐν τῷ δεξιῷ”· καὶ
ἀπολαβὼν τὰ ὅπλα καὶ τοὺς ἵππους, ἀπεδίωξεν αὐτούς. εἷς δὲ στρα-
τιώτης, οὐκ ἀνασχομένου τοῦ ἵππου ἀπολιπεῖν αὐτὸν ἀλλ' ἀκολουθοῦν-
τος καὶ χρεμετίζοντος, ὑπεραλγὴς γενόμενος, τόν τε ἵππον ἀπέσφαξε
καὶ ἑαυτόν. οὗτος ὁ βασιλεὺς τὸ Βυζάντιον παραλαβὼν τὰ τείχη
καθεῖλεν. εἶχε δὲ πύργους ἑπτὰ ἐκ τῶν Θρᾳκῶν πυλῶν ἀρχομένους
καὶ ἐπὶ τὴν ἀρκτῴαν καθήκοντας θάλασσαν. καὶ τούτων εἴ τις ἐν
ἑτέρῳ πύργῳ προσῆλθεν, οὐδεμία αἴσθησις τοῖς ἄλλοις ἐγένετο· εἰ
δὲ ἐν τῷ πρώτῳ ἀνεβόησεν ἢ λίθον ἔβαλεν, αὐτός τε ἤχει, καὶ σιω-
πήσας τῷ δευτέρῳ μετεδίδου τῆς ἠχῆς, κεῖνος τῷ τρίτῳ, καὶ ἐφεξῆς.
(Ἀντωνῖνος ἔτη Ϛʹ, μῆνας βʹ). Ἀντωνίῳ τῷ Καρακάλῳ Σεραπίων
ὁ μάγος εἶπεν, ὡς τεθνήξεται, καὶ Μακρῖνος αὐτὸν διαδέξεται, δείξας
αὐτὸν τῷ δακτύλῳ. ὁ δὲ ὑπὸ θυμοῦ, μᾶλλον δὲ ὑπὸ τῆς τύχης, ἕτερον
ὑπονοήσας, ἀνεῖλεν ἐκεῖνον. τούτου τὴν τελευταίαν ἔξοδον ἀπὸ
Ἀντιοχείας ποιουμένου, ξιφήρης ὁ πατὴρ ἐπέστη λέγων, “ὡς σὺ τὸν
ἀδελφόν σου ἀπέκτεινας, κἀγὼ σέ.” ἀπέκτεινε γὰρ οὗτος τὸν μικρὸν
ἀδελφὸν αὐτοῦ ἐν τῷ κόλπῳ τῆς μητρὸς, ὕστερον δὲ καὶ αὐτὸς ἐσφάγη.
Μετὰ Ἀντωνῖνον τὸν Καράκαλλον Μακρῖνος ἔτος αʹ, μεθ' ὃν Βασιανός,
ὃν ὡς ἱερωμένον ἥλιον, ὃν Φοίνικες Ἐλεάβαλον λέγουσιν, Ἡλιογάβαλον ἔλε-
γον. ὠνομάσθη δὲ Ἀντωνῖνος, ὡς τοῦ Καρακάλλου λεγόμενος εἶναι υἱός, καὶ
ἐκράτησεν ἔτη Ϛʹ. μεθ' ὃν Ἀλέξανδρος ὁ Μαμαίας, ἐξάδελφος αὐτοῦ, ἔτη ιδʹ.
μετὰ Ἀλέξανδρον Μαξιμῖνος.
{EXCERPTA CONSTANTINIANACUM DIONIS VERBIS COMPOSITA.}{Excerpta <Valesiana> paucorum verborum.}{Exc. Val. 162.} ὅτι ὁ Ἀντώνιος ἔτι καὶ μᾶλλον τῷ ἔρωτι καὶ τῇ γοητείᾳ τῆςΚλεοπάτρας ἐδούλευεν.{Exc. Val. 213.} ὅτι Βιτέλλιος πάντας ἐν κολακείᾳ ὑπερεβά-λετο.{Exc. Val. 402.} ὅτι ὁ Μακρῖνος ὑπὸ τῆς ἐμφύ-του δειλίας καὶ γὰρ Μαῦρος ὢν δεί-νως ἐδείμαινεν.{Excerptum <Valesianum> magni ambitus.}{Exc. Val. 135.} ὅτιὁ Καῖσαρ οὗτος ἦν τό τε σῶμαἱκανώτατος καὶ τὴν ψυχὴν εὐκο-λώτατος. τῇ τε γὰρ τῆςφύσεως ἰσχύι—πάντας ὅσοι μὴκαὶ πρότερόν ποτε ἁλόντες ὑπ'αὐτοῦ ἠλέηντο ἀφείς (capita octotantum non αὐτολεξεί).{[Exc. Val. 135.]}πολλοὺς δὲ καὶ τῶν ἐπιβουλευόντωνἔσωσεν, δοὺς τοῖς τε ἑταίροις ἅπασινκαὶ τοῖς συννικήσασιν αὐτῷ ἕναἑκάστῳ τῶν ἁλόντων περιποιή-σασθαι. καὶ μέντοι ὅτι πάντα ταῦ-τα ἀπ' ἐμφύτου χρηστότητος, καὶ οὔ-τε προσποιητῶς οὔτε ἐπὶ κατασκευῇπλεονεξίας τινός, ὥσπερ ἕτεροισυχνοὶ ἐφιλανθρωπεύσαντό τινα,ἔπραξεν, μέγιστον μὲν καὶ ἐκεῖνομαρτύριόν ἐστιν, ὅτι πανταχοῦκαὶ διὰ πάντων ὅμοιος ἐγένετοκαὶ οὔτ' ὀργή τις αὐτὸν ἠγρίανενοὔτε εὐπραγία διέφθειρεν, οὐ τὸκράτος ἠλλοίωσεν, οὐχ ἡ ἐξουσίαμετέβαλεν.ἱκανὰ μὲν καὶ ταῦτα τὴν χρηστό-τητα αὐτοῦ τεκμηριῶσαί ἐστιν·οὕτω γὰρ ἐκ θεῶν ὄντως ἔφυὥστε ἓν μόνον ἠπίστατο, σώζειντούς γε σώζεσθαι δυναμένους·προσέτι δὲ καὶ ἐκεῖνο, ὅτι τοῖςτε ἑαυτῷ πολεμήσασι τὸ μηδ' ὑπ'ἄλλου τινὸς κολασθῆναι παρε-σκεύασεν, καὶ τοὺς ἐν τῷ πρὶνἐπταικότας ἀνεκτήσατο. πᾶσι μὲνγὰρ τοῖς μετὰ τοῦ Λεπίδου καὶμετὰ τοῦ Σερτωρίου γενομένοιςἄδειαν δοθῆναι ἐποίησεν, πᾶσι δὲἐκ τούτου τοῖς ἐκ τῶν ἐπικηρυ-χθέντων ὑπὸ τοῦ Σύλλου περι-λειφθεῖσι τὴν σωτηρίαν ὑπάρξαιπαρεσκεύασεν, καὶ αὐτοὺς μετὰτοῦτο κατήγαγεν, τούς τε παῖδαςἁπάντων τῶν ὑπ' ἐκείνου θανα-