Fragmenta
- Edition reference
- Fragmenta, ed. T. Kock, Comicorum Atticorum fragmenta, vol. 2, Leipzig: Teubner, 1884: 297–329, 331–408.
- CTS identifier
urn:cts:greekLit:tlg0402.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
tit 1
{ΑΓΚΥΛΙΩΝ}
1
λέγεις περὶ ὧν οὐκ οἶσθα· συγγενοῦ τρέχων
Πλάτωνι, καὶ γνώσει λίτρον καὶ κρόμμυον.
tit 2-6
{ΑΓΩΝΙΣ Η ΙΠΠΙΣΚΟΣ}
2
ἀπήντων τῷ ξένῳ,
εἰς τὴν κατάλυσιν ησονην αἴθων ἀνήρ·
τοῖς παισί τ' εἶπα, δύο γὰρ ἦγον οἴκοθεν,
τἀκπώματ' εἰς τὸ φανερὸν ἐκνενιτρωμένα
θεῖναι. κύαθος δ' ἦν ἀργυροῦς, τἀκπώματα
ἦγεν δύο δραχμάς, κυμβίον δὲ τέτταρας
ἴσως ἑτέρας, ψυκτηρίδιόν τε δέκ' ὀβολούς,
Φιλιππίδου λεπτότερον. {Β.} ἀλλὰ ταῦθ' ὅλως
πρὸς ἀλαζονείαν οὐ κακῶς νενοημέν' ἦν.
3
ὦ μῆτερ, ἱκετεύω σε, μὴ 'πίσειέ μοι
τὸν Μισγόλαν· οὐ γὰρ κιθαρῳδός εἰμ' ἐγώ.
4
ὁ τρίτος οὗτος δ' ἔχει
σύκων κυλιστὸν στέφανον· ἀλλ' ἔχαιρε καὶ
ζῶν τοῖς τοιούτοις.
5
μεστὴν ἀκράτου θηρίκλειον ἔσπασεν
κοίλην ὑπερθύουσαν.
tit 7
{ΑΔΕΛΦΟΙ}
7
ἐγὼ δέδωκα γάρ τι ταύταις; εἰπέ μοι.
{Β.} οὐκ ἀλλ' ἀπέδωκας ἐνέχυρον δήπου λαβών.
tit 8
{ΑΙΠΟΛΟΙ}
tit 9
{ΑΙΣΩΠΟΣ}
9
κομψόν γε τοῦτ' ἐστὶν παρ' ὑμῖν, ὦ Σόλων,
ἐν ταῖς Ἀθήναις, δεξιῶς θ' εὑρημένον.
{Σ.} τὸ ποῖον; {Α.} ἐν τοῖς συμποσίοις οὐ πίνετε
ἄκρατον. {Σ.} οὐ γὰρ ῥᾴδιον· πωλοῦσι γὰρ
ἐν ταῖς ἁμάξαις εὐθέως κεκραμένον,
οὐχ ἵνα τι κερδαίνωσι, τῶν δ' ὠνουμένων
προνοούμενοι, τοῦ τὰς κεφαλὰς ὑγιεῖς ἔχειν
ἐκ κραιπάλης. τοῦτ' ἔσθ', ὁρᾷς, Ἑλληνικὸς
πότος, μετρίοισι χρωμένους ποτηρίοις
λαλεῖν τι καὶ ληρεῖν πρὸς αὑτοὺς ἡδέως·
τὸ μὲν γὰρ ἕτερον λουτρόν ἐστιν, οὐ πότος,
ψυκτῆρι πίνειν καὶ κάδοις. {Α.} θάνατος μὲν οὖν.
tit 10
{ΑΙΧΜΑΛΩΤΟΣ}
10
ἡμίκακον
tit,ante 11
{ΑΛΕΙΠΤΡΙΑ}
tit 11-12
{ΑΜΠΕΛΟΥΡΓΟΣ}
11
ἀναδενδράς
12
ἀπολογηθῆναι
tit 13-14
{ΑΜΦΩΤΙΣ}
13
ὀνοκόπος
τῶν τοὺς ἀλέτωνας τῶνδε κοπτόντων ὄνους.
14
μετάβα
tit,ante 15
{ΑΝΤΕΙΑ}
tit 15-18
{ΑΠΕΓΛΑΥΚΩΜΕΝΟΣ}
15
παρ' ἐμοῦ δ', ἐὰν μὴ καθ' ἓν ἕκαστον πάντα δῷς,
χαλκοῦ μέρος δωδέκατον οὐκ ἂν ἀπολάβοις.
{Β.} δίκαιος ὁ λόγος. {Α.} ἀβάκιον, ψῆφον· λέγε.
{Β.} ἔστ' ὠμοτάριχος πέντε χαλκῶν. {Α.} λέγ' ἕτερον.
{Β.} μῦς ἑπτὰ χαλκῶν. {Α.} οὐδὲν ἀσεβεῖς οὐδέπω.
λέγε. {Β.} τῶν ἐχίνων ὀβολός. {Α.} ἁγνεύεις ἔτι.
{Β.} ἆρ' ἦν μετὰ ταῦθ' ἡ ῥάφανος ἣν ἐβοᾶτε; {Α.} ναί·
χρηστὴ γὰρ ἦν. {Β.} ἔδωκα ταύτης δύ' ὀβολούς.
{Α.} τί γὰρ ἐβοῶμεν; {Β.} τὸ κύβιον τριωβόλου.
{Α.} ὀνεῖν κεχειρῶν γε οὐκ ἐπράξατ' οὐδὲ ἕν.
{Β.} οὐκ οἶσθας, ὦ μακάριε, τὴν ἀγοράν, ὅτι
κατεδηδόκασι τὰ λάχαν' αἱ τρωξαλλίδες.
{Α.} διὰ τοῦτο τὸ τάριχος τέθεικας διπλασίου;
{Β.} ὁ ταριχοπώλης ἐστίν· ἐλθὼν πυνθάνου.
γόγγρος δέκ' ὀβολῶν. {Α.} οὐχὶ πολλοῦ. λέγ' ἕτερον.
{Β.} τὸν ὀπτὸν ἰχθὺν ἐπριάμην δραχμῆς. {Α.} παπαῖ,
ὥσπερ πυρετὸς ἀνῆκεν, εἶτ' ἐν ἐπιτέλει.
{Β.} πρόσθες τὸν οἶνον, ὃν μεθυόντων προσέλαβον
ὑμῶν, χόας τρεῖς, δέκ' ὀβολῶν ὁ χοῦς.
16
τοὺς μὲν στρατηγοὺς τὰς ὀφρῦς ἐπὰν ἴδω
ἀνεσπακότας, δεινὸν μὲν ἡγοῦμαι ποιεῖν,
οὐ πάνυ τι θαυμάζω δὲ προτετιμημένους
ὑπὸ τῆς πόλεως μεῖζόν τι τῶν ἄλλων φρονεῖν.
τοὺς δ' ἰχθυοπώλας τοὺς κάκιστ' ἀπολουμένους
ἐπὰν ἴδω κάτω βλέποντας, τὰς δ' ὀφρῦς
ἔχοντας ἐπάνω τῆς κορυφῆς, ἀποπνίγομαι.
ἐὰν δ' ἐρωτήσῃς ‘πόσου τοὺς κεστρέας
πωλεῖς δύ' ὄντας;’ ‘δέκ' ὀβολῶν’ φησίν. ‘βαρύ·
ὀκτὼ λάβοις ἄν;’ ‘εἴπερ ὠνεῖ τὸν ἕτερον.’
‘ὦ 'τάν, λαβὲ καὶ μὴ παῖζε.’ ‘τοσουδί; παράτρεχε.’
ταῦτ' οὐχὶ πικρότερ' ἐστὶν αὐτῆς τῆς χολῆς;
17-18
καὶ γὰρ ἑψητοί τινες
παρῆσαν ἡμῖν δαιδάλεοί πως. . . . . . . . . . . .
τῶν οὖν κορακίνων πεῖραν οὐχὶ λαμβάνεις;
οὐδὲ τριχίδων, οὐδ' οἷον ἑψητῶν τινων;
tit 19
{ΑΠΟΒΑΤΗΣ}
19
Χορόνικος ὁ ποιητὴς ὁδί.
{Β.} τίνων ποιητὴς ᾀσμάτων; {Α.} σεμνῶν πάνυ.
{Β.} τί πρὸς τὸν Ἀργᾶν οὗτος; {Α.} ἡμέρας δρόμῳ
κρείττων.
tit 20-21
{ΑΠΟΚΟΠΤΟΜΕΝΟΣ}
20
λέγεται γὰρ λόγος
ὑπὸ τῶν σοφιστῶν, μὴ πέτεσθαι τὸν θεὸν
τὸν Ἔρωτα, τοὺς δ' ἐρῶντας· αἰτίαν δ' ἔχειν
ἐκεῖνον ἄλλως, ἠγνοηκότας δὲ τοὺς
γραφεῖς ἔχοντα πτέρυγας αὐτὸν ζωγραφεῖν.
21
οὐ συμποσίαρχος ἦν γάρ, ἀλλὰ δήμιος
ὁ Χαιρέας, κυάθους προπίνων εἴκοσιν.
tit 22-23
{ΑΡΧΙΛΟΧΟΣ}
22
ὦ τὴν εὐτυχῆ ναίων Πάρον, ὄλβιε πρέσβυ,
ἣ κάλλιστα φέρει χώρα δύο τῶν συναπασῶν,
κόσμον μὲν μακάρεσσι λίθον, θνητοῖς δὲ πλακοῦντας.
23
λαβόμενος
tit 24
{ΑΣΚΛΗΠΙΟΚΛΕΙΔΗΣ}
24
οὕτως δ' ὀψοποιεῖν εὐφυῶς
περὶ τὴν Σικελίαν αὐτὸς ἔμαθον, ὥστε τοὺς
δειπνοῦντας εἰς τὰ βατάνι' ἐμβαλεῖν ποιῶ
ἐνίοτε τοὺς ὀδόντας ὑπὸ τῆς ἡδονῆς.
tit 25
{ΑΣΩΤΟΔΙΔΑΣΚΑΛΟΣ}
25
τί ταῦτα ληρεῖς, φληναφῶν ἄνω κάτω
Λύκειον, Ἀκαδήμειαν, Ὠιδείου πύλας,
λήρους σοφιστῶν; οὐδὲ ἓν τούτων καλόν.
πίνωμεν, ἐμπίνωμεν, ὦ Σίκων, Σίκων,
χαίρωμεν, ἕως ἔνεστι τὴν ψυχὴν τρέφειν.
τύρβαζε, Μάνη. γαστρὸς οὐδὲν ἥδιον.
αὕτη πατήρ σοι καὶ πάλιν μήτηρ μόνη.
ἀρεταὶ δὲ πρεσβεῖαί τε καὶ στρατηγίαι
κόμποι κενοὶ ψοφοῦσιν ἀντ' ὀνειράτων.
ψύξει σε δαίμων τῷ πεπρωμένῳ χρόνῳ·
ἕξεις δ' ὅς' ἂν φάγῃς τε καὶ πίῃς μόνα,
σποδὸς δὲ τἄλλα, Περικλέης, Κόδρος, Κίμων.
tit 26
{ΑΤΑΛΑΝΤΗ}
26
μικρόφωνος
tit 27-29
{ΑΤΘΙΣ}
27
ὁ πρῶτος εἰπὼν ὅτι σοφιστὴς οὐδὲ εἷς
ἔμψυχον οὐδὲν ἐσθίει, σοφός τις ἦν.
ἐγὼ γὰρ ἥκω νῦν ἀγοράσας οὐδὲ ἓν
ἔμψυχον. ἰχθῦς ἐπριάμην τεθνηκότας
μεγάλους· κρεάδι' ἀρνὸς ἔστι πίονος
οὐ ζῶντος· οὐχ οἷόν τε γάρ. τί ἄλλο; καὶ
ἡπάτιον ὀπτὸν προσέλαβον. τούτων ἐὰν
δείξῃ τις ἢ φωνήν τι ἢ ψυχὴν ἔχον,
ἀδικεῖν ὁμολογῶ καὶ παραβαίνειν τὸν νόμον.
28
ὅστις ἥδεται γὰρ ἐσθίων
ὁσημέραι, δεῖ καὶ ποιεῖν τῶν σιτίων
ἐπάξιόν τι, μηδὲ περινοστεῖν σχολὴν
ἄγοντα, τῷ ζῆν πολεμιώτατον κακόν.
29
πῶς ἐπινέφει τὸ πρῶτον ὁ Ζεὺς ἡσυχῆ,
ἔπειτα μᾶλλον μᾶλλον.
tit 30-31
{ΑΧΑΙΙΣ}
30
ἅπαντα τὰ ζητούμεν' ἐξευρίσκεται,
ἂν μὴ προαποστῇς μηδὲ τὸν πόνον φύγῃς·
ὅπου γὰρ εὑρήκασιν ἄνθρωποί τινες
μέρος τι τῶν θείων τοσοῦτο τῷ τόπῳ
ἀπέχοντες, ἄστρων ἐπιτολάς, δύσεις, τροπάς,
ἔκλειψιν ἡλίου, τί τῶν κοινῶν κάτω
καὶ συγγενικῶν δύναιτ' ἂν ἄνθρωπον φυγεῖν;
tit 32
{ΒΟΣΤΡΥΧΟΣ}
32
ὑποκροῦσαι
tit 33-34
{ΒΡΕΤΤΙΑ}
33
εἶδές ποτε
πίνουσιν ἀνθρώποις ἀπίους παρακειμένας
ἐν ὕδατι; {Β.} πολλοῖς πολλάκις δήπου. τί οὖν;
{Α.} οὐκοῦν ἕκαστος ἐκλεγόμενος λαμβάνει
τῶν ἐπινεουσῶν τὴν πεπαιτάτην ἀεί;
{Β.} δηλονότι.
34
τοιοῦτο τὸ ζῆν ἐστιν· ὥσπερ οἱ κύβοι
οὐ ταὔτ' ἀεὶ πίπτουσιν, οὐδὲ τῷ βίῳ
ταὐτὸν διαμένει σχῆμα, μεταβολὰς δ' ἔχει.
tit 35
{ΒΩΜΟΣ}
35
γυνὴ λινουργὸς περιτυχοῦς' ἀφείλετο.
tit 36-39
{ΓΑΛΑΤΕΙΑ}
36
ὁ δεσπότης οὑμὸς περὶ λόγους γάρ ποτε
διέτριψε μειρακίσκος ὢν καὶ φιλοσοφεῖν
ἐπέθετο· Κυρηναῖος ἦν ἐνταῦθά τις,
ὥς φας', Ἀρίστιππος, σοφιστὴς εὐφυής,
μᾶλλον δὲ πρωτεύων ἁπάντων τῶν τότε,
ἀκολαστίᾳ τε τῶν γεγονότων διαφέρων.
τούτῳ τάλαντον δοὺς μαθητὴς γίνεται
ὁ δεσπότης. καὶ τὴν τέχνην μὲν οὐ πάνυ
ἐξέμαθε, τὴν δ' ἀρτηρίαν συνήρπασεν.
37
νάρκην μὲν οὖν, ὥς φασιν, ὠνθυλευμένην
ὀπτᾶν ὅλην
38
εὐοψίαν
39
νομικόν
tit 40
{ΓΡΑΦΗ}
40
γεγένηται δ', ὡς λέγουσι, κἀν Σάμῳ
τοιοῦθ' ἕτερον. λιθίνης ἐπεθύμησεν κόρης
ἄνθρωπος ἐγκατέκλεισέ θ' αὑτὸν τῷ νεῷ.
tit 41-42
{ΓΥΝΑΙΚΟΚΡΑΤΙΑ}
41
ἐνταῦθα περὶ τὴν ἐσχάτην δεῖ κερκίδα
ὑμᾶς καθιζούσας θεωρεῖν ὡς ξένας.
42
ὁ δὲ Κίλιξ ὅδ' Ἱπποκλῆς,
ὁ ζωμοτάριχος ὑποκριτής
tit 43-44
{ΔΑΚΤΥΛΙΟΣ}
43
εἶτ' οὐχ ἁπάντων ἐστὶ τὸ μεθύειν κακὸν
μέγιστον ἀνθρώποισι καὶ βλαβερώτατον;
44
ἐκκόψαι
tit 45-50
{ΔΗΜΗΤΡΙΟΣ Η ΦΙΛΕΤΑΙΡΟΣ}
45
ὁμοιότατος ἄνθρωπος οἴνῳ τὴν φύσιν
τρόπον τιν' ἐστί. καὶ γὰρ οἶνον τὸν νέον
πολλή 'στ' ἀνάγκη καὶ τὸν ἄνδρ' ἀποζέσαι
πρώτιστον ἀφυβρίσαι τ', ἀπανθήσαντα δὲ
σκληρὸν γενέσθαι, παρακμάσαντα δ', ὧν λέγω
τούτων ἁπάντων ἀπαρυθέντα τὴν ἄνω
ταύτην ἄνοιαν ἐπιπολάζουσαν, τότε
πότιμον γενέσθαι καὶ καταστῆναι πάλιν,
ἡδύν θ' ἅπασι τοὐπίλοιπον διατελεῖν.
46
πρότερον μὲν εἰ πνεύσειε βορρᾶς ἢ νότος
ἐν τῇ θαλάττῃ λαμπρός, ἰχθῦς οὐκ ἐνῆν
οὐδενὶ φαγεῖν· νυνὶ δὲ πρὸς τοῖς πνεύμασιν
τούτοις Φάυλλος προσγέγονε χειμὼν τρίτος·
ἐπὰν γὰρ ἐκνεφίας καταιγίσας τύχῃ
ἐς τὴν ἀγοράν, τοὔψον πριάμενος οἴχεται
φέρων ἅπαν τὸ ληφθέν, ὥστε γίνεται
ἐν τοῖς λαχάνοις τὸ λοιπὸν ἡμῖν ἡ μάχη.
47
ἀλλ' αἰσχύνομαι
τὸν Κόρυδον, εἰ δόξω συναριστᾶν τισιν
οὕτω προχείρως· οὐκ ἀπαρνοῦμαι δ' ὅμως·
οὐδὲ γὰρ ἐκεῖνος, ἂν καλῇ τις ἄν τε μή.
48
ἔπειτα νάρκην ἔλαβον, ἐνθυμούμενος
ὅτι δεῖ γυναικὸς ἐπιφερούσης δακτύλους
ἁπαλούς, ὑπ' ἀκάνθης μηδὲ ἓν τούτους παθεῖν.
49
τοὔψον λαβοῦσαι τοῦτο τἀπεσταλμένον
σκευάζετ', εὐωχεῖσθε, προπόσεις πίνετε,
λέπεσθε, ματτυάζετε.
tit 51
{ΔΙΑΠΛΕΟΥΣΑΙ}
51
ἐπιχαιρέκακος εἶ καὶ φθονεῖς τοῖς πλησίον.
tit 52-54
{ΔΙΔΥΜΟΙ}
52
στεφάνων τε τούτων χύδην πεπλεγμένων
53
τούτῳ πρόπιθ', ἵνα καὐτὸς ἄλλῳ.
tit 55
{ΔΙΣ ΠΕΝΘΩΝ}
55
καὶ Ζωπύρα,
οἰνηρὸν ἀγγεῖον.
tit 56-58
{ΔΟΡΚΙΣ Η ΠΟΠΠΥΖΟΥΣΑ}
56
τοῖς ἰχθυοπώλαις ἐστὶν ἐψηφισμένον,
ὥς φασι, χαλκῆν Καλλιμέδοντος εἰκόνα
στῆσαι Παναθηναίοισιν ἐν τοῖς ἰχθύσιν,
ἔχουσαν ὀπτὸν κάραβον ἐν τῇ δεξιᾷ,
ὡς αὐτὸν ὄντ' αὐτοῖσι τῆς τέχνης μόνον
σωτῆρα, τοὺς ἄλλους δὲ πάντας ζημίαν.
57
περιστερὰς
ἔνδον τρέφω τῶν Σικελικῶν τούτων πάνυ
κομψάς.
58
τῆς φιλοτησίας ἐγὼ
μεστὰς προπίνω γ' ἴσον ἴσῳ κεκραμένας.
tit 59-61
{ΔΡΩΠΙΔΗΣ}
59
εἰσῆλθεν ἡταίρα φέρουσα τὸν γλυκὺν
ἐν ἀργυρῷ ποτηρίῳ πετάχνῳ τινί,
ἀστειοτάτῳ τὴν ὄψιν, οὔτε τρυβλίῳ
οὔτε φιάλῃ, μετεῖχε δ' ἀμφοῖν τοῖν ῥυθμοῖν.
60
τὴν σπάθην
ἐν τῷ μύρῳ καθῆκεν.
61
παραγοράζειν
tit 62-64
{ΕΙΣΟΙΚΙΖΟΜΕΝΟΣ}
62
οὐ γὰρ ἐμυρίζετ' ἐξ ἀλαβάστου, πρᾶγμά τι
γινόμενον ἀεί, κρονικόν, ἀλλὰ τέτταρας
περιστερὰς ἀφῆκεν ἀποβεβαμμένας
εἰς οὐχὶ ταὐτὸν μὰ Δία τὴν αὐτὴν μύρον,
ἰδίῳ δ' ἑκάστην. πετόμεναι δ' αὗται κύκλῳ
ἔρραινον ἡμῶν θαἰμάτια καὶ στρώματα.
μή μοι φθονήσητ', ἄνδρες Ἑλλήνων ἄκροι,
ἠλειφόμην ὑόμενος ἰρίνῳ μύρῳ.
63
ἔξοινος ἐποίει ταῦτα
64
τρικότυλον ψυγέα
tit 65-67
{ΕΙΣ ΤΟ ΦΡΕΑΡ}
65
νυνί τέ μοι
ὁ δεσπότης προὔπεμψεν οἴνου κεράμιον
τῶν ἔνδοθεν κομιοῦντ' ἐκεῖθεν. {Β.} μανθάνω·
ἐπιδόσιμον παρὰ τἄλλα τοῦτ' ἔσται. {Α.} φιλῶ
αἰσθητικὴν γραῦν.
66
[τοῖς ἄρτοις] ὅσας
ἱστᾶσι παγίδας οἱ ταλαίπωροι βροτοί.
tit,ante 68
{ΕΚΚΗΡΥΤΤΟΜΕΝΟΣ}
tit 68-69
{ΕΚΠΩΜΑΤΟΠΟΙΟΣ}
68
ἀεὶ φιλόμυρον πᾶν τὸ Σάρδεων γένος.
69
ἄσημον
tit 70
{ΕΛΕΝΗ}
70
ὡς ὅστις αὐτῆς τῆς ἀκμῆς τῶν σωμάτων
ἐρᾷ, τὸν ἄλλον δ' οὐδὲ γινώσκει λόγον,
τῆς ἡδονῆς ἐστ', οὐχὶ τῶν φίλων φίλος,
ἀδικεῖ τε τὸν Ἔρωτ' ἐμφανῶς θνητὸς θεόν,
ἄπιστον αὐτὸν πᾶσι τοῖς ἄλλοις ποιῶν.
tit 71-72
{ΕΛΕΝΗΣ ΑΡΠΑΓΗ}
71
ἀκόλαστός ἐστι, τὴν δὲ πολιὰν οὐκ ἐντρέπεται.
tit 73-75
{ΕΛΕΝΗΣ ΜΝΗΣΤΗΡΕΣ}
73
οὐδὲ ῥόαν γλυκεῖαν ἐκ τῆς δεξιᾶς
δέξαιτ' ἂν αὐτῶν.
74
εἷς ἕκαστος
75
θερμολουτεῖν
tit 76
{ΕΛΛΗΝΙΣ}
76
ἀεὶ δὲ καὶ ζῶντ' ἐστὶ καὶ τεθνηκότα
τἀν τῇ θαλάττῃ πολέμι' ἡμῖν θηρία.
ἂν ἀνατραπῇ γὰρ πλοῖον, εἶθ', ὡς γίνεται,
ληφθῇ νέων τις, καταπεπώκας' εὐθέως·
αὐτοί τ' ἐπὰν ληφθῶσιν ὑπὸ τῶν ἁλιέων,
τεθνεῶτες ἐπιτρίβουσι τοὺς ὠνουμένους.
τῆς οὐσίας γάρ εἰσιν ἡμῶν ὤνιοι,
ὁ πριάμενός τε πτωχὸς εὐθὺς ἀποτρέχει.
tit 77
{ΕΠΙΔΑΥΡΙΟΣ}
77
τοὺς Χαιρεφίλου δ' υἱεῖς Ἀθηναίους, ὅτι
εἰσήγαγεν τάριχος. [οὓς καὶ Τιμοκλῆς
ἰδὼν ἐπὶ τῶν ἵππων δύο σκόμβρους ἔφη
ἐν τοῖς σατύροις εἶναι.]
tit 78-80
{ΕΠΙΚΛΗΡΟΣ}
78
ὅστις ἀγοράζει πτωχὸς ὢν ὄψον πολύ,
ἀπορούμενός τε τἄλλα πρὸς τοῦτ' εὐπορεῖ,
τῆς νυκτὸς οὗτος τοὺς ἀπαντῶντας ποιεῖ
γυμνοὺς ἅπαντας. εἶτ' ἐπάν τις ἐκδυθῇ,
τηρεῖν ἕωθεν εὐθὺς ἐν τοῖς ἰχθύσιν·
ὃν ἂν δ' ἴδῃ πρῶτον πένητα καὶ νέον
παρὰ Μικίωνος ἐγχέλεις ὠνούμενον,
ἀπάγειν λαβόμενον εἰς τὸ δεσμωτήριον.
79
ἀλλ' ἔγωγ', ὦ παῖ, δίδωμι, καὶ ποιήσω πάνθ' ὅσα
οὗτος αἰτεῖται παρ' ἡμῶν.
80
κακουχία
tit 81
{ΕΠΙΣΤΟΛΗ}
81
προσέκοψεν
tit 82
{ΕΠΙΤΡΟΠΟΣ}
82
πολὺς γὰρ οἶνος πόλλ' ἁμαρτάνειν ποιεῖ.
tit 83
{ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΙΣ}
83
γόγγρου δ' ὁμοῦ σωρευτὰ πιμελῆς μέλη
ὑπεργέμοντα
tit 84
{ΕΡΕΤΡΙΚΟΣ}
84
τευθίδες, σπίναι, βατίς, δῆμος, ἀφύαι,
κρεάδι', ἐντερίδι'· ἀλλὰ τὰς μὲν τευθίδας,
τὰ πτερύγι' αὐτῶν συντεμών, στεατίου
μικρὸν παραμίξας, περιπάσας ἡδύσμασιν
λεπτοῖσι χλωροῖς ὠνθύλευσα.
t,post 84
{ΕΡΙΘΟΙ}
tit,ante 85
{Η ΕΙΣ ΤΟ ΦΡΕΑΡ}
tit 85-86
{ΗΣΙΟΝΗ}
85
γενόμενος δ' ἔννους μόλις
ᾔτησε κύλικα, καὶ λαβὼν ἑξῆς πυκνὰς
ἕλκει καταντλεῖ, κατά τε τὴν παροιμίαν
ἀεί ποτ' εὖ μὲν ἀσκὸς εὖ δὲ θύλακος
ἅνθρωπός ἐστι.
86
ὡς εἶδε τὴν τράπεζαν ἀνθρώπους δύο
φέροντας εἴσω ποικίλων παροψίδων
κόσμου βρύουσαν, οὐκέτ' εἰς ἐμὲ βλέπων—
tit 87-88
{ΘΕΟΦΟΡΗΤΟΣ}
87
οἶμαί γ' ἐπιτιμᾶν τῶν ἀπαντώντων τινὰς
ἡμῖν, ὅτι τηνικαῦτα μεθύων περιπατῶ·
ποῖος γάρ ἐστι φανός, ὦ πρὸς τῶν θεῶν,
τοιοῦτος οἷος ὁ γλυκύτατος ἥλιος;
88
λαλῶ Πτολεμαίῳ γογγυλίδος ὀπτῶν τόμους.
tit 89
{ΘΕΣΠΡΩΤΟΙ}
89
Ἑρμῆ νεκρῶν προπομπὲ καὶ Φιλιππίδου
κληροῦχε, νυκτός τ' ὄμμα τῆς μελαμπέπλου
(Ἑκάτη)—
tit 90
{ΘΗΒΑΙΟΙ}
90
ἔστιν δὲ ποδαπὸς τὸ γένος οὗτος; {Β.} πλούσιος.
τούτους δὲ πάντες φασὶν εὐγενεστάτους
εἶναι· πένητας δ' εὐπάτριδας οὐδεὶς ὁρᾷ.
tit 91
{ΘΗΤΕΥΟΝΤΕΣ}
91
ὅρκος βέβαιός ἐστιν ἂν νεύσω μόνον.
tit 92
{ΘΡΑΣΩΝ}
92
σοῦ δ' ἐγὼ λαλιστέραν
οὐπώποτ' εἶδον οὔτε κερκώπην, γύναι,
οὐ κίτταν, οὐκ ἀηδόν', οὔτε τρυγόν', οὐ
τέττιγα.
tit 93
{ΙΑΣΙΣ}
93
ἀμφιτάπητα
tit 94-96
{ΙΠΠΕΥΣ}
94
τοῦτ' ἔστιν Ἀκαδήμεια, τοῦτο Ξενοκράτης;
πόλλ' ἀγαθὰ δοῖεν οἱ θεοὶ Δημητρίῳ
καὶ τοῖς νομοθέταις, διότι τοὺς τὰς τῶν λόγων,
ὥς φασι, δυνάμεις παραδιδόντας τοῖς νέοις
ἐς κόρακας ἔρρειν φασὶν ἐκ τῆς Ἀττικῆς.
95
τά τε κυμβία
ἆρ' ἦν πρόσωπ' ἔχοντα χρυσᾶ παρθένων;
{Β.} νὴ τὸν Δί' ἦν γάρ. {Α.} ὦ τάλαιν' ἐγὼ κακῶν.
96
καὶ θηρίκλειός τις κύλιξ, στέφανον κύκλῳ
ἔχουσα χρυσοῦν· οὐ γὰρ ἐπίτηκτόν τινα.
tit,ante 97
{ΙΠΠΙΣΚΟΣ}
tit 97-98
{ΙΣΟΣΤΑΣΙΟΝ}
97
ἀπὸ συμβολῶν ἔπινον, ὀρχεῖσθαι μόνον
βλέποντες, ἄλλο δ' οὐδέν, ὄψων ὀνόματα
καὶ σιτίων ἔχοντες, Ὄψων, Κάραβος,
καὶ Κωβιός, Σεμίδαλις.
98
πρῶτα μὲν γὰρ πρὸς τὸ κέρδος καὶ τὸ συλᾶν τοὺς πέλας
πάντα τἄλλ' αὐταῖς πάρεργα γίνεται· ῥάπτουσι δὲ
πᾶσιν ἐπιβουλάς· ἐπειδὰν δ' εὐπορήσωσίν ποτε,
ἀνέλαβον καινὰς ἑταίρας, πρωτοπείρους τῆς τέχνης
εὐθὺς ἀναπλάττουσι ταύτας, ὥστε μήτε τοὺς τρόπους
μήτε τὰς ὄψεις ὁμοίας διατελεῖν οὔσας ἔτι.
τυγχάνει μικρά τις οὖσα, φελλὸς ἐν ταῖς βαυκίσιν
ἐγκεκάττυται· μακρά τις, διάβαθρον λεπτὸν φορεῖ
τήν τε κεφαλὴν ἐπὶ τὸν ὦμον καταβαλοῦς' ἐξέρχεται·
τοῦτο τοῦ μήκους ἀφεῖλεν· οὐκ ἔχει τις ἰσχία,
ὑπενέδυς' ἐρραμμέν' αὐτήν, ὥστε τὴν εὐπυγίαν
ἀναβοᾶν τοὺς εἰσιδόντας. κοιλίαν ἁδρὰν ἔχει,
στηθί' ἔστ' αὐταῖσι τούτων ὧν ἔχους' οἱ κωμικοί·
ὀρθὰ προσθεῖσαι τοιαῦτα τοὔνδυτον τῆς κοιλίας
ὡσπερεὶ κοντοῖσι τούτοις εἰς τὸ πρόσθ' ἀπήγαγον.
τὰς ὀφρῦς πυρρὰς ἔχει τις, ζωγραφοῦσιν ἀσβόλῳ.
συμβέβηκ' εἶναι μέλαιναν, κατέπλασε ψιμυθίῳ.
λευκόχρως λίαν τίς ἐστι, παιδέρωτ' ἐντρίβεται.
καλὸν ἔχει τοῦ σώματός τι, τοῦτο γυμνὸν δείκνυται.
εὐφυεῖς ὀδόντας ἔσχεν, ἐξ ἀνάγκης δεῖ γελᾶν,
ἵνα θεωρῶς' οἱ παρόντες τὸ στόμ' ὡς κομψὸν φορεῖ.
ἂν δὲ μὴ χαίρῃ γελῶσα, διατελεῖ τὴν ἡμέραν
ἔνδον, ὥσπερ τοῖς μαγείροις ἃ παράκειθ' ἑκάστοτε,
ἡνίκ' ἂν πωλῶσιν αἰγῶν κρανία, ξυλήφιον
μυρρίνης ἔχουσα λεπτὸν ὀρθὸν ἐν τοῖς χείλεσιν,
ὥστε τῷ χρόνῳ σέσηρεν, ἄν τε βούλητ' ἄν τε μή.
[ὄψεις διὰ τούτων σκευοποιοῦσι τῶν τεχνῶν.]
tit 99
{ΚΑΛΑΣΙΡΙΣ}
99
ποῖ δή μ' ἄγεις διὰ τῶν κύκλων;
tit 100
{ΚΑΡΧΗΔΟΝΙΟΣ}
100
βάκηλος εἶ.
tit,ante 101
{ΚΑΤΑΨΕΥΔΟΜΕΝΟΣ}
tit 101
{ΚΑΥΝΙΟΙ}
101
ἐν τῷ βαλανείῳ μήτε πῦρ ταῖς ἐσχάραις
ἐνὸν κεκλεισμένον τε τἀλειπτήριον.
tit 102
{ΚΗΡΥΤΤΟΜΕΝΟΣ}
102
ὥστ' ἐξελὼν ἐκ τοῦ λυχνούχου τὸν λύχνον
μικροῦ κατακαύσας ἔλαθ' ἑαυτόν, ὑπὸ μάλης
τῇ γαστρὶ μᾶλλον τοῦ δέοντος προσαγαγών.
tit 103
{ΚΙΘΑΡΩΙΔΟΣ}
tit 104
{ΚΛΕΟΒΟΥΛΙΝΗ}
tit 105
{ΚΝΙΔΙΑ}
105
Διόδωρος οὑπίτριπτος ἐν ἔτεσιν δύο
σφαῖραν ἀπέδειξε τὴν πατρῴαν οὐσίαν·
οὕτως ἰταμῶς ἅπαντα κατεμασήσατο.
tit 106
{ΚΟΝΙΑΤΗΣ}
106
κυμβία,
φιάλαι, τραγέλαφοι, κύλικες
tit 107-109
{ΚΟΥΡΙΣ}
107
καὶ γὰρ ἐπὶ κῶμον . . ἀνθρώπων ὁρῶ
πλῆθος προσιόν, ὡς τῶν καλῶν τε κἀγαθῶν
ἐνθάδε συνόντων· μὴ γένοιτό μοι μόνῳ
νύκτωρ ἀπαντῆσαι καλῶς πεπραγόσιν
ὑμῖν περὶ τὸν βαλλισμόν· οὐ γὰρ ἄν ποτε
θοἰμάτιον ἀπενέγκαιμι μὴ φύσας πτερά.
108
ὁ μὲν οὖν ἐμὸς υἱός, οἷον ὑμεῖς ἀρτίως
εἴδετε, τοιοῦτος γέγονεν, Οἰνοπίων τις ἢ
Μάρων τις ἢ Κάπηλος ἢ καὶ Τιμοκλῆς.
μεθύει γὰρ οὐδὲν ἧττον· ὁ δ' ἕτερος—τί ἂν
τύχοιμ' ὀνομάσας; βῶλος, ἄροτρον, γηγενὴς
ἄνθρωπος.
109
ἐπεὶ πάλαι δεδείπναμεν
tit 110-115
{ΚΡΑΤΕΥΑΣ Η ΦΑΡΜΑΚΟΠΩΛΗΣ}
110
πρῶτον μὲν οὖν ὄστρεια παρὰ Νηρεῖ τινα
ἰδὼν γέροντι φῦκος ἠμφιεσμένα
ἔλαβον ἐχίνους τ'· ἔστι γὰρ προοίμιον
δείπνου χαριέντως ταῦτα πεπρυτανευμένου.
τούτων δ' ἀπολυθείς, κειμένων ἰχθυδίων
μικρῶν, τρεμόντων τῷ δέει τί πείσεται,
θαρρεῖν κελεύσας ἕνεκ' ἐμοῦ ταῦτ', οὐδὲ ἓν
φήσας ἀδικήσειν, ἐπριάμην γλαῦκον μέγαν.
ἔπειτα νάρκην ἔλαβον, ἐνθυμούμενος
ὅτι δεῖ γυναικὸς ἐπιφερούσης δακτύλους
ἁπαλοὺς ὑπ' ἀκάνθης μηδὲ ἓν τούτων παθεῖν.
ἐπὶ τὸ τάγηνον φυκίδας, ψήττας τινάς,
καρῖδα, φύκην, κωβιόν, πέρκην, σπάρον,
ἐποίησά τ' αὐτὸ ποικιλώτερον ταὧ.
κρεάδι' ἄττα, ποδάρια, ῥύγχη τινά,
ὠτάρι' ὕει', ἡπάτιον ἐγκεκαλυμμένον·
αἰσχύνεται γὰρ πελιτνὸν ὂν τῷ χρώματι.
τούτοις μάγειρος οὐ πρόσεις', οὐκ ὄψεται.
οἰμώξεται γὰρ νὴ Δί'· ἀλλ' ἐγὼ σοφῶς
ταῦτ' οἰκονομήσω καὶ γλαφυρῶς καὶ ποικίλως
οὕτω, ποιῶ γὰρ τοὔψον αὐτός, ὥστε τοὺς
δειπνοῦντας εἰς τὰ λοπάδι' ἐμβάλλειν ποιῶ
ἐνίοτε τοὺς ὀδόντας ὑπὸ τῆς ἡδονῆς.
τὰς σκευασίας πάντων δὲ καὶ τὰς σκευάσεις
τούτων ἕτοιμός εἰμι δεικνύειν, λέγειν,
προῖκα προδιδάσκειν, ἂν θέλῃ τις μανθάνειν.
111
παῖ, τὴν μεγάλην δός, ὑποχέας
φιλίας κυάθους μὲν τῶν παρόντων τέτταρας,
τοὺς τρεῖς δ' ἔρωτος προσαποδώσεις ὕστερον·
ἕν' Ἀντιγόνου τοῦ βασιλέως νίκης καλῶς,
καὶ τοῦ νεανίσκου κύαθον Δημητρίου.
φέρε τὸν τρίτον . . . . . . . .
Φίλας Ἀφροδίτης· χαίρετ' ἄνδρες συμπόται,
ὅσων ἀγαθῶν τὴν κύλικα μεστὴν πίομαι.
112
τῷ Καλλιμέδοντι γὰρ θεραπεύω τὰς κόρας
ἤδη τετάρτην ἡμέραν. {Β.} ἦσαν κόραι
θυγατέρες αὐτῷ; {Α.} τὰς μὲν οὖν τῶν ὀμμάτων,
ἃς οὐδ' ὁ Μελάμπους, ὃς μόνος τὰς Προιτίδας
ἔπαυσε μαινομένας, καταστήσειεν ἄν.
113
καὶ Καλλιμέδων μετ' Ὀρφέως ὁ Κάραβος
114
στεφάνους τε πολλοὺς κρεμαμένους μελιλωτίνους
115
εἶθ' ὁρῶ τὸν Ἑρμαΐσκον τῶν ἁδρῶν τούτων τινὰ
κάνθαρον καταστρέφοντα, πλησίον δὲ κείμενον
στρωματέα καὶ γύλιον αὐτοῦ.
tit 116-117
{ΚΥΒΕΡΝΗΤΗΣ}
116
δύ' ἐστί, Ναυσίνικε, παρασίτων γένη·
ἓν μὲν τὸ κοινὸν καὶ κεκωμῳδημένον,
οἱ μέλανες ἡμεῖς· θάτερον ζητῶ γένος,
σεμνοπαράσιτον ἐκ μέσου καλούμενον,
σατράπας παρασίτους καὶ στρατηγοὺς ἐπιφανεῖς
ὑποκρινόμενον εὖ τοῖς βίοις, ὀφρῦς ἔχον
χιλιοταλάντους ἀνακυλῖόν τ' οὐσίας.
νοεῖς σὺ τὸ γένος καὶ τὸ πρᾶγμα; {Ν.} καὶ μάλα.
{Α.} τούτων ἑκατέρου τῶν γενῶν ὁ μὲν τύπος
τῆς ἐργασίας εἷς ἐστι, κολακείας ἀγών·
ὥσπερ ἐπὶ τῶν βίων δέ, τοὺς μὲν ἡ τύχη
ἡμῶν μεγάλοις προσένειμε τοὺς δ' ἐλάττοσιν,
εἶθ' οἱ μὲν εὐποροῦμεν οἱ δ' ἀλύομεν.
ἆρά γε διδάσκω, Ναυσίνικ'; {Ν.} οὐκ ἀστόχως·
ἀλλ' ἄν ς' ἐπαινῶ μᾶλλον, αἰτήσεις μέ τι.
117
εἰσέβαινον ἰσχάδες,
τὸ παράσημον τῶν Ἀθηνῶν, καὶ θύμου δέσμαι τινές.
tit 118
{ΚΥΒΕΥΤΑΙ}
118
ἠριστηκότων
σχεδόν τι δ' ἡμῶν ἐξ ἀκροκωλίου τινός—
tit 119
{ΚΥΚΝΟΣ}
119
φαιδρὸς δὲ κρατὴρ θηρίκλειος ἐν μέσῳ
ἕστηκε, λευκοῦ νέκταρος παλαιγενοῦς
πλήρης, ἀφρίζων· ὃν λαβὼν ἐγὼ κενὸν
τρίψας, ποιήσας λαμπρόν, ἀσφαλῆ βάσιν
στήσας, συνάψας καρπίμοις κισσοῦ κλάδοις
ἔστεψα.
tit 120-122
{ΚΥΠΡΙΟΣ}
120
ἔπειτα πῶς ἦλθες; {Β.} μόλις
ὀπτωμένους κατέλαβον. {Α.} ἐξόλοι'. ἀτὰρ
πόσους φέρεις; {Β.} ἑκκαίδεκ'. {Α.} οἶσε δεῦρό μοι.
{Β.} λευκοὺς μὲν ὀκτώ, τῶν δὲ φαιῶν τοὺς ἴσους.
121
τὸν δ' αὐτόπυρον ἄρτον ἀρτίως φαγών
122
διπλάσαι
tit 123
{ΛΑΜΠΑΣ}
123
καταφαγεῖν
αὐτὸς τοσοῦτ' ἀργύριον. οὐδ' εἰ γάλα λαγοῦ
εἶχον, μὰ τὴν γῆν, καὶ ταὧς, κατήσθιον.
tit 124-129
{ΛΕΒΗΣ}
124
ἧψέ μοι δοκεῖ
πνικτόν τι ὄψον δελφάκειον. {ΓΛ.} ἡδύ γε.
{Α.} ἔπειτα προσκέκαυκε. {ΓΛ.} μηδὲν φροντίσῃς.
ἰάσιμον γὰρ τὸ πάθος ἐστί. {Α.} τῷ τρόπῳ;
{ΓΛ.} ὄξος λαβὼν ἢν εἰς λεκάνην τιν' ἐγχέας
ψυχρόν, ξυνιεῖς; εἶτα θερμὴν τὴν χύτραν
εἰς τοὔξος ἐνθῇς· διάπυρος γὰρ οὖς' ἔτι
ἕλξει δι' αὑτῆς νοτίδα, καὶ ζυμουμένη
ὥσπερ κίσηρις λήψεται διεξόδους
σομφάς, δι' ὧν τὴν ὑγρασίαν ἐκδέξεται·
τὰ κρεάδι' ἔσται τ' οὐκ ἀπεξηραμμένα,
ἔγχυλα δ' ἀτρεμεὶ καὶ δροσώδη τὴν σχέσιν.
{Α.} Ἄπολλον, ὡς ἰατρικῶς. ὦ Γλαυκία,
ταυτὶ ποιήσω. {ΓΛ.} καὶ παρατίθει γ' αὐτά, παῖ,
ὅταν παρατιθῇς, μανθάνεις; ἐψυγμένα.
ἀτμὸς γὰρ οὕτως οὐχὶ προσπηδήσεται
ταῖς ῥισίν, ἀλλ' ἄνω μάλ' εἶσι καταφυγών.
{Α.} πολλῷ γ' ἀμείνων, ὡς ἔοικας, ἦσθ' ἄρα
λογογράφος ἢ μάγειρος. {ΓΛ.} ὃ λέγεις οὐ λέγεις,
τέχνην δ' ὀνειδίζεις.
125-126
οὐ γέγονε κρείττων νομοθέτης τοῦ πλουσίου
Ἀριστονίκου. τίθησι γὰρ νυνὶ νόμον,
τῶν ἰχθυοπωλῶν ὅστις ἂν πωλῶν τινι
ἰχθὺν ὑποτιμήσας ἀποδῶτ' ἐλάττονος
ἧς εἶπε τιμῆς, εἰς τὸ δεσμωτήριον
εὐθὺς ἀπάγεσθαι τοῦτον, ἵνα δεδοικότες
τῆς ἀξίας ἀγαπῶσιν, ἢ τῆς ἑσπέρας
σαπροὺς ἅπαντας ἀποφέρωσιν οἴκαδε.
κἀνταῦθα καὶ γραῦς καὶ γέρων καὶ παιδίον
πεμφθεὶς ἅπαντες ἀγοράσουσι κατὰ τρόπον.. . . . . . . . . . . .
οὐ γέγονε μετὰ Σόλωνα κρείττων οὐδὲ εἷς
Ἀριστονίκου νομοθέτης· τά τ' ἄλλα γὰρ
νενομοθέτηκε πολλὰ καὶ παντοῖα δή,
νυνί τε καινὸν εἰσφέρει νόμον τινὰ
χρυσοῦν, τὸ μὴ πωλεῖν καθημένους ἔτι
τοὺς ἰχθυοπώλας, διὰ τέλους δ' ἑστηκότας·
εἶτ' εἰς νέωτά φησι γράψειν κρεμαμένους,
καὶ θᾶττον ἀποπέμψουσι τοὺς ὠνουμένους,
ἀπὸ μηχανῆς πωλοῦντες ὥσπερ οἱ θεοί.
127
καὶ μὴ προφάσεις ἐνταῦθά μοι, μηδ' ‘οὐκ ἔχω.’
{Β.} ἀλλὰ λέγ' ὅτου δεῖ. λήψομαι γὰρ πάντ' ἐγώ.
{Α.} ὀρθῶς. τὸ πρῶτον μὲν λάβ' ἐλθὼν σήσαμα.
{Β.} ἀλλ' ἔστιν ἔνδον. {Α.} ἀσταφίδα κεκομμένην,
μάραθρον, ἄνηθον, νᾶπυ, καυλόν, σίλφιον,
κορίαννον αὖον, ῥοῦν, κύμινον, κάππαριν,
ὀρίγανον, γήτειον, ἄννισον, θύμον,
σφάκον, σίραιον, σέσελι, πήγανον, πράσον.
128
καὶ τί δεῖ
λέγειν ἔθ' ἡμᾶς τοὺς τὰ σῦχ' ἑκάστοτε
ἐν τοῖς συρίχοις πωλοῦντας; οἳ κάτωθε μὲν
τὰ σκληρὰ καὶ μοχθηρὰ τῶν σύκων ἀεὶ
τιθέασιν, ἐπιπολῆς δὲ πέπονα καὶ καλά.
εἶθ' ὁ μὲν ἔδωκεν ὡς τοιαῦτ' ὠνούμενος
τιμήν, ὁ δ' ἐγκάψας τὸ κέρμ' εἰς τὴν γνάθον
ἐρίν' ἀπέδοτο σῦκα πωλεῖν ὀμνύων.
tit 130-132
{ΛΕΥΚΑΔΙΑ Η ΔΡΑΠΕΤΑΙ}
130
οἴνου γεραιοῖς χείλεσιν μέγα σκύφος.
131
φέρε τὴν σιβύνην καὶ πλατύλογχα.
132
χορδαρίου τόμος ἧκεν καὶ περικομμάτιον.
tit 133
{ΛΕΥΚΗ}
133
ἐπίστασαι τὸν σαῦρον ὡς δεῖ σκευάσαι;
{Β.} ἀλλ' ἂν διδάσκῃς. {Α.} ἐξελὼν τὰ βραγχία,
πλύνας, περικόψας τὰς ἀκάνθας τὰς κύκλῳ,
παράσχισον χρηστῶς, διαπτύξας θ' ὅλον
τῷ σιλφίῳ μάστιξον εὖ τε καὶ καλῶς,
τυρῷ τε σάξον ἁλσί τ' ἠδ' ὀριγάνῳ.
tit 134
{ΛΗΜΝΙΑ}
134
καὶ μὴν παρῆν ἀνθράκιον ἡμῖν ἐν μέσῳ
σείσων τε κυάμων μεστός.
tit 135-136
{ΛΙΝΟΣ}
135
{ΛΙΝ.} βυβλίον
ἐντεῦθεν ὅ τι βούλει προσελθὼν γὰρ λαβέ,
ἔπειτ' ἀναγνώσει, πάνυ γε διασκοπῶν
ἀπὸ τῶν ἐπιγραμμάτων ἀτρέμα τε καὶ σχολῇ.
Ὀρφεὺς ἔνεστιν, Ἡσίοδος, τραγῳδία,
Χοιρίλος, Ὅμηρος, ἔστ' Ἐπίχαρμος, γράμματα
παντοδαπά. δηλώσεις γὰρ οὕτω τὴν φύσιν,
ἐπὶ τί μάλισθ' ὥρμηκε. {ΗΡ.} τουτὶ λαμβάνω.
{ΛΙΝ.} δεῖξον ὅ τι ἐστὶ πρῶτον. {ΗΡ.} ὀψαρτυσία,
ὥς φησι τοὐπίγραμμα. {ΛΙΝ.} φιλόσοφός τις εἶ,
εὔδηλον, ὃς παρεὶς τοσαῦτα γράμματα
Σίμου τέχνην ἔλαβες. {ΗΡ.} ὁ Σῖμος δ' ἐστὶ τίς;
{ΛΙΝ.} μάλ' εὐφυὴς ἄνθρωπος. ἐπὶ τραγῳδίαν
ὥρμηκε νῦν, καὶ τῶν μὲν ὑποκριτῶν πολὺ
κράτιστός ἐστιν ὀψοποιός, ὡς δοκεῖ
τοῖς χρωμένοις, τῶν δ' ὀψοποιῶν ὑποκριτής.. . . . . . . . . . . .
{ΛΙΝ.} βούλιμός ἐσθ' ἅνθρωπος. {ΗΡ.} ὅ τι βούλει λέγε.
πεινῶ γάρ, εὖ τοῦτ' ἴσθαι.
tit 137-138
{ΛΟΚΡΟΙ}
137
αἱ δὲ παῖδες παρέχεον
ἡ μὲν τὸ θερμόν, ἡ δ' ἑτέρα τὸ μετάκερας.
138
ναυκληρεῖν
tit 139-140
{ΛΥΚΙΣΚΟΣ}
140
ζῳδάριον
tit 141-145
{ΜΑΝΔΡΑΓΟΡΙΖΟΜΕΝΗ}
141
εἶτ' οὐ περίεργόν ἐστιν ἄνθρωπος φυτὸν
ὑπεναντιωτάτοις τε πλείστοις χρώμενον;
ἐρῶμεν ἀλλοτρίων, παρορῶμεν συγγενεῖς·
ἔχοντες οὐδὲν εὐποροῦμεν τοῖς πέλας·
ἐράνους φέροντες οὐ φέρομεν ἀλλ' ἢ κακῶς,
τακτῆς τροφῆς δὲ τῆς καθ' ἡμέραν πάλιν
γλιχόμεθα μὲν τὴν μᾶζαν ἵνα λευκὴ παρῇ,
ζωμὸν δὲ ταύτῃ μέλανα μηχανώμεθα,
τὸ καλὸν δὲ χρῶμα δευσοποιῷ χρῴζομεν.
καὶ χιόνα μὲν πίνειν παρασκευάζομεν,
τὸ δ' ὄψον ἂν μὴ θερμὸν ᾖ διασύρομεν.
καὶ τὸν μὲν ὀξὺν οἶνον ἐκπυτίζομεν,
ἐπὶ ταῖς ἀβυρτάκαισι δ' ἐκβακχεύομεν.. . . . . . . . . . . .
οὐκοῦν τὸ πολλοῖς τῶν σοφῶν εἰρημένον,
τὸ μὴ γενέσθαι μὲν κράτιστόν ἐστ' ἀεί,
ἐπὰν γένηται δ' ὡς τάχιστ' ἔχειν τέλος.
142
ἐὰν ἐπιχώριος
ἰατρὸς εἴπῃ ‘τρύβλιον τούτῳ δότε
πτισάνης ἕωθεν’, καταφρονοῦμεν εὐθέως·
ἂν δὲ ‘πτισάναν καὶ τρύβλιον’, θαυμάζομεν.
καὶ πάλιν ἐὰν μὲν ‘τευτλίον’, παρείδομεν·
ἐὰν δὲ ‘σεῦτλον’, ἀσμένως ἠκούσαμεν·
ὡς οὐ τὸ σεῦτλον ταὐτὸν ὂν τῷ τευτλίῳ.
143
ἥξω φέρουσα συμβολὰς τοίνυν ἅμα.
{Β.} πῶς συμβολάς; {Α.} τὰς ταινίας οἱ Χαλκιδεῖς
καὶ τοὺς ἀλαβάστους συμβολὰς καλοῦσι, γραῦ.
144
κακῶς ἔχεις, στρουθὶς ἀκαρὴς νὴ Δί' εἶ·
πεφιλιππίδωσαι. {Β.} μὴ σὺ καινῶς μοι λάλει.
ὅσον οὐ τέθνηκα. {Α.} τοῦ ταλαιπώρου πάθους.
145
εἴ τινας μᾶλλον φιλῶ
ξένους ἑτέρους ὑμῶν, γενοίμην ἔγχελυς,
ἵνα Καλλιμέδων ὁ Κάραβος πρίαιτό με.
tit 146
{ΜΑΝΤΕΙΣ}
146
ὦ δυστυχεῖς ἡμεῖς . . πεπρακότες
τὴν τοῦ βίου παρρησίαν καὶ τὴν τρυφὴν
γυναιξὶ δοῦλοι ζῶμεν ἀντ' ἐλευθέρων.
ἔπειτ' ἔχειν προῖκ' οὐχὶ τιμὴν πάσχομεν;
πικράν γε καὶ μεστὴν γυναικείας χολῆς.
ἡ τῶν γὰρ ἀνδρῶν ἐστι πρὸς ἐκείνην μέλι·
οἱ μέν γε συγγνώμην ἔχους' ἀδικούμενοι,
αὗται δ' ἀδικοῦσαι καὶ προσεγκαλοῦς' ἔτι·
ὧν οὐκ ἐχρῆν ἄρχουσιν, ὧν δ' ἄρχειν ἐχρῆν
ἀμελοῦσιν, ἐπιορκοῦσιν, οὐδὲ ἓν κακὸν
ἔχουσι καὶ κάμνειν λέγους' ἑκάστοτε.
tit 147
{ΜΕΡΟΠΙΣ}
147
εἰς καιρὸν ἥκεις, ὡς ἔγωγ' ἀπορουμένη
ἄνω κάτω τε περιπατοῦς' ὥσπερ Πλάτων
σοφὸν οὐδὲν εὕρηκ', ἀλλὰ κοπιῶ τὰ σκέλη.
tit 148
{ΜΙΔΩΝ}
148
ὁ πρῶτος εὑρὼν μετὰ λυχνούχου περιπατεῖν
τῆς νυκτὸς ἦν τις κηδεμὼν τῶν δακτύλων.
tit 149-151
{ΜΙΛΗΣΙΑ}
149
οὐκ ἴστε ταῖς πλείσταισι τῶν τεχνῶν ὅτι
οὐκ ἀρχιτέκτων κύριος τῆς ἡδονῆς
μόνος καθέστηκ', ἀλλὰ καὶ τῶν χρωμένων
συμβάλλεταί τις, ἂν καλῶς χρῶνται, μερίς;
{Β.} ποῖόν τι; δεῖ γὰρ κἀμὲ τὸν ξένον μαθεῖν.
{Α.} τὸν ὀψοποιὸν σκευάσαι χρηστῶς μόνον
δεῖ τοὔψον, ἄλλο δ' οὐδέν. ἂν μὲν οὖν τύχῃ
ὁ ταῦτα μέλλων ἐσθίειν τε καὶ κρινεῖν
εἰς καιρὸν ἐλθών, ὠφέλησε τὴν τέχνην·
ἂν δ' ὑστερίζῃ τῆς τεταγμένης ἀκμῆς,
ὥστ' ἢ προοπτήσαντα χλιαίνειν πάλιν,
ἢ μὴ προοπτήσαντα συντελεῖν ταχύ,
ἀπεστέρησε τῆς τέχνης τὴν ἡδονήν.
{Β.} εἰς τοὺς σοφιστὰς τὸν μάγειρον ἐγγράφω.
{Α.} ἑστήκαθ' ὑμεῖς, κάεται δέ μοι τὸ πῦρ,
ἤδη πυκνοὶ δ' ᾄττουσιν Ἡφαίστου κύνες
κούφως πρὸς αἴθραν, οἷς τὸ γίνεσθαί θ' ἅμα
καὶ τὴν τελευτὴν τοῦ βίου συνῆψέ τις
νόμοις ἀνάγκης θεσμὸς οὐχ ὁρώμενος.
150
εἰ μὴ γὰρ ὢν ἄνθρωπος ἀνθρώπου τύχαις
ὑπηρετήσω, ποῦ φανήσομαι φρονῶν;
tit 152
{ΜΙΛΚΩΝ}
152
κἂν μὴ παραθῶσι θερμά; {Β.} τἀγαθὸν Πλάτων
ἁπανταχοῦ φης' ἀγαθὸν εἶναι, μανθάνεις;
τό θ' ἡδὺ πάντως ἡδύ, κἀκεῖ κἀνθάδε.
t,post 152
{ΜΙΝΩΣ}
tit,ante 153
{ΜΝΗΣΤΗΡΕΣ}
tit 153
{ΜΥΛΩΘΡΟΣ}
153
καὶ γὰρ Ἀργείους ὁρῶ.
tit 154
{ΟΔΥΣΣΕΥΣ ΑΠΟΝΙΖΟΜΕΝΟΣ}
154
ἥδιον
tit 155-157
{ΟΔΥΣΣΕΥΣ ΥΦΑΙΝΩΝ}
155
καὶ τοὺς ἁλιέας εἰς τὸ βάραθρον ἐμβαλῶ.
ἀπελευθέρων ὀψάρια θηρεύουσί μοι,
τριχίδια καὶ σηπίδια καὶ φρυκτούς τινας.
{Β.} οὗτος πρότερον κεφαλὴν εἰ λάβοι θύννου,
ἐνόμιζεν ἐγχέλεια καὶ θύννους ἔχειν.
156
φιλεῖ γὰρ ἡ μακρὰ συνουσία
καὶ τὰ συμπόσια τὰ πολλὰ καὶ καθ' ἡμέραν ποιεῖν
σκῶψιν. ἡ σκῶψις δὲ λυπεῖ πλεῖον ἢ τέρπει πολύ·
τοῦ κακῶς λέγειν γὰρ ἀρχὴ γίνετ'· ἂν δ' εἴπῃς ἅπαξ,
εὐθὺς ἀντήκουσας· ἤδη λοιδορεῖσθαι λείπεται.
εἶτα τύπτεσθαι δέδεικται καὶ παροινεῖν. {Β.} ταῦτα γὰρ
κατὰ φύσιν πέφυκεν οὕτως. καὶ τί μάντεως ἔδει;
tit 158
{ΟΛΥΜΠΙΟΔΩΡΟΣ}
158
σῶμα μὲν ἐμοῦ τὸ θνητὸν αὖον ἐγένετο,
τὸ δ' ἀθάνατον ἐξῆρε πρὸς τὸν ἀέρα.
{Β.} ταῦτ' οὐ σχολὴ Πλάτωνος;
tit 159-162
{ΟΛΥΝΘΙΑ}
159
ὁ δὲ σὸς πένης ἔστ', ὦ γλυκεῖα· τοῦτο δὲ
δέδοιχ' ὁ θάνατος τὸ γένος, ὥς φασιν, μόνον.
ὁ γοῦν Τιθύμαλλος ἀθάνατος περιέρχεται.
160
οὐ τοῖς γὰρ ὀμνύουσι τὸν φρονοῦντα δεῖ,
τοῖς πράγμασιν δ' αὐτοῖσι πιστεύειν ἀεί.
161
Εὐημερία δέσποινα καὶ Μοῦσαι φίλαι
162
ἔστιν ἀνήρ μοι πτωχός, κἀγὼ
γραῦς, καὶ θυγάτηρ καὶ παῖς υἱός,
χἤδ' ἡ χρηστή, πένθ' οἱ πάντες.
τούτων οἱ τρεῖς δειπνοῦμεν,
δύο δ' αὐτοῖς συγκοινωνοῦμεν
μάζης μικρᾶς. φθόγγους δ' ἀλύρους
θρηνοῦμεν, ἐπὰν μηδὲν ἔχωμεν,
χρῶμα δ' ἀσίτων ἡμῶν ὄντων
γίνεται ὠχρόν. τὰ μέρη δ' ἡμῶν
χἠ σύνταξις τοῦ βίου ἐστὶν
κύαμος, θέρμος, λάχανον, . .
γογγυλίς, ὦχρος, λάθυρος, φηγός,
βολβός, τέττιξ, ἐρέβινθος, ἀχράς,
τό τε θειοφανὲς μητρῷον ἐμοὶ
μελέδημ' ἰσχάς,
Φρυγίας εὑρήματα συκῆς.
tit 163
{ΟΜΟΙΑ}
163
οὐδὲ φιλόδειπνός εἰμι μὰ τὸν Ἀσκληπιόν,
τραγήμασιν χαίρω δὲ μᾶλλον. {Β.} εὖ πάνυ.
{Α.} τραγήματ' αἰσθάνομαι γὰρ ὅτι νομίζεται
τοῖς νυμφίοις μετιοῦσι τὴν νύμφην λέγεις
παρέχειν, ἄμητας καὶ λαγῷα καὶ κίχλας.
τούτοισι χαίρω, τοῖς δὲ κεκαρυκευμένοις
ὄψοισι καὶ ζωμοῖσιν ἥδωμ' ὦ θεοί;
tit 164-165
{ΟΠΩΡΑ}
164
οἶνον πολὺν
οὐ κεκραμένον σὺ πίνεις μεστὸς ὢν κοὐκ ἐξεμεῖς;
165
ἐρρέτω μέλαιν' Ὀπώρα· πᾶσι γὰρ χαρίζεται.
tit 166
{ΟΡΕΣΤΗΣ}
tit 167
{ΟΡΧΗΣΤΡΙΣ}
167
γυναιξὶ δ' ἀρκεῖ πάντ', ἐὰν οἶνος παρῇ
πίνειν διαρκής. {Β.} ἀλλὰ μήν, νὴ τὼ θεώ,
ἔσται γ' ὅσον ἂν βουλώμεθ', ἔσται καὶ μάλα
ἡδύς γ', ὀδόντας οὐκ ἔχων, ἤδη σαπρός,
λέγων, γέρων γε δαιμονίως. {Α.} ἀσπάζομαι
γραῦν σφίγγα.
tit 168
{ΠΑΓΚΡΑΤΙΑΣΤΗΣ}
168
πρῶτον μὲν ἦν σοι Καλλιμέδων ὁ Κάραβος,
ἔπειτα Κόρυδος, Κωβίων, Κυρηβίων,
ὁ Σκόμβρος, ἡ Σεμίδαλις. {Β.} Ἡράκλεις φίλε,
ἀγοράσματ' οὐ συμπόσιον εἴρηκας, γύναι.
tit 169
{ΠΑΛΛΑΚΗ}
169
οὐκ ἔχω γὰρ ἄλλ' ὅ τι
εἴπω τοναίας τηλικαύτης ἄξιον.
tit 170-171
{ΠΑΜΦΙΛΗ}
170
ἐρῶντι δέ, Κτήσων, τί μᾶλλον συμφέρει
ὧν νῦν φέρων πάρειμι; κήρυκας, κτένας,
βολβούς, μέγαν τε πουλύπουν ἰχθῦς θ' ἁδρούς.
171
παρέθηκε τὴν τράπεζαν, εἶτα παραφέρων
ἀγαθῶν ἁμάξας—
tit 172-177
{ΠΑΝΝΥΧΙΣ Η ΕΡΙΘΟΙ}
172
ὅτι δέ σοι παρὰ τοῦτο κάνδαυλόν τινα
παραθήσομεν. {Β.} κάνδαυλον; οὐκ ἐδήδοκα
(κάνδαυλον) οὐδ' ἀκήκο' οὐδεπώποτε.
{Α.} θαυμαστὸν ἐμὸν εὕρημα. πάνυ πολὺν δ' ἐγὼ
ἐὰν παραθῶ σοι, προσκατέδει τοὺς δακτύλους
σαυτῷ γε χαίρων. ἔρια μὲν ποιήσομεν—
{Β.} ἄνθρωπε ποίει λευκὰ καὶ βλέπ' εἰς . .
{Α.} ἐπὰν ἀπὸ τῶν κοινῶν ταρίχους ἰχθύων,
κρεῶν βατανίων εὐθέως . . . .
δίπυρον παραθήσεις, ᾠὸν ἐπιτετμημένον,
πυόν, μέλιτος ὀξύβαφον, ἀποταγηνιῶ,
τυροῦ τροφάλια χλωρὰ Κυθνίου παρατεμών,
βοτρύδιόν τι, χόριον, ἐν ποτηρίῳ
γλυκύν· τὸ τοιοῦτον γὰρ ἀεί πως μέρος
ἐπιπαίζεται· κεφαλὴ δὲ δείπνου γίνεται—
{Β.} ἄνθρωπ' ἐπίπαιζε· μόνον ἀπαλλάγηθί μου·
(τοὺς σοὺς δὲ) κανδαύλους λέγων καὶ χόρια καὶ
βατάνια πᾶσαν (ἀφανιεῖς) τὴν ἡδονήν.
173
θερμοτέροις χαίρεις ἀεὶ
τοῖς ὀψαρίοις, ἢ τὸ μέσον ἢ κατωτέρω;
{Β.} κατωτέρω. {Α.} τί λέγεις σύ; ποδαπὸς οὑτοσὶ
ἅνθρωπος; οὐκ ἐπίστασαι ζῆν. ψυχρά σοι
ἅπαντα παραθῶ; {Β.} μηδαμῶς. {Α.} ζέοντα δέ;
{Β.} Ἄπολλον. {Α.} οὐκοῦν τὸ μέσον ἔστω. {Β.} δηλαδή.
{Α.} τοῦθ' ἕτερος οὐδεὶς τῶν ὁμοτέχνων μου ποιεῖ—
{Β.} οὐκ οἴομ', οὐδ' ἄλλ' οὐδὲν ὧν σὺ νῦν ποιεῖς.
{Α.} ἐγὼ δ' ἐρῶ· τοῖσιν γὰρ ἑστιωμένοις
τὸν καιρὸν ἀποδίδωμι τῆς συγκράσεως.
{Β.} σὺ πρὸς θεῶν . . ἔθυσας τὸν ἔριφον,
μὴ κόπτ' ἔμ', ἀλλὰ τὰ κρέα. παῖδες, παράγετε.
{Α.} ὀπτάνιον ἔστιν; {Β.} ἔστι. {Α.} καὶ κάπνην ἔχει;
{Β.} δηλονότι. {Α.} μή μοι δῆλον· ἀλλ' ἔχει κάπνην;
{Β.} ἔχει. {Α.} κακόν, εἰ τύφουσαν. {Β.} ἀπολεῖ μ' οὑτοσί.
174
κύκλῳ δεήσει περιτρέχειν με καὶ βοᾶν,
ἄν του δέωμαι. δεῖπνον αἰτήσεις με σὺ
ἤδη παρελθών· οὐκ ἔχων δὲ τυγχάνω
οὐκ ὄξος, οὐκ ἄνηθον, οὐκ ὀρίγανον,
οὐ θρῖον, οὐκ ἔλαιον, οὐκ ἀμυγδάλας,
οὐ σκόροδον, οὐ σίραιον, οὐχὶ γήθυον,
οὐ βολβόν, οὐ πῦρ, οὐ κύμινον, οὐχ ἅλας,
οὐκ ᾠόν, οὐ ξύλ', οὐ σκάφην, οὐ τήγανον,
οὐχ ἱμονιάν, οὐ λάκκον εἶδον, οὐ φρέαρ·
οὐ στάμνος ἔστι· διακενῆς δ' ἕστηκ' ἐγὼ
ἔχων μάχαιραν, προσέτι περιεζωσμένος.
175
ἡμίοπτα μὲν
τὰ κρεάδι' ἐστί, τὸ περίκομμ' ἀπόλλυται·
ὁ γόγγρος ἑφθός, τὰ δ' ἀκροκώλι' οὐδέπω.
176
εἶτα τετρακότυλον ἐπεσόβει κώθωνά μοι,
παλαιὸν οἴκων κτῆμα.
177
ἔσει περιπατῶν σιτόκουρος.
tit 178-180
{ΠΑΡΑΣΙΤΟΣ}
178
καλοῦσι δ' αὐτὸν πάντες οἱ νεώτεροι
παράσιτον ὑποκόρισμα· τῷ δ' οὐδὲν μέλει.
δειπνεῖ δ' ἄφωνος Τήλεφος, νεύων μόνον
πρὸς τοὺς ἐπερωτῶντάς τι, ὥστε πολλάκις
αὐτὸν ὁ κεκληκὼς τὰ Σαμοθρᾴκι' εὔχεται
λῆξαι πνέοντα καὶ γαληνίσαι ποτέ.
χειμὼν ὁ μειρακίσκος ἐστὶ τοῖς φίλοις.
179
καὶ γὰρ βούλομαι
ὕδατός σε γεῦσαι· πρᾶγμα δ' ἐστί μοι μέγα
φρέατος ἔνδον ψυχρότερον Ἀραρότος.
180
ἢ μετὰ Πλάτωνος ἀδολεσχεῖν κατὰ μόνας
tit 181
{ΠΕΖΟΝΙΚΗ}
181
μᾶλλον μᾶλλον
tit 182-183
{ΠΟΙΗΤΑΙ}
182
ὁ συκοφάντης οὐ δικαίως τοὔνομα
ἐν τοῖσι μοχθηροῖσίν ἐστι κείμενον.
ἔδει γὰρ ὅστις χρηστὸς ἦν ἡδύς τ' ἀνὴρ
τὰ σῦκα προστεθέντα δηλοῦν τὸν τρόπον.
νυνὶ δὲ πρὸς μοχθηρὸν ἡδὺ προστεθὲν
ἀπορεῖν πεποίηκε διὰ τί τοῦθ' οὕτως ἔχει.
183
πάνυ τοι βούλομαι
οὕτω γελᾶσθαι καὶ γέλοι' ἀεὶ λέγειν
μετὰ τὸν Κόρυδον μάλιστ' Ἀθηναίων πολύ.
tit 184
{ΠΟΙΗΤΡΙΑ}
tit 185
{ΠΟΛΥΚΛΕΙΑ}
185
ὁ πρῶτος εὑρὼν κομψὸς ἦν τραγήματα·
τοῦ συμποσίου γὰρ διατριβὴν ἐξεῦρέ πως
κἀργοὺς ἔχειν μηδέποτε τὰς σιαγόνας.
tit 186-192
{ΠΟΝΗΡΑ}
186
ὅμως λογίσασθαι πρὸς ἐμαυτὸν βούλομαι
καθεζόμενος ἐνταῦθα τὴν ὀψωνίαν,
ὁμοῦ τε συντάξαι τί πρῶτον οἰστέον,
ἡδυντέον τε πῶς ἕκαστόν ἐστί μοι.
τάριχός ἐστι πρῶτον ὡραῖον τοδί.
διωβόλου τοῦτ' ἔστι. πλυτέον εὖ μάλα.
εἶτ' εἰς λοπάδιον ὑποπάσας ἡδύσματα
ἐνθεὶς τὸ τέμαχος, λευκὸν οἶνον ἐπιχέας,
ἐπεσκέδασα τοὔλαιον· εἶθ' ἕψων ποιῶ
μυελόν, ἀφεῖλόν τ' ἐπιγανώσας σιλφίῳ.
187
σηπίας τόσας
δραχμῆς μιᾶς τρίς. τῶν δὲ τὰς μὲν πλεκτάνας
καὶ τὰ πτερύγια συντεμὼν ἑφθὰς ποιῶ,
τὸ δ' ἄλλο σῶμα κατατεμὼν πολλοὺς κύβους
σμήσας τε λεπτοῖς ἁλσί, δειπνούντων ἅμα
ἐπὶ τὸ τάγηνον σίζον ἐπεισιὼν φέρω.
188
τῆς ὀριγάνου
πρώτιστον ὑποθεὶς εἰς λοπάδα νεανικὴν
τὸ τρῖμμ' ἐπιπολῆς εὐρύθμως διειμένον
ὄξει, σιραίῳ χρωματίσας καὶ σιλφίῳ
πυκνῷ πατάξας—
189
τριωβόλου κρεΐσκον ἀστεῖον πάνυ
ὕειον· ὀπτόν, θερμὸν εὔχυλον τέρεν
ὅταν ᾖ προσφέρων.
190
μύροις
ὑπαλείφεται τὰς ῥῖνας, ὑγιείας μέρος
μέγιστον, ὀσμὰς ἐγκεφάλῳ χρηστὰς ποιεῖν.
191
καὶ χόνδρος ἔνδον ἐστὶ Θετταλικὸς πολύς.
192
ἀκρολίπαροι, τὸ δ' ἄλλο σῶμ' ὑπόξυλον
tit 193
{ΠΟΝΤΙΚΟΣ}
193
ὑπὲρ πάτρας μὲν πᾶς τις ἀποθνῄσκειν θέλει,
ὑπὲρ δὲ μήτρας Καλλιμέδων ὁ Κάραβος
ἑφθῆς ἴσως προσεῖτ' ἂν ἄλλως ἀποθανεῖν.
tit 194
{ΠΡΟΣΚΕΔΑΝΝΥΜΕΝΟΣ}
194
ἰσχυρικός
tit 195
{ΠΡΩΤΟΧΟΡΟΣ}
195
ἐπιπονώτερον
ἔργον μὰ τὸν Διόνυσον οὐκ εἴληφ' ἐγώ,
ἀφ' οὗ παρασιτῶ. μεμβράδας μοι κρεῖττον ἦν
ἔχειν μετ' Ἀττικιστὶ δυναμένου λαλεῖν.
{Β.} ὀνησιφόρον ἦν τοῦτο.
tit 196-199
{ΠΥΘΑΓΟΡΙΖΟΥΣΑ}
196-197
ἡ δ' ἑστίασις ἰσχάδες καὶ στέμφυλα
καὶ τυρὸς ἔσται· ταῦτα γὰρ θύειν νόμος
τοῖς Πυθαγορείοις. {Β.} νὴ Δί', ἱερεῖον μὲν οὖν
ὁποῖον ἂν κάλλιστον, ὦ βέλτιστ', ἔχῃς.. . . . . . . . . . . .
ἔδει θ' ὑπομεῖναι μικροσιτίαν, ῥύπον,
ῥῖγος, σιωπήν, στυγνότητ', ἀλουσίαν.
198
προπίνω σοι φιλοτησίαν λαβὼν
ὕδατος ἀπέφθου κύαθον· ἂν δ' ὠμὸν πίῃς,
βαρὺ καὶ κοπῶδες.
tit 200
{ΠΥΛΑΙΑ}
200
νὴ τὴν Ἀθηνᾶν, ἀλλ' ἐγὼ τεθαύμακα
τοὺς ἰχθυοπώλας, πῶς ποτ' οὐχὶ πλούσιοι
ἅπαντές εἰσι λαμβάνοντες βασιλικοὺς
φόρους· μόνον οὐχὶ δεκατεύουσι γὰρ
τὰς οὐσίας ἐν ταῖς πόλεσιν καθήμενοι,
ὅλας δ' ἀφαιροῦνται καθ' ἑκάστην ἡμέραν.
tit 201-205
{ΠΥΡΑΥΝΟΣ}
201-202
{ΣΤΡ.} ἐμοὶ παρασιτεῖν κρεῖττον ἦν τῷ Πηγάσῳ,
ἢ τοῖς Βορεάδαις ἢ εἴ τι θᾶττον ἔτι τρέχει,
ἢ Δημέᾳ Λάχητος Ἐτεοβουτάδῃ·
πέτεται γὰρ οὐχ οἷον βαδίζει τὰς ὁδούς.. . . . . . . . . . . . .
Στράτιε, φιλεῖς δήπου με. {ΣΤΡ.} μᾶλλον τοῦ πατρός·
ὁ μὲν γὰρ οὐ τρέφει με, σὺ δὲ λαμπρῶς τρέφεις.
{Α.} εὔχει τ' ἀεί με ζῆν. {ΣΤΡ.} ἅπασι τοῖς θεοῖς·
ἂν γὰρ πάθῃς τι, πῶς ἐγὼ βιώσομαι;
203
πεῖραν ἐπεθύμουν θατέρου βίου λαβεῖν,
ὃν πάντες εἰώθασιν ὀνομάζειν ὑγρόν.
τρεῖς ἐν Κεραμεικῷ περιπατήσας ἡμέρας
διδασκάλους ἐξεῦρον οὗ λέγω βίου
ἴσως τριάκοντ' ἀφ' ἑνὸς ἐργαστηρίου.
204
ἄνοιγ' ἄνοιγε τὴν θύραν· ἐλάνθανον
πάλαι περιπατῶν ἀνδριάς, ἀλέτων ὄνος,
ποτάμιος ἵππος, τοῖχος, ὁ Σελεύκου τίγρις.
205
ἐγὼ δ' ἐπειδὰν ἀσχολουμένους λάβω,
ἀνέκραγον ‘οὐ δώσει τις ἡμῖν ματτύην;’
tit,ante 206
{ΡΟΔΙΟΝ Η ΠΟΠΠΥΖΟΥΣΑ}
tit 206
{ΣΙΚΥΩΝΙΟΣ}
206
οὐχὶ τῶν μετρίων, ἀλλὰ τῶν βαβαὶ βαβαί.
tit 207
{ΣΚΕΙΡΩΝ}
207
ὥσπερ κυλιστὸς στέφανος αἰωρούμενος
tit 208
{ΣΠΟΝΔΟΦΟΡΟΣ}
208
Ἀριστογείτονα
τὸν ῥήτορ' εἶδον λάρκον ἠμφιεσμένον
τῶν ἀνθρακηρῶν.
tit 209
{ΣΤΡΑΤΙΩΤΗΣ}
209
ἀπόλαβε
τουτί. {Β.} τί τοῦτο δ' ἐστίν; {Α.} ὃ παρ' ὑμῶν ἐγὼ
παιδάριον ἔλαβον, ἀποφέρων ἥκω πάλιν.
{Β.} πῶς; οὐκ ἀρέσκει σοι τρέφειν; {Α.} οὐκ ἔστι γὰρ
ἡμέτερον. {Β.} οὐδ' ἡμέτερον. {Α.} ἀλλ' ἐδώκατε
ὑμεῖς ἐμοὶ τοῦτ'. {Β.} οὐ δεδώκαμεν. {Α.} τί δαί;
{Β.} ἀπεδώκαμεν. {Α.} τὸ μὴ προσῆκόν μοι λαβεῖν;
tit 210-212
{ΣΥΝΑΠΟΘΝΗΙΣΚΟΝΤΕΣ}
210
ἐπὶ δεῖπνον εἰς Κόρινθον ἐλθὼν Χαιρεφῶν
ἄκλητος· ἤδη γὰρ πέτεται διαπόντιος·
οὕτω τι τἀλλότρι' ἐσθίειν ἐστὶ γλυκύ.
211
ὅστις διαπλεῖ θάλατταν, ἢ μελαγχολᾷ,
ἢ πτωχός ἐστιν, ἢ θανατᾷ· τούτων τριῶν
ἑνός γ' ἀποτυχεῖν τοὐλάχιστον οὐκ ἔνι.
212
μάθοις τ' ἂν οἷον ἀνθρώποις κακὸν
ἔστιν ἡ γαστήρ, διδάσκει δ' οἷ', ἀναγκάζει θ' ὅσα.
εἴ τις ἀφέλοι τοῦτ' ἀφ' ἡμῶν τὸ μέρος ἀπὸ τοῦ σώματος,
οὔτ' ἂν ἀδικοῖτ' οὐδὲν οὐδεὶς οὔθ' ὑβρίζοι τἂν ἑκών.
νῦν δὲ διὰ ταύτην ἅπαντα γίνεται τὰ δυσχερῆ.
tit 213-215
{ΣΥΝΤΡΕΧΟΝΤΕΣ}
213
ἔγωγε δύο λαβεῖν μαγείρους βούλομαι
οὓς ἂν σοφωτάτους δύνωμ' ἐν τῇ πόλει·
μέλλοντα δειπνίζειν γὰρ ἄνδρα Θετταλὸν
οὐκ Ἀττικηρῶς οὐδ' ἀπηκριβωμένως
λιμῷ παρελθεῖν . . ἃ δεῖ καθ' ἓν
ἕκαστον αὐτοῖς παρατιθέντα. [μεγαλείως δέ.]
214
λευκὸς Ἀφροδίτης εἰμὶ γὰρ περιστερός.
ὁ δὲ Διόνυσος οἶδε τὸ μεθύσαι μόνον·
εἰ δὲ νέον ἢ παλαιόν, οὐ πεφρόντικεν.
tit 216
{ΣΥΝΤΡΟΦΟΙ}
216
ὡς ἡδὺ πᾶν τὸ μέτριον. οὔθ' ὑπεργέμων
ἀπέρχομαι νῦν οὔτε κενός, ἀλλ' ἡδέως
ἔχων ἐμαυτοῦ. Μνησίθεος γάρ φησι δεῖν
φεύγειν ἁπάντων τὰς ὑπερβολὰς ἀεί.
tit 217
{ΣΥΡΑΚΟΣΙΟΣ}
217
τοῖς γὰρ κακοῖς
τοὺς μὴ μαχομένους ῥᾷστα χρωμένους ὁρῶ.
tit 218
{ΣΩΡΑΚΟΙ}
218
Φείδιππος ἕτερός τις ταριχηγὸς ξένος
tit 219-225
{ΤΑΡΑΝΤΙΝΟΙ}
219
οὐδὲ εἷς ἂν εὐλόγως
ἡμῖν φθονήσαι νοῦν ἔχων, οἳ τῶν πέλας
οὐδὲν ἀδικοῦμεν οὐδέν'· ἆρ' οὐκ οἶσθ' ὅτι
τὸ καλούμενον ζῆν τοῦτο διατριβῆς χάριν
ὄνομ' ἐστίν, ὑποκόρισμα τῆς ἀνθρωπίνης
μοίρας; ἐγὼ γάρ, εἰ μὲν εὖ τις ἢ κακῶς
φήσει με κρίνειν, οὐκ ἔχοιμ' ἄν σοι φράσαι·
ἔγνωκα δ' οὖν οὕτως ἐπισκοπούμενος,
εἶναι μανιώδη πάντα τἀνθρώπων ὅλως,
ἀποδημίας δὲ τυγχάνειν ἡμᾶς ἀεὶ
τοὺς ζῶντας, ὥσπερ εἰς πανήγυρίν τινα
ἀφειμένους ἐκ τοῦ θανάτου καὶ τοῦ σκότους
εἰς τὴν διατριβὴν εἰς τὸ φῶς τε τοῦθ' ὃ δὴ
ὁρῶμεν. ὃς δ' ἂν πλεῖστα γελάσῃ καὶ πίῃ
καὶ τῆς Ἀφροδίτης ἀντιλάβηται τὸν χρόνον
τοῦτον ὃν ἀφεῖται, κἂν τύχῃ γ', ἐράνου τινός,
πανηγυρίσας ἥδιστ' ἀπῆλθεν οἴκαδε.
220-221
οἱ πυθαγορίζοντες γάρ, ὡς ἀκούομεν,
οὔτ' ὄψον ἐσθίουσιν οὔτ' ἄλλ' οὐδὲ ἓν
ἔμψυχον, οἶνόν τ' οὐχὶ πίνουσιν μόνοι.
{Β.} Ἐπιχαρίδης μέντοι κύνας κατεσθίει,
τῶν Πυθαγορείων εἷς. {Α.} ἀποκτείνας γέ που·
οὐκ ἔτι γάρ ἐστ' ἔμψυχον.. . . . . . . . . . .
Πυθαγορισμοὶ καὶ λόγοι
λεπτοὶ διεσμιλευμέναι τε φροντίδες
τρέφους' ἐκείνους, τὰ δὲ καθ' ἡμέραν τάδε·
ἄρτος καθαρὸς εἷς ἑκατέρῳ, ποτήριον
ὕδατος· τοσαῦτα ταῦτα. {Β.} δεσμωτηρίου
λέγεις δίαιταν. πάντες οὕτως οἱ σοφοὶ
διάγουσι καὶ τοιαῦτα κακοπαθοῦσιν; {Α.} οὔ·
τρυφῶσιν οὗτοι πρὸς ἑτέρους. ἆρ' οἶσθ' ὅτι
Μελανιππίδης ἑταῖρός ἐστι καὶ Φάων
καὶ Φυρόμαχος καὶ Φᾶνος, οἳ δι' ἡμέρας
δειπνοῦσι πέμπτης ἀλφίτων κοτύλην μίαν;
222
τοῦτο γὰρ νῦν ἐστί σοι
ἐν ταῖς Ἀθήναις ταῖς καλαῖς ἐπιχώριον·
ἅπαντες ὀρχοῦντ' εὐθὺς ἂν οἴνου μόνον
ὀσμὴν ἴδωσιν. {Β.} συμφορὰν λέγεις ἄκραν.
{Α.} φαίης ἂν εἰς συμπόσιον εἰσελθὼν ἄφνω.
καὶ τοῖς μὲν ἀγενείοις ἴσως ἔπεστί τις
χάρις· ἀλλ' ἐπὰν δὴ τὸν γόητα Θεόδοτον,
ἢ τὸν παραμασύντην ἴδω τὸν ἀνόσιον
βαυκιζόμενον τὰ λευκά τ' ἀναβάλλονθ' ἅμα,
ἥδιστ' ἂν ἀναπήξαιμ' ἐπὶ τοῦ ξύλου λαβών.
223
Νάννιον δὲ μαίνεται
ἐπὶ τῷ Διονύσῳ.
224
κάθου
225
ὁ οἰκοδεσπότης
tit 226-229
{ΤΙΤΘΗ}
226
ἰδοὺ πάρεστιν οἶνος. οὐκοῦν ἐγχέω,
Κρίτων, πολύν; {ΚΡ.} βέλτιον ἕνα καὶ τέτταρας.
{Α.} ὑδαρῆ λέγεις· ὅμως δὲ ταύτην ἐκπιὼν
. . λέγε τι καὶ διατριβήν γε τῷ πότῳ
ποιῶμεν.
227
ὁ Κόρυδος οὗτος, ὁ τὰ γέλοι' εἰθισμένος
λέγειν, Βλεπαῖος βούλετ' εἶναι. {Β.} νοῦν γ' ἔχων·
πλουτεῖ γὰρ ὁ Βλεπαῖος.
228
ἤδη γὰρ ὁ βίος οὑμὸς ἑσπέραν ἄγει.
229
βαυβαλίσαι
tit 230-233
{ΤΟΚΙΣΤΗΣ Η ΚΑΤΑΨΕΥΔΟΜΕΝΟΣ}
230
{Α.} μὴ παντελῶς αὐτῷ…
…
The complete text is available when the reading interface loads.