The Greek Library Author

Anonymous

Historiae Romanae

Authority group
Cassius Dio (catalogue association; authorship remains anonymous)
Edition reference
Historiae Romanae (excerpta Constantiniana cum Dionis verbis composita), ed. Boissevain, op. cit., vol. 3, 767–775.
CTS identifier
urn:cts:greekLit:tlg0385.tlg015.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

2

τωθέντων καὶ τιμῶν καὶ ἀρχῶν

{[Exc. Val. 135.]}

ἠξίωσεν. καὶ [τοι] τὸ μέγιστον,

πάντα ἁπλῶς τὰ γράμματα ὅσα ἢ

παρὰ τῷ Πομπηίῳ ἢ τῷ Σκι-

πίωνι ἀπόρρητα εὑρέθη κατέκαυσε,

μήτ' ἀναγνούς τι αὐτῶν μήτε τη-

ρήσας, ἵνα μηδ' ἄλλῳ τινὶ πονη-

ρευθῆναί τι δι' αὐτὰ ἐγγένηται.

οὐδεὶς γοῦν ἐκ τῶν γραμ-

μάτων ἐκείνων οὐχ ὅσον οὐκ

ἔπαθέν τι δεινόν, ἀλλ' οὐδ' ἐφο-

βήθη. οὔκουν οὐδ' οἶδεν οὐδεὶς

τοὺς ἐξ αὐτῶν περιγενομένους

πλὴν αὐτῶν ἐκείνων. τοῦτο γάρ

ἐστι παραδοξότατον καὶ μηδεμίαν

ὑπερβολὴν ἔχον, ὅτι τε ἀφείθησαν

πρὶν αἰτιαθῆναι καὶ ὅτι ἐσώθησαν

πρὶν κινδυνεῦσαι, καὶ οὐδ' αὐτὸς

ὁ περιποιήσας σφᾶς ἔμαθεν οὓς

ἠλέησεν.

καὶ γάρ τοι διά τε ταῦτα καὶ

διὰ τὰ ἄλλα, ὅσα ἐνομοθέτησε καὶ

ἐπηνώρθωσε, μεγάλα μὲν αὐτὰ

καθ' ἑαυτὰ ὄντα, παρὰ μικρὸν δ'

ἂν πρὸς ἐκεῖνα νομισθέντα, οὐ

χρὴ ἀκριβῶς ἐπεξιέναι.

3

{Excerptum <Valesianum> quod in paucis tantum a verbis Dioneis

discrepat.}

{Dio 42, 34, 3—35, 3.}

ἐκείνη τε γὰρ τέως μὲν δι' ἑτέρων παρ' αὐτῷ διὰ τὸν ἀδελφὸν

ἐδικάζετο, ἔπειτα δὲ ὡς τάχιστα τὴν φύσιν αὐτοῦ κατέμαθεν (ἦν γὰρ

ἐρωτικώτατος, καὶ πλείσταις καὶ ἄλλαις, ὅσαις που περιτύχοι, συνε-

γίγνετο), πέμπει πρὸς αὐτὸν [καὶ] προδίδοσθαί τε ὑπὸ τῶν φίλων

λέγουσα, καὶ ἀξιοῦσα αὐτὴ δι' ἑαυτῆς ἀγωνίσασθαι. 4. ἄλλως τε γὰρ

περικαλλεστάτη γυναικῶν ἐγένετο, καὶ τότε τῇ τῆς ὥρας ἀκμῇ πολὺ

διέπρεπε, τό τε φθέγμα ἀστειότατον εἶχε, καὶ προσομιλῆσαι παντί τῳ

διὰ χαρίτων ἠπίστατο, 5. ὥστε λαμπρά τε ἰδεῖν καὶ ἀκουσθῆναι οὖσα,

κἀκ τούτου πάντα τινὰ καὶ δυσέρωτα καὶ ἀφηλικέστερον ἐξεργάσα-

σθαι δυναμένη, πρὸς τρόπου τε ἐνόμισε τῷ Καίσαρι ἐντεύξεσθαι, καὶ

πάντα ἐν τῷ κάλλει τὰ δικαιώματα ἔθετο. 6. ᾐτήσατό τε οὖν ἐς ὄψιν

αὐτοῦ ἐλθεῖν, καὶ τυχοῦσα κατεκόσμησέ τε ἑαυτὴν καὶ ἐξήσκησεν ὥστε

σεμνοπρεπεστάτη καὶ οἰκτροτάτη αὐτῷ ὀφθῆναι. καὶ ἡ μὲν ταῦτα

μηχανησαμένη ἔς τε τὴν πόλιν ἅμα (ἔξω γὰρ καὶ ἐκείνης ἦν) καὶ ἐς τὰ

βασίλεια λάθρᾳ τοῦ Πτολεμαίου νυκτὸς ἐσῆλθεν· 35, 1. ὁ δὲ δὴ Καῖσαρ

ἰδών τε αὐτὴν καί τι φθεγξαμένης ἀκούσας οὕτως εὐθὺς ἐδουλώθη

ὥστε αὐτίκα ὑπό τε τὴν ἕω τόν τε Πτολεμαῖον μεταπέμψασθαι καὶ

συναλλάξαι σφᾶς ἐπιχειρῆσαι· ἧς γὰρ δικαστὴς πρότερον ἠξιοῦτο

εἶναι, τότε ταύτῃ συνεδίκει. 2. ὁ οὖν παῖς, διά τε τοῦτο καὶ ὅτι τὴν

ἀδελφὴν αἰφνιδίως εἶδεν ἔνδον οὖσαν, ὀργῆς τε ἐπληρώθη, καὶ ἐκπη-

δήσας ἐς τὸ πλῆθος ἐβόα λέγων προδίδοσθαι, καὶ τέλος τὸ διάδημα

ἀπὸ τῆς κεφαλῆς περισπάσας ἔρριψε. θορύβου δὲ ἐπὶ τούτῳ μεγάλου

συμβάντος ἐκεῖνον μὲν οἱ Καισάρειοι στρατιῶται συνήρπασαν, τὸ δὲ

δὴ Αἰγύπτιον ἐταράττετο· 3. κἂν αὐτοβοεὶ τὰ βασίλεια καὶ ἐκ τῆς γῆς

καὶ ἐκ τῆς θαλάσσης ἅμα προσβαλόντες εἷλον (τοῖς γὰρ Ῥωμαίοις

οὐδὲν ἀξιόμαχον, ἅτε καὶ φίλων σφῶν δοκούντων εἶναι, παρῆν, εἰ

μὴ φοβηθεὶς ὁ Καῖσαρ προῆλθέ τε ἐς αὐτούς, καὶ ἐν τῷ ἀσφαλεῖ

στὰς πάντα σφίσιν, ὅσα ἂν ἐθελήσωσι, πράξειν ὑπέσχετο.

Haec αὐτολεξεὶ praebet exc. Val. 125 ita incipiens ὅτι ἡ Κλεο-

πάτρα τέως μὲν δι' ἑτέρων παρὰ τῷ Καίσαρι διὰ τὸν ἀδελφὸν ἐδι-

κάζετο, nisi quod quae diductis litteris scripta sunt omittuntur in codice,

qui etiam p. 769, 3 pro συνεγίγνετο dat ἐγίγνετο et p. 770, 3 pro Πτο-

λεμαῖον habet πόλεμον.

4

{Excerptum <Valesianum> a Dioneis verbis paulo plus recedens.}

{Exc. Val. 164.}

ὅτι τὰς ἐν τῷ Ἀραβικῷ κόλπῳ

ναυπηγηθείσας ναῦς οἱ Ἀρά-

βιοι

κατέπρησαν, καὶ τὰς ἐπικουρίας

οἱ δῆμοι καὶ οἱ δυνάσται πάντες

ἀπηρνήσαντο. καί μοι θαυμάσαι

ἐπέρχεται ὅτι ἄλλοι μὲν συχνοί, καί-

περ πολλὰ παρὰ Ἀντωνίῳ καὶ Κλεο-

πάτρᾳ εἰληφότες, ἐγκατέλιπόν σφας,

οἱ δὲ ἐπὶ ταῖς ὁπλομαχίαις ἐν τοῖς

ἀτιμοτάτοις τρεφόμενοι προθυμίᾳ

τε ἐς αὐτοὺς πλείστῃ ἐχρήσαντο καὶ

ἀνδρειότατα ἠγωνίσαντο. οὗτοι

γὰρ ἐν Κυζίκῳ πρὸς τοὺς ἐπινι-

κίους ἀγῶνας, οὓς ἐπὶ τῷ Καίσαρι

αὔξειν ἤλπιζον, ἀσκούμενοι,

ἐπεὶ τῶν γεγονότων

ᾔσθοντο, ὥρμησαν ἐπὶ τὴν Αἴγυ-

πτον ὡς καὶ βοηθήσοντες αὐτοῖς,

καὶ πολλὰ

δράσαντες

ἐς Αἴγυπτον οὐκ ἠδυνήθησαν

διαπεσεῖν, ἐπειδὴ δὲ πανταχόθεν

περιεστοιχίσθησαν, λόγον μὲν οὐδ'

ὣς οὐδένα, καίτοι τοῦ Διδίου

συχνά σφισι ὑπισχνουμένου, προσ-

εδέξαντο, τὸν δὲ Ἀντώνιον μετα-

πεμψάμενοι

καὶ ἀγγελίαν μὴ

δεξάμενοι καὶ νομίσαντες αὐ-

τὸν ἀπολωλέναι καὶ ἄκοντες ὡμολό-

γησαν ἐπὶ τῷ μηδέπω μονομα-

χῆσαι.

5

{Excerptum <Valesianum> cui in fine additum quod paulo post

apud Dionem sequebatur.}

{Exc. Val. 172.}

ὅτι οὕτω πάνυ ὁ Αὔγουστος τῆς

Τερεντίας τῆς γυναικὸς τοῦ Μαικήνα

ἤρα ὥστε καὶ ἀγωνίσασθαί ποτε

αὐτὴν περὶ τοῦ κάλλους πρὸς τὴν

Λιουίαν ποιῆσαι,

καὶ τῷ Μαικήνᾳ

διὰ τὴν γυναῖκα οὐκέθ' ὁμοίως

ἔχαιρεν.

6

{Excerptum <Valesianum,> cuius exordio verba Dionea plus solito

mutata sunt.}

{Exc. Val. 146.}

ὅτι Κάσ-

σιος καὶ Βροῦτος στρατηγοῦντες,

ἐπεὶ Ὀκταβιανὸς τῶν

πραγμάτων ἀντιλαμβάνεσθαι

ἤρ-

ξατο, τῆς δημοκρα-

τίας ἀπογνόντες καὶ ἐκεῖνον

φοβηθέντες ἀπῆραν. καὶ αὐτοὺς

κ.τ.λ.

7

{Excerptum <Ursinianum> tantum non αὐτολεξεὶ cum Dione conveniens.

Dio 37, 2, 5—7.}

καὶ οὕτω καὶ ὁ Ἀρτώκης ἐπεκηρυκεύσατο μὲν αὖθις τῷ Πομ-

πηίῳ καὶ δῶρα ἔπεμψεν· ἐκείνου δὲ δὴ ταῦτα μέν, ὅπως τὰς σπον-

δὰς ποιήσεσθαι ἐλπίσας μὴ περαιτέρω ποι προχωρήσῃ, λαβόντος, τὴν

δ' εἰρήνην οὐχ ὁμολογήσαντος δώσειν, ἂν μὴ τοὺς [τε] παῖδάς οἱ

ὁμήρους προαποστείλῃ, χρόνον τινὰ ἐπέσχε, μέχρις οὗ οἱ Ῥωμαῖοι καὶ

τὸν Πέλωρον διαβατόν πῃ τοῦ θέρους γενόμενον οὐ χαλεπῶς, ἄλλως

τε καὶ μηδενὸς κωλύοντος, ἐπεραιώθησαν. οὕτω δὲ δὴ τούς τε παῖ-

δας αὐτῷ ἔπεμψε, καὶ μετὰ τοῦτο καὶ συνηλλάγη.

Haec ipsis verbis exc. UG 31 sic exorsum: ὅτι ὁ Ἀρτώκης ἡττηθεὶς

ὑπὸ Πομπηίου ἐπεκηρυκεύσατο αὐτῷ καὶ δῶρα ἔπεμψεν· ἐκείνου δὲ κ.τ.λ.

8

{Excerptum <Ursinianum> hic illic a Dione discrepans.}

{Exc. UG 32.}

ὅτι Σηκουανοὶ καὶ Αἴ-

δουοι τὴν προθυμίαν αὐτοῦ ἰδόν-

τες καὶ τὰ ἔργα ὁμολογοῦντα ταῖς

ἐλπίσιν αἰσθόμενοι, ἐκείνῳ τε εὐερ-

γεσίαν καταθέσθαι καὶ τοὺς

Κελτοὺς τοὺς ὁμοχώρους σφίσι

τιμωρήσασθαι ἠθέλησαν· δια-

{[Exc. UG 32.]}

βάντες γὰρ τὸν Ῥῆνον τῆς

τε χώρας αὐτῶν παρετέτμηντο

καὶ αὐτοὺς ὑποτελεῖς ἐπεποίηντο,

ὁμήρους σφῶν ἔχοντες.

ἦρχε δὲ

τῶν Κελτῶν Ἀριόουιστος, καὶ

τήν τε κύρωσιν τῆς βασιλείας

παρὰ τῶν Ῥωμαίων εἰλήφει·

πρὸς δὲ

δὴ τὴν ἐκ τοῦ πολέμου δόξαν καὶ

τὴν ἀπ' αὐτῆς ἰσχὺν οὐδὲν αὐτῶν

ἐφρόντισε, πλὴν καθ' ὅσον παρὰ

τοῦ βαρβάρου πρόφασιν τῆς δια-

φορᾶς, μὴ καὶ προϋπάρχειν τι ἐς

αὐτὸν νομισθῇ, λαβεῖν ἠθέλησε.

καὶ μετεπέμψατο αὐτὸν

ὡς καὶ διαλεχθῆναί τι αὐτῷ δεό-

μενος. ἐπεὶ δὲ οὐχ ὑπήκουσεν,

ἄλλα ἔφη ὅτι “εἴ τί μοι βού-

λεται Καῖσαρ εἰπεῖν, αὐτὸς πρὸς

ἐμὲ ἐλθέτω· οὔτε γὰρ ἄλλως κατα-

δεέστερος αὐτοῦ εἰμι, καὶ τὸν χρείαν

τινὸς ἔχοντα αὐτὸν πρὸς ἐκεῖνον

ἀφικνεῖσθαι δεῖ”, ὀργήν τε ὡς καὶ

πάντας τοὺς Ῥωμαίους προπεπη-

λακότας αὐτὸν ἐν τούτῳ ἐποιή-

σατο, καὶ παραχρῆμα τούς τε ὁμή-

ρους τῶν συμμάχων ἀπῄτησεν

αὐτόν, καὶ προσηγόρευσεν αὐτῷ

μήτε τῆς χώρας σφῶν ἐπιβαίνειν

μήτ' ἐπικουρίας οἴκοθεν ἐπάγεσθαι.

ταῦτα δὲ ἔπραξεν οὐχ ὅτι κα-

ταπλήξειν αὐτόν, ἀλλ' ὅτι ἐξοργιεῖν

κἀκ τούτου πρόφασιν τοῦ πολέμου

μεγάλην καὶ εὐπρεπῆ λήψεσθαι

ἤλπισεν. ἀχθεσθεὶς

δὲ ὁ βάρβαρος τοῖς ἐπιτάγμασι

πολλὰ καὶ δεινὰ ἀπεκρίνατο, ὥστε

τὸν Καίσαρα λόγους μὲν μηκέτ'

αὐτῷ ἀντιπέμψαι, ἀλλὰ πρὶν

αἰσθέσθαι τὴν Οὐεσουντίνων καὶ

τὴν τῶν Σηκουανῶν πόλιν κα-

τασχεῖν.

9

{Excerptum <Ursinianum>, cuius exordio Dionea verba breviter

relata sunt.}

{Exc. UR 10.}

ὅτι Ποθεινοῦ τοῦ εὐνούχου, τοῦ

τὴν διοίκησιν τῶν τοῦ Πτολεμαίου

χρημάτων προστεταγμένου, κατὰ

Ῥωμαίων ἐκστρατεῦσαι τοὺς Αἰ-

γυπτίους παρασκευάσαντος,

πυθόμενος

τοῦτο ὁ Καῖσαρ, καὶ καταδείσας

τὸ πλῆθος αὐτῶν καὶ τὰς τόλ-

μας, ἔπεμψέ τινα πρὸς τὸν Ἀχιλ-

λᾶν, οὔτι γε τῷ αὑτοῦ ἀλλὰ τῷ

τοῦ Πτολεμαίου ὀνόματι, κελεύ-

οντος αὐτῷ τὴν ἡσυχίαν ἄγειν.

καὶ ὃς συνιεὶς ὅτι οὐ τοῦ παιδὸς

ἀλλ' ἐκείνου ἡ πρόσταξις ἦν, οὐχ

ὅπως οὐκ ἐπήκουσεν αὐτοῦ, ἀλλὰ

καὶ προσκαταφρονήσας ὡς καὶ

φοβουμένου τούς τε στρατιώτας

συνήγαγε, καὶ πολλὰ μὲν ὑπὲρ

τοῦ Πτολεμαίου πολλὰ δὲ καὶ

κατὰ τοῦ Καίσαρος τῆς τε Κλεο-

πάτρας εἰπών, τέλος καὶ ἐπὶ τοὺς

πεμφθέντας καίπερ Αἰγυπτίους

ὄντας παρώξυνεν αὐτούς, ὅπως

τοῦ τε φόνου σφῶν ἀναπλησθῶσι

καὶ ἐς ἀνάγκην ἀσπείστου πολέμου

κατασταθῶσιν.

10

{Excerptum <Petri Patricii> exc. de leg. cum Dione comparatum.}

{Petr. Patr. exc. de leg.G 1}

ὅτι οἱ Πάρ-

θοι πρὸς Τιβέριον ἐπορεύοντο,

βασιλέα σφισιν ἐκ τῶν ὁμηρευόν-

των δοῦναι. καὶ δέδωκεν αὐ-

τοῖς Φρακτῆν τὸν τοῦ Φραάτου

υἱόν. ἐκείνου δὲ κατὰ τῆς

ὁδοῦ τελευτήσαντος, Τιριδάτην ἐκ

τοῦ βασιλικοῦ γένους ἔπεμψεν,

καὶ ὅπως ῥᾷον τὴν βασι-

λείαν παραλάβοι ἔγραψε Μιθριδά-

τῃ τῷ Ἰβήρων βασιλεῖ εἰς τὴν Ἀρμε-

νίαν εἰσβαλεῖν, ἵνα ὁ Ἀρτάβανος τῷ

υἱῷ βοηθῶν ἀπὸ τῆς οἰκίας παρῇ.

καὶ εἰσελθὼν ὁ Τιριδάτης τὴν

βασιλείαν κατέσχεν. οὐ μέντοι

καὶ ἐπὶ πολὺ ἐβασίλευσεν·

ὁ γὰρ Ἀρτάβανος Σκύθας προσ-

λαβὼν οὐ χαλεπῶς αὐτὸν ἐξήλασε.

καὶ ταῦτα μὲν τὰ κατὰ Πάρθους.

{PHOTII BIBLIOTHECAE COD. LXXI.} Ἀνεγνώσθη βιβλίον Κασσιανοῦ Κοκκιανοῦ ἢ Κοκκίου Δίωνος, ἐνλόγοις πʹ. ἄρχεται μὲν ἀπὸ τῆς Αἰνείου ἐπὶ τὴν Ἰταλίαν ἐκ Τροίας κα-θόδου καὶ τῆς κτίσεως Ἀλμαπόλεως καὶ Ῥώμης, διέρχεται δὲ καθε-ξῆς, ἀποπαυόμενος εἰς τὴν τοῦ Ἀντωνίνου, ὃν Ἐλαγάβαλον ἀπεκά-λουν, σφαγήν· τοῦτον δὲ καὶ Τιβερῖνον καὶ Σαρδανάπαλον καὶ Ψευ-δαντωνῖνον καὶ Ἀσσύριον ἀπὸ τῶν αὐτῷ πραττομένων ἐπωνόμαζον.οὐ μόνον δὲ ἀλλὰ καὶ εἰς τὴν ἀρχὴν κάτεισιν Ἀλεξάνδρου, ὃς Ἀν-τωνίνου σφαγέντος (σὺν αὐτῷ γὰρ τὸ κράτος εἶχεν) ἀναληφθεὶς ὑπ'αὐτοῦ, μόνος τὸν ἐπ' αὐτῷ μελετηθέντα κίνδυνον φυγὼν τὴν βασι-λείαν ἐκδέχεται. τοῦτόν φησι τὸν Ἀλέξανδρον καὶ συνυπατεῦσαιαὑτῷ ὁ συγγραφεὺς τὸ δεύτερον, καὶ τὸ ὑπὲρ τῆς ἀρχῆς κατὰ τὸπροσῆκον ἀνάλωμα φιλοτιμίᾳ τῇ ἐς τὸν συνύπατον αὐτὸν τὸν αὐτο-κράτορα ἀναλῶσαι. οὗτος δ' ὁ συγγραφεὺς Περγάμου μὲν καὶ Σμύρ-νης (Μακρῖνος αὐτῷ τὴν ἀρχὴν ὁ αὐτοκράτωρ ἐγχειρίζει) ἐπεστάτη-σεν, ἔπειτα τῆς Ἀφρικῆς ἡγεμόνευσεν, εἶτα Παννονίας ἦρξε, καὶ ὑπα-τεύσας τὸ δεύτερον, ὡς ἐρρήθη, οἴκαδε ἀπῆρε παρειμένος ἐπὶ τῇ τῶνποδῶν ἀρρωστίᾳ, ἐκεῖ τὸ λοιπόν, ὡς καὶ τὸ δαιμόνιον αὐτῷ, φησί,προεῖπεν ἐν Βιθυνίᾳ διατρίβοντι, βιωσόμενος ἔκ τ' ἀνδροκτασίης ἔκθ' αἵματος ἔκ τε κυδοιμοῦ. ἔσχε δὲ πατρίδα τὴν ἐν Βιθυνίᾳ Νίκαιαν, ἣν κατὰ μέρη ἡ κα-λουμένη λίμνη Ἀσκανία περιλιμνάζει. ἔστι δὲ τὴν φράσιν μεγαλοπρεπῶς τε καὶ ἐς ὄγκον διεσκευασ-μένος, ὅτι καὶ μεγάλων ἔργων ἐννοίας ἀπαγγέλλει. ἀρχαϊκῶν τεαὐτῷ συντάξεων ὁ λόγος μεστὸς καὶ λέξεων πρεπουσῶν μεγέθει,περίοδοί τε μετὰ παρενθέσεων παρατεταμέναι, καὶ ὑπερβατῶν εὔκαι-ρος χρῆσις, ῥυθμός τε καὶ ἀναπαύσεις εἰς ἐπιμέλειαν ἠσκημένα διὰ τὸσαφὲς οὐκ ἔστι τοῖς ἁπλῶς ἀναγινώσκουσιν ἐμφανῆ. ἐν δέ γε ταῖςδημηγορίαις ἄριστος καὶ μιμητὴς Θουκυδίδου, πλὴν εἴ τι πρὸς τὸσαφέστερον ἀφορᾷ. σχεδὸν δὲ κἀν τοῖς ἄλλοις Θουκυδίδης ἐστὶναὐτῷ ὁ κανών. SUDA (Σ 1239) s.v. Δίων ὁ Κάσσιος χρηματίσας .... ἔγραψε Ῥω-μαικὴν ἱστορίαν ἐν βιβλίοις π̅ (διαιροῦνται δὲ κατὰ δεκάδας)· Περσικά (690 T 1)·Γετικά· Ἐνόδια· Τὰ κατὰ Τραιανόν· Βίον Ἀρριανοῦ τοῦ φιλοσόφου. PHILOSTRAT. Vit. Soph. 1, 7 p. 7, 14 Kayser: ὡς δὲ καὶ ἱστορίανἱκανὸς ἦν ξυγγράφειν (scil. Δίων ὁ Προυσαῖος), δηλοῖ τὰ Γετικά· καὶ γὰρ δὴκαὶ ἐς Γέτας ἦλθεν, ὁπότε ἠλᾶτο (T 4). JORDANES Getica 9,58: Dio storicus et antiquitatum diligentissimusinquisitor, qui operi suo Getica titulum dedit (F 2). ——5, 40: Dio,qui historias eorum (scil. Gothorum) annalesque Greco stilo composuit (F 1). DION PRUS. Or. 36 (Βορυσθενιτικός) § 1: ἐτύγχανον μὲν ἐπιδημῶν ἐνΒορυσθένει τὸ θέρος, ὁπότε εἰσέπλευσα μετὰ τὴν φυγήν (a. 82—96), βουλόμενοςἐλθεῖν, ἐὰν δύνωμαι, διὰ Σκυθῶν εἰς Γέτας, ὅπως θεάσωμαι τἀκεῖ πράγματαὁποῖά ἐστι κτλ.