The Greek Library Catalogue

Anonymous

Fragmenta incertorum poetarum

Edition reference
Fragmenta incertorum poetarum, ed. T. Kock, Comicorum Atticorum fragmenta, vol. 3, Leipzig: Teubner, 1888: 397–418, 420– 425, 428–462, 464–547, 553–632, 635–641.
CTS identifier
urn:cts:greekLit:tlg0408.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

(ὁ) Φορμίων τρεῖς (ἀργυροῦς) στήσειν ἔφη

τρίποδας, ἔπειτ' ἔθηκεν ἕνα μολύβδινον.

2

μετὰ τὴν ἀποβολὴν τοῦ Κλέωνος εὐθέως

ὑπερέβαλεν ὑπὲρ τοῦ Ὑπερβόλου.

3-4-5

ἀλλ' Ἀλκιβιάδην τὸν ἁβρόν, ὦ γῆ καὶ θεοί,

ὃν ἡ Λακεδαίμων μοιχὸν ἐπιθυμεῖ λαβεῖν.

6

βδελυρὸν μὲν οὖν τὸ πρᾶγμα, κοὐκ ἂν ἐβουλόμην

λαχεῖν· ἐπειδὴ δ' ἔλαχον, οὐκ ἂν ἐβουλόμην.

8

εὐδαίμων ... Πολίαγρος

οὐράνιον αἶγα πλουτοφόρον τρέφων.

9

χρόαν δὲ τὴν σὴν ἥλιος λάμπων φλογὶ

αἰγυπτιώσει.

10

δεινὸν .. κεραυνὸν ἐν γλώττῃ φέρει.

11

γερονταγωγῶν κἀναμισθαρνεῖν διδούς

12-13-14

οὐδεὶς κομήτης ὅστις οὐ ψηνίζεται.

οὐδεὶς κομήτης ὅστις οὐ βινητιᾷ.

οὐδεὶς κομήτης ὅστις οὐ περαίνεται.

15

κεκολλόπευκας· τοιγαροῦν ῥήτωρ ἔσει.

16

ἄνευ δὲ μητρός, ὦ κάθαρμ' Εὐριπίδη;

17

ὀκνεῖς λαλεῖν; οὕτω σφόδρ' εἶ τηθαλλαδοῦς;

18

κύων τις ἐδόκει συμποιεῖν Μολοττικός.

19

ἀπηλλάγημεν πολυχέσου νοσήματος.

20

ἤτοι τέθνηκεν ἢ διδάσκει γράμματα.

21

Κορυδέως .. εἰδεχθέστερος

22

Μουσῶν εὐκόλων ἀνθρήνιον

23

οὐδέποτε προδέδωκέ με.

25

Οἰωνίχου μουσεῖον

26

αὐτόχρημα Χαιρεφῶν

29

Ἐρετρικὸς κατάλογος

30

σπερχυλλάδην κέκραγας

31

Ἐπειοῦ δειλότερος

32

ἠρινοῦ πόκου

33

κεραμικὴ μάστιξ

34

ἀλλὰ θῦε τοὺς κέδρους.

35

[κἄν τις τύχῃ πρῶτος παραβαλών, εἴληφε ποδάνιπτρα,]

ἐξιὼν δ' ἔτι κνέφους τὸ χειρόνιπτρον εἵλετό μοι.

36

ἄριστα χωλὸς οἰφεῖ.

37

γλῶττάν τέ σοι

δίδωσιν ἐν δήμῳ φορεῖν

καλῶν λόγων ἀείνων,

ᾗ πάντα νικήσεις λέγων.

38

τῶν πολιτῶν ἄνδρας ὑμῖν δημιουργοὺς ἀποφανῶ.

39

οὐδ' Ἀμυνίαν ὁρᾶτε πτωχὸν ὄντ' ἐφ' ἡμῖν;

40

βουκολήσεις τὰ περὶ τὸν βοῦν.

41

ἐξυβρίσας πειθαρχεῖν οὐκέτι τολμᾷ,

ἀλλὰ δάκνει τὴν Εὔβοιαν καὶ ταῖς νήσοις ἐπιπηδᾷ.

42

Προῖτος . . .

Βελλεροφόντην, ὁ δὲ Πήγασος ἦν ἐξ Ἀρκαδίας ἐπίκουρος.

44

τὴν λαμπροτάτην πόλεων πασῶν ὁπόσας ὁ Ζεὺς ἀναφαίνει.

45

ἀλλ' οὐδὲν δεῖ παρὰ τὸν βωμὸν βαστάζειν τὰς ἐπινοίας.

46

ἐπικαττύειν καὶ πτερνίζειν

47

ὦ μόνοι ὦτοι τῶν Ἑλλήνων

48

Ἀνδροκλέα τὸν ἀπ' αἰγείρων

49

(ὅταν) ἀστράψῃ διὰ Πυκνός

50

παρὰ κωφὸν (ἔοικ') ἀποπαρδεῖν.

51-52

ἐν δὲ διχοστασίῃσι καὶ Ἀνδροκλέης πολεμαρχεῖ.

ἐν γὰρ ἀμηχανίῃ καὶ ὁ Καρκίνος ἔμμορε τιμῆς.

53

εὐφράνας ὑμᾶς ἀπέπεμπ' οἴκαδ' ἄλλον ἄλλοσε.

54

εἰς τὴν ὀρχήστραν· ἔτι γὰρ τὴν θέαν ᾤκειτ' ἐκεῖ.

55

(ὡς) παχυσκελὴς ἀλετρὶς πρὸς μύλην κινουμένη

56

θερμολουσίαις ἁπαλοί, μαλθακευνίαις ἁβροί

57

θυμελικὰν ἴθι μάκαρ φιλοφρόνως εἰς ἔριν.

61

βυρσόκαππον

62

προβατοκάπηλος

70

Λαισποδίας

71

Δημοκλεῖδαι

72

Μενωνίδαι

73

Κήπιδος σκέλος

74

Δούλωνα

75

Δρυαχαρνεῦ

77

Διὶ Συκασίῳ

78

λωπιστὸς ὁ Παλαμήδης

79

περισχαδόν

80

αἰτῶμαι

81

ἀναστῦψαι

82

ἀποπαρδακᾷ

83

ἀποφύλιον

84

ἀρχολίπαρος, ἀρχογλυπτάδης

85

βλεπεδαίμων

86

γλωττοκηλοκόμπης

87

διαπερδικίσαι

88

δορυφορήματα

89

ἐγκυσίχωλος

90

ἐνόρχην λαόν

91

εὐπραξίαν

92

θεάτρια

93

κοννόφροσιν

94

ὀνοστύππαξ

95

πανδαισία

96

παρημπολημένον

97

πορνότριψ

98

σκηνοποιούς

99

τυραννοδαίμονα

100

ὑπόχυτον

101

φειδός

102

φόρτακας

104

ἐρημία μέν ἐστι, κοὐκ ἀκούσεται

οὐδεὶς παρών μου τῶν λόγων ὧν ἂν λέγω.

ἐγὼ τὸν αἰῶν', ἄνδρες, ἐτεθνήκη πάλαι

ἅπανθ' ὃν ἔζην· τοῦτό μοι πιστεύετε.

παγγηκγοτοκαλον τἀγαθόν, τὸ σεμνὸν ἦν,

τὸ κακόν· τοιοῦτον ἦν τί μου πάλαι σκότος

περὶ τὴν διάνοιαν, ὡς ἔοικε, κείμενον,

ὃ πάντ' ἔκρυπτε ταῦτα κἠφάνιζέ μοι.

νῦν δ' ἐνθάδ' ἐλθών, ὥσπερ εἰς Ἀσκληπιοῦ

ἐγκατακλιθείς, ὡς ἴστε μετ' ὀλίγον χρόνον,

ἀναβεβίωκα· περιπατῶ, λαλῶ φρονῶν,

τὴν τηλικούτων καὶ τοιούτων ηλιον

νυντοντον εὑρών, ἄνδρες, ἐν τῇ τήμερον.

ὑμᾶς ορωτο νυν νσιραι τὸν ἀέρα,

τὴν ἀκρόπολιν, τὸ θέατρον . . . . .

. . . . . . . . . . . .

. . . . . . . . . . . .

. . ἀρίστων φιλόσοφος μαθήματα.

105

. . . . . . . . . . . .ἄνθρωπος οἶνον, αὐτὸ τοῦτ' ἐκπλήτ . .

ἔγωγε, ὑπὲρ τοῦ μεθύσκεσθ' οὐ λέγω.

ἀπιστία γάρ ἐσθ' ὅμοιον τοῦτό γε,

εἰ καὶ βιάζεται κοτύλην τις τοὺς βο .

ὠνούμενος πίνειν ἑαυτόν. τοῦτ' ε .

προσέμενον· οὗτος ἐμπεσὼν διασ . .,

τὸν ἔρωτα· τί δ' ἐμοὶ τοῦτο; πάλιν οἰμώ . .

προῖκα δὲ λαβὼν τάλαντα τέτταρ' ἀργυ .

οὐ τῆς γυναικὸς νενόμιχ' αὑτὸν οἰκέ .

ἀπόκοιτός ἐστι, πορνοβοσκῷ δώδεκα

τῆς ἡμέρας δραχμὰς δίδωσι. {Β.} δώδεκα

......τακ..βως οὑτοσὶ τὰ πράγματα

.....σ δια!ροφὴν ἀνδρὶ καὶ πρὸς ἡμερ .

......ελ..ισται δύ' ὀβολοὺς τῆς ἡμέρας

.....ντ..γωπεινωντιπτι.......ποτε

....ς..προσμενειχαιρω......

....γλυκυτατεοτης ........τηρ

....ονωσαθλιοστισ..........

........τρισκακοδ....

106-107

ὁ Μνησίθεος δ' ἔφη τὸν οἶνον τοὺς θεοὺς

θνητοῖς καταδεῖξαι τοῖς μὲν ὀρθῶς χρωμένοις

ἀγαθὸν μέγιστον, τοῖς δ' ἀτάκτως τοὔμπαλιν·

τροφήν τε γὰρ δίδωσι τοῖς εὖ χρωμένοις,

ἰσχύν τε ταῖς ψυχαῖσι καὶ τοῖς σώμασιν·

εἰς τὴν ἰατρικήν τε χρησιμώτατον·

καὶ τοῖς ποτοῖς γὰρ φαρμάκοις κεράννυται,

καὶ τοῖσιν ἑλκωθεῖσιν ὠφελίαν ἔχει·

ἐν ταῖς συνουσίαις τε ταῖς καθ' ἡμέραν

τοῖς μὲν μέτριον πίνουσι καὶ κεκραμένον

εὐθυμίαν, ἐὰν δ' ὑπερβάλῃς, ὕβριν,

ἂν ἴσον ἴσῳ δὲ προσφέρῃ, μανίαν ποιεῖ,

ἐὰν δ' ἄκρατον, παράλυσιν τῶν σωμάτων.

διὸ καὶ <καλοῦσι> τὸν Διόνυσον πολλαχοῦ

ἰατρόν, ὡς ἂν τῆς ὑγιείας αἴτιον·

καὶ τοῖς Ἀθηναίοισι γοῦν ἡ Πυθία

ἔχρησε τιμᾶν ὡς <ὑγιαστὴν> τὸν θεόν.

108-109

ἐγὼ γεωργῶ τὸν ἀγρόν, οὐχ ὅπως τρέφῃ

αὐτός με, παρ' ἐμοῦ δ' ἵνα τροφὴν προσλαμβάνῃ,

σκάπτω γὰρ αὐτὸς ἐπιμελῶς σπείρω τ' ἀεί,

καὶ πάντα ποιῶ πρὸς τὸ δούς τι καὶ λαβεῖν·

ὁ δὲ λαμβάνει μέν, ἀποδίδωσι δ' οὐδὲ ἕν.. . . . . . . . . . . .

ἀποστερητὴν ἔλαθον ἀγοράσας ἀγρόν.

ἔσπειρα μὲν κριθῶν μεδίμνους εἴκοσιν·

τούτων δ' ἀπέδωκεν οὐδ' ὅλους τρισκαίδεκα,

οἱ δ' ἕπτ' ἐπὶ Θήβας ἐστράτευσάν μοι δοκῶ·

τὸ τῶν γυναικῶν ῥῆμα διατηρεῖ μόνον

‘ὀνησιφόρα γένοιτο’· τοῦτο γίνεται.

ὃ γὰρ φέρει νῦν οὗτος, εἷς ὄνος φέρει.

110

τὸν νομοθέτην φασὶν Χαρώνδαν ἔν τινι

νομοθεσίᾳ τά τ' ἄλλα καὶ ταυτὶ λέγειν·

ὁ παισὶν αὑτοῦ μητρυιὰν ἐπεισάγων

μήτ' εὐδοκιμείσθω μήτε μετεχέτω λόγου

παρὰ τοῖς πολίταις, ὡς ἐπείσακτον κακὸν

κατὰ τῶν ἑαυτοῦ πραγμάτων πεπορισμένος.

εἴτ' ἐπέτυχες γάρ, φησί, γήμας τὸ πρότερον,

εὐημερῶν κατάπαυσον, εἴτ' οὐκ ἐπέτυχες,

μανικὸν τὸ πεῖραν δευτέρας λαβεῖν πάλιν.

114

{Α.} πῶς εἰσιν οἱ πυρο . . . . . .

{Β.} τί δέ σοι μέλει τοῦτ'; {Α.} οὐδεν .....

εἰς τὴν ἀλήθειαν καταχρησ ....

ἂν τίμιος, δακέτω ς' ὑπερ ε ....

πένητος· αἰσθοῦ σαυτὸν ὄντα ...

ἄνθρωπον· ἄνθρωπον δὲ κα . . . .

ἵνα μὴ 'πιθυμῇς τῶν ὑπερ ....

115

ὁ πρῶτος εἰπών ‘μεταβολὴ πάντων γλυκύ’,

οὐχ ὑγίαινε, δέσποτ'. ἐκ μὲν γὰρ κόπου

γλυκεῖ' ἀνάπαυσις, ἐξ ἀλουσίας δ' ὕδωρ,

καὶ τἄλλα τοιαῦτ'· ἂν δέῃ δ' ἐκ πλουσίου

πτωχὸν γενέσθαι, μεταβολὴ μέν, ἡδὺ δ' οὔ.

ὥστ' οὐχὶ πάντων ἐστὶ μεταβολὴ γλυκύ.

116

εἶτ' εἰ μὲν ᾔδησθ' ὅτι τοιοῦτον τὸν βίον,

ὃν οὐκ ἐβίωσε, ζῶν διηυτύχησεν ἄν,

ὁ θάνατος οὐκ εὔκαιρος· εἰ δ' ἤνεγκεν αὖ

οὗτος ὁ βίος τι τῶν ἀνηκέστων, ἴσως

ὁ θάνατος αὐτὸς σοῦ γέγονεν εὐνούστερος.

117

τάλαντον ἡ προίξ· μὴ λάβω; ζῆν δ' ἔστι μοι

τάλαντον ὑπεριδόντι; τεύξομαι δ' ὕπνου

προέμενος; οὐ δώσω δὲ κἀν Ἅιδου δίκην

ὡς ἠσεβηκὼς εἰς τάλαντον ἀργύρου;

118

{Α.} τύχην ἀμύνεσθαι; τίνα τρόπον; {Β.} φιλοσόφως.

{Α.} τὸν Δία δὲ πῶς ὕοντα; τὸν βορέαν δὲ πῶς;

{Β.} ζητοῦμεν ἱμάτιον, βαλανεῖον, πῦρ, στέγην·

οὐχ ὑόμενοι καθήμεθ' οὐδὲ κλάομεν.

119

σχολαστής ἐστι· δεῖ δ' οἶμαι γαμεῖν

τὸν ἐπιμελῆ καὶ δυνατὸν οἰκονομεῖν ὄχλον

πλείω. {Β.} τὸν ἀμελῆ μᾶλλον, ἐπιθυμοῦντα δὲ

σχολῆς, ἵν' ἔχων οἰκονόμον ἀδεῶς περιπατῇ.

120

καὶ περιβόητον πᾶσιν ἀνθρώποις ποιεῖ

αὑτὸν ὁ Κράτης, καὶ τοῦτο δὴ τὸ λεγόμενον

ἥττων ἑαυτοῦ πορνιδίῳ τρισαθλίῳ

ἑαυτὸν οὕτω παραδέδωκεν.

121-122

οἴει δ' ἑταίρας τὸν σοφιστὴν διαφέρειν;. . . . . . . . . . . .

παιδεύομεν δ' οὐ χεῖρον ἡμεῖς τοὺς νέους.

σύγκρινον, ὦ 'τάν, Ἀσπασίαν καὶ Σωκράτην·

τῆς μὲν γὰρ ὄψει Περικλέα, Κριτίαν δὲ τοῦ

ἑτέρου μαθητήν.

123

(Κόρινθος)δυοῖν θαλάτταιν ἐν μέσῳ παρακειμένη,

χαρίεσς' ἰδεῖν μὲν κἀμφιλαφῶς τρυφημάτων

ἔχουσα, τοὺς δ' οἰκοῦντας ἀχαρίτους τε καὶ

ἀνεπαφροδίτους (θαυμασίως) κεκτημένη.

124

(ὁ κουρεύς)πανοῦργος ἦν καὶ σκαιός· ἔλαθε τοῦτο γὰρ

ποιῶν παρὰ μέρος κοὐ κατὰ πάσης τῆς γνάθου,

καὶ πολλαχοῦ δασεῖαν, ἀλλαχοῦ δὲ καὶ

λείαν κατέλιπε τὴν σιαγόνα . . .

125

ἐμέ, Νικόμαχε, πρὸς τὸν στρατιώτην τάξατε·

ἂν μὴ ποιήσω πέπονα μαστιγῶν ὅλον,

ἂν μὴ ποιήσω σπογγιᾶς μαλακώτερον

τὸ πρόσωπον—

126

ἁρετὴ

καὶ τὸ καλὸν αὔτ' οὐκ οἶδ' ὅποι τότ' οἴχεται

ἔπη πτερόεντ' ὄνθ' ὡς ἀληθῶς καὶ μάτην

ἐν ταῖσι διατριβαῖς σκιαμαχούμενα.

127

ἄπολις, ἄοικος, πατρίδος ἐστερημένος,

οὐκ ὀβολόν, οὐ δραχμὴν ἔχων, οὐκ οἰκέτην,

ἀλλ' οὐδὲ μᾶζαν, ἧς Ἐπίκουρος εὐπορῶν

128

τί οὖν ἐκεῖνοι τοὺς λίθους στεφανοῦσι καὶ

κάουσι δεῖπνα πολυτελῆ κἀς τοὺς βόθρους

μελίκρατον ἐκχέουσιν, ὡς γοῦν εἰκάσαι;

129

καὶ γὰρ μετὰ Κάλλα γέγονα καὶ μετ' Αἰχμία,

καὶ μετὰ Μενοίτα καὶ μετὰ Περδίκκα πάλιν,

καὶ ναί γε μὰ Δία τρίτον ἔτος μετὰ Κινησία.

130

μηδέποτε πεῖραν τοῖς θεοῖς εὔχου λαβεῖν,

Φαίδιμε, τοιούτου μηδενός, μηδ' εἰδέναι

ὡς ἔστιν ἑτέρῳ ῥᾴδιον παραινέσαι.

131

εἰ μνημονεύεις εὖ παθὼν φιλεῖς τέ με,

ἀπέχω πάλιν, Φιλῖνε, παρὰ σοῦ τὴν χάριν·

τούτου γὰρ αὐτὴν ἕνεκα πρὸς σὲ κατεθέμην.

132

παραπλήσιον πρᾶγμ' ἐστὶ γῆρας καὶ γάμος.

τυχεῖν γὰρ αὐτῶν ἀμφοτέρων σπουδάζομεν,

ὅταν δὲ τύχωμεν ὕστερον, λυπούμεθα.

133

νῦν τῶν κατ' ἄστυ πραγμάτων ἀπαλλαγεὶς

εἰς τὸν ἀγρὸν εἶμι κἀνδρὶ συνέσομαι φίλῳ

καὶ γῆθεν ἀναμένοντι τὴν ἐπικαρπίαν.

134

ὁ γὰρ γυναικὸς ἐνδεθεὶς φίλτροισιν ἢ

τέκνων ἀνάγκῃ φύσεος ἐπιμελούμενος

γέγονε λεληθὼς δοῦλος ἀντ' ἐλευθέρου.

135

τὰ πανοῦργα ταῦτ' ὀψάρια χὐποτρίμματα

136

. . . . οὐκ ἀπὸ πονηροῦ λήμματος

οὐδενὸς ἐφ' οἷς ῥήγνυσθε ταῦτ' ἐκτησάμην,

ἀλλ' ὀβολὸν ὀβολῷ προστιθείς, δραχμῇ δραχμήν.

137

. . . . . οὐδενὸς δεῖσθαι λέγων

ἕκαστος αὐτῶν, ἀλλὰ μικρὸν ὕστερον

δεῖται προσελθὼν κἀγανακτεῖ μὴ λαβών.

138

. . . . . οἶδε γὰρ συνουσία

φαύλη κακύνειν, ὥσπερ αὖ τοὐναντίον

ποιεῖν ἀμείνους τῶν καλῶν ὁμιλία.

139

. . . . . οὐδὲ τὴν νευρὰν Ἔρως

μετρίως ἐνέτεινεν, ἀλλ' ὅσον εἶχεν ἰσχύος

προσελκύσας τὰ τόξα διαφῆκεν βέλος.

140

σίζουσι τηγάνοισι περιηχούμενοι

τὸν πάντα τ' ἀμφ' ἴγδιν τε κἀλετρίβανον

. . . . . . κατατρίβοντες βίον.

141

εἰς μελίπηκτα καὶ

τραγήματ' ἐξώκειλεν, ἐπιδορπισμάτων

εὑροῦσα πλῆθος, παντοδαπὰς θηρωμένη

(γεύσεις).

142

ἅπαντ' ἀφανίζει γῆρας, ἰσχὺν σώματος,

ἀκοήν, ὅρασιν, κάλλος· οὐκέθ' ἡδονὴ

ἔστιν.

143

καλὸν

πρόσρημα μισάνθρωπος ὠνομαζόμην

προσηγορίαν ἀπὸ τοῦ τρόπου μεταλαμβάνων.

144

εἰς ὗς μετέβαλε ποικίλων τε θηρίων

ὄψεις . . .

τροφήν τ' ἐχορήγει τὴν ἑκάστῳ πρόσφορον.

145

τὰς σὰς θεραπεύω μᾶλλον ἀγκάλας ἐγὼ

ἢ τὰς ἁπάντων τῶν σατραπῶν καὶ βασιλέων

αὐλάς.

146

οἷς

τὰ περιδέραια ταῦτα καὶ θεάματα

τὰ κορασιώδη παραβαλεῖν οὐκ ἄξιον.

147

γνώμη γὰρ οὐδέν ἐστιν, ἡ τύχη δὲ πᾶν,

ἧς ἡδὺς ὁ τυχὼν ἔστι καὶ νομίζεται.

148

οὐδὲν καλύπτει νὺξ κακῶς εἰργασμένον·

ὅ τι δ' ἂν ποιῇς, ἀεὶ νόμιζ' ὁρᾶν τινα.

149

ἕτερον δὲ συκῆ καὶ δάφνη καὶ μυρρίνη,

ἐφ' οἷς φρονοῦσιν οἱ τρισάθλιοι μέγα.

150

ὅ τι μόνον ἡμῖν προῖκ' ἔδωκαν οἱ θεοί,

τὸν ὕπνον, τί τοῦτο πολυτελὲς σαυτῷ ποιεῖς;

151-152

ὦ φιλτάτη κλίνη.

Βακχὶς θεόν ς' ἐνόμισεν, εὔδαιμον λύχνε·

καὶ τῶν θεῶν μέγιστος, εἰ ταύτῃ δοκεῖς.

153

τὰ δ' Ἴσθμι' ἀποδοίμην ἂν ἡδέως ὅσου

ὁ τῶν σελίνων στέφανός ἐστιν ὤνιος.

154

ἀμορφότατος τὴν ὄψιν εἰμὶ γὰρ Φόβος,

πάντων ἐλάχιστον τοῦ καλοῦ μετέχων θεός.

155

ὅστις ἐπὶ δεῖπνον ὀψὲ κληθεὶς ἔρχεται,

ἢ χωλός ἐστιν ἢ οὐ δίδωσι συμβολάς.

156

ἀλλ' εἴθε μήτε πρότερον ηὐξάμην τάλας

μήτ' ἔσχον ἐπινεύουσαν εὐθὺς τὴν τύχην.

157

καὶ γὰρ καθεύδων διαλέγεσθαί σοι δοκῶ,

κᾆτ' ἠνιάθην, ὅτι ὄνειρος ἦν ἄρα.

158

ἀβαρὲς γὰρ ὅρκος χρῆμα σοί γ' εἶναι δοκεῖ,

ὃ παντὸς ἄχθους ἐστὶ δυσφορώτερον.

159

(πολλοὶ)φίλοι λεγόμενοι συμπιόντες εἰσάπαξ

ἐκ πανδοκείου καὶ παλαίστρας κἀγορᾶς

160

τῶν γειτόνων γὰρ δυσμενὴς καὶ βάσκανος

οὑφθαλμός, ὥσπερ φησὶν ἡ παροιμία.

161

ὁ δὲ παιδαγωγὸς ἔνοπλος ἑπόμενος, φορῶν

βακτηρίαν ἢ σκῦτος ἐν τῇ δεξιᾷ.

162

λόχος δ' ἐμοί τις ἐξαπίνης ἀναφαίνεται

νέων ἀγερώχων ἐπ' ἐμὲ συντεταγμένων.

163

στοιχεῖα ταῦτα τῆς ἀρετῆς ἐστιν δύο,

ἐλπίς τε τιμῆς καὶ φόβος τιμωρίας.

164

ὄψει γὰρ οὔποτ' αὐτὸν οἰκείῳ πάθει

μισοῦντα καὶ χαίροντα καὶ λυπούμενον.

165

εἰ δ' οὐκ ἐρᾷς, τί γὰρ δακρύεις καὶ στένεις

κλύδωνα σαυτῷ προσφέρων αὐθαίρετον;

166

ἀλλ' οὔτε δούλους οὔτε μὰ Δί' ἄν τις φίλους

κτήσαιτο πολλοὺς ἀπ' ὀλίγου νομίσματος.

167

τὰ δ' ἀγαθὰ διεχῆ καὶ συνιόντα δυσκόλως

μόλις πρὸς αὐτοῖς τοῦ βίου τοῖς τέρμασιν.

168

οὐ γὰρ Δανάης ἔχεις τὸ κάλλος οὔτε σὺ

σεμνότερον, οὔτ' ἐγὼ Διὸς εὐπορώτερος.

169

τὸ τόξον ἐκπέπτωκε, καὶ δοῦλος κόρης

καλῆς ὁ πολλῶν δεσπότης ἐδείκνυτο.

170

ἀμέλει πολλάκις

ὁ βραχὺς ἐκεῖνος τοξότης ἀκίδος βολῇ

μικρᾶς περιττὸν καὶ τὸν Ἄρη

171

ὦ μακαρία,

ἥτις ἐν ἔρωτι καὶ τοιαύταις παιδιαῖς

οἴει (τανῦν) τὰ πράγματ' εἶναι.

172

ταχὺ γὰρ ἐλπίσας

Ἔρως πτεροῦται, κᾆτ' ἀπελπίσας ταχὺ

πτερορρυεῖν εἴωθεν.

173-174-175

βακτηρία,

τρίβων, κόμη, τοὐντεῦθεν ἀμαθία, θράσος

καὶ πάνθ' ἁπλῶς τὰ τοιαῦτα.

176

τὸν θρυλούμενον

ἁλῶν μέδιμνον συγκατεδηδοκὼς χρόνῳ

ἔστω φίλος σοι.

177

οὐκ ἔστι γὰρ

μὴ συναδικεῖσθαι μηδὲ συναδοξεῖν φίλον

μηδὲ συναπεχθάνεσθ'.

178

. . . ἁρμόττει γὰρ ἡ μαγειρικὴ

ἀλλ' οὐδὲ τοῖς τυχοῦσι τῶν ἐλευθέρων.

179

(αἱ παροψίδες). . . ἐντίκτουσι ποικίλας βλάβας,

στομάχων ἀνατροπάς, σωμάτων καχεξίας.

180

. . . ἀσφαλέστερος καθίσταται

γάμος ἐκ πόθου τὴν πρόφασιν ἐξευρών τινος.

181

. . . τοῖς παροῦσι δ' οὐκ ἀρκούμενος

Αἰγυπτίους τε καὶ Σύρους φαντάζεται.

182

. . . οὔτε στρεβλὸν ὀρθοῦται ξύλον

οὔτε γεράνδρυον μετατεθὲν μοσχεύεται.

183

. . . πενίᾳ μαχόμενοι πεπαύμεθα,

δυσνουθετήτῳ θηρίῳ καὶ δυσκόλῳ.

184

οὐ γὰρ τὸν ἑαυτῶν νοῦν ἐπέχωσαν ταῖς τροφαῖς

οὐδ' ἠπάτησαν ἡδοναῖς.

185

ὅταν δὲ νυστάζοντά μ' ἡ λύπη λάβῃ,

ἀπόλλυμ' ὑπὸ τῶν ἐνυπνίων.

186

ἀνακλάσας τὸν αὐχένα

ἐφίλησεν οὕτω προσφυῶς τῆς Θαΐδος—

187

ἀλλ' ὅσῳ προφανεστέρα

πρόφασις, τοσούτῳ πλέον ἀποστραφήσεται.

189

σύκῳ, μὰ τὴν Δήμητρα, σῦκον οὐδὲ ἓν

οὕτως ὅμοιον γέγονεν.

190

τοιούτους ἁρετὴ

ἔοικε τροφίμους τοὺς ἑαυτῆς δεικνύναι.

191

ὢ τῆς ἐπιθήκης· οἷον αὖ τὸ δεύτερον

ἡμῖν ἔσεισεν . .

192

ἀφροδισίων οὖν εἰς τὸ τέλος τῆς ἡδονῆς

ὁδὸς οὐ μί' ἐστίν.

193

τοῖς ζητοῦσι γὰρ

τὸ σπάνιον ἀεί πως ἐπιτείνει τὸν πόθον.

194

ὀψὲ γάρ ποτε

τὰ τῶν Ἐρώτων μανθάνεις τοξεύματα.

195

χρυσὸς γὰρ νόθου

ἀρετῆς ἔλεγχός ἐστιν ἀψευδέστατος.

196

μᾶλλον γὰρ λόγοις

τοὺς παῖδας ἢ μάστιξιν ἐκταράττομεν.

197

φύλλῳ πράσου

τὸ τῶν ἐρώντων συνδέδεται βαλλάντιον.

198

τὸ δ' οὖν ῥόδον,

εἰ μή τις αὐτῷ χρήσεται, μαραίνεται.

199

ἐλπίδες

αὗται καλαὶ καὶ ψυχαγωγία λόγων.

200-201

ἅπανθ' ὁρῶ

ἅμα τῇ τύχῃ ῥέοντα μεταπίπτοντά τε.. . . . . . . . . . . .

ἀλλ' ἐστὶν εὔστοχόν τι βουλευτήριον

ταὐτόματον.

202

ἐπηρεαστικόν γέ τι

ταὐτόματόν ἐστι τῷ βίῳ.

203

πόθεν;

οὐ γὰρ σχολάζω τοῦ πατρὸς τεθνηκότος.

204

οὐκ οἶδεν ἡμᾶς ὁ βασιλεύς· ἑτέρους ὁρᾷ

μᾶλλον.

205

Ἔρως

καὶ τὴν ἑαυτοῦ συντιτρώσκει μητέρα.

206

τὴν ἀξίαν δεῖ γαμεῖν τὸν ἄξιον.

207-208

ὥσπερ Φιλάμμων ζυγομαχῶν τῷ Κωρύκῳ.

ὥσπερ σέλινον οὖλα τὰ σκέλη φορεῖ.

209

οὐκ ἂν γένοιο μᾶλλον ἤ σε δεῖ ξένος ξένος.

210

ἐγώ ς' ἔθηκα δοῦλον ὄντ' ἐλεύθερον.

211

ἐρημία μεγάλη 'στὶν ἡ Μεγάλη πόλις.

212

εἰ μὴ κρατεῖς, θυγάτριον, ἀδικεῖσθαι δοκεῖς;

213

τοῖς εὐτυχοῦσι καὶ τρίμηνα παιδία

214

τὰ μυσαρὰ ταῦτα θρέμματ' ἐκδιωκτέον.

215

γάμος νεότητος δεσμὸς ἀσφαλέστατος.

216

τῶν γὰρ καλῶν τοι καὶ τὸ μετόπωρον καλόν.

217

ἔα μ' ἀπολέσθαι· τοῦτο γάρ μοι συμφέρει.

218

μισθοῦ γὰρ ἀνθρώπων τις ἄνθρωπον φιλεῖ.

219

στροβεῖς σεαυτόν, ζῶν κοχλίου βίον (τινός).

220

εἰς ματρυλεῖα καὶ κοπίδας καὶ φάρμακα

221

οἵαν ἀδικῶ γυναῖχ' ὁ δυσδαίμων ἐγώ.

222-223-224

οἰκειότητα δ' ἐμβλέπων ὠλίσθανον.. . . . . . . . . . . .

ἀγένειος ἁπαλὸς καὶ νεανίας καλός. . . . . . . . . . . .

ἐμφύντ' ἀποθανεῖν κἀπιγράμματος τυχεῖν

225

γαμῶ γέρων, εὖ οἶδα, καὶ τοῖς γείτοσιν.

226

λευκή με θρὶξ ἀπόμισθον ἐντεῦθεν ποιεῖ.

227

ἄγροικός εἰμι τὴν σκάφην σκάφην λέγων.

228-234

ἀγαθὸς ἀνὴρ λέγοιτ' ἂν ὁ φέρων τἀγαθά.

ἀγαθὸς ἂν εἴη χὠ φέρων καλῶς κακά.

εὐκαταφρόνητός ἐστι πενία, Δερκύλε.

ἐπὶ τοῖς παροῦσι τὸν βίον διάπλεκε.

ἡ τῶν φίλων σοι πίστις ἔστω κεκριμένη.

σοφός ἐστιν ὁ φέρων τἀπὸ τῆς τύχης καλῶς.

ὠρθωμένην πρὸς ἅπαντα τὴν ψυχὴν ἔχω.

235

ἤτοι τοιαύτην χρὴ γαμεῖν ἢ μὴ γαμεῖν.

236

(τὴν εὐδαιμονίαν)ζητοῦντας ἐν τῷ μέλιτι καὶ ταῖς ἰσχάσιν

237

ὁ θεὸς ἴσως ἔχαιρε φιλόγελώς τις ὤν.

238

ἔρωτα λύει λιμός, ἂν δὲ μή, βρόχος.

239-240-241

κόμην τε καὶ πώγωνα καὶ τριβώνιον

242

ἧς χωρὶς οὐδὲν σεμνὸν ἐξευρίσκεται.

243

ἐν τοῖσιν αἰδοίοις τὸν ἐγκέφαλον ἔχων

244

ἄτοπον πενομένων πλειόνων τρυφᾶν ἕνα.

245

ὑποκρινόμενος τὸ δρᾶμα τοῦ βίου καλῶς

246

ἕως τὸν ὄντως αὑτὸν οὐκ ἐγνώρισεν.

247

ὁ πολὺς χρόνος πάντ' ἐξελέγχει, Νικοφῶν.

248

ληρεῖς ἐν οὐ δέοντι καιρῷ φιλοσοφῶν.

249

ἔρημός ἐστ' ἄνθρωπος ἠπορημένος.

250

ἢ τὸ παρὰ πάντων τῶν σοφιστῶν χρυσίον

251-252

ἦν καὶ Φίλωνι συκίνη βακτηρία.

ὀργίζομαι γὰρ ναὶ μὰ τὴν μεγάλην θεόν.

253

ἢ τοῖς Πτολεμαίου βούλομαι διαδήμασιν

254

ἐψυχαγώγει διαφόροις θεωρίαις.

255

εἰς τοὐπίσω τὰς χεῖρας ἐστρεβλούμεθα.

256

ἀλλ' οὐ Λακεδαίμων ἦν ἐν ᾗ ταῦθ' ὑπέμενον.

257

ἥρω παριόντες, μὴ κακόν τι προσλάβῃς.

258

δέδοικα κἀγὼ τὰς ὑφάλους τὰς τῆς τύχης.

259

ἐμὲ παιδιὰν τέθεικε τοῖς ἄλλοις θεοῖς.

260

ἴωμεν ἐπὶ τὰς οἰκίας τῶν πλουσίων.

261

. . . καὶ τὴν Λαΐδ' ἀντὶ τοῦ Διὸς

λογιεῖσθε;

262

ταύτης ὁ Μῶμος ἄχθεται παρασφαλείς.

263-264

μί' ἡμέρα ποθοῦντα γηράσκειν ποιεῖ.

μία

πρὸς γῆρας ἀρκεῖ τοῖς ἐρῶσιν ἡμέρα.

265

καὶ μέγα βοώσας παραπλέων τὰς ἡδονάς

266

πλατὺν γέλωτα καταχέω τῶν δογμάτων.

267

ἀλγῶ δὲ καὶ τῆς οὐχ ὁρωμένης ἐρῶ.

268

δραχμῆς μὲν αὐλεῖ, τεττάρων δὲ παύεται.

269

λόγοισιν Ἑρμόδωρος ἐμπορεύεται.

270

μὴ πρὸς λέοντα δορκὰς ἅψωμαι μάχης.

271

ἁλῶν μέδιμνον ἅμα φαγὼν (add. ἀμνημονεῖ).

272

πέπων ἐρινὸς εὐφρανεῖ τοὺς γείτονας.

273

δεινὸν πένεσθαι, χεῖρον εὐπορεῖν κακῶς.

274

ἀπόδυθι ταχέως, Πάμφιλ'· ἡμέτερος ὁ πλοῦς.

275

οὐδ' Ἰταλιώτης, οὐδ' ἀλαζὼν οὐδαμῶς

276

ἤμην ποτ', ἤμην τῶν σφριγώντων ἐν λόγοις.

277

οὐδεὶς δυσώνης χρηστὸν ὀψωνεῖ κρέας.

278

οὐκ ἂν δύναιο γαστρὶ πενθῆσαι νεκρόν.

279

γραφή τε καὶ Λευκαῖος οὐ ταὐτὸν (λέγει).

280

καὶ φθειριῶσαν ὡς τὸ πρὶν Καλλισθένης

281

σύγγνωθί μοι καὶ μὴ χαλεφθῇς, ὦ πάτερ.

282

ἐξὸν καθεύδειν τὴν ἐρωμένην ἔχων.

283

μὴ καταγελᾶτε τοῖς ἐμοῖς παθημάτοις.

284

δυοῖν γυναικοῖν εἷς ἀνὴρ οὐ στέργεται.

285

εἰ συγκεχρῶσθαι τοῖς νεκροῖς δυνήσεται.

286

καὶ ναῦλος ἡμῖν τῆς νεὼς ὀφείλεται.

287

Δᾶος πάρεστι· τί ποτ' ἀπαγγελῶν ἄρα;

288-289

τὴν κόμην ἡψήσατο.

ἑφθὴν τὴν κόμην ξανθίζεται.

290

Ῥοίκου κριθοπομπία

291

. . . . . οὐδέν ἐστ' ἀλλ' ἢ γνάθος.

292

τὸ Ξενοκράτους τυρίον

294

οὑριστικὸς δ' Εὐβουλίδης ὁ κερατίνας ἐρωτῶν

καὶ ψευδαλαζόσιν λόγοις τοὺς ῥήτορας κυρίττων

ἐπῆλθ' ἔχων Δημοσθένους τὴν ῥωποπερπερήθραν.

295

εὐθὺς ἐξ ἀρχῆς ἕκαστον ἐπικεκλωσμένην ἔχει

τὴν ἀπόβασιν.

296-297

εἶτα, φίλ', ὃς ἔχεις γυναῖκα σχοινίων πωλουμένων;

Πάμφιλος γαμεῖ; γαμείτω· καὶ γὰρ ἠδίκησέ με.

298

πόρνοι μεγάλοι Τιμαρχώδεις

310-311

Θεόδωρος

314

δραχμὴ χαλαζῶσα

315

ἀγάμητον

316

ἀλείπτριαν

317

ἀντίκλειδες

318

ἀντίπαις

319

ἀπφία, ἀπφίον

320

δεῖπνον

321

δειπνοπίθηκος

322

διαβασιλίζεται

323

εἰργασμένον (ἱμάτιον)

324

ἐμμακεδονίξαι

325

καψιδρώτιον

326

λουτῆρας

327

μαχαίρια

328

ὀρεινόν

329

ὀστοθήκην, ὀστοκόπον

330

πισύγγους, πισύγγια

331

πονηρούς

332

προσωποποιόν

333

προυνίκους

334

στράβωνες

335

ὑπόξυλον

336

αὕτη πόλις ἔσθ' Ἑλληνὶς ἡ ῥόδοις ἴσην

εὐωδίαν ἔχουσα χἄμ' ἀηδίαν.

τὰ γὰρ Ἁλίεια τὰ μεγάλ' εἰς σχολὴν ἄγει,

τὸ δ' ἁλιακὸν ἔτος με μαίνεσθαι ποιεῖ·

ὅταν δὲ τὴν λεύκην τις αὐτῶν πραέως

ἁλιακὸν εἶναι στέφανον εἴπῃ, πνίγομαι

οὕτως ἐπ' αὐτοῖς, ὥστε μᾶλλον ἂν θέλειν

ἀποκαρτερεῖν ἢ ταῦτ' ἀκούων καρτερεῖν.

τοιοῦτο τῶν ξένων τι καταχεῖται σκότος.

338-339

χλανίσι δὲ δὴ φαναῖσι περιπεπεμμένοι

καὶ μαστίχην τρώγοντες, ὄζοντες μύρου.

τὸ δ' ὅλον οὐκ ἐπίσταμαι

ἐγὼ ψιθυρίζειν, οὐδὲ κατακεκλασμένος

πλάγιον ποιήσας τὸν τράχηλον περιπατεῖν,

ὥσπερ ἑτέρους ὁρῶ κιναίδους ἐνθάδε

πολλοὺς ἐν ἄστει καὶ πεπιττοκοπημένους.

340

δέσποιν' ἁπασῶν, πότνι' Ἀθηναίων πόλι,

ὡς πάγκαλόν σου φαίνεται τὸ νεώριον,

ὡς καλὸς ὁ Παρθενών, καλὸς δ' ὁ Πειραιεύς.

ἄλση δὲ τίς πω τοιάδ' ἔσχ' ἄλλη πόλις;

καὶ τοὐρανοῦ γ', ὥς φασιν, ἐστὶν ἐν καλῷ.

341

ἂν μῦς διορύξῃ βωμὸν ὄντα πήλινον

κἂν μηδὲν ἄλλ' ἔχων διατράγῃ θύλακον,

ἀλεκτρυὼν τρεφόμενος ἂν ἐφ' ἑσπέρας

ᾄσῃ, τιθέμενοι τοῦτο σημεῖόν τινος—

342

. . . . ἄλλους δὲ πλήρεις κραιπάλης,

αὐχμῶντας, ὠχριῶντας ἔστιν εἰσορᾶν,

τὰ πρόσωπα πελιτνοὺς κἀπὶ τῇ χθεσινῇ μέθῃ

ἄλλην ἕωθεν αὖθις ἀντλοῦντας μέθην.

343

ὁ δ' οὔτ' ἄγαν ὀπτοῖσιν οὔθ' ἑφθοῖς ἄγαν,

οὔθ' ἧττον οὔτε μᾶλλον οὔτε διὰ μέσου

ἠρτυμένοισι χαίρων ὥστ' ἐπαινέσαι.

344

πλευρίτιδες, περιπλευμονίαι, φρενίτιδες,

στραγγουρίαι, δυσεντερίαι, ληθαργίαι,

ἐπιληψίαι, σηπεδόνες, ἄλλα μυρία.

345

πᾶς ὁ καθ' ἑαυτὸν τεχνολογῶν θαυμάζεται,

διακρινόμενος δὲ πρὸς ἑτέρους ἐλέγχεται

ὑποβολιμαίαν σύνεσιν ἠμφιεσμένος.

346

ὅταν ποιῶν πονηρὰ χρηστά τις λαλῇ

καὶ τὸν παρόντα πλησίον μὴ λανθάνῃ,

διπλάσιος αὐτῷ γίνεθ' ἡ πονηρία.

347

εἶτά μοι σκάπτων ἐρεῖ

ἐφ' οἷς γεγόνασιν αἱ διαλύσεις· ταῦτα γὰρ

πολυπραγμονῶν νῦν ὁ κατάρατος περιπατεῖ.

347a

οἶνος δ' ἀληθείας ἔφυ γονιμώτατος·

ἧς μὴ παρούσης οὐδέν ἐστ' ἐμπειρίας

οὐδ' ἀγχινοίας ὄφελος.

348

μὴ τὴν ὕειον ἁρμονίαν ἡρμοσμένοι

ἐκ νύκτα νυκτὸς χἠμέραν ἐξ ἡμέρας

(αἰσχρῶς) καλινδώμεσθα.

349

ἐς τὰς πανηγύρεις

ἀπιὼν τοσοῦτον πλῆθος ἀνθρώπων ὁρᾷς

συλλεγόμενον ἐπὶ τὴν θέαν τῶν τοιούτων καὶ

θέατρα μυρίανδρα συμπληρούμενα

καὶ τοὺς ἀγωνιστὰς

ἐπαινουμένους, τὸν δὲ καὶ νικήσαντα αὐτῶν ἰσόθεον νομιζόμενον.

350

ἄν τις εἰσίδῃ βάκηλον ἢ

πίθηκον εὐθὺς ἐξιὼν τῆς οἰκίας,

ἐπὶ πόδ' ἀναστρέφει τε κἀπανέρχεται.

351

οἶδε θηρεύειν φίλους

ὃς πᾶσιν εὖ πράττουσι μὲν συνήδεται,

πεπονθόσιν δ' οἷ' οὐκ ἔδει συνάχθεται.

352

. . . πάντα ταῦθ' ὑπὸ φιλανθρωπίας

θεοὶ πονοῦσι πρὸς τὸν ἐπὶ τῆς γῆς βίον

ἕκαστα συντελοῦντες.

353

καὶ ποῖ βαδιεῖται τὸ κακὸν ἢ ποῦ στήσεται;

οὐκ οἶσθ' ὅτι πηγὴν ἀέναον πονηρίας

κινεῖς;

354

ὁ γὰρ Ποσειδῶν τὰς νεφέλας συνήγαγε

καὶ ἐτάραξε τὸν πόντον

ὥσπερ τορύνην τὴν τρίαιναν ἐμβαλών.

355-356

περὶ μεγάλων γὰρ πραγμάτων σκοπουμένοις

εὐνουστάτη σύμβουλος ἡ παρρησία.. . . . . . . . . . . .

παρρησίαν δὲ παντὸς ὠνοῦ χρυσίου.

357

τόλμα τι, κινδύνευε, πρᾶττ', ἀποτύγχανε,

ἐπίτυχε· πάντα μᾶλλον ἢ σαυτὸν προοῦ.

358

τοῖς συμμέτροις μὲν αὔξεται ψυχὴ πόνοις,

τοῖσιν δ' ὑπερβάλλουσι καὶ βαπτίζεται.

359

τί τἀλλότριον, ἄνθρωπε βασκανώτατε,

κακὸν ὀξυδορκεῖς, τὸ δ' ἴδιον παραβλέπεις;

360

πρὸς θῆλυ νεύεις μᾶλλον ἢ 'πὶ τἄρρενα;

{Β.} ὅπου προσῇ τὸ κάλλος, ἀμφιδέξιος.

361

αὐχμῶντα δ' οὕτως ἄνδρα καὶ κεκονιμένον

κάλλιον ἢ τῶν νῦν παλαιστῶν ὁστισοῦν

362

σὺ δ' ἄθλιος τὰ μὲν παραδραμών, τὰ δὲ βάδην

ἄναντα πολλὰ καὶ κάταντα πνευστιᾷς.

363

Ἅιδην ὑπειλήφασιν ὑπὸ τῇ γῇ τόπον

βαθύν, πολύχωρον καὶ ζοφερὸν κἀνήλιον.

364

καὶ πυραμίδες στῆλαί τε κἀπιγράμματα

πῶς οὐ περιττὰ παιδιαῖς τ' ἐοικότα;

365

ἐς τὸ φανερὸν μὲν οὐχὶ τολμῶσιν λέγειν,

ὑποτονθορύζουσιν δὲ συγκεκυφότες.

366

ἀπὸ τῆς πατρῴας ἑστίας ἐξέρχεται

κάτω κεκυφὼς κοὐδέν' ἐξ ἐναντίου

367-368

μηδέποτ' ἐλάαν ἔσθι' ἀκαλήφην ἔχων,

χειμῶνος ὥρᾳ βολβοφακῆν. {Β.} βαβαί, βαβαί.

369

ἅ γ' εἴ τις εἰς τὸ φῶς ἄγοι, σάφ' ἴσθι, τῶν

δώδεκα θεῶν δέοιντ' ἂν εἰς σωτηρίαν.

370

τἀκ τῶν ἀγρῶν ἃ δίδωσιν ἐνιαυτὸς μόλις,

οὗτοι διαρρίπτουσιν ἐν ἀκαρεῖ χρόνῳ.

371

πολλῶν ὀφείλω σοι χάριτας, γονῆς, τροφῆς·

ἀμείβομαί σε τῷ φυγεῖν τὴν οἰκίαν.

372

ψαιστά, λιβανωτόν, πόπανα· ταῦτ' ὠνήσομαι·

οὐ τοῖς φίλοις θύω γάρ, ἀλλὰ τοῖς θεοῖς.

373

οὐχ αἵματος καὶ τῶν ὅσα τούτοις κίρναται,

ἀλλ' ἐξ ἀδάμαντος καὶ πέτρας εἶ καὶ Στυγός.

374

Ἀγαμέμνονος τὸ πρόσωπον ὅδ' ὑποκρίνεται,

Μίθαικος ὤν τις τἄνδοθεν ἢ Θεαρίων.

375

ὧν ἐστι τὸ ζῆν οὐδὲν ἄλλ' ἢ κραιπάλη,

βαλανεῖ', ἄκρατος, ἁμίδες, ἀργία, πότος.

376

ἵππον ταλάντων εἶχε πεντεκαίδεκα,

αὐτὸς δὲ χαλκῶν τιμιώτερος τριῶν.

377

ἐγὼ πάλαι περισκοπῶν τὰς ὁλκάδας

μετέωρος ἀεὶ πρὸς τὸ μέλλον γίνομαι.

378

ἀλλ' ὡς ἔοικε μόνον ὁρᾷς τὸ χρυσίον,

ἄγει δέ ς' αὐτὸ καὶ ποιεῖ μετάρσιον.

379

μέγ' εἰς πόθον γάρ ἐστιν ἀνθρώποις πατρίς·

μάρτυς δ' Ὀδυσσεὺς τῆς Καλυψοῦς ὑπεριδών.

380

πέτρας γεωργεῖν ἐστι συμφορώτερον

ἢ πεδία χαλεποὺς γείτονας κεκτημένοις.

381

τοῖσιν δὲ καρποῖς ἡ πάχνη λυμαίνεται,

καὶ τοὺς ἱδρῶτας τοῖς ἀνέμοις χαρίζομαι.

382

‘ἄνδρες δικασταί’ φθεγγομένους διηνεκῶς

ἡ τῶν γεωργῶν τάξις οὐ προσίεται.

383

οὐκ ἔστ' ἀνεπιδόκητον ἀνθρώποις κακόν,

ὀλίγῳ χρόνῳ δὲ πάντα μεταρρίπτει θεός.

384

οὐ μέθυσός ἐσθ'; ὁ γὰρ τριῶν πίνων πλέον

καὶ μὴ μεθυσθεὶς ὑπερέβη πολλῷ μέτρον.

385

ἐγὼ δ' ἐν ἀνθρώποισι μέχρι τούτου δοκῶ

πράττειν καλῶς, μέχρι ἂν φθονεῖσθαί μοι δοκῶ.

386

κεῖται δ' ὁ τλήμων τὸ στόμα παρεστραμμένος,

ὃ τὸν δίμορφον Σωκράτην ἀπώλετο.

387

Λυδοὶ πονηροί, δεύτεροι δ' Αἰγύπτιοι,

τρίτοι δὲ πάντων Κᾶρες ἐξωλέστατοι.

388

τοιαῦτα μέντοι πόλλ' ἀναγκαίως ἔχει

πάσχειν, ὅταν λάγνην τὸν ὀφθαλμὸν φορῇς.

389

τὸ γνῶθι σαυτὸν ἐν λόγοις οὐδὲν μέγα,

ἔργῳ δὲ τοῦτο μόνος ἐπίσταται θεός.

390

τί ποτ' ἐστὶ χλωρόν, ἀντιβολῶ, τὸ χρυσίον;

{Β.} δέδοικ', ἐπιβουλευόμενον ὑπὸ πάντων ἀεί.

391-392

μὴ πολλάκις πρὸς τὸν αὐτὸν λίθον

πταίειν ἔχοντα καιρὸν ὁμολογούμενον.

393

ψελλόν ἐστι καὶ καλεῖ

τὴν ἄρκτον ἄρτον, τὴν δὲ Τυρὼ τροφαλίδα,

τὸ δ' ἄστυ σῦκα.

394

. . περιφέρειν ματτύην καὶ ποδάριον,

καὶ γαστρίον τακερόν τι καὶ μήτρας ἴσως.

395

. . ἔοικεν, ἣν ἀνάπτουσιν βροτοὶ

παρ' ἡλίου κλέπτοντες ἐντέχνως τὸ φῶς.

396

. . ἐκείνων οὖν ἀπόσχου τῶν λόγων·

λῆροι γάρ εἰσι παντελῶς καὶ φλήναφοι.

397

εὐθὺς δὲ Φοῖνιξ γίνομαι·

τῇ μὲν δίδωμι χειρί, τῇ δὲ λαμβάνω.

398

τοῖς γὰρ λάλοισιν ἐξ ἄκρου

ἡ γλῶττα πᾶσίν ἐστι τετρυπημένη.

399

οὐ σοὶ γάρ εἰσιν οἱ λόγοι·

πολλοῖσιν ἔργοις τοῦτο σοῖς τεκμαίρομαι.

400

τίς γὰρ ἂν

ἀντὶ ῥαφανῖδος ὀξυθύμι' εἰσορῶν

ἔλθοι πρὸς ἡμᾶς;

401

ἅτερος πρὸς τὸν ἕτερον

ὑπαλείφεται τὼ χεῖρέ θ' ὑποκονίεται.

402

δέξαι, τέκνον . . . . . ἔγχεαι·

εἴ τί με φιλεῖς, μικρὸν ἔτι τοῦτο πρόσφαγε.

403

τὸ μὲν λέγειν βροτοῖς

ἡ φύσις ἔδωκε, τὸ δὲ καλῶς λέγειν τέχνη.

404

ἰσχυρόν ἐστι πλούσιος ἀγνοούμενον

ἔχων κληρονόμον.

405

ἀνθρώπων γέ τοι

ὀφλεῖν γέλωτα κρεῖττον ἢ μέμψιν θεῶν.

406

πάντα ταῦτα γὰρ

τύχη δίδωσι καὶ παραιρεῖται πάλιν.

407

ἐπὶ γῆν καταβαλὼν ὡσπερεὶ τοὺς θυλάκους

τοὺς σφόδρα γέμοντας

408

πρὸς τὸν ἥλιον

διψῶντες ᾄδους' οὐδὲν ὠφελούμενοι.

409

πῶς οὐκ ἀνοίας ἐσχάτης τὸ κακὸν κακῷ

ζητεῖν ἰᾶσθαι;

410

ἐν Σπάρτῃ μόνῃ

τυφλός ἐσθ' ὁ πλοῦτος ὥσπερ ἄψυχος γραφή.

411

ὥστε μοι δοκῶ

πλεῖν ἢ παλαστῇ γεγονέναι σοφώτερος.

412

ἡ δ' ἀρετὴ μόνη

καὶ διὰ καλοῦ τοῦ σώματος καταφαίνεται.

413

παρὰ τοῖς βαρβάροις

φασὶν δεδέσθαι τοὺς κακούργους χρυσίῳ.

414

οὐ γάρ μοι σχολὴ

τανῦν· ξενικῷ τῳ γὰρ ἰδιάζω πράγματι.

415

αὐλεῖ Μαριανδυνοῖς καλάμοις θρηνῳδίαν

κρούων ἰαστί.

416

ὀρνιθίων

ὀπτῶν φακῆς τε καὶ πισῶν αὐταῖς χύτραις

417-418-419

ἀγρὸν ἔσχ' ἐλάττω γῆν ἔχοντ' ἐπιστολῆς

Λακωνικῆς.

420

ἀλλ' ὡσπερεὶ

ἥρως ἐν ἀσπίδι ξενίσαι σε βούλομαι.

421

ἐγὼ μὲν ἠρίστησα, νὴ τὴν Ἄρτεμιν,

μάλ' ἡδέως.

422

τῇ κλίμακι

διαστρέφονται κατὰ μέλη στρεβλούμενοι.

423

ἀγάλματα

χρυσοῦ 'στ' ἀπέφθου, τοῖς Παταίκοις ἐμφερῆ.

424

. . . . ποταμὸν δὲ φεύγων ἀγνοεῖς

εἰς τὴν θάλατταν ἐμπεσών.

425

οὔτ' ἀλφίτοισι χαίρομεν·

πλήρης γὰρ ἄρτων ἡ πόλις.

426

ἀπεσκοτώθης, φίλτατε,

οἴνου σπάσας τοσοῦτον.

427

ἀμφότερον εὑρεῖν εὐτυχοῦντ' οὐ ῥᾴδιον

ἄνθρωπον.

428

ἀκρόπολις

πόρρωθεν ἀστράπτους' ἀπὸ πάσης εἰσόδου

429

καλὸν μένειν ἐφ' ἧς τετύχηκε τάξεως

ἕκαστον.

430

γαστέρας

αὐταῖσι μήτραις καὶ καλῶν ζωμῶν πλέας

431

οὕτως ἔρως ἰσχυρὸς ἐντέτηκέ μοι

τῆς πατρίδος.

432

ἔστι γὰρ

τὰ πολλὰ τοῖς πολλοῖσι τοῦ δείπνου χάριν.

433

εἶμι γὰρ

ἐπ' αὐτὸν ἤδη τὸν κολοφῶνα τοῦ λόγου.

434

ἀνδρὶ γὰρ

πεινῶντι κλέπτειν ἔστ' ἀναγκαίως ἔχον.

435

ὀξύτερον . .

οἱ γείτονες βλέπουσι τῶν ἀλωπέκων.

436

. . . . αὐτοὶ καθ' ἑαυτῶν τὴν κόνιν

ἀμώμενοι 'φάνησαν.

437

ὁ μέν τις ἀμπέλους

τρυγῶν ἄν, ὁ δ' ἀμέργων ἐλάας . . .

438

εἶτα δὴ

εἰς πόλιν ἄξεις τήνδε τὴν ὀνώνιδα;

439

Μυκονίων δίκην

ἐπεισπέπαικεν εἰς τὰ συμπόσια.

440

καλοῦ

γήρως θεμέλιον σωμάτων εὐεξία.

441

ὦ τάλας ἐγώ,

τὸ μηδὲ τούτων ἕνα γενέσθαι.

442

σὲ γὰρ δεῖ τήμερον

χρηστὸν φανῆναι μᾶλλον ἢ (δεινὸν λέγειν).

443

χαλκεὺς οἷά τις

γέμων καπνοῦ τε καὶ μαρίλης

444

πλέον δυοῖν σοι χοινίκων ὁ δεσπότης

παρέχει.

445

πουλύποδος δίκην

αὐτὸς σεαυτὸν καταφαγών

446

δεῖται προφάσεως ἡ πονηρία μόνον.

447

ἔχει τελευτήν, ἧσπερ εἵνεκ' ἐγένετο.

448

ἂν πολλὰ βάλλῃς, ἄλλοτ' ἀλλοῖον βαλεῖς.

449

ὡς τοῖς ἐς ᾅδου βουλομένοις οὐδεὶς φθόνος.

450

τὰ δ' εἰς τὸ πρόσθεν ἀδυνατεῖ μύλης ὕπο.

451

ἀνὴρ ἄριστος τἄλλα πλὴν ἐν ἀσπίδι.

452

ἐν οἷς τὸ νικᾶν βλαβερόν, ἡττᾶσθαι καλόν.

453

οἴνῳ τὸν οἶνον, κραιπάλῃ δὲ κραιπάλην

454

ἄμας ἀπῄτουν· οἱ δ' ἀπηρνοῦντο σκάφας.

455

τὸ φάρμακόν σου τὴν νόσον μείζω ποιεῖ.

456

πενία δὲ τοῦτ' οὐκ ἔστιν, ἀλλ' ἀπληστία.

457

στρωμνὰς ἁλουργοὺς καὶ τραπέζας πολυτελεῖς

458

χρηστῆς δὲ φύσεως οἷον ἐξανθήματα

459

πρὸς καππάριον ζῇς δυνάμενος πρὸς ἀνθίαν.

460

Δελφοῖσι θύσας αὐτὸς ὀψωνεῖ κρέας.

461

τουτὶ μὲν ᾔδη πρὶν Θέογνιν γεγονέναι.

462

χαρᾶς γὰρ οὕτω γόνιμον οὐδὲν ὡς χάρις.

463

οὐ διὰ τραπέζης οὐδ' ἐφ' ἑστίας φίλους

464

δειπνῶμεν, ἵνα θύωμεν, ἵνα λουώμεθα.

465

οἱ δ' ἐκ μιᾶς τῷδ' οἰνοχόης πεπωκότες

466

ἐκ τοῦ βοὸς γὰρ τοὺς ἱμάντας λαμβάνει.

467

(ἢ) τῆς θαλάττης ἐξαριθμεῖσθαι τοὺς χόας

468

(οἶνος)ποιεῖ χορευτήν, κἂν ἄμουσος ᾖ τὸ πρίν.

469

οὐκ εἰσενεγκεῖν ἔστιν ὥσπερ χρήματα.

470

ὄναρ λέγεις ἢ γρῖφον ἢ οὐκ ἔχω τί φῶ.

471

τὸ μὲν γὰρ ἔλιπε κῦμα, τὸ δ' ἐπελάμβανεν.

472

ἅπαντ' ἐκεῖνα μέστ' ἂν ἦν τραγῳδίας.

473

οὐ ταὐτόν, ὦ 'τάν, Ἰφικλῆς τε χἠρακλῆς.

474

στηλῶν γὰρ ἔξω καὶ Γαδείρων ἔσθ' ὁ νοῦς.

475

ἡ Μυῖα δ' ἔδακνεν αὐτὸν ἄχρι τῆς καρδίας.

476

τουτὶ μὲν ὑπομόχθηρον· ἄλλο μοι λέγε.

477

τὰ τῶν πλεόντων ἐστὶν ἐπ' ἐμοί· πλεῖ δ' ἔτι.

478

πείσθητί μοι καὶ πῖθι, καὶ ῥᾴων ἔσει.

479

οὐκ ἂν προσείμην καὐτὸν ἀνδρὸς δεόμενον.

480

παλινδρομῆσαι μᾶλλον ἢ κακῶς δραμεῖν

481

καὶ διάτορόν τι καὶ καταπληκτικὸν βοᾷ.

482

εὑρήματα ταῦτα γρᾳδίων καὶ παίγνια.

483

τήμερον ἄρ' ἕξω πράγματ' ἐξ ἀπραξίας.

484

οὐδέν ς' ὀνήσει βολβός, ἂν μὴ νεῦρ' ἔχῃς.

485

(ὄξος)ὃ μόνον ἄριστόν ἐστι τῶν ἡδυσμάτων.

486

τί γὰρ ἀσπίδι ξύνθημα καὶ βακτηρίᾳ;

487-488

ἀφόρητός ἐστιν εὐτυχῶν μαστιγίας.

βασιλεῖς ἐγένοντο χοἰ πρὶν ὄντες αἰπόλοι.

489

ἔνθα ταθεὶς φρές μ' ὡς τὸ μειρακύλλιον.

490

(οὐκ ἔστιν) οὐδὲν ξηρότερον ὑδρωπικοῦ.

491

ὑπ' εὐπορίας γὰρ οὐκ ἔχεις ὅπου χέσῃς.

492

λοῦταί γε μὲν δὴ λουτρὸν αὖ τὸ δεύτερον.

493

βλέφαρα κέκλῃταί γ' ὡς καπηλείου θύραι.

494

ἥλῳ τὸν ἧλον, παττάλῳ τὸν πάτταλον

495

ἐμοὶ δ' ἐκέρασαν οἱ θεοὶ τὰ τῆς τύχης.

496

ἐμὲ δ' ἐκέλευεν ἀδυνάτων ἀφεστάναι.

497

σωροὺς ἐφ' ἁμάξης ἧκε βυβλίων ἄγων.

498

ἐμοὶ γάρ ἐστιν ἀντὶ γυναικὸς ἡ τέχνη.

499

τὸ προπηλακίζειν παραπέτασμα ταῖς κλοπαῖς.

500

μάταιον ὁρμὴ μὴ λαβοῦσα τὴν τύχην.

501

δεινή 'στι βάσανος ἀνδρὸς ἐπιδεῖξαι φύσιν.

502

Μεγαρεῖς γὰρ ἔξω τοῦ λόγου καὶ τἀριθμοῦ.

503

παίδων γάρ ἐστι ταῦτα μυθολογήματα.

504

(πολλοὶ)θυμὸν τὸν ἐγγενόμενον ἐξερρίπισαν.

505

ὅθεν ἐν ταραχαῖς τε καὶ κακοῖς τὰ πράγματα.

506

κᾆθ' οἱ μὲν ἠσέλγαινον, ὁ δ' ἐβρενθύετο.

507

γῆν καὶ θάλατταν ἡμέρᾳ μιᾷ μετρεῖν

508

ζῆν τὴν ῥοπὴν ἔχοντα τῆς τύχης καλόν.

509

γνῶμαι δὲ πολλοῖς τῆς τύχης βελτίονες.

510

ἀπαλλαγείην τοῦ Κρόνου τούτου ποτέ.

511

λεπτὴν ἔχοντες ἐλπίδ' εἰς σωτηρίαν

512

μὴ μεῖζον ἔστω τῆς νεὼς τὸ φορτίον.

513

ἐπέτριψεν ἡ πρὸς τοὺς φίλους ἀπιστία.

514

ἐκ τοῦ λαλεῖν ἀεὶ τὸ λαλεῖν περιγίνεται.

515

ἅπαντα συγχεῖν ὥσπερ εἰς Μύκονον μίαν

516

ἐσθῆτα δὲ μίαν μυρίων ὠνούμεναι

517

ψιμυθίῳ πίθηκος ἐντετριμμένος

518

αἰσχρὸν δὲ κρίνειν τὰ καλὰ τῶν πολλῶν ψόφῳ.

519

ἄρξαντος ἀνδρὸς δημόσια τὰ χρήματα.

520

ὢν ἄγριος οὕτως καὶ μονήρης τὸν τρόπον

521

ὀργὰς μαραίνειν καὶ κατακοιμίζειν φιλεῖ.

522

ἀργύριον ἂν ᾖ, πάντα θεῖ κἀλαύνεται.

523

σπουδῆς ἀνάπαυλα δ' ἐνίοτ' ἔσθ' ἡ παιδιά.

524

ἐγώ τε καὶ σὺ ταὐτὸν ἕλκομεν ζυγόν.

525

ὁ Κρὴς ἄρ' ἐδόκει τὴν θάλατταν ἀγνοεῖν.

526

δεινοὶ γάρ εἰσιν εὐγενείας προστάται

527

Ἴρου παρεῖχε γυμνότερον χρόνος πολύς.

528

οὐ τὴν Δίκην, οὐ βάραθρον εὐλαβούμενος

529

καὶ μηδὲν ἄβατον μηδ' ἀθέατον καταλιπεῖν

530

ξυνῆκα γὰρ τοὺς Ταντάλου κήπους τρυγῶν.

531

οὕτως ἀράττει τῇ κεφαλῇ τὸν οὐρανόν.

532

ἅπαντα τὰ καλὰ τοῦ πονοῦντος γίνεται.

533

ὁ δὲ βίος ἔστ' ἀλαζονείας δεόμενος.

534-535

ἱμάτιον ἐφόρει μαλακὸν ἐρίων Σικελικῶν.

τὸ δὲ προσκεφάλαιόν φησιν ἅμα σοὶ βούλομαι.

536

Μεγαρεῖς δὲ φεῦγε πάντας· εἰσὶ γὰρ πικροί.

537

καλὸν δὲ τὸ ζῆν, ἄν τις ὡς δεῖ ζῆν μάθῃ.

538

πᾶς ἐστι δούλῳ δεσπότης μονοσύλλαβος.

539

ἀλωπεκίζειν πρὸς ἑτέραν ἀλώπεκα

540

ἂν οἶνον αἰτῇ, κονδύλους αὐτῷ δίδου.

541

ἅπαντα τοῖς σοφοῖσίν ἐστιν εὔκολα.

542

δίκη δίκην ἔτικτε καὶ βλάβη βλάβην.

543

εἰ μὴ δύναιο βοῦν ἔλαυν' ὄνον.

544

εἰς ἀσθενοῦντας ἀσθενῶν ἐλήλυθα.

545

ὁ Ζεὺς κατεῖδε χρόνιος εἰς τὰς διφθέρας.

546

ἀρχαιότερα τῆς διφθέρας λέγεις Διός.

547

ζητῶν γὰρ ὄψον θοἰμάτιον ἀπώλεσα.

548

θύραζε, Κᾶρες· οὐκέτ' Ἀνθεστήρια.

549

ἀνδρὸς γέροντος αἱ γνάθοι βακτηρία.

550

ἀηδόνες λέσχαισιν ἐγκαθήμεναι

551

γέροντι μηδὲν μηδέποτε χρηστὸν ποιεῖν.

552

γυνὴ στρατηγεῖ καὶ γυνὴ στρατεύεται.

553

ἢ χρὴ τραγῳδεῖν πάντας ἢ μελαγχολᾶν.

554

οὐκ ἔστ' ἐμὸν τὸ πρᾶγμα· πολλὰ χαιρέτω.

555

πρότερον χελώνη παραδραμεῖται δασύποδα.

556

πολλοὶ στρατηγοὶ Καρίαν ἀπώλεσαν.

557

ῥόδον παρελθὼν μηκέτι ζήτει πάλιν.

558

βουλήσεταί τις μᾶλλον ἢ δυνήσεται.

559

δεινά γε τὰ δεινά. {Β.} δεινότερά γε Δεινίου.

560

ἐν τοῖς ἐμαυτοῦ δικτύοις ἁλώσομαι.

561

λέων ὅπου χρή, καὶ πίθηκος ἐν μέρει.

562

ὀβολοῦ τάριχος, δύ' ὀβολῶν ἀρτύματα.

563

σοφόν γ', ὁ βοῦς ἔφασκεν ἀστράβην ἰδών.

564

τὴν αὐτὸς αὑτοῦ γὰρ θύραν κρούει λίθῳ.

565

τί δεῖ παρεῖναι λέκιθον, ἢν ἔτνος παρῇ;

566

τί τὸν τάρανδον πρὸς ἐμὲ ποικίλλεις ἔχων;

567

τί δ' ἂν κάπηλος παρὰ καπήλιδος λάβοι;

568

ἐν τῷ μέρει τις καὶ τὸ πῦρ σκαλευσάτω.

569

γῇ θάλατταν συναναμίγνυσιν (βοῶν).

570

ἡ γλῶττ' ἀνέγνωχ', ἡ δὲ φρὴν οὐ μανθάνει.

571

οὗτοι δ' ἀφεστήκασι πλεῖν ἢ δύο δόχμα.

572-573

νέα δ' ἔτ' ἐστίν, οὐχ ὁρᾷς; καὶ γνῶμ' ἔχει.

τὸ γνῶμα γοῦν βέβληκεν ὡς οὖς' ἑπτέτις.

574

τὸν ἄνδρ' ἀπεωσάμην τε κἀπεγλαψάμην.

575

ἀκράχολον καὶ δύσκολόν τι φθέγγεται.

576

αἰσχυνόμενος δὲ περιπλέκει τὴν συμφοράν.

577

ἀνόητά γ', εἰ τοῦτ' ἦλθες ἐπιτάξων ἐμοί.

578

δι' ἀσχολίας πολλῆς (γὰρ) ἦλθον ἐπὶ τόδε.

579

ἅπανθ' ὅμοια καὶ Ῥοδῶπις ἡ καλή.

580-581

οὐδ' ὅσον ἀκαρῆ τῆς τέχνης ἐπίσταμαι.

κατέπεσον ἀκαρὴς τῷ δέει.

582-583

γήμαντος αὐτοῦ δ' εὐθὺς ἔσομ' ἐλεύθερος.

ὡς τοῦτο δ' εἶδεν, εὐθὺς ἦν ἄνω κάτω.

584

οὗτος πατὴρ τοῦ παιδός. {Β.} εἰ γὰρ ὤφελεν.

585

ναστούς, τροφαλίδας, ἀμφιφῶντας, ἰτρία.

586-587

συνεπίνομέν τε καὶ συνεκοτταβίζομεν.

τῶν κοτταβίων τὰ πολλὰ ἡμέτερα ἦν.

588

αὗται γὰρ ἐπιθυμοῦσιν ὑγιείας τυχεῖν.

589

δεινότατος ἀπομάκτης τε μεγάλων συμφορῶν

590

ἀργοὶ κάθηνταί μοι γυναῖκες τέτταρες.

591

οὐδεὶς γὰρ οἶδεν, ἐν Κέῳ τίς ἡμέρα.

592

ἀλλ' ἢ τρίορχος ἢ πτέρων ἢ στρουθίας

593

σοφίζεταί τε καὶ παρακρούεται λόγῳ.

594

ὡς μήτε κροῦσαι μήθ' ὑπὲρ χεῖλος βαλεῖν

595

ὦ πρόδοτι καὶ παραγωγὲ καὶ μύραινα σύ

596

μήθ' ἁλμυρὸν εἶναι μήτε μῶρον ἐς τὸ πᾶν

597

νυνί μ' ἔπεισας μᾶλλον ἢ νυνδὴ λέγων.

598

οὐδὲν φρονεῖ δίκαιον ἐστυκὼς ἀνήρ.

599

οὐκ ἂν φθάνοιμι τὴν μάχαιραν παρακονῶν.

600

οὐ παντὸς ἀνδρὸς ἐς Κόρινθόν ἐσθ' ὁ πλοῦς.

601

παῦσαι μελῳδοῦς', ἀλλὰ πεζῇ μοι φράσον.

602

τὰ Ταντάλου τάλαντα τανταλίζεται.

603

τὴν χεῖρα προσφέροντα τὸν θεὸν καλεῖν

604

ἢ πέντε πίνειν ἢ τρί' ἢ μὴ τέτταρα

605

ἤδη γάρ εἰμι μουσικώτερος τρύχνου.

606

τρώκτης σφόδρ' ἐστίν, ἅμα σεσηρὼς καὶ γελῶν.

607

ἀσπαζόμεσθ' ἐρετμία καὶ σκαλμίδια.

608

τὸ κνῖσος ὀπτῶν ὀλλύεις τοὺς γείτονας.

609

ἀλλ' ἔπεσε ταχέως· δειλινὸς γὰρ ἤρξατο.

610

χωλῷ παροικῶν κἂν ἑνὶ σκάζειν μάθοις.

611

ἀμέλει, ταδί μοι πρῶτον ἀμπίσχου λαβών.

612

ἵνα μὴ τὸ γῆρας ἐπαναβὰν αὐτὸν λάθῃ.

613-614

ἤδη δὲ λέξω τὸν λόγον τοῦ δράματος.

σκῆψις εὑρεθήσεται,

λόγος τις.

615-616

οὐκ ἔστιν ἀνδρὸς συκοφάντου βαρύτερον.

ἔχω χάριν δὲ τοῖς πολισσούχοις θεοῖς.

617

οὐ γὰρ ἐν γαστρὸς βορᾷ

τὸ χρηστόν ἐστιν.

618

ἂν μὴ παρῇ

κρέας, τάριχος στέργεται.

619

. . . ποσταῖος δ' ἀπ' οὐρανοῦ πάρει;

{Β.} τριταῖος.

620

κυψέλην δ' ἔχεις

ἄπλατον ἐν τοῖς ὠσίν.

621

καταπεσεῖν τι βούλομαι

τραγικὸν πέσημα.

625

πάντων γέ τοι

μέτρον ἐστὶ τοὐπιεικές.

626

γρᾴδια

μεθύοντα καὶ λυττῶντα

627

. . ἀγροίκου μὴ καταφρόνει ῥήτορος.

628

. . πρὸ τούτου ς' ᾠόμην κέρατ' ἔχειν.

629

. . ἐχίδνης καρδίαν ἐδήδοκεν.

630

. . ἐγώ τοι πάντα ποιήσω θέρος.

631

. . ἔοικα βοῦς ἐπὶ σφαγὴν μολεῖν.

632

. . καταβαλῶ σε παρὰ τῷδε μανθάνειν.

633

κάμινον ἔχων ἐν τῷ πνεύμονι

634

. . ἐγώ σε προσκυνήσω, βάρβαρε;

636

κρείττων Ζώπυρος

ἑκατὸν Βαβυλώνων.

637

. . . ταῦτα δ' ἐστὶ πλεῖν ἢ ναυτιᾶν.

638

. . . ἀνάπιπτ'. {Β.} ἀνδριάντας ἑστιᾷς;

639

. . . αὑτὸν οὐ τρέφων κύνας τρέφεις;

640

ἐπικάρσια δῆ(τα) προσπεσοῦμαι.

641

ἔχων μὲν ἐν τῇ χειρὶ μῶλυ

642

κενὰ τῆς γνάθου ... πολλὰ χωρία.

643

οὐδὲ εἰς τὸν ὀδόντα ἔχει φαγεῖν.

644

προβῦσαι φορτικὸν γέλωτα

645

ὑποσακίζεται τὰ χρήματα.

646

οὗτος, καθεύδεις, ὦ κακόδαιμον;

647-648-649

. . ἐφοιτάτην ποτ' ἐς διδασκάλου.

τὼ δ' οὐκ ἐβοάτην.

ἐσπάτην γνάθοιν

εὔχρηστον.

650

ἄλλος βίος,

ἄλλη δίαιτα.

650a

εὐρῶτα γήρως καὶ πάχνην

651

εὗρεν ἡ λοπὰς τὸ πῶμα.

652

ταῖς γραυσὶν ἐξούλης ὀφλεῖν

653

. . . . ἔοικεν Εὐρίπου στροφαῖς.

654

. . . . γενναῖος ἐκ βαλλαντίου

655

. . . . ἄλλως ἀναλίσκεις ὕδωρ.

656

τὸ Πάσητος ἡμιωβόλιον

657

γελοιότερος Μελιττίδου

658

αὐτόκακον ἔοικε τῷδε

659

. . . . ἀγρίοισι κατακαῦσαι ξύλοις

660

βουλιμιᾷ τὰ βαλλάντια.

661

ἐρρωγότας λέγειν λόγους

662

ἄγουσιν ἑορτὴν οἱ κλέπται.

663

. . . . ἐπὶ τοῖς ὅπλοις ἀκκίζεται.

664

περίθες σεαυτῷ τὸν πνιγέα.

665

ἀφάρμακον χρῶμ' Οἰδίποδος

666

Ἀφροδίσιος ὅρκος οὐ δάκνει.

667

λιθωμόται δημηγόροι

668

φθάνοντος ἔργον γίνεται.

669

ἠχὼ πετραίαν χυτρόπωλιν

670

συνδήσας ἄρα

τὼ χεῖρε

671

μηδὲ σὺ

ζήτει πυθέσθαι.

672

τοῦ πατρὸς τὸ παιδίον.

673

Μεγαρέων οὐδεὶς λόγος.

674

σκαπτέτω (σκαψάτω) τὰς ἀμπέλους.

675

τοκάδα τὴν κεφαλὴν ἔχει.

676

τοῖς βυβλίοις εἴξασι.

677

βοιωτιάζειν ἔμαθες.

678

ἀντὶ πέρκης σκορπίον

679

εἷς ἀνήρ, οὐδεὶς ἀνήρ.

680

ἐκκέκοφθ' ἡ μουσική.

681

εὐγενέστερος Κόδρου

682

ἰαλέμου ψυχρότερος

683

ὄνῳ τις ἔλεγε μῦθον.

684

Συβαριτικὴ τράπεζα

685

ἄλλος οὗτος Ἡρακλῆς.

686

ἄκων μέν, ὡς Ζεὺς οἶδεν

687

μὴ λόγους ἀντ' ἀλφίτων.

688

μὴ πρὸς ἐμὲ τὰ ποικίλα.

689

νῦν ὀσπρίων ἄμητος.

690

πρᾳότερος περιστερᾶς

691

πρὸς δύ' οὐδ' ἂν Ἡρακλῆς.

692

καπνοῦ σκιὰν δέδοικεν.

693

λόγοι λόγους τίκτουσιν.

694

οὐδὲν ἐξ ἀγροῦ λέγεις.

695

τέττιγος εὐφωνότερος

696

βοίδιον Μολοττικόν

697

ὀβολὸν εὗρε Παρνύτης.

698

ὄξος ἠκρατισμένος

699

αὐτὸ τοὔμπαλιν λέγεις.

700

αὖθις αὖ Πυθώδ' ὁδός.

701

αὐτὰ καὶ τὰ φίλτατα

702

Αἴτνη (πέφυχ') ἅνθρωπος.

703

κυψέλαι φρονημάτων

704

οὐκ ἀπείρῳ προσέβαλεν.

705

παρακεκροῦσθαι τῶν φρενῶν

706

παλάμημα καὶ τύρευμα

707

τἄλλα καὶ φιλώμεθα.

708

χρυσοχοεῖν ἐμάνθανε.

709

κᾆτ' ἀπερρώγειν ὁ πούς.

710

ὁ δ' ἀγοράζει κλῇδ' ἔχων.

711

οὐ φενίνδα σφαιριῶν

712

ἀρραβῶνα Σίφνιον

713

κύων παρ' ἐντέροισι

714

οὐδ' ἐτρύπησεν κρόκην.

715

πλύνον καταπλυντήριζε

716

. . πολύτορον δέρμ' ἐχίνου . . .

717

Σκύθης ὄνειον δαῖτα

718

στατῆρσι προστιθέντες

719

ἡ κύων ἐπὶ τῆς φάτνης

720

Λυδὸς ἐν μεσημβρίᾳ

721

λύχνον ἐν μεσημβρίᾳ (ἅπτεις).

722

κἀπικνῆν κἀπεσθίειν

723

οὐδὲ τἀρχαῖον ποιεῖ.

724

τὴν γλαῦκα τωθάζουσι.

725

τῶν γὰρ ὑστάτων χάρις.

726

τοὺς νόμους μεγάλους ἄγω.

727

ἀλλ' Ἡράκλεις αὐλεῖ τις.

728

. . . . . . . ἐχενῇδος δίκην

ἔχεται.

729

πέλαγος ἡ πόλις

ἐστίν.

730

κατὰ κοιλίαν νοσεῖ.

731

. . . . . . Ραδάμανθυς τοὺς τρόπους.

732

. . . . τοῦ κατ' ἐμὲ κόμματος . .

733

. . . αὐτὸς αὑτὸν αὐλεῖ . . .

734

. σκορπίους βέβρωκεν.

735

. βλίτυρι καὶ σκινδαψός

736

μέχρι τῶν ἀμφωτίδων

737

ἀποφθάρηθί μου.

738

δίαιτα τοῦ οὐρανοῦ

739

Κορίνθιαι πέδαι

740

παύσω σε τῆς σκύζης.

741

. . . Σύβαρις διὰ πλατείας . . .

742

οὐράνιον . . παιδιάν

743

βάψας ποιήσω μέλαν.

743a

ἀκούεις ὡς στένει;

744

Ἀστυάναξ γέγονα.

745

ἀστῆς ἐλάας

746

ἀγαθὰ Κιλλικῶν

747

ἅμ' ἔπος ἅμ' ἔργον.

748

Ἀρχίλοχον πατεῖς.

749

κεραμέως πλοῦτος (πλοῦτος κεραμέως)

750

κράδης ῥαγείσης

751

εἰ καὶ λίθον εἶχες

752

δικαιόσυνος Ζεύς

753

Ἰλιὰς κακῶν

754

Εὐδώρου σέλας

755

Θάμυρις μαίνεται.

756

νὴ τὴν ὑγίειαν

757

σχῖνον διατρώγων

758

οὐκ αἰσθήσομαι.

759

πλευμονίαν νόσον

760

ὑψοῦ διᾴττει.

761

Κέρδων…

762

βά…

The complete text is available when the reading interface loads.