The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. A. Meineke, Fragmenta comicorum Graecorum, vol. 3, Berlin: Reimer, 1840 (repr. Berlin: De Gruyter, 1970): 382– 389, 391–423, 425–440, 442–462, 464–522, 524.
CTS identifier
urn:cts:greekLit:tlg0402.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

Ape

2

οὐ πάνυ τι θαυμάζω δὲ προτετιμημένους

ὑπὸ τῆς πόλεως μεῖζόν τι τῶν ἄλλων φρονεῖν.

τοὺς δ' ἰχθυοπώλας τοὺς κάκιστ' ἀπολουμένους

ἐπὰν ἴδω κάτω βλέποντας, τὰς δ' ὀφρῦς

ἔχοντας ἐπάνω τῆς κορυφῆς, ἀποπνίγομαι.

ἐὰν δ' ἐρωτήσῃς, πόσου τοὺς κεστρέας

πωλεῖς δύ' ὄντας; δέκ' ὀβολῶν, φησίν. βαρύ·

ὀκτὼ λάβοις ἄν; —εἴπερ ὠνεῖ τὸν ἕτερον. —

ὦ τᾶν λαβὲ καὶ μὴ παῖζε. —τοσουδί. παράτρεχε. —

ταῦτ' οὐχὶ πικρότερ' ἐστὶν αὐτῆς τῆς χολῆς;

3-4

Καὶ γὰρ ἑψητοί τινες

παρῆσαν ἡμῖν δαιδάλεοί πως.* * * *

Τῶν οὖν κορακίνων πεῖραν οὐχὶ λαμβάνεις;

οὐδὲ τριχίδων, οὐδ' οἷον ἑψητῶν τινῶν;

Apok

tit

{<ΑΠΟΚΟΠΤΟΜΕΝΟΣ.>}

1

Λέγεται γὰρ λόγος

ὑπὸ τῶν σοφιστῶν, μὴ πέτεσθαι τὸν θεόν

τὸν Ἔρωτα, τοὺς δ' ἐρῶντας· αἰτίαν δ' ἔχειν

ἐκεῖνον ἄλλως, ἠγνοηκότας δὲ τοὺς

γραφεῖς ἔχοντα πτέρυγας αὐτὸν ζωγραφεῖν.

2

Οὐ συμποσίαρχος ἦν γὰρ ἀλλὰ δήμιος

ὁ Χαιρέας, κυάθους προπίνων εἴκοσιν.

Arch

tit

{<ΑΡΧΙΛΟΧΟΣ.>}

1

Ὦ τὴν εὐτειχῆ ναίων Πάρον, ὄλβιε πρέσβυ,

ἣ κάλλιστα φέρει χώρα δύο τῶν συναπασῶν,

κόσμον μὲν μακάρεσσι λίθον, θνητοῖς δὲ πλακοῦντας.

Ask

tit

{<ΑΣΚΛΗΠΙΟΚΛΕΙΔΗΣ.>}

1

Οὕτως δ' ὀψοποιεῖν εὐφυῶς

περὶ τὴν Σικελίαν αὐτὸς ἔμαθον, ὥστε τοὺς

δειπνοῦντας εἰς τὰ βατάνι' ἐμβαλεῖν ποιῶ

ἐνίοτε τοὺς ὀδόντας ὑπὸ τῆς ἡδονῆς.

Aso

tit

{<ΑΣΩΤΟΔΙΔΑΣΚΑΛΟΣ.>}

1

Τί ταῦτα ληρεῖς, φληναφῶν ἄνω κάτω

Λύκειον, Ἀκαδήμειαν, Ὠιδείου πύλας,

λήρους σοφιστῶν; οὐδὲ ἓν τούτων καλόν.

πίνωμεν, ἐμπίνωμεν, ὦ Σίκων, Σίκων,

χαίρωμεν, ἕως ἔνεστι τὴν ψυχὴν τρέφειν.

τύρβαζε, Μανῆ. γαστρὸς οὐδὲν ἥδιον.

αὕτη πατήρ σοι καὶ πάλιν μήτηρ μόνη.

ἀρεταὶ δὲ πρεσβεῖαί τε καὶ στρατηγίαι

κόμποι κενοὶ ψοφοῦσιν ἀντ' ὀνειράτων.

ψύξει σε δαίμων τῷ πεπρωμένῳ χρόνῳ·

ἕξεις δ' ὅς' ἂν φάγῃς τε καὶ πίῃς μόνα·

σποδὸς δὲ τἄλλα, Περικλέης, Κόδρος, Κίμων.

Ata

tit

{<ΑΤΑΛΑΝΤΗ.>}

Atth

tit

{<ΑΤΘΙΣ.>}

1

Ὁ πρῶτος εἰπὼν ὅτι σοφιστὴς οὐδὲ εἷς

ἔμψυχον οὐδὲν ἐσθίει, σοφός τις ἦν.

ἐγὼ γὰρ ἥκω νῦν ἀγοράσας οὐδὲ ἕν

ἔμψυχον. ἰχθῦς ἐπριάμην τεθνηκότας

μεγάλους· κρεάδι' ἀρνός ἐστι πίονος

οὐ ζῶντος· οὐχ οἷόν τε γάρ. τί ἄλλο; καί

ἡπάτιον ὀπτὸν προσέλαβον. τούτων ἐάν

δείξῃ τις ἢ φωνήν τι ἢ ψυχὴν ἔχον,

ἀδικεῖν ὁμολογῶ καὶ παραβαίνειν τὸν νόμον.

2

Πῶς ἐπινεφεῖ τὸ πρῶτον ὁ Ζεὺς ἡσυχῆ,

ἔπειτα μᾶλλον μᾶλλον.

Ach

tit

{<ΑΧΑΙΣ.>}

1

Ὅτι πάντα τὰ ζητούμεν' ἐξευρίσκεται,

ἂν μὴ προαποστῇς μηδὲ τὸν πόνον φύγῃς·

ὅπου γὰρ εὑρήκασιν ἄνθρωποί τινες

μέρος τι τῶν θείων τοσούτῳ τῷ τόπῳ

ἀπέχοντες, ἄστρων ἐπιτολάς, δύσεις, τροπάς,

ἔκλειψιν ἡλίου, τί τῶν κοινῶν κάτω

καὶ συγγενικῶν δύναιτ' ἂν ἄνθρωπον φυγεῖν;

2

Τὴν ἀγκύλην τῆς ἐμβάδος

οὐ καλῶς ἔσφιγξας αὖ λυθεῖσαν.

Bos

tit

{<ΒΟΣΤΡΥΧΟΣ.>}

Bre

tit

{<ΒΡΕΤΤΙΑ.>}

1

Εἶδές ποτε

πίνουσιν ἀνθρώποις ἀπίους παρακειμένας

ἐν ὕδατι πολλῷ; {Β.} πολλάκις δήπου. τί οὖν;

{Α.} οὐκοῦν ἕκαστος ἐκλεγόμενος λαμβάνει

τῶν ἐπινεουσῶν τὴν πεπαιτάτην ἀεί;

{Β.} δηλονότι.

2

Τοιοῦτο τὸ ζῆν ἐστιν ὥσπερ οἱ κύβοι·

οὐ ταὔτ' ἀεὶ πίπτουσιν, οὐδὲ τῷ βίῳ

ταὐτὸν διαμένει σχῆμα, μεταβολὰς δ' ἔχει.

Bom

tit

{<ΒΩΜΟΣ.>}

1

Γυνὴ λινουργὸς περιτυχοῦς' ἀφείλετο.

Gal

tit

{<ΓΑΛΑΤΕΙΑ.>}

1

Ὁ δεσπότης οὑμὸς περὶ λόγους γάρ ποτε

διέτριψε μειρακίσκος ὢν καὶ φιλοσοφεῖν

ἐπέθετο· Κυρηναῖος ἦν ἐνταῦθά τις,

ὥς φας', Ἀρίστιππος, σοφιστὴς εὐφυής,

μᾶλλον δὲ πρωτεύων ἁπάντων τῶν τότε,

ἀκολασίᾳ τε τῶν γεγονότων διαφέρων.

τούτῳ τάλαντον δοὺς μαθητὴς γίγνεται

ὁ δεσπότης. καὶ τὴν τέχνην μὲν οὐ πάνυ

ἐξέμαθε, τὴν δ' ἀρτηρίαν συνήρπασεν.

2

Νάρκην μὲν οὖν, ὥς φασιν, ὠνθυλευμένην

ὀπτᾶν ὅλην.

Gra

tit

{<ΓΡΑΦΗ.>}

1

Γεγένηται δ', ὡς λέγουσι, κἀν Σάμῳ

τοιοῦθ' ἕτερον. λιθίνης ἐπεθύμησεν κόρης

ἄνθρωπος ἐγκατέκλεισέ θ' αὑτὸν τῷ νεῷ.

Gyn

tit

{<ΓΥΝΑΙΚΟΚΡΑΤΙΑ.>}

1

Ἐνταῦθα περὶ τὴν ἐσχάτην δεῖ κερκίδα

ὑμᾶς καθιζούσας θεωρεῖν ὡς ξένας.

2

Ὁ δὲ Κίλιξ ὅδ' Ἱπποκλῆς,

ὁ ζωμοτάριχος ὑποκριτής.

Dak

tit

{<ΔΑΚΤΥΛΙΟΣ.>}

1

Εἶτ' οὐχ ἁπάντων ἐστὶ τὸ μεθύειν κακόν

μέγιστον ἀνθρώποισι καὶ βλαβερώτατον;

Dem

tit

{<ΔΗΜΗΤΡΙΟΣ Η ΦΙΛΕΤΑΙΡΟΣ.>}

1

Πρότερον μὲν εἰ πνεύσειε βορρᾶς ἢ νότος

ἐν τῇ θαλάττῃ λαμπρός, ἰχθῦς οὐκ ἂν ἦν

οὐδενὶ φαγεῖν· νυνὶ δὲ πρὸς τοῖς πνεύμασιν

τούτοις Φάϋλλος προσγέγονε χειμὼν τρίτος·

ἐπὰν γὰρ ἐκνεφίας καταιγίσας τύχῃ

ἐς τὴν ἀγοράν, τοὔψον πριάμενος οἴχεται

φέρων ἅπαν τὸ ληφθέν, ὥστε γίγνεται

ἐν τοῖς λαχάνοις τὸ λοιπὸν ἡμῖν ἡ μάχη.

2

Ἀλλ' αἰσχύνομαι

τὸν Κόρυδον, εἰ δόξω συναριστᾶν τισιν

οὕτω προχείρως· οὐκ ἀπαρνοῦμαι δ' ὅμως·

οὐδὲ γὰρ ἐκεῖνος, ἂν καλῇ τις.

3

Ἔπειτα νάρκην ἔλαβον, ἐνθυμούμενος

ὅτι δεῖ γυναικὸς ἐπιφερούσης δακτύλους

ἁπαλούς, ὑπ' ἀκάνθης μηδὲ ἓν τούτους παθεῖν.

5

Τοὔψον λαβοῦσαι τοῦτο τἀπεσταλμένον

σκευάζετ', εὐωχεῖσθε, προπόσεις πίνετε,

λέπεσθε, ματτυάζετε.

6

Ὁμοιότατος ἄνθρωπος οἴνῳ τὴν φύσιν

τρόπον τιν' ἐστί. καὶ γὰρ οἶνον τὸν νέον

πολλή 'στ' ἀνάγκη καὶ τὸν ἄνδρ' ἀποζέσαι

πρώτιστον ἀφυβρίσαι τ', ἀπανθήσαντα δέ

σκληρὸν γενέσθαι, παρακμάσαντα δ' ὧν λέγω

τούτων ἁπάντων, ἀπαρυθέντα τὴν ἄνω

ταύτην ἄνοιαν ἐπιπολάζουσαν, τότε

πότιμον γενέσθαι καὶ καταστῆναι πάλιν,

ἡδύν θ' ἅπασι τοὐπίλοιπον διατελεῖν.

Dia

tit

{<ΔΙΑΠΛΕΟΥΣΑΙ.>}

1

Ἐπιχαιρέκακος εἶ καὶ φθονεῖς τοῖς πλησίον.

Did

tit

{<ΔΙΔΥΜΟΙ.>}

1

Τούτῳ πρόπιθ', ἵνα καὐτὸς ἄλλῳ.

2

Στεφάνων δὲ τουτωνὶ χύδην πεπλεγμένων.

Dis

tit

{<ΔΙΣ ΠΕΝΘΩΝ.>}

Dor

tit

{<ΔΟΡΚΙΣ Η ΠΟΠΠΥΖΟΥΣΑ.>}

1

Τοῖς ἰχθυοπώλαις ἐστὶν ἐψηφισμένον,

ὥς φασι, χαλκῆν Καλλιμέδοντος εἰκόνα

στῆσαι Παναθηναίοισιν ἐν τοῖς ἰχθύσιν,

ἔχουσαν ὀπτὸν κάραβον ἐν τῇ δεξιᾷ,

ὡς αὐτὸν ὄντ' αὐτοῖσι τῆς τέχνης μόνον

σωτῆρα, τοὺς ἄλλους δὲ πάντας ζημίαν.

2

Περιστεράς

ἔνδον τρέφων τῶν Σικελικῶν τούτων πάνυ

κομψάς.

3

Τῆς φιλοτησίας ἐγώ

μεστὰς προπίνω γ' ἴσον ἴσῳ κεκραμένας.

Dro

tit

{<ΔΡΩΠΙΔΗΣ.>}

1

Εἰσῆλθεν ἡ'ταίρα φέρουσα τὸν γλυκύν

ἐν ἀργυρῷ ποτηρίῳ πετάχνῳ τινί,

ἀστειοτάτῳ τὴν ὄψιν, οὔτε τρυβλίῳ

οὔτε φιάλῃ, μετεῖχε δ' ἀμφοῖν τοῖν ῥυθμοῖν.

Eis To

tit

{<ΕΙΣ ΤΟ ΦΡΕΑΡ.>}

1

Νυνί τέ μοι

ὁ δεσπότης προὔπεμψεν οἴνου κεράμιον

τῶν ἔνδοθεν κομιοῦντ' ἐκεῖθεν. {Β.} μανθάνω·

ἐπιδόσιμον παρὰ τἄλλα τοῦτ' ἔσται. {Α.} φιλῶ

αἰσθητικὴν γραῦν.

2

Τοῖς ἄρτοις ὅσας

ἱστᾶσι παγίδας οἱ ταλαίπωροι βροτοί.

Eisoi

tit

{<ΕΙΣΟΙΚΙΖΟΜΕΝΟΣ.>}

1

Οὐ γὰρ ἐμυρίζετ' ἐξ ἀλαβάστου, πρᾶγμά τι

γιγνόμενον ἀεί, κρονικόν, ἀλλὰ τέτταρας

περιστερὰς ἀφῆκεν ἀποβεβαμμένας

εἰς οὐχὶ ταὐτὸν μὰ Δία τὴν αὐτὴν μύρον,

ἰδίῳ δ' ἑκάστην. πετόμεναι δ' αὗται κύκλῳ

ἔρραινον ἡμῶν θαἱμάτια καὶ στρώματα.

μή μοι φθονήσητ', ἄνδρες Ἑλλήνων ἄκροι,

ἠλειφόμην ὑόμενος ἰρίνῳ μύρῳ.

Ekp

tit

{<ΕΚΠΩΜΑΤΟΠΟΙΟΣ.>}

1

Ἀεὶ φιλόμυρον πᾶν τὸ Σάρδεων γένος.

Helene

tit

{<ΕΛΕΝΗ.>}

1

Ὡς ὅστις αὐτῆς τῆς ἀκμῆς τῶν σωμάτων

ἐρᾷ, τὸν ἄλλον δ' οὐδὲ γιγνώσκει λόγον,

τῆς ἡδονῆς ἔστ', οὐχὶ τῶν φίλων φίλος,

ἀδικεῖ τε τὸν Ἔρωτ' ἐμφανῶς θνητὸς θεόν,

ἄπιστον αὐτὸν πᾶσι τοῖς ἄλλοις ποιῶν.

Hel Har

tit

{<ΕΛΕΝΗΣ ΑΡΠΑΓΗ.>}

1

Ἀκόλαστός ἐστι, τὴν δὲ πολιὰν οὐκ ἐντρέπεται.

Hel Mn

tit

{<ΕΛΕΝΗΣ ΜΝΗΣΤΗΡΕΣ.>}

3

Ῥόαν γὰρ ἐκ τῆς χειρὸς αὐτῶν.

Hell

tit

{<ΕΛΛΗΝΙΣ.>}

1

Ἀεὶ δὲ καὶ ζῶντ' ἐστὶ καὶ τεθνηκότα

τἀν τῇ θαλάττῃ πολέμι' ἡμῖν θηρία.

ἂν ἀνατραπῇ γὰρ πλοῖον, εἶθ', ὡς γίγνεται,

ληφθῇ νέων τις, καταπεπώκας' εὐθέως·

αὐτοί τ' ἐπὰν ληφθῶσιν ὑπὸ τῶν ἁλιέων,

τεθνεῶτες ἐπιτρίβουσι τοὺς ὠνουμένους.

τῆς οὐσίας γάρ εἰσιν ἡμῶν ὤνιοι,

ὁ πριάμενός τε πτωχὸς εὐθὺς ἀποτρέχει.

Epid

tit

{<ΕΠΙΔΑΥΡΙΟΣ.>}

1

Τοὺς Χαιρεφίλου δ' υἱεῖς Ἀθηναίους, ὅτι

εἰσήγαγεν τάριχος, οὓς καὶ Τιμοκλῆς

ἰδὼν ἐπὶ τῶν ἵππων δύο σκόμβρους ἔφη

ἐν τοῖς σατύροις εἶναι.

Epik

tit

{<ΕΠΙΚΛΗΡΟΣ.>}

1

Ὅστις ἀγοράζει πτωχὸς ὢν ὄψον πολύ,

ἀπορούμενός τε τἄλλα πρὸς τοῦτ' εὐπορεῖ,

τῆς νυκτὸς οὗτος τοὺς ἀπαντῶντας ποιεῖ

γυμνοὺς ἅπαντας. εἶτ' ἐπάν τις ἐκδυθῇ,

τηρεῖν ἕωθεν εὐθὺς ἐν τοῖς ἰχθύσιν·

ὃν ἂν δ' ἴδῃ πρῶτον πένητα καὶ νέον

παρὰ Μικίωνος ἐγχέλεις ὠνούμενον,

ἀπάγειν λαβόμενον εἰς τὸ δεσμωτήριον.

2

Ἀλλ' ἔγωγ', ὦ παῖ, δίδωμι, καὶ ποιήσω πάνθ' ὅσα

οὗτος αἰτεῖται παρ' ἡμῶν.

Epis

tit

{<ΕΠΙΣΤΟΛΗ.>}

Epit

tit

{<ΕΠΙΤΡΟΠΟΣ.>}

1

Πολὺς γὰρ οἶνος πόλλ' ἁμαρτάνειν ποιεῖ.

Hept

tit

{<ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΙΣ.>}

1

Γόγγρου δ' ὁμοῦ σωρευτὰ πιμελῆς μέλη

ὑπεργέμοντα.

Ere

tit

{<ΕΡΕΤΡΙΚΟΣ.>}

1

Τευθίδες, σπίναι, βατίς, δῆμος, ἀφύαι,

κρεάδι', ἐντερίδι'· ἀλλὰ τὰς μὲν τευθίδας,

τὰ πτερύγι' αὐτῶν συντεμών, στεατίου

μικρὸν παραμίξας, περιπάσας ἡδύσμασιν

λεπτοῖσι χλωροῖς, ὠνθύλευσα.

Eri

tit

{<ΕΡΙΘΟΙ. Η ΕΙΣ ΤΟ ΦΡΕΑΡ.>}

Hes

tit

{<ΗΣΙΟΝΗ.>}

1

Γενόμενος δ' ἔννους μόλις

ᾔτησε κύλικα, καὶ λαβὼν ἑξῆς πυκνάς

ἕλκει καταντλεῖ, κατά τε τὴν παροιμίαν

ἀεί ποτ' εὖ μὲν ἀσκὸς εὖ δὲ θύλακος

ἄνθρωπός ἐστι.

2

Ὡς εἶδε τὴν τράπεζαν ἀνθρώπους δύο

φέροντας εἴσω ποικίλων παροψίδων

κόσμου βρύουσαν, οὐκέτ' εἰς ἐμὲ βλέπων—

Theo

tit

{<ΘΕΟΦΟΡΗΤΟΣ.>}

1

Οἶμαί γ' ἐπιτιμᾶν τῶν ἀπαντώντων τινάς

ἡμῖν, ὅτι τηνικαῦτα μεθύων περιπατῶ·

ποῖος γάρ ἐστι φανός, ὦ πρὸς τῶν θεῶν,

τοιοῦτος οἷος ὁ γλυκύτατος ἥλιος.

2

Λαλῶ Πτολεμαίῳ, γογγυλίδος ὀπτῶν τόμους.

Thes

tit

{<ΘΕΣΠΡΩΤΟΙ.>}

1

Ἑρμῆ θεῶν προπομπὲ καὶ Φιλιππίδου

κληροῦχε, νυκτός τ' ὄμμα τῆς μελαμπέπλου.

Theb

tit

{<ΘΗΒΑΙΟΙ.>}

1

Ἔστιν δὲ ποδαπὸς τὸ γένος οὗτος; {Β.} πλούσιος.

τούτους δὲ πάντες φασὶν εὐγενεστάτους

εἶναι· πένητας δ' εὐπατρίδας οὐδεὶς ὁρᾷ.

Thet

tit

{<ΘΗΤΕΥΟΝΤΕΣ.>}

1

Ὅρκος βέβαιός ἐστιν ἂν νεύσω μόνον.

Thr

tit

{<ΘΡΑΣΩΝ.>}

1

Σοῦ δ' ἐγὼ λαλιστέραν

οὐπώποτ' εἶδον οὔτε κερκώπην, γύναι,

οὐ κίτταν, οὐκ ἀνδόν', οὔτε τρυγόν', οὐ

τέττιγα.

Ias

tit

{<ΙΑΣΙΣ.>}

Hippeu

tit

{<ΙΠΠΕΥΣ.>}

1

Τοῦτ' ἔστιν Ἀκαδήμεια, τοῦτο Ξενοκράτης;

πόλλ' ἀγαθὰ δοῖεν οἱ θεοὶ Δημητρίῳ

καὶ τοῖς νομοθέταις, διότι τοὺς τὰς τῶν λόγων,

ὥς φασι, δυνάμεις παραδιδόντας τοῖς νέοις

ἐς κόρακας ἔρρειν φασὶν ἐκ τῆς Ἀττικῆς.

2

Καὶ θηρίκλειός τις κύλιξ, στέφανον κύκλῳ

ἔχουσα χρυσοῦν· οὐ γὰρ ἐπίτηκτόν τινα.

3

Τά τε κυμβία

ἆρ' ἦν πρόσωπ' ἔχοντα χρυσᾶ παρθένων;

{Β.} νὴ τὸν Δί' ἦν γάρ. {Α.} ὦ τάλαιν' ἐγὼ κακῶν.

Hippi

tit

{<ΙΠΠΙΣΚΟΣ.>}

Iso

tit

{<ΙΣΟΣΤΑΣΙΟΝ.>}

1

Πρῶτα μὲν γὰρ πρὸς τὸ κέρδος καὶ τὸ συλᾶν τοὺς πέλας

πάντα τἄλλ' αὐταῖς πάρεργα γίγνεται· ῥάπτουσι δέ

πᾶσιν ἐπιβουλάς· ἐπειδὰν δ' εὐπορήσωσίν ποτε,

ἀνέλαβον καινὰς ἑταίρας, πρωτοπείρους τῆς τέχνης.

εὐθὺς ἀναπλάττουσι ταύτας, ὥστε μήτε τοὺς τρόπους

μήτε τὰς ὄψεις ὁμοίας διατελεῖν οὔσας ἔτι.

τυγχάνει μικρά τις οὖσα, φελλὸς ἐν ταῖς βαυκίσιν

ἐγκεκάττυται· μακρά τις, διάβαθρον λεπτὸν φορεῖ

τήν τε κεφαλὴν ἐπὶ τὸν ὦμον καταβαλοῦς' ἐξέρχεται·

τοῦτο τοῦ μήκους ἀφεῖλεν. οὐκ ἔχει τις ἰσχία,

ὑπενέδυς' ἐρραμμέν' αὐτήν, ὥστε τὴν εὐπυγίαν

ἀναβοᾶν τοὺς εἰσιδόντας. κοιλίαν ἁδρὰν ἔχει,

στηθί' ἔστ' αὐταῖσι τούτων ὧν ἔχους' οἱ κωμικοί·

ὀρθὰ προσθεῖσαι τοιαῦτα τοὔνδυτον τῆς κοιλίας

ὡσπερεὶ κοντοῖσι τούτοις εἰς τὸ πρόσθ' ἀπήγαγον.

τὰς ὀφρῦς πυρρὰς ἔχει τις, ζωγραφοῦσιν ἀσβόλῳ.

συμβέβηκ' εἶναι μέλαιναν, κατέπλασε ψιμυθίῳ.

λευκόχρως λίαν τίς ἐστι, παιδέρωτ' ἐντρίβεται.

καλὸν ἔχει τοῦ σώματός τι, τοῦτο γυμνὸν δείκνυται.

εὐφυεῖς ὀδόντας ἔσχεν, ἐξ ἀνάγκης δεῖ γελᾶν,

ἵνα θεωρῶς' οἱ παρόντες τὸ στόμ' ὡς κομψὸν φορεῖ.

ἂν δὲ μὴ χαίρῃ γελῶσα, διατελεῖ τὴν ἡμέραν

ἔνδον, ὥσπερ τοῖς μαγείροις ἃ παράκειθ' ἑκάστοτε,

ἡνίκ' ἂν πωλῶσιν αἰγῶν κρανία, ξυλήφιον

μυρρίνης ἔχουσα λεπτὸν ὀρθὸν ἐν τοῖς χείλεσιν,

ὥστε τῷ χρόνῳ σέσηρεν, ἄν τε βούλητ' ἄν τε μή.

[ὄψεις διὰ τούτων σκευοποιοῦσι τῶν τεχνῶν.]

2

Ἀπὸ συμβολῶν ἔπινον, ὀρχεῖσθαι μόνον

βλέποντες, ἄλλο δ' οὐδέν, ὄψων ὀνόματα

καὶ σιτίων ἔχοντες, Ὄψων, Κάραβος,

καὶ Κωβιός, Σεμίδαλις.

Kal

tit

{<ΚΑΛΑΣΙΡΙΣ.>}

1

Ποῖ δή μ' ἄγεις διὰ τῶν κύκλων;

Kat

tit

{<ΚΑΤΑΨΕΥΔΟΜΕΝΟΣ.>}

Kau

tit

{<ΚΑΥΝΙΟΙ.>}

1

Ἐν τῷ βαλανείῳ μήτε πῦρ ταῖς ἐσχάραις

ἐνὸν κεκλεισμένον τε τἀλειπτήριον.

Ker

tit

{<ΚΗΡΥΤΤΟΜΕΝΟΣ.>}

1

Ὥστ' ἐξελὼν ἐκ τοῦ λυχνούχου τὸν λύχνον

μικροῦ κατακαύσας ἔλαθ' ἑαυτόν, ὑπὸ μάλης

τῇ γαστρὶ μᾶλλον τοῦ δέοντος προσαγαγών.

Kith

tit

{<ΚΙΘΑΡΩΙΔΟΣ.>}

Kle

tit

{<ΚΛΕΟΒΟΥΛΙΝΗ.>}

Kni

tit

{<ΚΝΙΔΙΑ.>}

1

Διόδωρος οὑπίτριπτος ἐν ἔτεσιν δύο

σφαῖραν ἀπέδειξε τὴν πατρῴαν οὐσίαν·

οὕτως ἰταμῶς ἅπαντα κατεμασήσατο.

Kon

tit

{<ΚΟΝΙΑΤΗΣ.>}

1

Κυμβία,

φιάλαι, τραγέλαφοι, κύλικες.

Kou

tit

{<ΚΟΥΡΙΣ.>}

1

Καὶ γὰρ ἐπὶ κῶμον * * ἀνθρώπων ὁρῶ

πλῆθος προσιόν, ὡς τῶν καλῶν τε κἀγαθῶν

ἐνθάδε συνόντων· μὴ γένοιτό μοι μόνῳ

νύκτωρ ἀπαντῆσαι καλῶς πεπραγόσιν

ὑμῖν περὶ τὸν βαλλισμόν· οὐ γὰρ ἄν ποτε

θοἱμάτιον ἀπενέγκαιμι μὴ φύσας πτερά.

2

Ὁ μὲν οὖν ἐμὸς υἱός, οἷον ὑμεῖς ἀρτίως

εἴδετε, τοιοῦτος γέγονεν, Οἰνοπίων τις ἤ

Μάρων τις ἢ Κάπηλος ἢ καὶ Τιμοκλῆς.

μεθύει γὰρ οὐδὲν ἧττον· ὁ δ' ἕτερος—τί ἄν

τύχοιμ' ὀνομάσας; βῶλος, ἄροτρον, γηγενής

ἅνθρωπος.

Kra

tit

{<ΚΡΑΤΕΥΑΣ Η ΦΑΡΜΑΚΟΠΩΛΗΣ.>}

1

Πρῶτον μὲν οὖν ὄστρεια παρὰ Νηρεῖ τινα

ἰδὼν γέροντα φῦκος ἠμφιεσμένα

ἔλαβον ἐχίνους τ'· ἔστι γὰρ προοίμιον

δείπνου χαριέντως ταῦτα πεπρυτανευμένου.

τούτων δ' ἀπολυθείς, κειμένων ἰχθυδίων

μικρῶν, τρεμόντων τῷ δέει τί πείσεται,

θαρρεῖν κελεύσας ἕνεκ' ἐμοῦ ταῦτ', οὐδὲ ἕν

φήσας ἀδικήσειν, ἐπριάμην γλαῦκον μέγαν.

ἔπειτα νάρκην ἔλαβον, ἐνθυμούμενος

ὅτι δεῖ γυναικὸς ἐπιφερούσης δακτύλους

ἁπαλοὺς ὑπ' ἀκάνθης μηδὲ ἓν τούτων παθεῖν.

ἐπὶ τὸ τάγηνον φυκίδας, ψήττας τινάς,

καρῖδα, φύκην, κωβιόν, πέρκην, σπάρον,

ἐποίησά τ' αὐτὸ ποικιλώτερον ταὧ.

κρεάδι' ἄττα, ποδάρια, ῥύγχη τινά,

ὠτάρι' ὕει', ἡπάτιον ἐγκεκαλυμμένον·

αἰσχύνεται γὰρ πελιτνὸν ὂν τῷ χρώματι.

τούτοις μάγειρος οὐ πρόσεις', οὐκ ὄψεται.

οἰμώξεται γὰρ νὴ Δί'· ἀλλ' ἐγὼ σοφῶς

ταῦτ' οἰκονομήσω καὶ γλαφυρῶς καὶ ποικίλως

οὕτω, ποιῶ γὰρ τοὖψον αὐτός, ὥστε τοὺς

δειπνοῦντας εἰς τὰ λοπάδι' ἐμβάλλειν ποιῶ

ἐνίοτε τοὺς ὀδόντας ὑπὸ τῆς ἡδονῆς.

τὰς σκευασίας πάντων δὲ καὶ τὰς σκευάσεις

τούτων ἕτοιμός εἰμι δεικνύειν, λέγειν,

προῖκα προδιδάσκειν, ἂν θέλῃ τις μανθάνειν.

2

Τῷ Καλλιμέδοντι γὰρ θεραπεύω τὰς κόρας

ἤδη τετάρτην ἡμέραν. {Β.} ἦσαν κόραι

θυγατέρες αὐτῷ; {Α.} τὰς μὲν οὖν τῶν ὀμμάτων,

ἃς οὐδ' ὁ Μελάμπους, ὃς μόνος τὰς Προιτίδας

ἔπαυσε μαινομένας, καταστήσειεν ἄν.

3

Παῖ τὴν μεγάλην δός, ἐπιχέας

φιλίας κυάθους μὲν τῶν παρόντων τέτταρας,

τοὺς τρεῖς δ' ἔρωτος προσαποδώσεις ὕστερον

ἕν' Ἀντιγόνου τοῦ βασιλέως νίκης καλῶς,

καὶ τοῦ νεανίσκου κύαθον Δημητρίου.

φέρε τὸν τρίτον * * * *

Φίλας Ἀφροδίτης· χαίρετ' ἄνδρες συμπόται,

ὅσων ἀγαθῶν τὴν κύλικα μεστὴν πίομαι.

4

Εἶθ' ὁρῶ τὸν Ἑρμαΐσκον τῶν ἁδρῶν τούτων τινά

κάνθαρον καταστρέφοντα, πλησίον δὲ κείμενον

στρώματά τε καὶ γύλιον αὐτοῦ.

5

Καὶ Καλλιμέδων μετ' Ὀρφέως ὁ Κάραβος.

6

Στεφάνους τε πολλοὺς κρεμαμένους μελιλωτίνους.

Kyber

tit

{<ΚΥΒΕΡΝΗΤΗΣ.>}

1

Δύ' ἐστί, Ναυσίνικε, παρασίτων γένη·

ἓν μὲν τὸ κοινὸν καὶ κεκωμῳδημένον,

οἱ μέλανες ἡμεῖς. {Ν.} θάτερον ζητῶ γένος.

{Α.} σατράπας παρασίτους καὶ στρατηγοὺς ἐπιφανεῖς,

σεμνοπαράσιτον ἐκ μέσου καλούμενον,

ὑποκρινόμενον εὖ τοῖς βίοις, ὀφρῦς ἔχον

χιλιοταλάντους ἀνακυλῖόν τ' οὐσίας.

νοεῖς σὺ τὸ γένος καὶ τὸ πρᾶγμα; {Ν.} καὶ μάλα.

{Α.} τούτων δ' ἑκατέρου τῶν γενῶν ὁ μὲν τύπος

τῆς ἐργασίας εἷς ἐστι, κολακείας ἀγών.

ὥσπερ ἐπὶ τῶν βίων δὲ τοὺς μὲν ἡ τύχη

ἡμῶν μεγάλοις προσένειμε τοὺς δ' ἐλάττοσιν·

εἶθ' οἱ μὲν εὐποροῦμεν οἱ δ' ἀλύομεν.

ἆρά γε διδάσκω, Ναυσίνικ'; {Ν.} οὐκ ἀστόχως·

ἀλλ' ἄν ς' ἐπαινῶ μᾶλλον, αἰτήσεις μέ τι.

2

Εἰσέβαινον ἰσχάδες,

τὸ παράσημον τῶν Ἀθηνῶν, καὶ θύμου δέσμαι τινές.

Kybeu

tit

{<ΚΥΒΕΥΤΑΙ.>}

1

Ἠριστηκότων

σχεδόν τι δ' ἡμῶν ἐξ ἀκροκωλίου τινός.

Kyk

tit

{<ΚΥΚΝΟΣ.>}

1

Φαιδρὸς δὲ κρατὴρ θηρίκλειος ἐν μέσῳ

ἕστηκε, λευκοῦ νέκταρος παλαιγενοῦς

πλήρης, ἀφρίζων· ὃν λαβὼν ἐγὼ κενόν

τρίψας, ποιήσας λαμπρόν, ἀσφαλῆ βάσιν

στήσας, συνάψας καρπίμοις κισσοῦ κλάδοις

ἔστεψα.

Kypr

tit

{<ΚΥΠΡΙΟΣ.>}

1

Ἔπειτα πῶς ἦλθες; {Β.} μόλις

ὀπτωμένους κατέλαβον. {Α.} ἐξόλοι'. ἀτάρ

πόσους φέρεις; {Β.} ἑκκαίδεκ'. {Α.} οἶσε δεῦρό μοι.

λευκοὺς μὲν ὀκτώ, τῶν δὲ φαιῶν τοὺς ἴσους.

2

Τὸν δ' αὐτόπυρον ἄρτον ἀρτίως φαγών.

Lam

tit

{<ΛΑΜΠΑΣ.>}

1

Καταφαγεῖν

αὐτὸς τοσοῦτ' ἀργύριον. οὐδ' εἰ γάλα λαγοῦ

εἶχον μὰ τὴν γῆν καὶ ταὧς, κατήσθιον.

Leb

tit

{<ΛΕΒΗΣ.>}

1

Καὶ τί δεῖ

λέγειν ἔθ' ἡμᾶς τοὺς τὰ σῦχ' ἑκάστοτε

ἐν τοῖς συρίχοις πωλοῦντας; οἳ κάτωθε μέν

τὰ σκληρὰ καὶ μοχθηρὰ τῶν σύκων ἀεί

τιθέασιν, ἐπιπολῆς δὲ πέπονα καὶ καλά.

εἶθ' ὁ μὲν ἔδωκεν ὡς τοιαῦτ' ὠνούμενος

τιμήν, ὁ δ' ἐγκάψας τὸ κέρμ' εἰς τὴν γνάθον

ἐρίν' ἀπέδοτο σῦκα πωλεῖν ὀμνύων.

2

Καὶ μὴ προφάσεις ἐνταῦθά μοι, μηδ' „οὐκ ἔχω.“

{Β.} ἀλλὰ λέγ' ὅτου δεῖ. λήψομαι γὰρ πάντ' ἐγώ.

{Α.} ὀρθῶς. τὸ πρῶτον μὲν λάβ' ἐλθὼν σήσαμα.

{Β.} ἀλλ' ἔστιν ἔνδον. {Α.} ἀσταφίδα κεκομμένην,

μάραθρον, ἄνηθον, νᾶπυ, καυλόν, σίλφιον,

κορίαννον αὖον, ῥοῦν, κύμινον, κάππαριν,

ὀρίγανον, γήτειον, ἄνισον, θύμον,

σφάκον, σίραιον, σέσελι, πήγανον, πράσον.

3-4

Οὐ γέγονε κρείττων νομοθέτης τοῦ πλουσίου

Ἀριστονίκου. τίθησι γὰρ νυνὶ νόμον,

τῶν ἰχθυοπωλῶν ὅστις ἂν πωλῶν τινί

ἰχθὺν ὑποτιμήσας ἀποδῶτ' ἐλάττονος

ἧς εἶπε τιμῆς, εἰς τὸ δεσμωτήριον

εὐθὺς ἀπάγεσθαι τοῦτον, ἵνα δεδοικότες

τῆς ἀξίας ἀγαπῶσιν, ἢ τῆς ἑσπέρας

σαπροὺς ἅπαντας ἀποφέρωσιν οἴκαδε.

κἀνταῦθα καὶ γραῦς καὶ γέρων καὶ παιδίον

πεμφθεὶς ἅπαντες ἀγοράσουσι κατὰ τρόπον. * * * *

Οὐ γέγονε μετὰ Σόλωνα κρείττων οὐδὲ εἷς

Ἀριστονίκου νομοθέτης· τά τ' ἄλλα γάρ

νενομοθέτηκε πολλὰ καὶ παντοῖα δή,

νυνί τε καινὸν εἰσφέρει νόμον τινά

χρυσοῦν, τὸ μὴ πωλεῖν καθημένους ἔτι

τοὺς ἰχθυοπώλας, διὰ τέλους δ' ἑστηκότας·

εἶτ' εἰς νέωτά φησι γράψειν κρεμαμένους·

καὶ θᾶττον ἀποπέμψουσι τοὺς ὠνουμένους,

ἀπὸ μηχανῆς πωλοῦντες ὥσπερ οἱ θεοί.

5

Ἧψέ μοι δοκεῖ

πνικτόν τι ὄψον δελφάκειον. {Β.} ἡδύ γε.

{Α.} ἔπειτα προσκέκαυκε. {Β.} μηδὲν φροντίσῃς.

ἰάσιμον γὰρ τὸ πάθος ἐστί. {Α.} τῷ τρόπῳ;

{Β.} ὄξος λαβὼν ἢν εἰς λεκάνην τίν' ἐγχέας

ψυχρόν, ξυνίης; εἶτα θερμὴν τὴν χύτραν

εἰς τοὔξος ἐνθῇς· διάπυρος γὰρ οὖς' ἔτι

ἕλξει δι' αὑτῆς νοτίδα, καὶ ζυμουμένη

ὥσπερ κίσηρις λήψεται διεξόδους

σομφάς, δι' ὧν τὴν ὑγρασίαν ἐκδέξεται·

τὰ κρεάδι' ἔσται τ' οὐκ ἀπεξηραμμένα,

ἔγχυλα δ' ἀτρεμεὶ καὶ δροσώδη τὴν σχέσιν.

{Α.} Ἄπολλον, ὡς ἰατρικῶς. ὦ Γλαυκία,

ταυτὶ ποιήσω. {Β.} καὶ παρατίθει γ' αὐτά, παῖ,

ὅταν παρατιθῇς, μανθάνεις; ἐψυγμένα.

ἀτμὸς γὰρ οὕτως οὐχὶ προσπηδήσεται

ταῖς ῥισίν, ἀλλ' ἄνω μάλ' εἶσι καταφυγών.

{Α.} πολλῷ γ' ἀμείνων, ὡς ἔοικας, ἦσθ' ἄρα

λογογράφος ἢ μάγειρος. ὃ λέγεις οὐ λέγεις,

τέχνην δ' ὀνειδίζεις.

Leuka

tit

{<ΛΕΥΚΑΔΙΑ Η ΔΡΑΠΕΤΑΙ.>}

1

Χορδαρίου τόμος ἧκε καὶ περίκομμά τι.

2

Οἴνου γεραιοῖς χείλεσιν μέγα σκύφος.

3

Φέρε τὴν σιβύνην καὶ πλατύλογχα.

Leuke

tit

{<ΛΕΥΚΗ.>}

1

Ἐπίστασαι τὸν σαῦρον ὡς δεῖ σκευάσαι;

{Β.} ἀλλ' ἂν διδάσκῃς. {Α.} ἐξελὼν τὰ βραγχία,

πλύνας, περικόψας τὰς ἀκάνθας τὰς κύκλῳ,

παράσχισον χρηστῶς, διαπτύξας θ' ὅλον

τῷ σιλφίῳ μάστιξον εὖ τε καὶ καλῶς,

τυρῷ τε σάξον ἁλσί τ' ἠδ' ὀριγάνῳ.

Lem

tit

{<ΛΗΜΝΙΑ.>}

1

Καὶ μὴν παρῆν ἀνθράκιον ἡμῖν ἐν μέσῳ

σείσων τε κυάμων μεστός.

Lin

tit

{<ΛΙΝΟΣ.>}

1

{ΛΙΝ.} Βιβλίον

ἐντεῦθεν ὅ τι βούλει προσελθὼν γὰρ λαβέ,

ἔπειτ' ἀναγνώσει, πάνυ γε διασκοπῶν

ἀπὸ τῶν ἐπιγραμμάτων ἀτρέμα τε καὶ σχολῇ.

Ὀρφεὺς ἔνεστιν, Ἡσίοδος, τραγῳδία,

Χοιρίλος, Ὅμηρος, Ἐπίχαρμος, συγγράμματα

παντοδαπά. δηλώσεις γὰρ οὕτω τὴν φύσιν,

ἐπὶ τί μάλισθ' ὥρμησε. {ΗΡ.} τουτὶ λαμβάνω.

{ΛΙΝ.} δεῖξον τί ἐστι πρῶτον. {ΗΡ.} ὀψαρτυσία,

ὥς φησι τοὐπίγραμμα. {ΛΙΝ.} φιλόσοφός τις εἶ,

εὔδηλον, ὃς παρεὶς τοσαῦτα γράμματα

Σίμου τέχνην ἔλαβες. {ΗΡ.} ὁ Σῖμος δ' ἐστὶ τίς;

{ΛΙΝ.} μάλ' εὐφυὴς ἄνθρωπος. ἐπὶ τραγῳδίαν

ὥρμηκε νῦν, καὶ τῶν μὲν ὑποκριτῶν πολύ

κράτιστός ἐστιν ὀψοποιός, ὡς δοκεῖ

τοῖς χρωμένοις, τῶν δ' ὀψοποιῶν ὑποκριτής.

{ΗΡ.} βούλιμός ἐσθ' ἅνθρωπος, ὅ τι βούλει λέγε.

πεινῶ γάρ, εὖ τοῦτ' ἴσθι.

Lok

tit

{<ΛΟΚΡΟΙ.>}

1

Αἱ δὲ παῖδες παρέχεον

ἡ μὲν τὸ θερμόν, ἡ δ' ἑτέρα τὸ μετάκερας.

Lyk

tit

{<ΛΥΚΙΣΚΟΣ.>}

Mand

tit

{<ΜΑΝΔΡΑΓΟΡΙΖΟΜΕΝΗ.>}

1

Εἶτ' οὐ περίεργόν ἐστιν ἄνθρωπος φυτόν

ὑπεναντιωτάτοις τε πλείστοις χρώμενον;

ἐρῶμεν ἀλλοτρίων, παρορῶμεν συγγενεῖς·

ἔχοντες οὐδὲν εὐποροῦμεν τοῖς πέλας·

ἐράνους φέροντες οὐ φέρομεν ἀλλ' ἢ κακῶς,

τακτῆς τροφῆς δὲ τῆς καθ' ἡμέραν πάλιν

γλιχόμεθα μὲν τὴν μᾶζαν ἵνα λευκὴ παρῇ,

ζωμὸν δὲ ταύτῃ μέλανα μηχανώμεθα,

τὸ καλὸν δὲ χρῶμα δευσοποιῷ χρώζομεν.

καὶ χιόνα μὲν πίνειν παρασκευάζομεν,

τὸ δ' ὄψον ἂν μὴ θερμὸν ᾖ διασύρομεν.

καὶ τὸν μὲν ὀξὺν οἶνον ἐκπυτίζομεν,

ἐπὶ ταῖς ἀβυρτάκαισι δ' ἐκβακχεύομεν.

οὐκοῦν τὸ πολλοῖς τῶν σοφῶν εἰρημένον,

τὸ μὴ γενέσθαι μὲν κράτιστόν ἐστ' ἀεί,

ἐπὰν γένηται δ' ὡς τάχιστ' ἔχειν τέλος.

2

Ἐὰν ἐπιχώριος

ἰατρὸς εἴπῃ ”τρύβλιον τούτῳ δότε

πτισάνης ἕωθεν”, καταφρονοῦμεν εὐθέως·

ἂν δὲ „πτισάναν“ καὶ ”τρύβλιον”, θαυμάζομεν.

καὶ πάλιν ἐὰν μὲν „τευτλίον“, παρείδομεν·

ἐὰν δὲ ”σεῦτλον”, ἀσμένως ἠκούσαμεν·

ὡς οὐ τὸ σεῦτλον ταὐτὸν ὂν τῷ τευτλίῳ.

3

Εἴ τινας μᾶλλον φιλῶ

ξένους ἑτέρους ὑμῶν, γενοίμην ἔγχελυς,

ἵνα Καλλιμέδων ὁ Κάραβος πρίαιτό με.

4

Ἥξω φέρουσα συμβολὰς τοίνυν ἅμα.

{Β.} πῶς συμβολάς; {Α.} τὰς ταινίας οἱ Χαλκιδεῖς

καὶ τοὺς ἀλαβάστους συμβολὰς καλοῦσι, γραῦ.

5

Κακῶς ἔχεις· στρουθὶς ἀκαρὴς νὴ τὸν Δί' εἶ.

πεφιλιππίδωσαι. {Β.} μὴ σὺ καινῶς μοι λάλει.

ὅσον οὐ τέθνηκα. {Α.} τοῦ ταλαιπώρου πάθους.

Mant

tit

{<ΜΑΝΤΕΙΣ.>}

1

Ὦ δυστυχεῖς ἡμεῖς μὲν οἱ πεπρακότες

τὴν τοῦ βίου παρρησίαν καὶ τὴν τρυφήν,

γυναιξὶ δοῦλοι ζῶμεν ἀντ' ἐλευθέρων.

ἔπειτ' ἔχειν προῖκ' οὐχὶ τιμὴν φάσκομεν;

πικράν γε καὶ μεστὴν γυναικείας χολῆς.

ἡ τῶν γὰρ ἀνδρῶν ἐστι πρὸς ἐκείνην μέλι·

οἱ μέν γε συγγνώμην ἔχους' ἀδικούμενοι,

αὗται δ' ἀδικοῦσαι καὶ προσεγκαλοῦς' ἔτι·

ὧν οὐκ ἐχρῆν ἄρχουσιν, ὧν δ' ἄρχειν ἐχρῆν

ἀμελοῦσιν, ἐπιορκοῦσιν, οὐδὲ ἓν κακόν

ἔχουσι καὶ κάμνειν λέγους' ἑκάστοτε.

Mer

tit

{<ΜΕΡΟΠΙΣ.>}

1

Εἰς καιρὸν ἥκεις, ὡς ἔγωγ' ἀπορουμένη

ἄνω κάτω τε περιπατοῦς' ὥσπερ Πλάτων

σοφὸν οὐδὲν εὕρηκ', ἀλλὰ κοπιῶ τὰ σκέλη.

Mid

tit

{<ΜΙΔΩΝ.>}

1

Ὁ πρῶτος εὑρὼν μετὰ λυχνούχου περιπατεῖν

τῆς νυκτὸς ἦν τις κηδεμὼν τῶν δακτύλων.

Mile

tit

{<ΜΙΛΗΣΙΑ.>}

1

Οὐκ ἴστε ταῖς πλείσταισι τῶν τεχνῶν ὅτι

οὐκ ἀρχιτέκτων κύριος τῆς ἡδονῆς

μόνος καθέστηκ', ἀλλὰ καὶ τῶν χρωμένων

συμβάλλεταί τις, ἂν καλῶς χρῶνται, μερίς;

{Β.} ποῖόν τι; δεῖ γὰρ κἀμὲ τὸν ξένον μαθεῖν.

{Α.} τὸν ὀψοποιὸν σκευάσαι χρηστῶς μόνον

δεῖ τοὔψον, ἄλλο δ' οὐδέν. ἂν μὲν οὖν τύχῃ

ὁ ταῦτα μέλλων ἐσθίειν τε καὶ κρινεῖν

εἰς καιρὸν ἐλθών, ὠφέλησε τὴν τέχνην·

ἂν δ' ὑστερίζῃ τῆς τεταγμένης ἀκμῆς,

ὥστ' ἢ προοπτήσαντα χλιαίνειν πάλιν,

ἢ μὴ προοπτήσαντα συντελεῖν ταχύ,

ἀπεστέρησε τῆς τέχνης τὴν ἡδονήν.

εἰς τοὺς σοφιστὰς τὸν μάγειρον ἐγγράφω.

ἑστήκαθ' ὑμεῖς, κάεται δέ μοι τὸ πῦρ,

ἤδη πυκνοὶ δ' ᾄττουσιν Ἡφαίστου κύνες

κούφως πρὸς αἴθραν, οἷς τὸ γίγνεσθαι θ' ἅμα

καὶ τὴν τελευτὴν τοῦ βίου συνῆψέ τις

μόνοις ἀνάγκης θεσμὸς οὐχ ὁρώμενος.

2

Εἰ μὴ γὰρ ὢν ἄνθρωπος ἀνθρώπου τύχαις

ὑπηρετήσω, ποῦ φανήσομαι φρονῶν;

Milk

tit

{<ΜΙΛΚΩΝ.>}

1

Κἂν μὴ παραθῶσι θερμά, τἀγαθὸν Πλάτων

ἁπανταχοῦ φης' ἀγαθὸν εἶναι, μανθάνεις;

τὸ δ' ἡδὺ πάντως ἡδύ, κἀκεῖ κἀνθάδε.

Mne

tit

{<ΜΝΗΣΤΗΡΕΣ.>}

Ody Apo

tit

{<ΟΔΥΣΣΕΥΣ ΑΠΟΝΙΠΤΟΜΕΝΟΣ.>}

Ody Hyph

tit

{<ΟΔΥΣΣΕΥΣ ΥΦΑΙΝΩΝ.>}

1

Φιλεῖ γὰρ ἡ μακρὰ συνουσία

καὶ τὰ συμπόσια τὰ πολλὰ καὶ καθ' ἡμέραν ποιεῖν

σκῶψιν. ἡ σκῶψις δὲ λυπεῖ πλεῖον ἢ τέρπει πολύ·

τοῦ κακῶς λέγειν γὰρ ἀρχὴ γίγνετ'· ἂν δ' εἴπῃς ἅπαξ,

εὐθὺς ἀντήκουσας· ἤδη λοιδορεῖσθαι λείπεται.

εἶτα τύπτεσθαι δέδεικται καὶ παροινεῖν· ταῦτα γάρ

κατὰ φύσιν πέφυκεν οὕτως. καὶ τί μάντεως ἔδει;

2

Καὶ τοὺς ἁλιέας εἰς τὸ βάραθρον ἐμβαλῶ.

ἀπελευθέρων ὀψάρια θηρεύουσί μοι,

τριχίδια καὶ σηπίδια καὶ φρυκτούς τινας.

{Β.} οὗτος δὲ πρότερον εἰ κεφαλὴν θύννου λάβοι,

ἐνόμιζεν ἐγχέλεια καὶ θύννους ἔχειν.

Olym

tit

{<ΟΛΥΜΠΙΟΔΩΡΟΣ.>}

1

Σῶμα μὲν ἐμοῦ τὸ θνητὸν αὖον ἐγένετο,

τὸ δ' ἀθάνατον ἐξῆρε πρὸς τὸν ἀέρα.

ταῦτ' οὐ σχολὴ Πλάτωνος;

Olyn

tit

{<ΟΛΥΝΘΙΑ.>}

1

Ἔστιν ἀνήρ μοι πτωχός, κἀγώ

γραῦς, καὶ θυγάτηρ, καὶ παῖς υἱός,

χἥδ' ἡ χρηστή, πένθ' οἱ πάντες.

τούτων οἱ τρεῖς δειπνοῦμεν,

δύο δ' αὐτοῖς συγκοινωνοῦμεν

μάζης μικρᾶς. φθόγγους δ' ἀλύρους

θρηνοῦμεν, ἐπὰν μηδὲν ἔχωμεν,

χρῶμα δ' ἀσίτων ἡμῶν ὄντων

γίγνεται ὠχρόν. τὰ μέρη δ' ἡμῶν

χἡ σύνταξις τοῦ βίου ἐστίν

κύαμος, θέρμος, λάχανον, * *

γογγυλίς, ὦχρος, λάθυρος, φηγός,

βολβός, τέττιξ, ἐρέβινθος, ἀχράς,

τό τε θειοφανὲς μητρῷον ἐμοί

μελέδημ' ἰσχάς,

Φρυγίας εὑρήματα συκῆς.

2

Ὁ δὲ σὸς πένης ἔστ', ὦ γλυκεῖα· τοῦτο δέ

δέδοιχ' ὁ θάνατος τὸ γένος, ὥς φασιν, μόνον.

ὁ γοῦν Τιθύμαλλος ἀθάνατος περιέρχεται.

3

Οὐ τοῖς γὰρ ὀμνύουσι τὸν φρονοῦντα δεῖ,

τοῖς πράγμασιν δ' αὐτοῖσι πιστεύειν ἀεί.

4

Εὐημερία δέσποινα καὶ Μοῦσαι φίλαι.

Hom

tit

{<ΟΜΟΙΑ.>}

1

Οὐδὲ φιλόδειπνός εἰμι μὰ τὸν Ἀσκληπιόν,

τραγήμασιν χαίρω δὲ μᾶλλον. {Β.} εὖ πάνυ.

{Α.} τραγήματ' αἰσθάνομαι γὰρ ὅτι νομίζεται

τοῖς νυμφίοις μετιοῦσι τὴν νύμφην λέγεις

παρέχειν, ἄμητας καὶ λαγῷα καὶ κίχλας.

τούτοισι χαίρω, τοῖς δὲ κεκαρυκευμένοις

ὄψοισι καὶ ζωμοῖσιν ἥδομ', ὦ θεοί.

Opo

tit

{<ΟΠΩΡΑ.>}

1

Οἶνον πολύν

οὐ κεκραμένον σὺ πίνεις μεστὸς ὢν κοὐκ ἐξεμεῖς;

Ore

tit

{<ΟΡΕΣΤΗΣ.>}

Orch

tit

{<ΟΡΧΗΣΤΡΙΣ.>}

1

Γυναιξὶ δ' ἀρκεῖ πάντ' ἐὰν οἶνος παρῇ

πίνειν διαρκής. {Β.} ἀλλὰ μήν, νὴ τὼ θεώ,

ἔσται γ' ὅσον ἂν βουλώμεθ', ἔσται καὶ μάλα

ἡδύς γ', ὀδόντας οὐκ ἔχων, ἤδη σαπρός,

λέγων, γέρων γε δαιμονίως. {Α.} ἀσπάζομαι

γραῦν σφίγγα.

Pal

tit

{<ΠΑΛΛΑΚΗ.>}

1

Οὐκ ἔχω γὰρ ἄλλ' ὅ τι

εἴπω τοναίας τηλικαύτης ἄξιον.

Pam

tit

{<ΠΑΜΦΙΛΗ.>}

1

Ἐρῶντι δέ, Κτήσων, τί μᾶλλον συμφέρει

ὧν νῦν φέρων πάρειμι, κήρυκας, κτένας,

βολβούς, μέγαν τε πουλύπουν ἰχθῦς θ' ἁδρούς.

2

Παρέθηκε τὴν τράπεζαν, εἶτα παραφέρων

ἀγαθῶν ἁμάξας.

Pag

tit

{<ΠΑΓΚΡΑΤΙΑΣΤΗΣ.>}

1

Πρῶτον μὲν ἦν σοι Καλλιμέδων ὁ Κάραβος,

ἔπειτα Κόρυδος, Κωβίων, Κυρηβίων,

ὁ Σκόμβρος, ἡ Σεμίδαλις. {Β.} Ἡράκλεις φίλε,

ἀγοράσματ' οὐ συμπόσιον εἴρηκας, γύναι.

Pan

tit

{<ΠΑΝΝΥΧΙΣ Η ΕΡΙΘΟΙ.>}

1

Ἔτι δέ σοι παρὰ τοῦτο κάνδαυλόν τινα

παραθήσομεν. {Β.} κάνδαυλον; οὐκ ἐδήδοκα

[κάνδαυλον] οὐδ' ἀκήκο' οὐδεπώποτε.

{Α.} θαυμαστὸν ἐμὸν εὕρημα. πάνυ πολὺν δ' ἐγώ

ἐὰν παραθῶ σοι, προσκατέδει τοὺς δακτύλους

σαυτῷ γε χαίρων. ἔρια μὲν ποιήσομεν.. . . . . . . . .

{Β.} ἄνθρωπε ποίει λευκὰ καὶ βλέπ' εἰς . .

{Α.} ἐπὰν ἀπὸ τῶν κοινῶν ταρίχους ἰχθύων,

κρεῶν βατανίων εὐθέως . . . .

δίπυρον παραθήσεις, ᾠὸν ἐπιτετμημένον,

πῦον, μέλιτος ὀξύβαφον, ἀπὸ ταγηνίω,

τυροῦ τροφάλια χλωρὰ Κυθνίου παρατεμών,

βοτρύδιόν τι, χόριον, ἐν ποτηρίῳ

γλυκύν· τὸ τοιοῦτον γὰρ ἀεί πως μέρος

ἐπιπαίζεται, κεφαλὴ δὲ δείπνου γίγνεται.

{Β.} ἄνθρωπ' ἐπίπαιζε· μόνον ἀπαλλάγηθί μου

. . . κανδαύλους λέγων καὶ χόρια καὶ

βατάνια πᾶσαν . . τὴν ἡδονήν.

2

Θερμοτέροις χαίρεις ἀεί

τοῖς ὀψαρίοις, ἢ τὸ μέσον ἢ κατωτέρω;

{Β.} κατωτέρω. {Α.} τί λέγεις σύ; ποδαπὸς οὑτοσί

ἅνθρωπος; οὐκ ἐπίστασαι ζῆν. ψυχρά σοι

ἅπαντα παραθῶ; {Β.} μηδαμῶς. {Α.} ζέοντα δέ;

{Β.} Ἄπολλον. {Α.} οὐκοῦν τὸ μέσον ἔστω δηλαδή.

τοῦθ' ἕτερος οὐδεὶς τῶν ὁμοτέχνων μου ποιεῖ.

{Β.} οὐκ οἴομ', οὐδ' ἄλλ' οὐδὲν ὧν σὺ νῦν ποιεῖς.

{Α.} ἐγὼ δ' ἐρῶ· τοῖσιν γὰρ ἑστιωμένοις

τὸν καιρὸν ἀποδίδωμι τῆς συγκράσεως.

ἤδη σὺ πρὸς θεῶν ἔθυσας τὸν ἔριφον;

{Β.} μὴ κόπτε μ', ἀλλὰ τὰ κρέα. παῖδες, παράγετε.

{Α.} ὀπτάνιον ἔστιν; {Β.} ἔστι. {Α.} καὶ κάπνην ἔχει;

{Β.} δηλονότι. {Α.} μή μοι δῆλον. {Β.} ἀλλ' ἔχει κάπνην.

{Α.} ἔχει κακόν, εἰ τύφουσαν. {Β.} ἀπολεῖ μ' οὑτοσί.

3

Κύκλῳ δεήσει περιτρέχειν με καὶ βοᾶν,

ἄν του δέωμαι. δεῖπνον αἰτήσεις με σύ

ἤδη παρελθών· οὐκ ἔχων δὲ τυγχάνω

οὐκ ὄξος, οὐκ ἄνηθον, οὐκ ὀρίγανον,

οὐ θρῖον, οὐκ ἔλαιον, οὐκ ἀμυγδάλας,

οὐ σκόροδον, οὐ σίραιον, οὐχὶ γήτιον,

οὐ βολβόν, οὐ πῦρ, οὐ κύμινον, οὐχ ἅλας,

οὐκ ᾠόν, οὐ ξύλ', οὐ σκάφην, οὐ τήγανον,

οὐχ ἱμονιάν, οὐ λάκκον εἶδον, οὐ φρέαρ·

οὐ στάμνος ἐστί· διακενῆς δ' ἕστηκ' ἐγώ

ἔχων μάχαιραν, προσέτι περιεζωσμένος.

4

Ἡμίοπτα μέν

τὰ κρεάδι' ἐστί, τὸ περίκομμ' ἀπόλλυται·

ὁ γόγγρος ἑφθός, τὰ δ' ἀκροκώλι' οὐδέπω.

5

Εἶτα τετρακότυλον ἐπεσόβει κώθωνά μοι,

παλαιὸν οἴκων κτῆμα.

6

Ἔσει περιπατῶν σιτόκουρος.

Par

tit

{<ΠΑΡΑΣΙΤΟΣ.>}

1

Καλοῦσι δ' αὐτὸν πάντες οἱ νεώτεροι

παράσιτον ὑποκόρισμα· τῷ δ' οὐδὲν μέλει.

δειπνεῖ δ' ἄφωνος Τήλεφος, νεύων μόνον

πρὸς τοὺς ἐπερωτῶντάς τι, ὥστε πολλάκις

αὐτὸν ὁ κεκληκὼς τὰ Σαμοθρᾴκι' εὔχεται

λῆξαι πνέοντα καὶ γαληνίσαι ποτέ.

χειμὼν ὁ μειρακίσκος ἐστὶ τοῖς φίλοις.

2

Καὶ γὰρ βούλομαι

ὕδατός σε γεῦσαι· πρᾶγμα δ' ἐστί μοι μέγα

φρέατος ἔνδον ψυχρότερον Ἀραρότος.

3

Ἢ μετὰ Πλάτωνος ἀδολεσχεῖν κατὰ μόνας.

Pez

tit

{<ΠΕΖΟΝΙΚΗ.>}

Poieta

tit

{<ΠΟΙΗΤΑΙ.>}

1

Ὁ συκοφάντης οὐ δικαίως τοὔνομα

ἐν τοῖσι μοχθηροῖσίν ἐστι κείμενον.

ἔδει γὰρ ὅστις χρηστὸς ἦν ἡδύς τ' ἀνήρ

τὰ σῦκα προστεθέντα δηλοῦν τὸν τρόπον.

νυνὶ δὲ πρὸς μοχθηρὸν ἡδὺ προστεθέν

ἀπορεῖν πεποίηκε διὰ τί τοῦθ' οὕτως ἔχει.

2

Πάνυ τι βούλομαι

οὕτω γελᾶσθαι καὶ γελοῖ' ἀεὶ λέγειν

μετὰ τὸν Κόρυδον μάλιστ' Ἀθηναίων πολύ.

Poietr

tit

{<ΠΟΙΗΤΡΙΑ.>}

1

Ὡς ἐπὶ τὰ πολλὰ τοῦτο ποιῶ.

Pol

tit

{<ΠΟΛΥΚΛΕΙΑ.>}

1

Ὁ πρῶτος εὑρὼν κομψὸς ἦν τραγήματα·

τοῦ συμποσίου γὰρ διατριβὴν ἐξεῦρέ πως,

κἀργοὺς ἔχειν μηδέποτε τὰς σιαγόνας.

Pone

tit

{<ΠΟΝΗΡΑ.>}

1

Ὅμως λογίσασθαι πρὸς ἐμαυτὸν βούλομαι

καθεζόμενος ἐνταῦθα τὴν ὀψωνίαν,

ὁμοῦ τε συντάξαι τί πρῶτον οἰστέον,

ἡδυντέον τε πῶς ἕκαστόν ἐστί μοι.

τάριχός ἐστι πρῶτον ὡραῖον τοδί.

διωβόλου τοῦτ' ἔστι. πλυτέον εὖ μάλα.

εἶτ' εἰς λοπάδιον ὑποπάσας ἡδύσματα

ἐνθεὶς τὸ τέμαχος, λευκὸν οἶνον ἐπιχέας,

ἐπεσκέδασα τοὔλαιον· εἶθ' ἕψων ποιῶ

μυελόν, ἀφεῖλόν τ' ἐπιγανώσας σιλφίῳ.

2

Τῆς ὀριγάνου

πρώτιστον ὑποθεὶς εἰς λοπάδα νεανικήν

τὸ τρῖμμ' ἐπιπολῆς εὐρύθμως διειμένον

ὄξει, σιραίῳ χρωματίσας καὶ σιλφίῳ

πυκνῷ πατάξας.

3

Σηπίας τόσας

δραχμῆς μιᾶς τρίς. τῶνδε τὰς μὲν πλεκτάνας

καὶ τὰ πτερύγια συντεμὼν ἑφθὰς ποιῶ,

τὸ δ' ἄλλο σῶμα κατατεμὼν πολλοὺς κύβους

σμήσας τε λεπτοῖς ἁλσί, δειπνούντων ἅμα

ἐπὶ τὸ τάγηνον σίζον ἐπισείων φέρω.

4

Τριωβόλου κρεΐσκον ἀστεῖον πάνυ

ὕειον· ὀπτὸν θερμὸν εὔχυλον τέρεν

ὅταν ᾖ, προσφέρων.

5

Ἐναλείφεται τὰς ῥῖνας, ὑγιείας μέρος

μέγιστον, ὀσμὰς ἐγκεφάλῳ χρηστὰς ποιῶν.

6

Καὶ χόνδρος ἔνδον ἐστὶ Θετταλικὸς πολύς.

7

Ἀκρολίπαροι, τὸ δ' ἄλλο σῶμ' ὑπόξυλον.

Pont

tit

{<ΠΟΝΤΙΚΟΣ.>}

1

Ὑπὲρ πάτρας μὲν πᾶς τις ἀποθνήσκειν θέλει,

ὑπὲρ δὲ μήτρας Καλλιμέδων ὁ Κάραβος

ἑφθῆς ἴσως προσεῖτ' ἂν ἄλλως ἀποθανεῖν.

Pros

tit

{<ΠΡΟΣΚΕΔΑΝΝΥΜΕΝΟΣ.>}

Prot

tit

{<ΠΡΩΤΟΧΟΡΟΣ.>}

1

Ἐπιπονώτερον

ἔργον μὰ τὸν Διόνυσον οὐκ εἴληφ' ἐγώ,

ἀφ' οὗ παρασιτῶ. μεμβράδας μοι κρεῖττον ἦν

ἔχειν μετ' Ἀττικιστὶ δυναμένου λαλεῖν.

ὀνησιφόρον ἦν τοῦτο.

Pyth

tit

{<ΠΥΘΑΓΟΡΙΖΟΥΣΑ.>}

1

Ὕδατος ἀπέφθου κύαθον· ἂν δ' ὠμὸν πίῃ,

βαρὺ καὶ κοπῶδες.

2-3

Ἡ δ' ἑστίασις ἰσχάδες καὶ στέμφυλα

καὶ τυρὸς ἔσται· ταῦτα γὰρ θύειν νόμος

τοῖς Πυθαγορείοις. {Β.} νὴ Δί', ἱερεῖον μὲν οὖν

ὁποῖον ἂν κάλλιστον, ὦ βέλτιστ', ἔχῃ.* * * *

Ἔδει θ' ὑπομεῖναι μικροσιτίαν, ῥύπον,

ῥῖγος, σιωπήν, στυγνότητ', ἀλουσίαν.

Pyl

tit

{<ΠΥΛΑΙΑΙ.>}

1

Νὴ τὴν Ἀθηνᾶν, ἀλλ' ἐγὼ τεθαύμακα

τοὺς ἰχθυοπώλας, πῶς ποτ' οὐχὶ πλούσιοι

ἅπαντές εἰσι, λαμβάνοντες βασιλικούς

φόρους· μόνον οὐχὶ δεκατεύουσι γάρ

τὰς οὐσίας ἐν ταῖς πόλεσι καθήμενοι,

ὅλας δ' ἀφαιροῦνται καθ' ἑκάστην ἡμέραν.

Pyr

tit

{<ΠΥΡΑΥΝΟΣ.>}

1-2

Ἐμοὶ παρασιτεῖν κρεῖττον ἦν τῷ Πηγάσῳ,

ἢ τοῖς Βορεάδαις ἢ εἴ τι θᾶττον ἔτι τρέχει,

ἢ Δημέᾳ Λάχητος Ἐτεοβουτάδῃ·

πέτεται γὰρ οὐχ οἷον βαδίζει τὰς ὁδούς. * * * *

{Δ.} Στράτιε, φιλεῖς δήπου με; {ΣΤΡ.} μᾶλλον τοῦ πατρός·

ὁ μὲν γὰρ οὐ τρέφει με, σὺ δὲ λαμπρῶς τρέφεις.

{Δ.} εὔχει τ' ἀεί με ζῆν; {ΣΤΡ.} ἅπασι τοῖς θεοῖς·

ἂν γὰρ πάθῃς τι, πῶς ἐγὼ βιώσομαι;

3

Πεῖραν ἐπεθύμουν θατέρου βίου λαβεῖν,

ὃν πάντες εἰώθασιν ὀνομάζειν ὑγρόν.

τρεῖς ἐν Κεραμεικῷ περιπατήσας ἡμέρας

διδασκάλους ἐξεῦρον οὗ λέγω βίου

ἴσως τριάκοντ' ἀφ' ἑνὸς ἐργαστηρίου.

4

Ἄνοιγ' ἄνοιγε τὴν θύραν· ἐλάνθανον

πάλαι περιπατῶν ἀνδριάς, ἀλέτων ὄνος,

ποτάμιος ἵππος, τοῖχος, ὁ Σελεύκου τίγρις.

5

Ἐγὼ δ' ἐπειδὰν ἀσχολουμένους λάβω,

ἀνέκραγον „οὐ δώσει τις ἡμῖν ματτύην;“

Rho

tit

{<ΡΟΔΙΟΣ Η ΠΟΠΠΥΖΟΥΣΑ.>}

Sik

tit

{<ΣΙΚΥΩΝΙΟΣ.>}

1

Οὐχὶ τῶν μετρίων, ἀλλὰ τῶν βαβαὶ βαβαί.

Skei

tit

{<ΣΚΕΙΡΩΝ.>}

1

Ὥσπερ κυλιστὸς στέφανος αἰωρούμενος.

Spo

tit

{<ΣΠΟΝΔΟΦΟΡΟΣ.>}

1

Ἀριστογείτονα

τὸν ῥήτορ' εἶδον λάρκον ἠμφιεσμένον

τῶν ἀνθρακηρῶν.

Str

tit

{<ΣΤΡΑΤΙΩΤΗΣ.>}

1

Ἀπόλαβε. {Β.} τοῦτο δ' ἐστὶ τί;

{Α.} * * * * ὃ παρ' ὑμῶν ἐγώ

παιδάριον ἔλαβον, ἀποφέρων ἥκω πάλιν.

{Β.} πῶς; οὐκ ἀρέσκει σοι τρέφειν; {Α.} οὐκ ἔστι γάρ

ἡμέτερον. {Β.} οὐδ' ἡμέτερον. {Α.} ἀλλ' ἐδώκατε

ὑμεῖς ἐμοὶ τοῦτ'. {Β.} οὐ δεδώκαμεν. {Α.} τί δαί;

{Β.} ἀπεδώκαμεν. {Α.} τὸ μὴ προσῆκον ἐμοὶ λαβεῖν;

Syna

tit

{<ΣΥΝΑΠΟΘΝΗΣΚΟΝΤΕΣ.>}

1

Μάθοις δ' ἂν οἷον ἀνθρώποις κακόν

ἔστιν ἡ γαστήρ, διδάσκει δ' οἷ' ἀναγκάζει θ' ὅσα.

εἴ τις ἀφέλοι τοῦτ' ἀφ' ἡμῶν τὸ μέρος ἀπὸ τοῦ σώματος,

οὔτ' ἂν ἀδικοῖτ' οὐδὲν οὐδεὶς οὔθ' ὑβρίζοιτ' ἂν ἑκών.

νῦν δὲ διὰ ταύτην ἅπαντα γίγνεται τὰ δυσχερῆ.

2

Ἐπὶ δεῖπνον εἰς Κόρινθον ἐλθὼν Χαιρεφῶν

ἄκλητος· ἤδη γὰρ πέτεται διαπόντιος·

οὕτω τι τἀλλότρι' ἐσθίειν ἐστὶ γλυκύ.

3

Ὅστις διαπλεῖ θάλατταν ἢ μελαγχολᾷ,

ἢ πτωχός ἐστιν, ἢ θανατᾷ· τούτων τριῶν

ἑνός τ' ἀποτυχεῖν τοὐλάχιστον οὐκ ἔνι.

Syntre

tit

{<ΣΥΝΤΡΕΧΟΝΤΕΣ.>}

1

Ἔγωγε δύο λαβεῖν μαγείρους βούλομαι

οὓς ἂν σοφωτάτους δύνωμ' ἐν τῇ πόλει·

μέλλοντα δειπνίζειν γὰρ ἄνδρα Θετταλόν

οὐκ Ἀττικηρῶς οὐδ' ἀπηκριβωμένως

λιμῷ παρελθεῖν * * ἃ δεῖ καθ' ἕν

ἕκαστον αὐτοῖς παρατιθέντα μεγαλείως δέ.

2

Λευκὸς Ἀφροδίτης εἰμὶ γὰρ περιστερός.

ὁ δὲ Διόνυσος οἶδε τὸ μεθύσαι μόνον·

εἰ δὲ νέον ἢ παλαιόν, οὐ πεφρόντικεν.

Syntro

tit

{<ΣΥΝΤΡΟΦΟΙ.>}

1

Ὡς ἡδὺ πᾶν τὸ μέτριον. οὔθ' ὑπεργέμων

ἀπέρχομαι νῦν οὔτε κενός, ἀλλ' ἡδέως

ἔχων ἐμαυτοῦ. Μνησίθεος γάρ φησι δεῖν

φεύγειν ἁπάντων τὰς ὑπερβολὰς ἀεί.

Sor

tit

{<ΣΩΡΑΚΟΙ.>}

1

Φείδιππος ἕτερός τις ταριχηγὸς ξένος.

Syr

tit

{<ΣΥΡΑΚΟΣΙΟΣ.>}

1

Τοῖς γὰρ κακοῖς

τοὺς μὴ μαχομένους ῥᾷστα χρωμένους ὁρῶ.

Tar

tit

{<ΤΑΡΑΝΤΙΝΟΙ.>}

1-2

Οἱ πυθαγορίζοντες γάρ, ὡς ἀκούομεν,

οὔτ' ὄψον ἐσθίουσιν οὔτ' ἄλλ' οὐδὲ ἕν

ἔμψυχον, οἶνόν τ' οὐχὶ πίνουσιν μόνοι.

{Β.} Ἐπιχαρίδης μέντοι κύνας κατεσθίει,

τῶν Πυθαγορείων εἷς. {Α.} ἀποκτείνας μὲν οὖν·

οὐκ ἔτι γὰρ ἔστ' ἔμψυχον.* * * *

Πυθαγορισμοὶ καὶ λόγοι

λεπτοὶ διεσμιλευμέναι τε φροντίδες

τρέφους' ἐκείνους, τὰ δὲ καθ' ἡμέραν τάδε·

ἄρτος καθαρὸς εἷς ἑκατέρῳ, ποτήριον

ὕδατος· τοσαῦτα ταῦτα. {Β.} δεσμωτηρίου

λέγεις δίαιταν. {Α.} πάντες οὕτως οἱ σοφοί

διάγουσι καὶ τοιαῦτα κακοπαθοῦσί που.

τρυφῶσιν ἕτεροι πρὸς ἑτέρους. ἆρ' οἶσθ' ὅτι

Μελανιππίδης ἑταῖρός ἐστι καὶ Φάων

καὶ Φυρόμαχος καὶ Φανός, οἳ δι' ἡμέρας

δειπνοῦσι πέμπτης ἀλφίτων κοτύλην μίαν;

3

Οὐδὲ εἷς ἂν εὐλόγως

ἡμῖν φθονήσαι νοῦν ἔχων, οἳ τῶν πέλας

οὐδὲν ἀδικοῦμεν οὐδέν'· ἆρ' οὐκ οἶσθ' ὅτι

τὸ καλούμενον ζῆν τοῦτο διατριβῆς χάριν

ὄνομ' ἐστὶν ὑποκόρισμα τῆς ἀνθρωπίνης

μοίρας; ἐγὼ γάρ, εἰ μὲν εὖ τις ἢ κακῶς

φήσει με κρίνειν οὐκ ἔχοιμ' ἄν σοι φράσαι·

ἔγνωκα δ' οὖν οὕτως ἐπισκοπούμενος,

εἶναι μανιώδη πάντα τἀνθρώπων ὅλως,

ἀποδημίας δὲ τυγχάνειν ἡμᾶς ἀεί

τοὺς ζῶντας, ὥσπερ εἰς πανήγυρίν τινα

ἀφειμένους ἐκ τοῦ θανάτου καὶ τοῦ σκότους

εἰς τὴν διατριβὴν εἰς τὸ φῶς τε τοῦθ' ὃ δή

ὁρῶμεν. ὃς δ' ἂν πλεῖστα γελάσῃ καὶ πίῃ

καὶ τῆς Ἀφροδίτης ἀντιλάβηται τὸν χρόνον

τοῦτον ὃν ἀφεῖται, καὶ τύχῃ γ' ἐράνου τινός

πανηγυρίσας, ἥδιστ' ἀπῆλθεν οἴκαδε.

4

Τοῦτο γὰρ νῦν ἔστι σοι

ἐν ταῖς Ἀθήναις ταῖς καλαῖς ἐπιχώριον·

ἅπαντες ὀρχοῦντ' εὐθὺς ἂν οἴνου μόνον

ὀσμὴν ἴδωσιν. {Β.} συμφορὰν λέγεις ἄκραν.

{Α.} φαίης ἂν εἰς συμπόσιον εἰσελθὼν ἄφνω.

καὶ τοῖς μὲν ἀγενείοις ἴσως ἔπεστί τις

χάρις· ἀλλ' ἐπὰν δὴ τὸν γόητα Θεόδοτον,

ἢ τὸν παραμασύντην ἴδω τὸν ἀνόσιον

βαυκιζόμενον τὰ λευκά τ' ἀναβάλλονθ' ἅμα,

ἥδιστ' ἂν ἀναπήξαιμ' ἐπὶ τοῦ ξύλου λαβών.

5

Νάννιον δὲ μαίνεται

ἐπὶ τῷ Διονύσῳ.

Tit

tit

{<ΤΙΤΘΗ.>}

1

Ἰδοὺ πάρεστιν οἶνος. οὐκοῦν ἐγχέω,

Κρίτων, πολύν; {Β.} βέλτιον ἕνα καὶ τέτταρας.

{Α.} ὑδαρῆ λέγεις· ὅμως δὲ ταύτην ἐκπιών

* * λέγε τι καὶ διατριβήν γε τῷ πότῳ

ποιῶμεν.

2

Ὁ Κόρυδος οὗτος, ὁ τὰ γελοῖ' εἰθισμένος

λέγειν, Βλεπαῖος βούλετ' εἶναι. {Β.} νοῦν γ' ἔχων·

πλουτεῖ γὰρ ὁ Βλεπαῖος.

3

Ἤδη γὰρ ὁ βίος οὑ'μὸς ἑσπέραν ἄγει.

Tok

tit

{<ΤΟΚΙΣΤΗΣ Η ΚΑΤΑΨΕΥΔΟΜΕΝΟΣ.>}

1

Μὴ παντελῶς αὐτῷ δίδου

ὑδαρῆ. κατανοεῖς; ἴσον ἴσῳ μικροῦ. καλῶς.

{Β.} ἡδύ γε τὸ πῶμα. ποδαπὸς ὁ Βρόμιος, Τρύφη;

{ΤΡ.} Θάσιος. {Β.} ὅμοιον. καὶ δίκαιον τοὺς ξένους

πίνειν ξενικόν, τοὺς δ' ἐγγενεῖς ἐπιχώριον.

2

Εὐδαίμων ἐγώ, μὰ τὸν Δία

τὸν Ὀλύμπιον καὶ τὴν Ἀθηνᾶν, οὐχ ὅτι

ἐν τοῖς γάμοισιν, ἄνδρες, εὐωχήσομαι,

ἀλλ' ὅτι διαρραγήσομ', ἂν θεὸς θέλῃ.

τούτου δέ μοι γένοιτο τοῦ θανάτου τυχεῖν.

3

Ἀλλ' ἔγχεον

αὐτῷ Διός γε τήνδε σωτῆρος, θεῶν

θνητοῖς ἁπάντων χρησιμωτάτου πολύ.

{Β.} ὁ Ζεὺς ὁ σωτήρ, ἂν ἐγὼ διαρραγῶ,

οὐδέν μ' ὀνήσει. {Α.} πῖθι θαρρῶν.

4

Πάντως ἀναρίστητος οὐ δυνήσομαι

διακαρτερῆσαι τηλικαύτην ἡμέραν.

Trau

tit

{<ΤΡΑΥΜΑΤΙΑΣ.>}

1

Τὸν γὰρ ὕστατον

τρέχων δίαυλον τοῦ βίου ζῆν βούλομαι.

2

Τίς οὐχὶ φήσει τοὺς ἐρῶντας ζῆν μόνους;

εἰ δεῖ γε πρῶτον μὲν στρατευτικωτάτους

εἶναι, πονεῖν τε δυναμένους τοῖς σώμασιν

μάλιστα, προσεδρεύειν τ' ἀρίστους τῷ πόθῳ,

ποιητικούς, ἰταμούς, προθύμους, εὐπόρους,

ἐν τοῖς ἀπόροις βλέποντας, ἀθλιωτάτους.

Tro

tit

{<ΤΡΟΦΩΝΙΟΣ.>}

1

Νῦν δ' ἵνα μὴ παντελῶς Βοιώτιοι

φαίνησθ' εἶναι τοῖς διασύρειν ὑμᾶς εἰθισμένοις,

ὡς ἀκίνητοι νῦν εἶναι βοᾶν καὶ πονεῖν μόνον

καὶ δειπνεῖν ἐπιστάμενοι διὰ τέλους τὴν νύχθ' ὅλην,

γυμνοῦθ' αὑτοὺς θᾶττον ἅπαντες.

2

Εἶθ' ὁ Μοσχίων

ὁ παραμασήτης ἐν βροτοῖς αὐδώμενος.

Tyn

tit

{<ΤΥΝΔΑΡΕΩΣ.>}

1

Ἄνθρωπος εἶναί μοι Κυρηναῖος δοκεῖς·

κἀκεῖ γὰρ ἄν τις ἐπὶ τὸ δεῖπνον ἕνα καλῇ,

πάρεισιν ὀκτωκαίδεκ' ἄλλοι, καὶ δέκα

ἅρματα συνωρίδες τε πεντεκαίδεκα.

τούτοις δὲ δεῖ σε τἀπιτήδει' ἐμβαλεῖν,

ὥστ' ἦν κράτιστον μηδὲ καλέσαι μηδένα.

Hypn

tit

{<ΥΠΝΟΣ.>}

1

Οὐ θνητὸς οὐδ' ἀθάνατος, ἀλλ' ἔχων τινά

σύγκρασιν, ὥστε μήτ' ἐν ἀνθρώπου μέρει

μήτ' ἐν θεοῦ ζῆν, ἀλλὰ φύεσθαί τ' ἀεί

καινῶς φθίνειν τε τὴν παρουσίαν πάλιν,

ἀόρατος ὄψιν, γνώριμος δ' ἅπασιν ὤν.

{Β.} ἀεὶ σὺ χαίρεις ὦ γύναι μ' αἰνίγμασιν.

{Α.} καὶ μὴν ἁπλᾶ γε καὶ σαφῆ λέγω μαθεῖν.

{Β.} τίς οὖν τοσαύτην παῖς ἔχων ἔσται φύσιν;

{Α.} ὕπνος, βροτείων, ὦ κόρη, παυστὴρ πόνων.

2

Οὐδ' ἐν Τριβαλλοῖς ταῦτά γ' ἐστὶν ἔννομα,

οὗ φασι τὸν θύοντα τοῖς κεκλημένοις

δείξαντ' ἰδεῖν τὸ δεῖπνον, εἰς τὴν αὔριον

πωλεῖν ἀδείπνοις ἅπερ ἔθηκ' αὐτοῖς ἰδεῖν.

3

Διὰ ταῦθ' ὁ πόρνος οὗτος οὐδὲ τῶν πράσων

ἑκάστοτ' ἐπιδειπνεῖ μεθ' ἡμῶν· τοῦτο δ' ἦν

ἵνα μή τι λυπήσειε τὸν ἐραστὴν φιλῶν.

Hypo

tit

{<ΥΠΟΒΟΛΙΜΑΙΟΣ.>}

1

Ἐγὼ Πτολεμαίου τοῦ βασιλέως τέτταρα

χυτρίδι' ἀκράτου τῆς τ' ἀδελφῆς προσλαβών

τῆς τοῦ βασιλέως, ταῦτ' ἀπνευστί τ' ἐκπιών

ὡς ἄν τις ἥδιστ' ἴσον ἴσῳ κεκραμένον,

καὶ τῆς ὁμονοίας, διὰ τί νῦν μὴ κωμάσω

ἄνευ λυχνούχου πρὸς τὸ τηλικοῦτο φῶς;

Phaidr

tit

{<ΦΑΙΔΡΟΣ.>}

1

Πορευομένῳ δ' ἐκ Πειραιῶς ὑπὸ τῶν κακῶν

καὶ τῆς ἀπορίας φιλοσοφεῖν ἐπῆλθέ μοι.

καί μοι δοκοῦσιν ἀγνοεῖν οἱ ζωγράφοι

τὸν Ἔρωτα, συντομώτατον δ' εἰπεῖν, ὅσοι

τοῦ δαίμονος τούτου ποιοῦσιν εἰκόνας.

ἔστιν γὰρ οὔτε θῆλυς οὔτ' ἄρρην, πάλιν

οὔτε θεὸς οὔτ' ἄνθρωπος, οὔτ' ἀβέλτερος

οὔτ' αὖθις ἔμφρων, ἀλλὰ συννενησμένος

πανταχόθεν, ἑνὶ τύπῳ τε πόλλ' εἴδη φέρων.

ἡ τόλμα μὲν γὰρ ἀνδρός, ἡ δὲ δειλία

γυναικός, ἡ δ' ἄνοια μανίας, ὁ δὲ λόγος

φρονοῦντος, ἡ σφοδρότης δὲ θηρός, ὁ δὲ πόνος

ἀδάμαντος, ἡ φιλοτιμία δὲ δαίμονος.

καὶ ταῦτ' ἐγώ, μὰ τὴν Ἀθηνᾶν καὶ θεούς,

οὐκ οἶδ' ὅ τι ἐστίν, ἀλλ' ὅμως ἔχει γέ τι

τοιο…

The complete text is available when the reading interface loads.