Fragmenta
- Edition reference
- Fragmenta, ed. A. Meineke, Fragmenta comicorum Graecorum, vol. 3, Berlin: Reimer, 1840 (repr. Berlin: De Gruyter, 1970): 341– 348, 350–355.
- CTS identifier
urn:cts:greekLit:tlg0406.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
Neo
1
ἔστι δὲ σκοπεῖν ἀπ' ἀρχῆς πρῶτα μὲν τὴν Πλαγγόνα,
ἥτις ὥσπερ ἡ Χίμαιρα πυρπολεῖ τοὺς βαρβάρους.
εἷς μόνος δ' ἱππεύς τις αὐτῆς τὸν βίον παρείλετο·
πάντα τὰ σκεύη γὰρ ἕλκων ᾤχετ' ἐκ τῆς οἰκίας.
οἱ Σινώπῃ δ' αὖ συνόντες οὐχ ὕδρᾳ σύνεισι νῦν;
γραῦς μὲν αὕτη, παραπέφυκε δ' ἡ Γνάθαινα πλησίον·
ὥστ' ἀπαλλαγεῖσι ταύτης ἐστὶ διπλάσιον κακόν.
ἡ δὲ Νάννιον τί νυνὶ διαφέρειν Σκύλλης δοκεῖ;
οὐ δύ' ἀποπνίξας' ἑταίρους τὸν τρίτον θηρεύεται
ἔτι λαβεῖν; ἀλλ' ἐξέπαισε πορθμὶς ἐλατίνῳ πλάτῃ.
ἡ δὲ Φρύνη τὴν Χάρυβδιν οὐχὶ πόρρω που ποιεῖ,
τόν τε ναύκληρον λαβοῦσα καταπέπωκ' αὐτῷ σκάφει;
ἡ Θεανὼ δ' οὐχὶ Σειρήν ἐστιν ἀποτετιλμένη;
βλέμμα καὶ φωνὴ γυναικός, τὰ σκέλη δὲ κοψίχου.
Σφίγγα Θηβαίαν δὲ πάσας ἔστι τὰς πόρνας καλεῖν,
αἳ λαλοῦς' ἁπλῶς μὲν οὐδέν, ἀλλ' ἐν αἰνιγμοῖς τισιν,
ὡς ἐρῶσι καὶ φιλοῦσι καὶ σύνεισιν ἡδέως.
εἶτα τετράπους μοι γένοιτο, φησί, τήνπρος ἢ θρόνος·
εἶτα δὴ τρίπους τις, εἶτα, φησί, παιδίσκη δίπους.
εἶθ' ὁ μὲν γνοὺς ταῦτ' ἀπῆλθεν εὐθὺς ὥσπερ Οἰδίπους,
οὐδ' ἰδεῖν δόξας ἐκείνην, σώζεται δ' ἄκων μόνος.
οἱ δ' ἐρᾶσθαι προσδοκῶντες εὐθύς εἰσιν ἠρμένοι,
καὶ φέρονθ' ὑψοῦ πρὸς αἴθραν. συντεμόντι δ' οὐδὲ ἕν
ἔσθ' ἑταίρας ὅσα περ ἔστι θηρί' ἐξωλέστερον.
2
Ἐὰν δέ τις μέτρια λέγουσα * * *
τοῖς δεομένοις τινῶν ὑπουργῇ πρὸς χάριν,
ἐκ τῆς ἑταιρίας ἑταίρα τοὔνομα
προσηγορεύθη· καὶ σὺ νῦν οὐχ ὡς λέγεις
πόρνης, ἑταίρας δ' εἰς ἔρωτα τυγχάνεις
ἐληλυθώς· ἆρ' ὡς ἀληθῶς ἐστι γοῦν
ἁπλῆ τις; {Β.} ἀστεία μὲν οὖν, νὴ τὸν Δία.
Ner
tit
{<ΝΗΡΕΥΣ.>}
1
Καί τοι πολύ γ' ἔσθ' ἥδιον· οὐ γὰρ ἄν ποτε
ἔπινον ἂν τρὶς ὕδατος, οἴνου δ' ἓν μόνον.
Orn
tit
{<ΟΡΝΙΘΟΚΟΜΟΙ.>}
1
Καὶ πρὸς ἐπὶ τούτοις τιθασὸς οἰμώζων ταὧς.
Plou
tit
{<ΠΛΟΥΣΙΟΙ.>}
1
Διαρραγήτω χἅτερος δειπνῶν τις εὖ,
μὴ Κτησίας μόνος. {Β.} τί γάρ σε κωλύει;
{Α.} δείπνου γὰρ οὗτος, ὡς λέγουσιν οἱ σοφοί,
ἀρχήν, τελευτὴν δ' ἔμαθεν οὐδεπώποτε.
Hya
tit
{<ΥΑΚΙΝΘΟΣ ΠΟΡΝΟΒΟΣΚΟΣ.>}
1
Ἡ μουσικὴ δ' ὥσπερ Λιβύη πρὸς τῶν θεῶν
ἀεί τι καινὸν κατ' ἐνιαυτὸν θηρίον
τίκτει.
2-3
Ἐγὼ δ' ἰὼν ὀψάριον ὑμῖν ἀγοράσω.
Σκεύαζε, παῖ, τοὐψάριον ἡμῖν.
Cha
tit
{<ΧΑΡΙΤΕΣ.>}
1
Οὐκ ἐτὸς ἐρωτῶσίν με προσιόντες τινές,
ὄντως ὁ Κραναὸς Κτησίου κατεσθίει
ἔλαττον, ἢ δειπνοῦσιν ἀμφότεροι συχνά;
Chr
tit
{<ΧΡΥΣΟΧΟΟΣ.>}
1
Ἤδη σχεδόν τι πάντα σοι πλὴν Κτησίου·
δείπνου γὰρ οὗτος, ὡς λέγουσιν οἱ σοφοί,
ἀρχήν, τελευτὴν δ' οὐκ ἐπίσταται μόνος.
Hor
tit
{<ΩΡΑΙ.>}
IFF
tit
{INCERTARUM FABULARUM FRAGMENTA.}
1
Οἱ κόλακές εἰσι τῶν ἐχόντων οὐσίας
σκώληκες. εἰς οὖν ἄκακον ἀνθρώπου τρόπον
εἰσδὺς ἕκαστος ἐσθίει καθήμενος,
ἕως ἂν ὥσπερ πυρὸν ἀποδείξῃ κενόν.
ἔπειθ' ὁ μὲν λέμμ' ἐστίν, ὁ δ' ἕτερον δάκνει.
2
Ἀπιστότερος εἶ τῶν κοχλιῶν πολλῷ πάνυ,
οἳ περιφέρους' ὑπ' ἀπιστίας τὰς οἰκίας.
3
Τὰ δὲ σφύρ' ᾤδει μᾶλλον ἢ σικυὸς πέπων.
4
Καὶ πῶς γυνή
ὥσπερ θάλαττα νῆσον ἀμφιέννυται;
5
Φέρ' αὔτ' ἀνύσας. {Β.} ἀλλ' ἐστὶ πενθηρὸν πάνυ.
6
Τὴν Ἑκτόρειον τὴν ἐφίμερον κόμην.
7
Ἡμεῖς δέ γε κτενίζομεν Τελέσιππον οἰκόσιτον.