The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. Diels and Kranz, op. cit., 53– 60.
CTS identifier
urn:cts:greekLit:tlg0392.tlg004.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

14

ὅτι τὰς Διονύσου τελετὰς οὐ κατεδέχοντο, ὡς δὲ Ἀ. λέγει, διότι τὸ

τῆς Ἥρας ξόανον ἐξηυτέλισαν.

15

— —II 94 ἕβδομον ἐπέταξεν

ἆθλον τὸν Κρῆτα ἀγαγεῖν ταῦρον. τοῦτον Ἀ. μὲν εἶναί φησι τὸν

διαπορθμεύσαντα Εὐρώπην Διί ...

16

— —III 30 Αὐτονόης δὲ καὶ Ἀρισταίου παῖς <Ἀκταίων>

ἐγένετο, ὃς τραφεὶς παρὰ Χίρωνι κυνηγὸς ἐδιδάχθη καὶ ἔπειτα ὕστε-

ρον ἐν τῶι Κιθαιρῶνι κατεβρώθη ὑπὸ τῶν ἰδίων κυνῶν. καὶ τοῦτον

ἐτελεύτησε τὸν τρόπον, ὡς μὲν οὖν Ἀ. λέγει, μηνίσαντος τοῦ <Διός>,

ὅτι ἐμνηστεύσατο Σεμέλην ...

17

— —III 133 Μενέλαος μὲν οὖν ἐξ Ἑλένης Ἑρμιόνην

ἐγέννησε καὶ κατά τινας [Hesiod. fr. 99] Νικόστρατον, ἐκ δούλης

† Πιερίδος γένος Αἰτωλίδος, ἢ καθάπερ Ἀ. φησι <Τηρηίδος, Μεγα-

πένθη.>

18

[APOLLODOR.] bibl. III 156 ὁ δὲ Ἀσωπὸς ποταμὸς Ὠκεανοῦ

καὶ Τηθύος, ὡς δὲ Ἀ. λέγει, Πηροῦς καὶ Ποσειδῶνος, ὡς δέ τινες, Διὸς

καὶ Εὐρυνόμης.

19

—III 199 Ζήτην καὶ Κάλαϊν πτερωτούς, οἳ πλέοντες σὺν

Ἰάσονι καὶ τὰς Ἁρπυίας διώκοντες ἀπέθανον, ὡς δὲ Ἀ. λέγει, περὶ

Τῆνον ὑφ' Ἡρακλέους ἀπώλοντο.

20

CLEM. Str. I 102 (II 66, 5 St.) ἦν δὲ κατὰ τὴν Ἑλλάδα

κατὰ μὲν Φορωνέα τὸν μετὰ Ἴναχον ὁ ἐπὶ Ὠγύγου κατακλυσμὸς καὶ

ἡ ἐν Σικυῶνι βασιλεία, πρώτου μὲν Αἰγιαλέως, εἶτα Εὔρωπος, εἶτα

Τελχῖνος, καὶ ἡ Κρητὸς ἐν Κρήτηι· Ἀ. γὰρ Φορωνέα πρῶτον

ἄνθρωπον γενέσθαι λέγει. IUL. AFRIC. b. EUS. P. E. X 10, 7

(Ogygos) ἐφ' οὗ γέγονεν ὁ μέγας καὶ πρῶτος ἐν τῆι Ἀττικῆι κατα-

κλυσμός, Φορωνέως Ἀργείων βασιλεύοντος, ὡς Ἀ. ἱστορεῖ.

21

DIDYMOS [p. 85 Schmidt] b. MACR. Sat. V 18, 9 ἄμεινον δὲ

ἐκεῖνο λέγειν, ὅτι διὰ τὸ πάντων τῶν ποταμῶν πρεσβύτατον εἶναι

Ἀχελῶιον τιμὴν ἀπονέμοντας αὐτῶι τοὺς ἀνθρώπους πάντα ἁπλῶς

τὰ νάματα τῶι ἐκείνου ὀνόματι προσαγορεύειν. ὁ γοῦν Ἀ. διὰ τῆς

πρώτης ἱστορίας δεδήλωκεν, ὅτι Ἀχελῶιος πάντων τῶν ποταμῶν

πρεσβύτατος· ἔφη γάρ· <Ὠκεανὸς δὲ γαμεῖ Τηθὺν ἑαυτοῦ

ἀδελφήν· τῶν δὲ γίνονται τρισχίλιοι ποταμοί, Ἀχελῶιος

δὲ αὐτῶν πρεσβύτατος καὶ τετίμηται μάλιστα>.

22

HARPOCR. <Ὁμηρίδαι>· ... γένος ἐν Χίωι, ὅπερ Ἀ. ἐν γ,

Ἑλλάνικος [FGrHist. 4 F 20 I 111] ἐν τῆι Ἀτλαντιάδι ἀπὸ τοῦ

ποιητοῦ φησιν ὠνομάσθαι.

23

IOSEPH. ant. Iud. I 107 μαρτυροῦσι δέ μου τῶι λόγωι

πάντες οἱ παρ' Ἕλλησι καὶ βαρβάροις συγγραψάμενοι τὰς ἀρχαιολο-

γίας ... καὶ γὰρ καὶ Μανέθων ... καὶ Βηρωσὸς καὶ ... συμφωνοῦσι

τοῖς ὑπ' ἐμοῦ λεγομένοις Ἡσίοδός

[fr. 256 Rz.2] τε καὶ Ἑκαταῖος [FGrHist. 1 F 35 I 16] καὶ Ἑλλάνικος

[FGrHist. 4 F 202 I 152] καὶ Ἀ. καὶ πρὸς τούτοις Ἔφορος

[FGrHist. 70 F 238 II 109] καὶ Νικόλαος [FGrHist. 90 F 141 II 426]

ἱστοροῦσι τοὺς ἀρχαίους ζήσαντας ἔτη χίλια.

24

PAUSAN. II 16, 4 ἀπὸ

ταύτης οὖν γεγονέναι καὶ τὸ ὄνομα τῆι πόλει φασί. ὃν δὲ προσ-

ποιοῦσιν Ἀκουσιλάωι λόγον, Μυκηνέα υἱὸν εἶναι <Σπάρτωνος,

Σπάρτωνα> δὲ <Φορωνέως>, οὐκ ἂν ἔγωγε ἀποδεξαίμην, διότι

μηδὲ αὐτοὶ Λακεδαιμόνιοι.

25

SCHOL. APOLL. RHOD. II 1122 [3 B 12] Ἀ. δὲ καὶ Ἡσίο-

δος ἐν ταῖς Μεγάλαις Ἠοίαις (fr. 152) φασὶν ἐξ <Ἰοφώσσης> τῆς

Αἰήτου.

26

—IV 57 Λάτμος ὄρος Καρίας, ἔνθα ἔστιν ἄντρον, ἐν ὧι

διέτριβεν Ἐνδυμίων. ἔστι δὲ καὶ πόλις ἡ λεχθεῖσα Ἡρακλεία. ... τὸν

δὲ <Ἐνδυμίωνα> Ἡσίοδος [fr. 11] μὲν Ἀεθλίου τοῦ Διὸς καὶ Καλύκης

παρὰ Διὸς εἰληφότα τὸ δῶρον ‘ἳν' αὐτῶι ταμίαν εἶναι θανάτου, ὅτε

θέλοι ὀλέσθαι’. 〈...〉 καὶ Πείσανδρος [FGrHist. 16 F 7 I 181] καὶ Ἀ.

27

—IV 828 Ἀ. <Φόρκυνος> καὶ <Ἑκάτης τὴν Σκύλλαν>

λέγει. Vgl. B 8.

28

—IV 992 Ἀ. ἐν τῆι γ̅ φησίν, ὅτι ἐκ τῆς ἐκτομῆς τοῦ

Οὐρανοῦ <ῥανίδας> ἐνεχθῆναι συνέπεσεν, τουτέστι [τὰς> σταγόνας,

κατὰ τῆς γῆς, ἐξ ὧν γεννηθῆναι τοὺς <Φαίακας>, οἱ δὲ τοὺς Γίγαντας.

καὶ Ἀλκαῖος [fr. 116 PLG III 185] δὲ λέγει τοὺς Φαίακας ἔχειν τὸ

γένος ἐκ τῶν σταγόνων τοῦ Οὐρανοῦ.

29

—1146 περὶ δὲ τοῦ δέρους ὅτι ἦν χρυσοῦν οἱ πλεῖστοι

ἱστοροῦσιν. Ἀ. δὲ ἐν τῶι Περὶ γενεαλογιῶν πορφυρευθῆναί φησιν

ἀπὸ τῆς θαλάσσης.

30

SCHOL. HES. Theog. 379 ἀργέστην Ζέφυρον Βορέην

τ' αἰψηροκέλευθον καὶ Νότον] Ἀ. δὲ τρεῖς ἀνέμους εἶναί φησι κατὰ

Ἡσίοδον [Th. 870] <Βορρᾶν, Ζέφυρον καὶ Νότον>· τοῦ Ζεφύρου

ἐπίθετον τὸ <‘ἀργέστην’> φησίν.

31

SCHOL. HOMER. AB zu Υ 307 Ἀφροδίτη χρησμοῦ ἐκπε-

σόντος, ὅτι τῆς τῶν Πριαμιδῶν ἀρχῆς καταλυθείσης οἱ ἀπ' Ἀγχίσου

Τρώων βασιλεύσουσιν, Ἀγχίσηι ἤδη παρηκμακότι συνῆλθεν, τεκοῦσα

δ' Αἰνείαν καὶ βουλομένη πρόφασιν κατασκευάσαι τῆς τῶν Πρια-

μιδῶν καταλύσεως Ἀλεξάνδρωι πόθον Ἑλένης ἐνέβαλε καὶ μετὰ τὴν

ἁρπαγὴν τῶι μὲν δοκεῖν συνεμάχει τοῖς Τρωσί, ταῖς δὲ ἀληθείαις

παρηγόρει τὴν ἧτταν αὐτῶν, ἵνα μὴ παντελῶς ἀπελπίσαντες ἀπο-

δῶσι τὴν Ἑλένην. Ἡ ἱστορία παρὰ Ἀκουσιλάωι.

32

SCHOL. HOMER. T z. Υ 296 Ἀ. ἐν τρίτωι Γενεαλογιῶν

κύριον ἤκουσε τὸ ‘Ἐχέπωλος’ οὕτως· <‘Κλεωνύμου δ' Ἀγχίσης,

τοῦ δὲ Ἐχέπωλος’.>

33

—HQ z. κ 2 <Δευκαλίων>, ἐφ' οὗ ὁ κατακλυσμὸς

γέγονε, <Προμηθέως μὲν ἦν υἱός, μητρὸς δὲ> ὡς 〈οἱ〉 πλεῖστοι

λέγουσι, Κλυμένης, ὡς δὲ Ἡσίοδος [fr. 3] Προνόης, ὡς δὲ Ἀ., <Ἡσιό-

νης τῆς Ὠκεανοῦ καὶ Προμηθέως.>

34

—QV z. λ 520 Εὐρύπυλος ὁ Ἀστυόχης καὶ Τηλέφου

τοῦ Ἡρακλέους παῖς λαχὼν τὴν πατρώιαν ἀρχὴν τῆς Μυσίας προ-

ίστατο. πυθόμενος δὲ Πρίαμος περὶ τῆς τούτου δυνάμεως ἔπεμψεν

ὡς αὐτόν, ἵνα παραγένηται σύμμαχος. εἰπόντος δὲ αὐτοῦ, ὡς οὐκ

ἐξῆν αὐτῶι διὰ τὴν μητέρα, ἔπεμψεν ὁ Πρίαμος τῆι μητρὶ αὐτοῦ

δῶρον Ἀστυόχηι χρυσῆν ἄμπελον· ἡ δὲ λαβοῦσα τὴν ἄμπελον τὸν

υἱὸν ἔπεμψεν ἐπὶ στρατείαν, ὃν Νεοπτόλεμος ὁ τοῦ Ἀχιλλέως υἱὸς

ἀναιρεῖ· ἡ δὲ ἱστορία παρὰ Ἀκουσιλάωι.

35

—HV z. ξ 533 Ἐρεχθεὺς ὁ τῶν Ἀθηναίων βασιλεὺς

ἴσχει θυγατέρα τοὔνομα Ὠρείθυιαν κάλλει διαπρεπεστάτην. κοσμή-

σας δὲ ταύτην ποτὲ πέμπει κανηφόρον θύσουσαν εἰς τὴν ἀκρόπολιν

τῆι Πολιάδι Ἀθηνᾶι. ταύτης δὲ ὁ Βορέας ἄνεμος ἐρασθεὶς λαθὼν

τοὺς βλέποντας καὶ φυλάσσοντας τὴν κόρην ἥρπασεν. καὶ διακο-

μίσας εἰς Θράικην ποιεῖται γυναῖκα. γίνονται δὲ αὐτῶι παῖδες ἐξ

αὐτῆς Ζήτης καὶ Κάλαϊς, οἳ καὶ δι' ἀρετὴν μετὰ τῶν ἡμιθέων εἰς

Κόλχους ἐπὶ τὸ νάκος ἔπλευσαν ἐν τῆι Ἀργοῖ. ἡ δὲ ἱστορία παρὰ

Ἀκουσιλάωι.

36

—z. ρ 207 Πτερελάου παῖδες Ἴθακος καὶ Νήριτος ἀπὸ

Διὸς ἔχοντες τὸ γένος ὤικουν τὴν Κεφαλληνίαν. ἀρέσαν δὲ αὐτοῖς

τοῦτο καταλιπόντες τὰ σφέτερα ἤθη παραγίνονται εἰς τὴν Ἰθάκην

καὶ τόπον ἰδόντες εὖ πεποιημένον εἰς συνοικισμὸν διὰ τὸ τῶν παρα-

τεθειμένων ὑψηλότερον εἶναι [καὶ] κατοικήσαντες δεῦρο τὴν Ἰθάκην

ἔκτισαν. καὶ ἐκ μὲν τοῦ Ἰθάκου ἡ νῆσος ἐπωνομάσθη Ἰθάκη, τὸ δὲ

παρακείμενον ὄρος ἐκ τοῦ Νηρίτου Νήριτον. ἡ δὲ ἱστορία παρὰ

Ἀκουσιλάωι.

37

SCHOL. NICANDR. Ther. 11 Ἀ. δέ φησιν <ἐκ τοῦ

αἵματος τοῦ Τυφῶνος> πάντα τὰ δάκνοντα γενέσθαι.

38

SCHOL. PIND. O. IX 70a κοινὰ τὰ περὶ <Δευκαλίωνα>

καὶ <Πύρραν.> καὶ ὅτι τοὺς λίθους κατόπιν ῥίπτοντες ἀνθρώπους

ἐποίουν, μαρτυρεῖ Ἀ.

39

— —P. III 25c διὰ τί δὲ προὐτίμησε [Koronis> τὸν

<Ἴσχυν> τοῦ <Ἀπόλλωνος;> Ἀ. φησίν, ὡς κατὰ δέος ὑπεροψίας θνη-

τῶι βουληθεῖσα συνεῖναι.

40

STRAB. X p. 472 Ἀ. δ' ὁ Ἀργεῖος <ἐκ Καβιροῦς καὶ

Ἡφαίστου Κάμιλλον> λέγει, τοῦ δὲ <τρεῖς Καβίρους,> οἷς 〈***〉

〈καὶ τρεῖς〉 <Νύμφας Καβιρίδας.>

40a

PAP. OXYRHYNCH. 1611, fr. 1, 38—85

[Oxyrh. Pap. ed. Grenfell u. Hunt vol. XIII p. 133f.]

〈ὅ〉τι τὸ παρὰ

Θεοφράστωι λεγόμενον ἐν τῶι δευτέρωι Περὶ βασιλείας περὶ τοῦ

Καινέως δόρατος τοῦτο· ‘καὶ οὗτός ἐστιν ὡς ἀληθῶς ὁ τῶι σκήπτρωι

βασιλεύων, ο〈ὐ〉 τῶι δόρατι, καθάπερ ὁ Καινεύς· ἄξιον γὰρ 〈κρα〉τεῖν

ὁ Καινεὺς τῶι 〈δόρ〉ατι, ἀλλ' οὐχὶ τῶι σκή〈π〉τρωι, καθάπ〈ερ οἱ

ἐν θρ〉ό〈νω〉ι βασιλεῖς, 〈ἡγεῖτο〉, οὐ 〈μὴν〉 ἐδύνατο’ π〈ρὸς〉 τῆς

〈ὑπ' Ἀ〉κουσιλάου 〈τοῦ〉 Ἀργείου καταλ〈εγομένης〉 ἱστορίας ἀπο-

λῦσα〈ι δεῖ〉· λέγει γὰρ περὶ Καινέα οὕτως· <Καινῆι δὲ τῆι Ἐλάτου

μίσγεται Ποσιδῶν. ἔπειτα (οὐ γὰρ ἦν αὐτ〈ῆ〉ι 〈ἔπ〉ερον

παῖδας τεκεῖν οὔτ' ἐξ ἐκείνου οὔτ' ἐξ ἄλλου οὐδενὸς)

ποιεῖ αὐτὸν Ποσε〈ι〉δέων ἄνδρα ἄτρω〈το〉ν, ἰσχὺν

ἔχοντα 〈με〉γί〈σ〉τ〈η〉ν τῶν ἀνθρώπων τῶν τότε· καὶ ὅτε

τις αὐτὸν κεντοίη σιδήρωι ἢ χαλκῶι, ἡλίσκετο μάλιστα

χρημάτων. καὶ γίγνεται βασιλεὺς οὗτος Λαπιθέων καὶ

τοῖς Κενταύροις πολεμέεσκε. ἔπειτα στήσας ἀκόν〈τιον ἐν

ἀγορῆι θεὸν ἐκέλευεν ἀριθμεῖν. θεοῖ〉σι δ' οὐκ ἦε〈ν ἀρε-

στόν, καὶ〉 Ζεὺς ἰδὼν αὐτ〈ὸν τα〉ῦτα ποιοῦντα ἀπειλεῖ,

καὶ ἐφορμᾶι τοὺς Κενταύρους, κἀκεῖνοι αὐτὸν κατα-

κόπτουσιν ὄρθιον κατὰ γῆς καὶ ἄνωθεν πέτρην ἐπιτι-

θεῖσιν σῆμα· καὶ ἀποθνήισκει‘>· τοῦτ' ἔστιν γὰρ ἴσως τὸ τῶι

δόρατι ἄρχειν τὸν Καινέα.

41

SCHOL. PIND. O. VII 42a ἔοικε δὲ ὁ Πίνδαρος ἐντετυχηκέναι τῶι

†ἀχαιῶι ἱστοριογράφωι· ἐκεῖνος γὰρ οὕτως γενεαλογεῖ· Ὑπερόχης Εὐρύπυλος,

οὗ Ὄρμενος, οὗ Φέρης, οὗ Ἀμύντωρ, οὗ Ἀστυδάμεια ἡ Τληπολέμου μήτηρ· καὶ

αὐτὸς δὲ Ἀμύντωρ εἰς Δία τὸ γένος ἀνάγει.