The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. T. Kock, Comicorum Atticorum fragmenta, vol. 2, Leipzig: Teubner, 1884: 236–250.
CTS identifier
urn:cts:greekLit:tlg0404.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

tit 1

{ΑΘΑΜΑΣ}

1

εἶτ' οὐ γυναικός ἐστιν εὐνοϊκώτερον

γαμετῆς ἑταίρα; πολύ γε καὶ μάλ' εἰκότως.

ἡ μὲν νόμῳ γὰρ καταφρονοῦς' ἔνδον μένει,

ἡ δ' οἶδεν ὅτι ἢ τοῖς τρόποις ὠνητέος

ἅνθρωπός ἐστιν ἢ πρὸς ἄλλον ἀπιτέον.

t,post 1

{ΑΚΚΩ}

tit,ante 2

{ΑΛΕΙΠΤΡΙΑ}

tit 2

{ΑΛΚΜΕΩΝ}

2

περιθέτην

tit 3-5

{ΑΜΠΕΛΟΥΡΓΟΣ}

3

οὐκ ἔστιν οὐδὲν ἀτυχίας ἀνθρωπίνης

παραμύθιον γλυκύτερον ἐν βίῳ τέχνης·

ἐπὶ τοῦ μαθήματος γὰρ ἑστηκὼς ὁ νοῦς

αὑτὸν λέληθε παραπλέων τὰς συμφοράς.

4

ἐν οἷς ἂν ἀτυχήσῃ τις ἄνθρωπος τόποις,

ἥκιστα τούτοις πλησιάζων ἥδεται.

5

μικρόν τι κέρμα

tit 6

{ΑΜΦΙΚΡΑΤΗΣ}

6

τὸ δ' ἀγαθὸν ὅ τι ποτ' ἐστίν, οὗ σὺ τυγχάνειν

μέλλεις διὰ ταύτην, ἧττον οἶδα τοῦτ' ἐγώ,

ὦ δέσποτ', ἢ τὸ Πλάτωνος ἀγαθόν. {Β.} πρόσεχε δή.

tit 7

{ΒΑΛΑΝΕΙΟΝ}

7

ἀνεβόης' ὕδωρ ἐνεγκεῖν θερμόν, ἄλλος μετάκερας.

tit 8

{ΓΥΝΑΙΚΟΚΡΑΤΙΑ}

8

πῖνε, παῖζε· θνητὸς ὁ βίος, ὀλίγος οὑπὶ γῇ χρόνος·

ἀθάνατος ὁ θάνατός ἐστιν, ἂν ἅπαξ τις ἀποθάνῃ.

tit 9-11

{ΓΥΝΑΙΚΟΜΑΝΙΑ}

9

ἤδη ποτ' ἤκουσας βίον

ἀληλεμένον; {Β.} ναί· τοῦτ' ἐκεῖν' ἐστὶν σαφῶς·

ἄμητες, οἶνος ἡδύς, ᾠά, σησαμαῖ,

μύρον, στέφανος, αὐλητρίς. {Α.} ὦ Διοσκόρω,

ὀνόματα τῶν δώδεκα θεῶν διελήλυθας.

10

Εὐρύβατε κνισολοιχέ, οὐκ ἔσθ' ὅπως

οὐκ ὀλβιογάστωρ εἶ σύ.

11

εὐκυβεῖν

tit 12

{ΔΑΚΤΥΛΙΟΣ}

12

κατ' ἀγρόν

tit 13

{ΔΕΞΙΔΗΜΙΔΗΣ}

13

ὦ Πλάτων,

ὡς οὐδὲν οἶσθα πλὴν σκυθρωπάζειν μόνον,

ὥσπερ κοχλίας σεμνῶς ἐπηρκὼς τὰς ὀφρῦς.

tit 14-15

{ΔΙΘΥΡΑΜΒΟΣ}

14

ἐγὼ δὲ τὸν γίγγραν γε τὸν σοφώτατον.

{Β.} τίς δ' ἔσθ' ὁ γίγγρας; {Α.} καινὸν ἐξεύρημά τι

ἡμέτερον, ὃ θεάτρῳ μὲν οὐδεπώποτε

ἔδειξ', Ἀθήνησιν δὲ κατακεχρημένον

ἐν συμποσίοις ἰδίᾳ 'στί. {Β.} διὰ τί δ' οὐκ ἄγεις

εἰς τὸν ὄχλον αὐτόν; {Α.} διότι φυλὴν περιμένω

σφόδρα φιλονεικοῦσαν λαχεῖν τιν'· οἶδα γὰρ

ὅτι πάντα πράγματ' ἀνατριαινώσω κρότοις.

15

τί φής; σὺ ταυτὶ προσδοκᾷς πείσειν ἐμέ,

ὡς ἔστ' ἐραστής, ὅστις ὡραῖον φιλῶν

τρόπων ἐραστής ἐστι, τὴν ὄψιν παρείς;

ἄφρων γ' ἀληθῶς. οὔτε τοῦτο πείθομαι,

οὔθ' ὡς πένης ἄνθρωπος ἐνοχλῶν πολλάκις

τοῖς εὐποροῦσιν οὐ λαβεῖν τι βούλεται.

tit 16

{ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΙΣ}

16

γλαῦκοι δ' ὅλοι, ῥαχιστὰ κρανίων μέρη

εὔσαρκα

tit 17-19

{ΕΡΙΘΟΙ}

17

εἶτ' οὐχὶ χρυσοῦν ἐστι πρᾶγμ' ἐρημία;

ὁ πατήρ γε τοῦ ζῆν ἐστιν ἀνθρώποις ἀγρός,

πενίαν τε συγκρύπτειν ἐπίσταται μόνος,

ἄστυ δὲ θέατρον ἀτυχίας σαφοῦς γέμον.

18

ὁ παῖς σοβείτω τοῖς ποτηρίοις συχνοῖς.

19

νεανισκεύεται

tit 20-22

{ΙΑΛΕΜΟΣ}

20

ἐν ταῖς θριδακίναις ταῖς κάκιστ' ἀπολουμέναις,

ἃς εἰ φάγοι τις ἐντὸς ἑξήκοντ' ἐτῶν,

ὁπότε γυναικὸς λαμβάνοι κοινωνίαν,

στρέφοιθ' ὅλην τὴν νύκτα, μηδὲ ἓν πλέον

ὧν βούλεται δρῶν, ἀντὶ τῆς ὑπουργίας

τῇ χειρὶ τρίβων τὴν ἀναγκαίαν τύχην.

21

ὅστις δὲ θνητὸς γενόμενος μὴ τῷ βίῳ

ζητεῖ τι τερπνὸν προσφέρειν, τὰ δ' ἄλλ' ἐᾷ,

μάταιός ἐστιν ἔν γ' ἐμοὶ καὶ τοῖς σοφοῖς

κριταῖς ἅπασιν ἐκ θεῶν τε δυστυχής.

22

ὅστις κορακῖνον ἐσθίει θαλάττιον

γλαύκου παρόντος, οὗτος οὐκ ἔχει φρένας.

t,post 22

{ΚΑΛΛΙΣΤΩ}

tit,ante 23

{ΚΟΝΙΑΤΗΣ}

tit 23-24

{ΚΟΥΡΙΣ}

23

τυφλὸς ὁ Πλοῦτος εἶναί μοι δοκεῖ,

ὅστις γε παρὰ ταύτην μὲν οὐκ εἰσέρχεται,

παρὰ δὲ Σινώπῃ καὶ Λύκᾳ καὶ Ναννίῳ

ἑτέραις τε τοιαύταισι παγίσι τοῦ βίου

ἔνδον κάθητ' ἀπόπληκτος οὐδ' ἐξέρχεται.

tit 25

{ΚΥΒΕΥΤΑΙ}

25

τὸν σκιραφευτήν

tit 26

{ΛΕΥΚΑΔΙΑ}

26

ὅστις ἀγοράζων ὄψον . . . . .

ἐξὸν ἀπολαύειν ἰχθύων ἀληθινῶν,

ῥαφανῖδας ἐπιθυμεῖ πρίασθαι, μαίνεται.

tit 27

{ΟΔΥΣΣΕΥΣ}

27

ἐρίοισι τοὺς τοίχους κύκλῳ Μιλησίοις,

ἔπειτ' ἀλείφειν τῷ Μεγαλλείῳ μύρῳ,

καὶ τὴν βασιλικὴν θυμιᾶτε μίνδακα.

{Β.} ἀκήκοας σύ, δέσποτ', ἤδη πώποτε

τὸ θυμίαμα τοῦτο;

tit,ante 28

{ΟΠΩΡΑ}

tit 28

{ΟΥΡΑΝΟΣ}

28

εἰς τὴν ἑσπέραν χορτάζομεν

ἅπασιν ἀγαθοῖς.

tit 29

{ΠΑΝ}

29

δεῖπνον γὰρ ἀτελὲς οὐ ποιεῖ παροινίαν.

tit 30-31

{ΠΛΑΝΟΣ}

30

πρὸς τοὺς στρατηγοὺς ῥᾷόν ἐστι μυρίαις

μοίραις προσελθόντ' ἀξιωθῆναι λόγου,

λαβεῖν τ' ἀπόκρισιν ὧν ἂν ἐπερωτᾷ τις, ἢ

πρὸς τοὺς καταράτους ἰχθυοπώλας ἐν ἀγορᾷ·

οὓς ἂν ἐρωτήσῃ τις ἀναλαβών τι τῶν

παρακειμένων, ἔκυψεν ὥσπερ Τήλεφος

πρῶτον σιωπῇ (καὶ δικαίως τοῦτό γε·

ἅπαντες ἀνδροφόνοι γάρ εἰσιν ἑνὶ λόγῳ)

ὡσεί τε προσέχων οὐδὲν οὐδ' ἀκηκοὼς

ἔκρουσε πουλύπουν τιν' ὁ δ' ἐπρήσθη καὶ τοτ' οὐ λαλῶν ὅλα

τὰ ῥήματ', ἀλλὰ συλλαβὴν ἀφελών, ‘ττάρων

βολῶν γένοιτ' ἄν·’ ‘ἡ δὲ κέστρα;’ ‘κτὼ βολῶν·’

τοιαῦτ' ἀκοῦσαι δεῖ τὸν ὀψωνοῦντά τι.

31

παραδεδειπνημένος, παῖδες, πάλαι

tit 32

{ΣΑΠΦΩ}

32

διενεχθῆναι

tit 33-34

{ΦΙΛΑΔΕΛΦΟΙ}

33

κατὰ πόλλ' ἐπαινῶ μᾶλλον ἡμῶν τὸν βίον

τὸν τῶν φιλοποτῶν ἤπερ ὑμῶν τῶν μόνον

ἐν τῷ μετώπῳ νοῦν ἔχειν εἰωθότων.

ἡ μὲν γὰρ ἐπὶ τοῦ συντετάχθαι διὰ τέλους

φρόνησις οὖσα, διὰ τὸ λεπτῶς καὶ πυκνῶς

πάντ' ἐξετάζειν δέδιεν ἐπὶ τὰ πράγματα

ὁρμᾶν προχείρως, ἡ δὲ διὰ τὸ μὴ σαφῶς

τί ποτ' ἀφ' ἑκάστου πράγματος συμβήσεται

διαλελογίσθαι δρᾷ τι καὶ νεανικὸν

καὶ θερμόν.

34

Ἄπολλον, ὡς δυσάρεστόν ἐστ' ἀνιώμενος

ἄνθρωπος ἐφ' ἅπασίν τε δυσχερῶς ἔχει.

tit 35

{ΦΙΛΕΤΑΙΡΟΣ}

35

ἔχειν καθαρείως ἐγχελύδιόν τι καὶ

γλαυκινιδίου κεφάλαια καὶ λαβρακίου

τεμάχια.

tit 36-50

{ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ}

36

ποδαπὸς σύ; φράσον. {Β.} Ἀκάνθιος. {Α.} εἶτα πρὸς θεῶν

οἴνου πολίτης ὢν κρατίστου στρυφνὸς εἶ,

καὶ τοὔνομ' αὐτὸ τῆς πατρίδος ἐν τοῖς τρόποις

ἔχεις, τὰ δ' ἤθη τῶν πολιτῶν οὐκ ἔχεις;

37

οὐκ ἔστιν, ὡς ἔοικε, φάρμακον μέθης

οὐδὲν τοιοῦτον ὡς τὸ προσπεσεῖν ἄφνω

λύπην τιν'. οὕτως ἐξελαύνει γὰρ σφόδρα

λῆρον ὥστε τὰς ῥαφάνους οὕτω δοκεῖν.

38

ὁ συκάμινος συκάμιν', ὁρᾷς, φέρει,

ὁ πρῖνος ἀκύλους, ὁ κόμαρος μιμαίκυλα,

κράνεια μέσπιλα.

39

ἀσυμβόλου δείπνου γὰρ ὅστις ὑστερεῖ,

τοῦτον ταχέως νόμιζε κἂν τάξιν λιπεῖν.

40

ἐν Θουρίοις τοὔλαιον, ἐν Γέλᾳ φακοί,

Ἰκάριος οἶνος, ἰσχάδες Κιμώλιαι.

41

ἐνῆν ἄρ', ὡς ἔοικε, κἀν οἴνῳ λόγος,

ἔνιοι δ' ὕδωρ πίνοντές εἰς' ἀβέλτεροι.

42

ὅστις γὰρ ὀμνύοντι μηδὲν πείθεται,

αὐτὸς ἐπιορκεῖν ῥᾳδίως ἐπίσταται.

43

πίνους' ἑκάστης ἡμέρας δι' ἡμέρας.

44

οὐκ ἔστι κρεῖττον τοῦ σιωπᾶν οὐδὲ ἕν.

45

ὅπου τις ἀλγεῖ, κεῖσε καὶ τὸν νοῦν ἔχει.

46

οὐχ ὑποστρώσεις ποτὲ

τρίκλινον;

49

διαπαρθένια δῶρα

50

παρακόμους

tit 51

{ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ}

51

πυξίον

{<ΑΘΑΜΑΣ.>}

1

Εἶτ' οὐ γυναικός ἐστιν εὐνοϊκώτερον

γαμετῆς ἑταίρα; πολύ γε καὶ μάλ' εἰκότως.

ἡ μὲν νόμῳ γὰρ καταφρονοῦς' ἔνδον μένει,

ἡ δ' οἶδεν ὅτι ἢ τοῖς τρόποις ὠνητέος

ἅνθρωπός ἐστιν ἢ πρὸς ἄλλον ἀπιτέον.

{<ΑΛΚΜΑΙΩΝ.>}{<ΑΜΠΕΛΟΥΡΓΟΣ.>}

3

Οὐκ ἔστιν οὐδὲν ἀτυχίας ἀνθρωπίνης

παραμύθιον γλυκύτερον ἐν βίῳ τέχνης·

ἐπὶ τοῦ μαθήματος γὰρ ἑστηκὼς ὁ νοῦς

αὐτοῦ λέληθε παραπλέων τὰς συμφοράς.

4

Ἐν οἷς ἂν ἀτυχήσῃ τις ἄνθρωπος τόποις,

ἥκιστα τούτοις πλησιάζων ἥδεται.

{<ΑΜΦΙΚΡΑΤΗΣ.>}

6

Τὸ δ' ἀγαθὸν ὅ τι ποτ' ἐστίν, οὗ σὺ τυγχάνειν

μέλλεις διὰ ταύτην, ἧττον οἶδα τοῦτ' ἐγώ,

ὦ δέσποτ', ἢ τὸ Πλάτωνος ἀγαθόν· πρόσεχε δή.

{<ΒΑΛΑΝΕΙΟΝ.>}