The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. A. Meineke, Fragmenta comicorum Graecorum, vol. 3, Berlin: Reimer, 1840 (repr. Berlin: De Gruyter, 1970): 301– 313, 315–319.
CTS identifier
urn:cts:greekLit:tlg0404.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

Bal

1

Ἀνεβόης' ὕδωρ ἐνεγκεῖν θερμόν, ἄλλος μετάκερας.

Gynaikok

tit

{<ΓΥΝΑΙΚΟΚΡΑΤΙΑ.>}

1

Πῖνε, παῖζε· θνητὸς ὁ βίος, ὀλίγος οὑπὶ γῇ χρόνος·

ἀθάνατος ὁ θάνατός ἐστιν, ἂν ἅπαξ τις ἀποθάνῃ.

Gynaikom

tit

{<ΓΥΝΑΙΚΟΜΑΝΙΑ.>}

1

Ἤδη πότ' ἤκουσας βίον

ἀληλεμένον; {Β.} ναί. {Α.} τοῦτ' ἐκεῖν' ἔστιν σαφῶς·

ἄμητες, οἶνος ἡδύς, ᾠά, σησαμαῖ,

μύρον, στέφανος, αὐλητρίς. {Β.} ὦ Διοσκόρω,

ὀνόματα τῶν δώδεκα θεῶν διελήλυθας.

2

Εὐρύβατε κνισολοιχέ, οὐκ ἔσθ' ὅπως

οὐκ ὀλβιογάστωρ εἶ σύ.

Dak

tit

{<ΔΑΚΤΥΛΙΟΣ.>}

Dex

tit

{<ΔΕΞΙΔΗΜΙΔΗΣ.>}

1

Ὦ Πλάτων,

ὡς οὐδὲν οἶσθα πλὴν σκυθρωπάζειν μόνον,

ὥσπερ κοχλίας σεμνῶς ἐπηρκὼς τὰς ὀφρῦς.

Dith

tit

{<ΔΙΘΥΡΑΜΒΟΣ.>}

1

{Α.} Ἐγὼ δὲ τὸν γίγγραντα τὸν σοφώτατον.

{Β.} τίς δ' ἔσθ' ὁ γίγγρας; {Α.} καινὸν ἐξεύρημά τι

ἡμέτερον, ὃ θεάτρῳ μὲν οὐδεπώποτε

ἔδειξ', Ἀθήνησιν δὲ κατακεχρημένον

ἐν συμποσίοις ἤδη 'στί. {Β.} διὰ τί δ' οὐκ ἄγεις

εἰς τὸν ὄχλον αὐτό; {Α.} διότι φυλὴν περιμένω

σφόδρα φιλονεικοῦσαν λαχεῖν τιν'· οἶδα γάρ

ὅτι πάντα πράγματ' ἀνατριαινώσει κρότοις.

2

Τί φῄς; σὺ ταυτὶ προσδοκᾷς πείσειν ἐμέ,

ὡς ἔστ' ἐραστής, ὅστις ὡραῖον φιλῶν

τρόπων ἐραστής ἐστι, τὴν ὄψιν παρείς;

ἄφρων γ' ἀληθῶς. οὔτε τοῦτο πείθομαι,

οὔθ' ὡς πένης ἄνθρωπος ἐνοχλῶν πολλάκις

τοῖς εὐποροῦσιν οὐ λαβεῖν τι βούλεται.

Hep

tit

{<ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΙΣ.>}

1

Γλαῦκοι δ' ὅλοι, ῥαχιστὰ κρανίων μέρη

εὔσαρκα.

Eri

tit

{<ΕΡΙΘΟΙ.>}

1

Εἶτ' οὐχὶ χρυσοῦν ἐστι πρᾶγμ' ἐρημία;

ὁ πατήρ γε τοῦ ζῆν ἐστιν ἀνθρώποις ἀγρός,

πενίαν τε συγκρύπτειν ἐπίσταται μόνος,

ἄστυ δὲ θέατρον ἀτυχίας σαφοῦς γέμον.

2

Ὁ παῖς σοβείτω τοῖς ποτηρίοις συχνούς.

Ial

tit

{<ΙΑΛΕΜΟΣ.>}

1

Ἐν ταῖς θριδακίναις ταῖς κάκιστ' ἀπολουμέναις,

ἃς εἰ φάγοι τις ἐντὸς ἑξήκοντ' ἐτῶν,

ὁπότε γυναικὸς λαμβάνοι κοινωνίαν,

στρέφοιθ' ὅλην τὴν νύκτα, μηδὲ ἓν πλέον

ὧν βούλεται δρῶν, ἀντὶ τῆς ὑπουργίας

τῇ χειρὶ τρίβων τὴν ἀναγκαίαν τύχην.

2

Ὅστις δὲ θνητὸς γενόμενος μὴ τῷ βίῳ

ζητεῖ τι τερπνὸν προσφέρειν, τὰ δ' ἄλλ' ἐᾷ,

μάταιός ἐστιν ἔν γ' ἐμοὶ καὶ τοῖς σοφοῖς

κριταῖς ἅπασιν ἐκ θεῶν τε δυστυχής.

3

Ὅστις κορακῖνον ἐσθίει θαλάττιον

γλαύκου παρόντος, οὗτος οὐκ ἔχει φρένας.

Kou

tit

{<ΚΟΥΡΙΣ.>}

1-2

Τυφλὸς ὁ Πλοῦτος εἶναί μοι δοκεῖ,

ὅστις γε παρὰ ταύτην μὲν οὐκ εἰσέρχεται,

παρὰ δὲ Σινώπῃ καὶ Λύκᾳ καὶ Ναννίῳ

ἑτέραις τε τοιαύταισι παγίσι τοῦ βίου

ἔνδον κάθητ' ἀπόπληκτος οὐδ' ἐξέρχεται.

Kyb

tit

{<ΚΥΒΕΥΤΑΙ.>}

Leu

tit

{<ΛΕΥΚΑΣ.>}

1

Ὅστις ἀγοράζων ὄψον,

ἐξὸν ἀπολαύειν ἰχθύων ἀληθινῶν,

ῥαφανῖδας ἐπιθυμεῖ πρίασθαι μαίνεται.

Ody

tit

{<ΟΔΥΣΣΕΥΣ.>}

1

Ἐρίοισι τοὺς τοίχους κύκλῳ Μιλησίοις,

ἔπειτ' ἀλείφειν τῷ Μεγαλλίῳ μύρῳ,

καὶ τὴν βασιλικὴν θυμιᾶτε μίνδακα.

{Β.} Ἀκήκοας σὺ δέσποτ' ἤδη πώποτε

τὸ θυμίαμα τοῦτο;

Our

tit

{<ΟΥΡΑΝΟΣ.>}

1

Εἰς τὴν ἑσπέραν

χορταζόμεσθα πᾶσιν ἀγαθοῖς.

Pan

tit

{<ΠΑΝ.>}

1

Ἀτελές γε δεῖπνον οὐ ποιεῖ παροινίαν.

Pla

tit

{<ΠΛΑΝΟΣ.>}

1

Πρὸς τοὺς στρατηγοὺς ῥᾷόν ἐστι μυρίαις

μοίραις προσελθόντ' ἀξιωθῆναι λόγου,

λαβεῖν τ' ἀπόκρισιν ὧν ἂν ἐπερωτᾷ τις, ἤ

πρὸς τοὺς καταράτους ἰχθυοπώλας ἐν ἀγορᾷ·

οὓς ἂν ἐπερωτήσῃ τις, ἢ λαβών τι τῶν

παρακειμένων ἔκυψεν ὥσπερ Τήλεφος

πρῶτον σιωπῇ (καὶ δικαίως τοῦτό γε·

ἅπαντες ἀνδροφόνοι γάρ εἰσιν ἑνὶ λόγῳ)

ὡσεί τε προσέχων οὐδὲν οὐδ' ἀκηκοώς

ἔκρουσε πώλυπόν τιν' ὁ δ' ἐπρήσθη καί του λαβὼν ὅλα

τὰ ῥήματ', ἀλλὰ συλλαβὴν ἀφελών, τάρων

βολῶν γένοιτ' ἄν· ἡ δὲ κέστρα; κτὼ βολῶν·

τοιαῦτ' ἀκοῦσαι δεῖ τὸν ὀψωνοῦντά τι.

2

Παραδεδειπνημένοι παῖδες πάλαι.

Sap

tit

{<ΣΑΠΦΩ.>}

Phila

tit

{<ΦΙΛΑΔΕΛΦΟΙ.>}

1

Κατὰ πόλλ' ἐπαινῶ μᾶλλον ἡμῶν τὸν βίον

τὸν τῶν φιλοποτῶν ἤπερ ὑμῶν τῶν μόνον

ἐν τῷ μετώπῳ νοῦν ἔχειν εἰωθότων.

ἡ μὲν γὰρ ἐπὶ τοῦ συντετάχθαι διὰ τέλους

φρόνησις οὖσα, διὰ τὸ λεπτῶς καὶ πυκνῶς

πάντ' ἐξετάζειν δέδιεν ἐπὶ τὰ πράγματα

ὁρμᾶν προχείρως, ἡ δὲ διὰ τὸ μὴ σαφῶς

τί ποτ' ἀφ' ἑκάστου πράγματος συμβήσεται

διαλελογίσθαι δρᾷ τι καὶ νεανικόν

καὶ θερμόν.

2

Ἄπολλον, ὡς δυσάρεστόν ἐστ' ἀνιώμενος

ἄνθρωπος ἐφ' ἅπασίν τε δυσχερῶς ἔχει.

Phile

tit

{<ΦΙΛΕΤΑΙΡΟΣ.>}

1

Ἔχειν καθαρίως ἐγχελύδιόν τι καί

γλαυκινιδίου κεφάλαια καὶ λαβρακίου

τεμάχια.

IFF

tit

{INCERTARUM FABULARUM FRAGMENTA.}

1

Ποδαπὸς σύ; φράσον. {Β.} Ἀκάνθιος. {Α.} εἶτα πρὸς θεῶν

οἴνου πολίτης ὢν κρατίστου στρυφνὸς εἶ,

καὶ τοὔνομ' αὐτὸ τῆς πατρίδος ἐν τοῖς τρόποις

ἔχεις, τὰ δ' ἤθη τῶν πολιτῶν οὐκ ἔχεις;

2

Οὐκ ἔστιν, ὡς ἔοικε, φάρμακον μέθης

οὐδὲν τοσοῦτον ὡς τὸ προσπεσεῖν ἄφνω

λύπην τίν'. οὕτως ἐξελαύνει γὰρ ταχύ,

σφόδρα λῆρον ὥστε τὰς ῥαφάνους ὄντως δοκεῖν.

3

Ἀσυμβόλου δείπνου γὰρ ὅστις ὑστερεῖ,

τοῦτον ταχέως νόμιζε καὶ τάξιν λιπεῖν.

4

Ἐν Θουρίοις τοὔλαιον, ἐν Γέλᾳ φακοί,

Ἰκάριος οἶνος, ἰσχάδες Κιμώλιαι.

5

Ἐνῆν ἄρ', ὡς ἔοικε, κἀν οἴνῳ λόγος,

ἔνιοι δ' ὕδωρ πίνοντές εἰς' ἀβέλτεροι.

6

Ὁ συκάμινος συκάμιν', ὁρᾷς, φορεῖ,

ὁ πρῖνος ἀκύλους, ὁ κόμαρος μιμαίκυλα,

κράνεια μέσπιλα.

7

Πίνους' ἑκάστης ἡμέρας δι' ἡμέρας.

8

Ὅστις γὰρ ὀμνύοντι μηδὲν πείθεται,

αὐτὸς ἐπιορκεῖν ῥᾳδίως ἐπίσταται.

9

Οὐκ ἔστι κρεῖττον τοῦ σιωπᾶν οὐδὲ ἕν.

10

Οὐχ ὑποστρώσεις ποτέ

τρίκλινον;