The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. T. Kock, Comicorum Atticorum fragmenta, vol. 2, Leipzig: Teubner, 1884: 12–20, 22–33, 35–135.
CTS identifier
urn:cts:greekLit:tlg0410.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

tit 1-11

{ΑΓΡΟΙΚΟΣ}

1

καὶ πρῶτα μὲν

αἴρω ποθεινὴν μᾶζαν, ἣν φερέσβιος

Δηὼ βροτοῖσι χάρμα δωρεῖται φίλον·

ἔπειτα πνικτὰ τακερὰ μηκάδων μέλη,

χλόην καταμπέχοντα, σάρκα νεογενῆ.

{Β.} τί λέγεις; {Α.} τραγῳδίαν περαίνω Σοφοκλέους.

2

ἔστιν δ' ἑταίρα τῷ τρέφοντι συμφορά·

εὐφραίνεται γὰρ κακὸν ἔχων οἴκοι μέγα.

3

ὅλην μύσας ἔκπινε. {Β.} μέγα τὸ φορτίον.

{Α.} οὐχ ὅστις αὐτῆς ἐστιν ἐμπείρως ἔχων.

4

Ἁρμόδιος ἐπεκαλεῖτο, παιὰν ᾔδετο,

μεγάλην Διὸς σωτῆρος ἄκατον ᾖρέ τις.

5

ὡς δὴ σύ τι

ποιεῖν δυνάμενος ὀρτυγίου ψυχὴν ἔχων.

6

κραμβίδιον ἑφθὸν χαρίεν ἀστεῖον πάνυ.

7

ῥαγδαῖος, ἄμαχος, πρᾶγμα μεῖζον ἢ δοκεῖς.

8

ἐκ διαδοχῆς

9

καθαρὸς δοῦλος

10

μεῖζον μεῖζον, μικρὸν μικρόν

11

ἐπίδημος

tit 12

{ΑΔΕΛΦΑΙ}

12

ἀνακάμψει

tit 13-15

{ΑΔΩΝΙΣ}

13

ἀνὰ μέσον

14

ἀκληρίαν

15

κατάλυσιν

tit 16

{ΑΘΑΜΑΣ}

16

χλαμύδα καὶ λόγχην ἔχων,

ἀξυνακόλουθος, ξηρός, αὐτολήκυθος.

tit 17

{ΑΙΓΥΠΤΙΟΙ}

17

ἀναβῆναι

tit 18-19

{ΑΙΟΛΟΣ}

18

Μακαρεὺς ἔρωτι τῶν ὁμοσπόρων μιᾶς

πληγείς, τέως μὲν ἐπεκράτει τῆς συμφορᾶς

κατεῖχέ θ' αὑτόν· εἶτα παραλαβών ποτε

οἶνον στρατηγόν, ὃς μόνος θνητῶν ἄγει

τὴν τόλμαν εἰς τὸ πρόσθε τῆς εὐβουλίας,

νύκτωρ ἀναστὰς ἔτυχεν ὧν ἐβούλετο.

19

τοῦτον οὖν

δι' οἰνοφλυγίαν καὶ πάχος τοῦ σώματος

ἀσκὸν καλοῦσι πάντες οὑπιχώριοι.

tit 20-23

{ΑΚΕΣΤΡΙΑ}

20

κρέας δὲ τίνος ἥδιστ' ἂν ἐσθίοις; {Β.} τίνος;

εἰς εὐτέλειαν. τῶν προβάτων μὲν οἷς ἔνι

μήτ' ἔρια μήτε τυρός, ἀρνός, φίλτατε.

τῶν δ' αἰγιδίων κατὰ ταὔθ' ἃ μὴ τυρὸν ποιεῖ,

ἐρίφου· διὰ τὴν ἐπικαρπίαν γὰρ τῶν ἁδρῶν

ταῦτ' ἐσθίων τὰ φαῦλ' ἀνέχομαι.

21

τῆς οἰκίας τὸ κλισίον,

ὃ πρότερον [ποτ'] ἦν τοῖς ἐξ ἀγροῦ βουσὶ σταθμὸς

καὶ τοῖς ὄνοις, πεποίηκεν ἐργαστήριον.

tit 24

{ΑΚΟΝΤΙΖΟΜΕΝΗ}

24

γείτων ἐστί τις

κάπηλος. οὗτος εὐθύς, ὅταν ἔλθω ποτὲ

διψῶσα, μόνος οἶδ' ὥς γ' ἐμοὶ κεράννυται,

οὔθ' ὑδαρὲς οὔτ' ἄκρατον. {Β.} οἶδ' ἐγώ ποτε

πιοῦσα.

tit 25

{ΑΛΕΙΠΤΡΙΑ}

25

ἐὰν δὲ τοὐργαστήριον ποιῆτε περιβόητον,

κατασκεδῶ, νὴ τὴν φίλην Δήμητρα, τὴν μεγίστην

ἀρύταιναν ὑμῶν ἐκ μέσου βάψασα τοῦ λέβητος

ζέοντος ὕδατος· εἰ δὲ μή, μηδέποθ' ὕδωρ πίοιμι

ἐλευθέριον.

tit 26-28

{ΑΛΙΕΥΟΜΕΝΗ}

26

τὰς σηπίας δὸς πρῶτον. Ἡράκλεις ἄναξ,

ἅπαντα τεθολώκασιν. οὐ βαλεῖς πάλιν

εἰς τὴν θάλατταν καὶ πλυνεῖς; μὴ φῶσί σου,

Δωριάς, ἀλούτους σηπίας εἰληφέναι.

τὸν κάραβον δὲ τόνδε πρὸς τὰς μαινίδας

ἀπόθες· παχύς γε, νὴ Δί'. ὦ Ζεῦ, τίς ποτε,

ὦ Καλλιμέδων, σὲ κατέδετ' ἄρτι τῶν φίλων;

οὐδεὶς ὃς ἂν μὴ κατατιθῇ τὰς συμβολάς.

ὑμᾶς δ' ἔταξα δεῦρο πρὸς τὰ δεξιὰ

τρίγλας, ἔδεσμα τοῦ καλοῦ Καλλισθένους·

κατεσθίει γοῦν ἐπὶ μιᾷ τὴν οὐσίαν.

καὶ τὸν Σινώπης γόγγρον ἤδη παχυτέρας

ἔχοντ' ἀκάνθας τουτονὶ τίς λήψεται

πρῶτος προσελθών; Μισγόλας γὰρ οὐ πάνυ

τούτων ἐδεστής. ἀλλὰ κίθαρος οὑτοσί,

ὃν ἂν ἴδῃ τὰς χεῖρας οὐκ ἀφέξεται.

καὶ μὴν ἀληθῶς τοῖς κιθαρῳδοῖς ὡς σφόδρα

ἅπασιν οὗτος ἐπιπεφυκὼς λανθάνει.

ἀνδρῶν δ' ἄριστον κωβιὸν πηδῶντ' ἔτι

πρὸς Πυθιονίκην τὴν καλὴν πέμψαι με δεῖ·

ἁδρὸς γάρ ἐστιν. ἀλλ' ὅμως οὐ γεύσεται·

ἐπὶ τὸ τάριχός ἐστιν ὡρμηκυῖα γάρ.

ἀφύας δὲ λεπτὰς τάσδε καὶ τὴν τρυγόνα

χωρὶς Θεανοῖ δεῦρ' ἔθηκ' ἀντιρρόπους.

27

δεκατώνια

28

ὁρμιάν

tit 29-30

{ΑΛΚΗΣΤΙΣ}

29

ἐπὶ τὸ καινουργεῖν φέρου,

οὕτως, ἐκείνως, τοῦτο γιγνώσκων ὅτι

ἓν καινὸν ἐγχείρημα, κἂν τολμηρὸν ᾖ,

πολλῶν παλαιῶν ἐστι χρησιμώτερον.

tit 31

{ΑΝΑΣΩΙΖΟΜΕΝΟΙ}

31

διαφέρον

tit 32

{ΑΝΔΡΟΜΕΔΑ}

32

λείψας

tit 33

{ΑΝΤΑΙΟΣ}

33

ὦ 'τάν, κατανοεῖς τίς ποτ' ἐστὶν οὑτοσὶ

ὁ γέρων; {Β.} ἀπὸ τῆς μὲν ὄψεως Ἑλληνικός·

λευκὴ χλανίς, φαιὸς χιτωνίσκος καλός,

πιλίδιον ἁπαλόν, εὔρυθμος βακτηρία,

βαιά τε πέζα· τί μακρὰ δεῖ λέγειν; ὅλως

αὐτὴν ὁρᾶν γὰρ τὴν Ἀκαδήμειαν δοκῶ.

tit 34-36

{ΑΝΤΕΙΑ}

34

ἐν ταῖς σπυρίσι δὲ τί ποτ' ἔνεστι, φίλτατε;

{Β.} ἐν ταῖς τρισὶν μὲν χόνδρος ἀγαθὸς Μεγαρικός.

{Α.} οὐ Θετταλικὸν τὸν χρηστὸν εἶναί φασι δέ;

{Β.} . . . τῆς Φοινίκης . . .

σεμίδαλις, ἐκ πολλῆς σφόδρ' ἐξηττημένη.

35

πρὸς τῷ μυροπώλῃ γευόμενον κατελίμπανον

αὐτὸν περὶ μύρον . . . μέλλει τε συνθείς σοι φέρειν

τὰ κινναμώμινα ταῦτα καὶ τὰ νάρδινα.

36

ταῖς δ' ἐνδύτοις στολαῖσι, τετραγῳδημέναις

σκελέαις, τιάραις.

tit 37

{ΑΝΤΕΡΩΣΑ}

37

λαγγάζει

tit 38

{ΑΠΟΚΑΡΤΕΡΩΝ}

38

στρωματεῖς

tit 39

{ΑΡΓΥΡΙΟΥ ΑΦΑΝΙΣΜΟΣ}

39

καὶ τότε

περιπατήσεις κἀπονίψει κατὰ τρόπον

τὰς χεῖρας, εὐώδη λαβὼν τὴν γῆν.

tit 40-41

{ΑΡΚΑΣ}

40

οὔτε γὰρ νήφοντα δεῖ

οὐδαμοῦ, πάτερ, παροινεῖν, οὔθ' ὅταν πίνειν δέῃ

νοῦν ἔχειν. ὅστις δὲ μεῖζον ἢ κατ' ἄνθρωπον φρονεῖ

. . . μικρῷ πεποιθὼς ἀθλίῳ νομίσματι,

εἰς ἄφοδον ἐλθὼν ὅμοιον πᾶσιν αὑτὸν ὄψεται,

ἂν σκοπῇ τὰ τῶν ἰατρῶν τοῦ βίου τεκμήρια

τὰς φλέβας θ' ὅποι φέρονται, τὰς ἄνω καὶ τὰς κάτω

τεταμένας, δι' ὧν ὁ θνητὸς πᾶς κυβερνᾶται βίος.

tit 42

{ΑΡΠΑΖΟΜΕΝΗ}

42

λαβὼν ἐπανάξω σύαγρον εἰς τὴν οἰκίαν

τῆς νυκτὸς αὐτῆς καὶ λέοντα καὶ λύκον.

tit 43

{ΑΡΧΕΣΤΡΑΤΗ}

43

τίς δ' ἐγχέλειον ἂν φάγοι

ἢ κρανίον σινόδοντος;

tit 44

{ΑΡΧΩΝ}

44

ἐν Λακεδαίμονι

γέγονας; ἐκείνων τῶν νόμων μεθεκτέον

ἐστίν. βάδιζ' ἐπὶ δεῖπνον εἰς τὰ φειδίτια,

ἀπόλαυε τοῦ ζωμοῦ, φόρει τοὺς βύστακας

μὴ καταφρόνει, μηδ' ἕτερ' ἐπιζήτει καλά,

ἐν τοῖς δ' ἐκείνων ἔθεσιν ἴσθ' ἀρχαιικός.

tit 45

{ΑΣΚΛΗΠΙΟΣ}

45

τὴν δὲ γραῦν τὴν ἀσθενοῦσαν πάνυ πάλαι, τὴν Βρυττικήν,

ῥίζιον τρίψας τι μικρὸν δελεάσας τε γεννικῇ

τὸ μέγεθος κοίλῃ λεπαστῇ τοῦτ' ἐποίης' ἐκπιεῖν.

tit 46

{ΑΣΩΤΟΙ}

tit 47

{ΑΥΛΗΤΗΣ}

47

ποίαν, φράσον γάρ, ᾖδε τὴν συναυλίαν;

ταύτην, ἐπίσταται γάρ, ἀλλ' ηὔλουν ἔτι

μαθόντες . . ὥστε τοὺς αὐλοὺς σύ τε

αυτη τελετη ψεθειθαμεν συντυγχάνεις

αὐλῶν πέραινε. δέξεται δὲ τἄλλα σοι.

ἡδύ τι κοινόν ἐστιν, οὗ χωρὶς πάλιν

συννεύματ' οὐ προβλήμαθ' οἷς σημαίνεται

ἕκαστα.

tit 48

{ΑΥΛΗΤΡΙΣ Η ΔΙΔΥΜΑΙ}

48

ὁ μὲν Μενέλεως ἐπολέμης' ἔτη δέκα

τοῖς Τρωσὶ διὰ γυναῖκα τὴν ὄψιν καλήν,

Φοινικίδης δὲ Ταυρέᾳ δι' ἔγχελυν.

tit 49-51

{ΑΥΤΟΥ ΕΡΩΝ}

49

τροφαλίδας τε λινοσάρκους, μανθάνεις; τυρὸν λέγω.

50

ἀρυβάλλους

tit 52-54

{ΑΦΡΟΔΙΣΙΟΣ}

52

{Α.} πότερ', ὅταν μέλλω λέγειν σοι τὴν χύτραν, χύτραν λέγω,

ἢ τροχοῦ ῥύμαισι τευκτὸν κοιλοσώματον κύτος

πλαστὸν ἐκ γαίας, ἐν ἄλλῃ μητρὸς ὀπτηθὲν στέγῃ,

νεογενοῦς ποίμνης δ' ἐν αὑτῇ πνικτὰ γαλατοθρέμμονα

τακεροχρῶτ' εἴδη κύουσαν; {Β.} Ἡράκλεις, ἀποκτενεῖς

ἆρά μ', εἰ μὴ γνωρίμως μοι πάνυ φράσεις κρεῶν χύτραν.

{Α.} εὖ λέγεις. ξουθῆς μελίσσης νάμασιν δὲ συμμιγῆ

μηκάδων αἰγῶν ἀπόρρουν θρόμβον, ἐγκαθήμενον

εἰς πλατὺ στέγαστρον ἁγνῆς παρθένου Δηοῦς κόρης,

λεπτοσυνθέτοις τρυφῶντα μυρίοις καλύμμασιν;

ἢ σαφῶς πλακοῦντα φράζω σοι; {Β.} πλακοῦντα βούλομαι.

{Α.} Βρομιάδος δ' ἱδρῶτα πηγῆς; {Β.} οἶνον εἰπὲ συντεμών.

{Α.} λιβάδα νυμφαίαν δροσώδη; {Β.} παραλιπὼν ὕδωρ φάθι.

{Α.} κασιόπνουν δ' αὔραν δι' αἴθρας; {Β.} σμύρναν εἰπέ, μὴ μακράν,

μηδὲ τοιοῦτ' ἄλλο μηδέν, μηδὲ τοὔμπαλιν λέγων,

ὅτι δοκεῖ τοῦτ' ἔργον εἶναι μεῖζον, ὥς φασίν τινες,

αὐτὸ μὲν μηδέν, παρ' αὐτὸ δ' ἄλλα συστρέφειν πυκνά.

53

πενθεῖν δὲ μετρίως τοὺς προσήκοντας φίλους·

οὐ γὰρ τεθνᾶσιν, ἀλλὰ τὴν αὐτὴν ὁδόν,

ἣν πᾶσιν ἐλθεῖν ἔστ' ἀναγκαίως ἔχον,

προεληλύθασιν. εἶτα χἠμεῖς ὕστερον

εἰς ταὐτὸ καταγωγεῖον αὐτοῖς ἥξομεν,

κοινῇ τὸν ἄλλον συνδιατρίψοντες χρόνον.

54

εὐειματεῖν

tit 55

{ΑΦΡΟΔΙΤΗΣ ΓΟΝΑΙ}

55

τονδὶ λέγω, σὺ δ' οὐ συνιεῖς; κότταβος

τὸ λυχνίον ἐστί. πρόσεχε τὸν νοῦν· ᾠὰ μὲν

. . . . . . . πέντε νικητήριον.

{Β.} περὶ τοῦ; γέλοιον. κοτταβιεῖτε τίνα τρόπον;

{Α.} ἐγὼ διδάξω καθ' ὅσον ἂν τὸν κότταβον

ἀφεὶς ἐπὶ τὴν πλάστιγγα ποιήσῃ πεσεῖν—

{Β.} πλάστιγγα; ποίαν; τοῦτο τοὐπικείμενον

ἄνω τὸ μικρόν, τὸ πινακίσκιον λέγεις;

{Α.} τοῦτ' ἔστι πλάστιγξ—οὗτος ὁ κρατῶν γίνεται.

{Β.} πῶς δ' εἴσεταί τις τοῦτ'; {Α.} ἐὰν θίγῃ μόνον

αὐτῆς, ἐπὶ τὸν μάνην πεσεῖται καὶ ψόφος

ἔσται πάνυ πολύς. {Β.} πρὸς θεῶν, τῷ κοττάβῳ

πρόσεστι καὶ μάνης τις ὥσπερ οἰκέτης;. . . . . . . . . . . . . . .

{Β.} ᾧ δεῖ λαβὼν τὸ ποτήριον δεῖξον νόμῳ.

{Α.} αὐλητικῶς δεῖ καρκινοῦν τοὺς δακτύλους,

οἶνόν τε μικρὸν ἐγχέαι, καὶ μὴ πολύν·

ἔπειτ' ἀφήσεις. {Β.} τίνα τρόπον; {Α.} δεῦρο βλέπε.

τοιοῦτον. {Β.} ὦ Πόσειδον, ὡς ὑψοῦ σφόδρα.

{Α.} οὕτω ποιήσεις. {Β.} ἀλλ' ἐγὼ μὲν σφενδόνῃ

οὐκ ἂν ἐφικοίμην αὐτός'. {Α.} ἀλλὰ μάνθανε.

tit 56

{ΒΑΚΧΑΙ}

56

ἐπεὶ δὲ τοῦτ' οὐκ ἔστι, κακοδαίμων σφόδρα

ὅστις γαμεῖ γυναῖκα, πλὴν ἐν τοῖς Σκύθαις·

ἐκεῖ μόνον γὰρ οὐχὶ φύετ' ἄμπελος.

tit 57

{ΒΑΤΑΛΟΣ}

tit 58-61

{ΒΟΙΩΤΙΣ}

58

[καὶ περὶ μὲν ὄψου γ' ἠλίθιον τὸ καὶ λέγειν

ὥσπερ πρὸς ἀπλήστους.] ἀλλὰ ταυτὶ λάμβανε,

παρθένε, τὰ μῆλα. {Β.} καλά γε. {Α.} καλὰ δῆτ', ὦ θεοί·

νεωστὶ γὰρ τὸ σπέρμα τοῦτ' ἀφιγμένον

εἰς τὰς Ἀθήνας ἐστὶ παρὰ τοῦ βασιλέως.

{Β.} παρ' Ἑσπερίδων, ᾤμην γε. {Α.} νὴ τὴν Φωσφόρον,

φησὶν τὰ χρυσᾶ μῆλα ταῦτ' εἶναι. {Β.} τρία

μόνον ἐστίν. {Α.} ὀλίγον ἐστὶ τὸ καλὸν πανταχοῦ

καὶ τίμιον.

59

ἐνεγκεῖν ἐξ ἀγροῦ μοι τῶν ῥοῶν

τῶν σκληροκόκκων.

60

καλέσας τε παρατίθησιν ἐν παροψίδι

βολβούς.

61

κάνθαρος

tit 62-64

{ΒΟΜΒΥΛΙΟΣ}

62

τὰς προσφόρους

ὑμῖν τροφάς, σκορόδια, τυρόν, κρόμμυα,

κάππαριν . . . πάντα ταῦτ' ἐστὶν δραχμῆς.

64

κνισολοιχός

tit 65-67

{ΒΟΥΣΙΡΙΣ}

65

βότρυς, ῥόας, φοίνικας, ἕτερα νώγαλα.

66

τὸ χερνιβεῖον πρῶτον· ἡ πομπὴ σαφής.

67

δρᾶμ' ἀκοῦσαι

tit 68

{ΒΟΥΤΑΛΙΩΝ}

68

{Α.} καὶ μὴν ἑστιάσω τήμερον

ὑμᾶς ἐγώ· σὺ δ' ἀγοράσεις ἡμῖν λαβών,

Πίστ', ἀργύριον. {Π.} ἄλλως γὰρ οὐκ ἐπίσταμαι

χρηστῶς ἀγοράζειν. {Α.} φράζε δή, Φιλούμενον,

ὄψῳ τίνι χαίρεις; {Φ.} πᾶσι. {Α.} καθ' ἕκαστον λέγε·

ἰχθὺν τίν' ἡδέως φάγοις ἄν; {Φ.} εἰς ἀγρὸν

ἦλθεν φέρων ποτ' ἰχθυοπώλης μαινίδας

καὶ τριγλίδας, καὶ νὴ Δί' ἤρεσεν σφόδρα

ἡμῖν ἅπασιν. {Α.} εἶτα καὶ νῦν, εἰπέ μοι,

τούτων φάγοις ἄν; {Φ.} κἄν τις ἄλλος μικρὸς ᾖ·

τοὺς γὰρ μεγάλους τούτους ἅπαντας νενόμικα

ἀνθρωποφάγους ἰχθῦς. {Α.} τί φής, ὦ φίλτατε,

ἀνθρωποφάγους; πῶς; {Π.} ὧν ἂν ἄνθρωπος φάγοι,

δῆλον ὅτι. ταῦτα δ' ἐστὶν Ἑλένης βρώματα,

ἅ φησιν οὗτος, μαινίδας καὶ τριγλίδας.

tit 69

{ΒΥΖΑΝΤΙΟΣ}

69

πορφύρας ὀκτὼ κύκλοι

tit 70-72

{ΓΑΜΟΣ}

70

πατάνια, σεῦτλον, σίλφιον, χύτρας, λύχνους,

κορίαννα, κρόμμυ', ἅλας, ἔλαιον, τρύβλιον.

71

κογχίον τε μικρὸν ἀλλᾶντός τε προστετμημένον

72

ἐκτεμὼν χορδῆς μεσαῖον

tit 73-74

{ΓΑΝΥΜΗΔΗΣ}

73

τῶν οἰκιῶν οὖν ὧν ὁρᾷς, ἐν τῇδε μὲν

ὁ τῶν Φρυγῶν τύραννος οἰκῶν τυγχάνει

γέρων, ἀπ' ἀρχῆς Λαομέδων καλούμενος.

74

{Π.} οἴμοι περιπλοκὰς

λίαν ἐρωτᾷς. {Λ.} ἀλλ' ἐγὼ σαφῶς φράσω.

τῆς ἁρπαγῆς τοῦ παιδὸς εἰ ξύνοισθά τι,

ταχέως λέγειν χρὴ πρὶν κρέμασθαι. {Π.} πότερά μοι

γρῖφον προβάλλεις τοῦτον εἰπεῖν, δέσποτα,

τῆς ἁρπαγῆς τοῦ παιδὸς εἰ ξύνοιδά τι,

ἢ τί δύναται τὸ ῥηθέν; {Λ.} ἔξω τις δότω

ἱμάντα ταχέως οἷον. {Π.} οὐκ ἔγνων ἴσως.

ἔπειτα τοῦτο ζημιοῖς με; μηδαμῶς·

ἅλμης δ' ἐχρῆν τι περιφέρειν ποτήριον.

{Λ.} οἶσθ' οὖν ὅπως δεῖ τοῦτό ς' ἐκπιεῖν; {Π.} ἐγώ;

κομιδῆ γε. {Λ.} πῶς; {Π.} ἐνέχυρον ἀποφέροντά σου.

{Λ.} οὐκ ἀλλ' ὀπίσω τὼ χεῖρε ποιήσαντα δεῖ

ἕλκειν ἀπνευστί.

tit 75

{ΓΛΑΥΚΟΣ}

75

καλυψάμενος τριβωνίῳ

διεπαρθένευσα.

tit 76

{ΓΟΡΓΥΘΟΣ}

76

ἧττόν τ' ἀποσταίην ἂν ὧν προειλόμην

ἢ Καλλιμέδων γλαύκου πρόοιτ' ἂν κρανίον.

tit 77-78

{ΔΕΥΚΑΛΙΩΝ}

77

τάριχος ἀντακαῖον εἴ τις βούλετ' ἢ

Γαδειρικόν, Βυζαντίας δὲ θυννίδος

ὀσμαῖσι χαίρει.

78

σησαμίδας ἢ μελίπηκτα ἢ τοιοῦτό τι.

tit 79

{ΔΗΛΙΑ}

79

λάχανα κνήστ' ἢ στέμφυλα

tit 80-84

{ΔΙΔΥΜΟΙ}

80

ὁ γὰρ παράσιτός ἐστιν, ἂν ὀρθῶς σκοπῇς,

κοινωνὸς ἀμφοῖν, τῆς τύχης καὶ τοῦ βίου.

οὐδεὶς παράσιτος εὔχετ' ἀτυχεῖν τοὺς φίλους,

τοὐναντίον δὲ πάντας εὐτυχεῖν ἀεί.

ἔστιν πολυτελὴς τῷ βίῳ τις, οὐ φθονεῖ,

μετέχειν δὲ τούτων εὔχετ' αὐτῷ συμπαρών.

κἄστιν φίλος γενναῖος ἀσφαλής θ' ἅμα,

οὐ μάχιμος, οὐ πάροξυς, οὐχὶ βάσκανος,

ὀργὴν ἐνεγκεῖν ἀγαθός· ἂν σκώπτῃς, γελᾷ·

ἐρωτικός, γέλοιος, ἱλαρὸς τῷ τρόπῳ,

πάλιν στρατιώτης ἀγαθὸς εἰς ὑπερβολήν,

ἂν ᾖ τὸ σιτάρχημα δεῖπνον εὐτρεπές.

81

τὸ ποτήριόν μοι τὸ μέγα προσφέρει λαβών.

ἐνεχεάμην ἄκρατον οὐχὶ παιδιᾷ,

κυάθους θεῶν τε καὶ θεαινῶν μυρίους·

ἔπειτ' ἐπὶ τούτοις πᾶσι τῆς σεμνῆς θεᾶς,

καὶ τοῦ γλυκυτάτου βασιλέως διμοιρίαν.

82

ἀπέλαυσα πολλῶν καὶ καλῶν ἐδεσμάτων,

πιών τε προπόσεις τρεῖς ἴσως ἢ τέτταρας

ἐστρηνίων πως, καταβεβρωκὼς σιτία

ἴσως ἐλεφάντων τεττάρων.

83

οἰνογευστεῖ, περιπατεῖ

ἐν τοῖς στεφάνοις.

84

συμπάσχειν

tit 85-86

{ΔΙΠΛΑΣΙΟΙ}

85

{Α.} τί οὖν ἐνέσται τοῖς θεοῖσιν; {Β.} οὐδὲ ἕν,

ἂν μὴ κεράσῃ τις. {Α.} ἴσχε, τὸν ᾠδὸν λάμβανε.

ἔπειτα μηδὲν τῶν ἀπηρχαιωμένων

τούτων περάνῃς, τὸν Τελαμῶνα, μηδὲ τὸν

Παιῶνα, μηδ' Ἁρμόδιον.

86

οὐδεὶς πώποτε,

ὦ δέσποτ', ἀπέθαν' ἀποθανεῖν πρόθυμος ὤν,

τοὺς γλιχομένους δὲ ζῆν κατασπᾷ τοῦ σκέλους

ἄκοντας ὁ Χάρων ἐπὶ τὸ πορθμεῖόν τ' ἄγει

σιτιζομένους καὶ πάντ' ἔχοντας ἀφθόνως.

ὁ δὲ λιμός ἐστιν ἀθανασίας φάρμακον.

tit 87

{ΔΡΑΠΕΤΑΓΩΓΟΣ}

87

κοσμίως ποιῶν τὴν ἔνθεσιν

μικρὰν μὲν ἐκ τοῦ πρόσθε, μεστὴν δ' ἔνδοθεν

τὴν χεῖρα, καθάπερ αἱ γυναῖκες, κατέφαγεν

πάμπολλα καὶ ταχύτατα.

tit 88

{ΔΥΣΕΡΩΤΕΣ}

88

ἐκεῖσε δ' οὐ πλέω

ὅθεν διεσπάσθημεν, ἐρρῶσθαι λέγων

ἅπασιν, ἵπποις, σιλφίῳ, συνωρίσιν,

καυλῷ, κέλησι, μαστοῖς, πυρετοῖς, ὀποῖς.

tit 89-90

{ΔΥΣΠΡΑΤΟΣ}

89

ὁρᾶν τε κείμενα

ἄμητας ἡμιβρῶτας ὀρνίθειά τε,

ὧν οὐδὲ λειφθέντων θέμις δούλῳ φαγεῖν,

ὥς φασιν αἱ γυναῖκες. ὃ δὲ χολᾶν ποιεῖ,

γάστριν καλοῦσι καὶ λαμυρὸν ὃς ἂν φάγῃ

ἡμῶν τι τούτων.

90

Σικελῶν τε τέχναις ἡδυνθεῖσαι

δαιτὸς διαθρυμματίδες.

tit 91

{ΔΩΔΩΝΙΣ}

91

πόθεν οἰκήτωρ, ἤ τις Ἰώνων

τρυφεραμπεχόνων ἁβρὸς ἡδυπαθὴς

ὄχλος ὥρμηται;

tit 92-93

{ΕΠΙΔΑΥΡΙΟΣ}

92

ἐπαίζομεν μὲν ἀρτίως τοῖς ἀστρίχοις.

93

ἠκρόασο

tit 94

{ΕΠΙΚΛΗΡΟΣ}

94

ὦ γῆρας, ὡς ἅπασιν ἀνθρώποισιν εἶ

ποθεινόν, ὡς εὔδαιμον, εἶθ' ὅταν παρῇς

ἀχθηρόν, ὡς μοχθηρόν, εὖ λέγει τέ σε

οὐδείς, κακῶς δὲ πᾶς τις ὃς σοφῶς λέγει.

tit 95-97

{ΕΥΘΥΔΙΚΟΣ}

95

ἔπειτα πουλύπους τετμημένος

ἐν βατανίοισιν ἑφθός.

96

ἐγὼ ξενιτευόμενος ἐστρατευόμην.

97

πάνυ συχνὴ σφύραινα. {Β.} κέστραν ἀττικιστὶ δεῖ λέγειν.

tit 98-99

{ΕΥΠΛΟΙΑ}

98

λύπη γὰρ ἀνθρώποισι καὶ τὸ ζῆν κακῶς

ὥσπερ πονηρὼ ζωγράφω τὰ χρώματα

πρώτιστον ἀφανίζουσιν ἐκ τοῦ σώματος.

tit 100-101

{ΕΦΕΣΙΑ}

100

δύστηνος ὅστις ζῇ θαλάττιον βίον·

τῶν γὰρ πλεόντων ζητεῖν. στάδια ἑκατὸν

ἐλθεῖν που δὴ κρεῖττον ἢ πλεῦσαι πλέθρον.

πλεῖς τὴν θάλατταν σχοινίων πωλουμένων;

101

ἐν γῇ πένεσθαι μᾶλλον ἢ πλουτοῦντα πλεῖν.

tit 102

{ΖΑΚΥΝΘΙΟΣ}

102

εἶτ' οὐ δικαίως εἰμὶ φιλογύνης ἐγὼ

καὶ τὰς ἑταίρας ἡδέως πάσας ἔχω;

τουτὶ γὰρ αὐτὸ πρῶτον ὃ σὺ ποιεῖς παθεῖν,

μαλακαῖς καλαῖς τε χερσὶ τριφθῆναι πόδας,

πῶς οὐχὶ σεμνόν ἐστιν;

tit 103

{ΖΩΓΡΑΦΟΣ}

103

<ἄγαλμα> καὶ <γραφὴν> καὶ <ἀνδριάντα>

tit 104

{ΗΝΙΟΧΟΣ}

104

ἀνδρὸς διαφέρει τοῦτ' ἀνήρ· ὁ μὲν κακῶς

πράττων τὸ λυποῦν ἤγαγ' εἰς παράστασιν,

ὁ δ' ἐμφρόνως δεξάμενος ἤνεγκεν καλῶς.

tit 105

{ΘΑΜΥΡΑΣ}

105

καὶ σοῦ γ' ἐπώνυμός τις ἐν φήμαις βροτῶν

Θρῄκης κατάρδων ποταμὸς ὠνομασμένος,

Στρυμών, μεγίστας ἐγχέλεις κεκτημένος.

tit,ante 106

{[ΘΕΟΓΟΝΙΑ]}

tit 106

{ΘΟΡΙΚΙΟΙ Η ΔΙΟΡΥΤΤΩΝ}

106

λοῦται δ' ἀληθῶς; ἀλλὰ τί;

ἐκ χρυσοκολλήτου γε κάλπιδος μύρῳ

Αἰγυπτίῳ μὲν τοὺς πόδας καὶ τὰ σκέλη,

φοινικίνῳ δὲ τὰς γνάθους καὶ τιτθία,

σισυμβρίνῳ δὲ τὸν ἕτερον βραχίονα,

ἀμαρακίνῳ δὲ τὰς ὀφρῦς καὶ τὴν κόμην,

ἑρπυλλίνῳ δὲ τὸ γόνυ καὶ τὸν αὐχένα.

tit,ante 107

{ΙΑΣΩΝ}

tit 107-108

{ΙΑΤΡΟΣ}

107

ἅπαν τὸ λυποῦν ἐστιν ἀνθρώπῳ νόσος

ὀνόματ' ἔχουσα πολλά.

108

τῶν γίγγρων αὐλῶν

tit 109-111

{ΙΠΠΕΙΣ}

109

πῶς οὖν διαιτώμεσθα; {Β.} τὸ μὲν ἐφίππιον

στρῶμ' ἐστὶν ἡμῖν, ὁ δὲ καλὸς πῖλος κάδος,

ψυκτήρ· τί βούλει; πάντ', Ἀμαλθείας κέρας.

110

τῶν δ' ἀκοντίων

συνδοῦντες ὀρθὰ τρία λυχνείῳ χρώμεθα.

tit 112

{ΚΑΙΝΕΥΣ}

112

ειτ' ηδηλος φιάλην τὸ ὅπλον Ἄρεως,

κατὰ Τιμόθεον, ξυστόν τε βέλος.

tit 113

{ΚΑΡΕΣ}

113

οὐχ ὁρᾷς ὀρχούμενον

ταῖς χερσὶ τὸν βάκηλον; οὐδ' αἰσχύνεται

ὁ τὸν Ἡράκλειτον πᾶσιν ἐξηγούμενος,

ὁ τὴν Θεοδέκτου μόνος ἀνευρηκὼς τέχνην,

ὁ τὰ κεφάλαια συγγράφων Εὐριπίδῃ.

tit 114-115

{ΚΑΡΙΝΗ}

114

τρίποδα καὶ κάδον

παραθέμενος ψυκτῆρά τ' οἴνου . . .

μεθύσκεται.

115

πότος ἔσται . . .

σφοδρότερος· οὐκοῦν, εἰ φράσαι τις, οὐκ ἔτι

ἔξεστι κυαθίζειν γάρ . . . . .

τὸν δὲ κάδον ἔξω καὶ τὸ ποτήριον λαβὼν

ἀπόφερε τἄλλα πάντα.

tit 116

{ΚΗΠΟΥΡΟΣ}

tit 117

{ΚΙΘΑΡΙΣΤΗΣ}

117

οὐκ ἐφύσων οἱ Λάκωνες ὡς ἀπόρθητοί ποτε;

νῦν δ' ὁμηρεύους' ἔχοντες πορφυροῦς κεκρυφάλους.

tit 118-121

{ΚΙΘΑΡΩΙΔΟΣ}

118

οὐ ψεῦδος οὐδέν φησιν

119

ὀφθαλμὸν ὤρυττέν τις ὥσπερ ἰχθύος

Μάτων προσελθών.

120

εἰσδυόμενος εἰς πόρκον, ὅθεν ἔξω πάλιν

οὐ ῥᾳδίως ἔξειμι τὴν αὐτὴν ὁδόν.

121

στειλεὰν

ῥαφανῖδα, σικύους τέτταρας.

tit 122

{ΚΛΕΟΦΑΝΗΣ}

122

τὸ δὲ τυραννεῖν ἐστιν

ἢ τί ποτε τὸ σπουδαῖον; ἀκολουθεῖν ἔρις

ἐν τῷ Λυκείῳ μετὰ σοφιστῶν, νὴ Δία,

λεπτῶν ἀσίτων συκίνων, λέγονθ' ὅτι

τὸ πρᾶγμα τοῦτ' οὐκ ἔστιν εἴπερ γίνεται·

οὐδ' ἔστι γάρ πω γινόμενον ὃ γίνεται,

οὔτ' εἰ πρότερον ἦν, ἔστιν ὅ γε νῦν γίνεται·

ἔστιν γὰρ οὐκ ὂν οὐδέν· ὃ δὲ μὴ γέγονέ πω,

οὐκ ἔσθ' ἕωσπερ γέγονεν, ὅ γε μὴ γέγονέ πω·

ἐκ τοῦ γὰρ εἶναι γέγονεν· εἰ δ' οὐκ ἦν ὅθεν,

πῶς ἐγένετ' ἐξ οὐκ ὄντος; οὐχ οἷόν τε γάρ.

εἰ δ' αὐτόθεν ποι γέγονεν, οὐκ ἔσται

κηποι δέποτις εἴη, ποθεν γενήσεται

τοὐκ ὂν εἰς οὐκ ὄν· εἰς οὐκ ὂν γὰρ οὐ δυνήσεται.

ταυτὶ δ' ὅ τι ἐστὶν οὐδ' ἂν ἁπόλλων μάθοι.

tit 123

{ΚΝΑΦΕΥΣ}

123

ὅστις τέχνην πρῶτος κατέδειξε τῶν θεῶν,

οὗτος μέγιστον εὗρεν ἀνθρώποις κακόν.

ὅταν γὰρ ἀπορῆταί τις, ἂν μὲν ἀργὸς ᾖ,

ἐλθὼν ἀπεκινδύνευσεν ἡμέραν μίαν,

ὥστ' ἢ γεγονέναι λαμπρὸς ἢ τεθνηκέναι.

ἡμεῖς δ' ἔχοντες ἀρραβῶνα τὴν τέχνην

τοῦ ζῆν, ἀεὶ πεινῶμεν ἐπὶ ταῖς ἐλπίσιν,

ἐξόν τε μικρὸν διαπορηθῆναι χρόνον,

τὸν βίον ἅπαντα τοῦτο δρᾶν αἱρούμεθα.

tit 124-125

{ΚΝΟΙΘΙΔΕΥΣ Η ΓΑΣΤΡΩΝ}

124

ἐγὼ πρότερον μὲν τοὺς κελεύοντας λέγειν

γρίφους παρὰ πότον ᾠόμην ληρεῖν σαφῶς

λέγοντας οὐδέν, ὁπότε προστάξαι τέ τις

εἰπεῖν ἐφεξῆς ὅ τι φέρων τις μὴ φέρει,

ἐγέλων νομίζων λῆρον, οὐκ ἂν γενόμενον

οὐδέποτέ γ' οἶμαι πρᾶγμα παντελῶς λέγειν,

ἐνέδρας δ' ἕνεκα. νυνὶ δὲ τοῦτ' ἔγνωχ' ὅτι

ἀληθὲς ἦν· φέρομεν γὰρ ἄνθρωποι δέκα

ἔρανόν τιν', οὐ φέρει δὲ τούτων τὴν φορὰν

οὐδείς. σαφῶς οὖν ὅ τι φέρων τις μὴ φέρει,

τοῦτ' ἔστιν, ἦν θ' ὁ γρῖφος ἐνταῦθα ῥέπων.

καὶ τοῦτο μὲν δὴ κἄστι συγγνώμην ἔχον·

ἀλλ' οἷα λογοποιοῦσιν ἐν τῷ πράγματι

οἱ τἀργύριον μὴ κατατιθέντες, ὡς σφόδρα

Φίλιππος. ἆρ' ἦν εὐτυχής τις νὴ Δία.

125

ἄτοπά γε κηρύττουσιν ἐν τοῖς ἰχθύσιν

κηρύγμαθ', οὗ καὶ νῦν τις ἐκεκράγει μέγα

μέλιτος γλυκυτέρας μεμβράδας φάσκων ἔχειν.

εἰ τοῦτο τοιοῦτ' ἐστίν, οὐδὲν κωλύει

τοὺς μελιτοπώλας αὖ λέγειν βοᾶν θ' ὅτι

πωλοῦσι τὸ μέλι σαπρότερον τῶν μεμβράδων.

tit 126

{ΚΟΡΙΝΘΙΑ}

126

ἔπειτα κἀκροκώλιον

ὕειον Ἀφροδίτῃ; γέλοιον. {Β.} ἀγνοεῖς;

ἐν τῇ Κύπρῳ δ' οὕτω φιληδεῖ ταῖς ὑσίν,

ὦ δέσποθ', ὥστε σκατοφαγεῖν ἀπεῖρξε

τὸ ζῷον . . τοὺς δὲ βοῦς ἠνάγκασεν.

tit 127

{ΚΟΡΟΠΛΑΘΟΣ}

127

γύναι, πρὸς αὐλὸν ἦλθες. ὀρχήσει πάλιν

τὴν ἴγδιν . . τὴν θυΐαν ἀγνοεῖς;

τοῦτ' ἔστιν ἴγδις.

tit 128-129

{ΚΟΥΡΙΣ}

128

ἐλθών τε πρὸς τὸν τεμαχοπώλην περίμενε,

παρ' οὗ φέρειν εἴωθα· κἂν οὕτω τύχῃ,

Εὔθυνος . . ἀπολοπίζων αὐτόθι

χρηστόν τι περίμεινον κέλευσον μὴ τεμεῖν.

129

{Α.} ὁ μὲν ἀγρῷ τρεφόμενος

θαλάττιον μὲν οὗτος οὐδὲν ἐσθίει,

πλὴν τῶν παρὰ γῆν, γόγγρον τιν' ἢ νάρκην τιν' ἢ

θύννης τὰ πρὸς τῆς ποια τὰ κάτωθεν λέγω.

{Β.} τούτους φάγοις ἄν; {Γ.} τοὺς γὰρ ἄλλους νενόμικα

ἀνθρωποφάγους ἰχθῦς. {Β.} τὸ δεῖνα δ' ἐσθίεις;

τουτι κακόνωτα πλοῖα {Γ.} Κωπᾷδας λέγεις;

ἀγρίως γε. {Β.} παρὰ λίμνην γὰρ γεωργῶν τυγχάνω·

τὰ δ' ἐγχέλεια γράψομαι λιποταξίου.

κομιδῆ γὰρ οὐκ ἦν οὐδαμοῦ.

tit 130

{ΚΥΒΕΥΤΑΙ}

130

ῥίσκος ἦν ὃν εἶπεν

tit 131-133

{ΚΥΚΛΩΨ}

131

κέρμα γάρ τι τυγχάνω

132

ἔστω δ' ἡμῖν κεστρεὺς τμητός,

νάρκη πνικτή, πέρκη σχιστή,

τευθὶς σακτή, συνόδων ὀπτός,

γλαύκου προτομή, γόγγρου κεφαλή,

βατράχου γαστήρ, θύννου λαγόνες,

βατίδος νῶτον, κέστρας ὀσφύς,

ψήττας κίσχος, μαινίς, καρίς,

τρίγλη, φυκίς·

τῶν τοιούτων μηδὲν ἀπέστω.

133

τῶν χερσαίων δ' ὑμῖν ἥξει

παρ' ἐμοῦ ταυτί·

βοῦς ἀγελαῖος, τράγος ἠλιβάτας,

αἲξ οὐρανία, κριὸς τομίας,

κάπρος ἐκτομίας, ὗς οὐ τομίας,

δέλφαξ, δασύπους, ἔριφοι, . .

τυρὸς χλωρός, τυρὸς ξηρός,

τυρὸς κοπτός, τυρὸς ξυστός,

τυρὸς τμητός, τυρὸς πηκτός.

tit 134-136

{ΚΩΡΥΚΟΣ}

134

τῶν θαλαττίων δ' ἀεὶ

ὄψων ἓν ἔχομεν, διὰ τέλους δὲ τοῦθ', ἅλας.

. . . . . ἐπὶ δὲ τούτοις πίνομεν

οἰνάριον εἶδος, νὴ Δί', οἰκίας τρόπον

πόσειδος οἷον τοῖς παροῦσι συμφέρει

ἁπαξάπασιν ὀξυβάφῳ ποτηρίῳ.

135

πρῶτον μὲν ὥσπερ πυθαγορίζων ἐσθίει

ἔμψυχον οὐδέν, τῆς δὲ πλείστης τοὐβολοῦ

μάζης μελαγχρῆ μερίδα λαμβάνων λέπει.

136

ἐν ὅσῳ δ' ἀκροῶμαί σου, κέλευσόν μοί τινα

φέρειν ἀπονίψασθαι. {Β.} δότω τις δεῦρ' ὕδωρ

καὶ σμῆμα.

tit 137

{ΛΑΜΠΑΣ}

137

τράπεζα φυστημινεις ἀλλὰ μὴν δαίμονος

ἀγαθοῦ μετάνιπτρον, ἐντραγεῖν, σπονδή, κρότος.

tit 138-139

{ΛΑΜΠΩΝ}

138

κεστρεῖς ἔχων, ἀλλ' οὐ στρατιώτας, τυγχάνεις

νήστεις.

139

ὁ δεῖν' Ἰᾶπυξ, κέρασον εὐζωρέστερον.

tit 140

{ΛΕΠΤΙΝΙΣΚΟΣ}

140

οἶνον Θάσιον πίνοις ἄν; {Β.} εἴ τις ἐγχέαι.

{Α.} πρὸς ἀμυγδάλας δὲ πῶς ἔχεις; {Β.} εἰρηνικῶς.

μαλακὰς σφόδρα, δι' ἃς μέλιτι προσπαίζειν βία.

{Α.} μελίπηκτα δ' εἴ σοι προσφέροι; {Β.} τρώγοιμι καὶ

ᾠὸν δὲ καταπίνοιμ' ἄν. {Α.} ἄλλου δεῖ τινος;

tit 141-142

{ΛΕΥΚΑΔΙΟΣ}

141

ἐνταῦθ' ἀναρίστητος εὐθὺς κιθαριεῖ.

142

ἀσταφίδος, ἁλῶν, σιραίου, σιλφίου, τυροῦ, θύμου,

σησάμου, νίτρου, κυμίνου, ῥοῦ, μέλιτος, ὀριγάνου,

βοτανίων, ὄξους, ἐλαῶν, εἰς ἀβυρτάκην χλόης,

καππάριδος, ᾠῶν, ταρίχους, καρδάμων, θρίων, ὀποῦ.

tit 143

{ΛΕΩΝΙΔΗΣ}

143

ἀλλὰ πρὶν δεδειπνάναι

ἡμᾶς παρέσται.

tit 144-145

{ΛΗΜΝΙΑΙ}

144

εἶτ' ἔστιν ἢ γένοιτ' ἂν ἡδίων τέχνη

ἢ πρόσοδος ἄλλη τοῦ κολακεύειν εὐφυῶς;

ὁ ζωγράφος πονεῖ τι καὶ πικραίνεται,

ὁ γεωργὸς ἐν ὅσοις ἐστὶ κινδύνοις πάλιν.

πρόσεστι πᾶσιν ἐπιμέλεια καὶ πόνος.

ἡμῖν δὲ μετὰ γέλωτος ὁ βίος καὶ τρυφῆς·

οὗ γὰρ τὸ μέγιστον ἔργον ἐστὶ παιδιά,

ἁδρὸν γελάσαι, σκῶψαί τιν', ἐκπιεῖν πολύν,

οὐχ ἡδύ; ἐμοὶ μὲν μετὰ τὸ πλουτεῖν δεύτερον.

145

παρετέθη τρίπους

πλακοῦντα χρηστόν, ὦ πολυτίμητοι θεοί,

ἔχων ἐν ἀργυρῷ τε τρυβλίῳ μέλι.

tit 146

{ΛΥΔΟΣ}

146

Κολχὶς ἄνθρωπος πάροινος

tit 147

{ΛΥΚΩΝ}

147

τά τ' ἄλλα δεινούς φασι τοὺς Αἰγυπτίους

εἶναι τὸ νομίσαι τ' ἰσόθεον τὴν ἔγχελυν·

πολὺ τῶν θεῶν γάρ ἐστι τιμιωτέρα.

τῶν μὲν γὰρ εὐξαμένοισιν ἔσθ' ἡμῖν τυχεῖν,

τούτων δὲ δραχμὰς τοὐλάχιστον δώδεκα

ἢ πλέον ἀναλώσασιν ὀσφρέσθαι μόνον.

οὕτως ἐσθ' ἅγιον παντελῶς τὸ θηρίον.

tit 148

{ΜΑΛΘΑΚΗ}

148

ἔρχεται,

μετέρχετ' αὖ, προσέρχετ' αὖ, μετέρχεται,

ἥκει, πάρεστι, ῥύπτεται, προσέρχεται,

σμῆται, κτενίζετ', ἐκβέβηκ', ἐντρίβεται,

λοῦται, σκοπεῖται, στέλλεται, μυρίζεται,

κοσμεῖτ', ἀλείφετ'· ἂν δ' ἔχῃ τι ἀπάγχεται.

tit 149

{ΜΕΛΑΝΙΩΝ}

149

τοῦτον ἐγὼ κρίνω μετανιπτρίδα τῆς Ὑγιείας

πίνειν ζωροτέρῳ χρώμενον οἰνοχόῳ.

tit 150

{ΜΕΛΕΑΓΡΟΣ}

150

ἀσκοπυτίνην τινὰ

δίψους ἀρωγόν

tit 151

{ΜΕΛΙΤΤΑ}

151

ἐπὶ χρήμασιν δ' ὢν ἔμπορος φρονεῖ μέγα,

ὧν ἐστι πάντων ἐνίοτ' ἄνεμος κύριος.

tit 152

{ΜΕΤΟΙΚΟΣ}

152

προσέλαβον ἐλθὼν τουτονὶ

τραπεζοποιόν, ὃς πλυνεῖ σκεύη, λύχνους

ἑτοιμάσει, σπονδὰς ποιήσει, τἄλλ' ὅσα

τούτῳ προσήκει.

tit 153

{ΜΗΔΕΙΑ}

153

ἦν χιτὼν ἀμόργινος,

ἕτερος δὲ περιηγητός ἐστιν οὑτοσί.

tit 154-155

{ΜΗΤΡΑΓΥΡΤΗΣ}

154

τήν τε παῖδ' ἀλείμματα

παρὰ τῆς θεοῦ λαβοῦσαν εἶτα τοὺς πόδας

ἐκέλευ' ἀλείφειν πρῶτον, εἶτα τὰ γόνατα.

ὡς θᾶττον ἡ παῖς δ' ἥψατ' αὐτοῦ τῶν ποδῶν

ἔτριψέ τ', ἀνεπήδησεν.

155

δεδιῳκημένα

tit 156

{ΜΗΤΡΟΦΩΝ}

156

διδοῦσιν

tit 157

{ΜΙΔΩΝ}

157

ἀργυροθήκην

tit 158

{ΜΙΝΩΣ}

158

τρώγοντες μολόχης ῥίζαν

tit 159

{ΜΙΣΟΠΟΝΗΡΟΣ}

159

εἶτ' οὐ σοφοὶ δῆτ' εἰσὶν οἱ Σκύθαι σφόδρα,

οἳ γενομένοισιν εὐθέως τοῖς παιδίοις

διδόασιν ἵππων καὶ βοῶν πίνειν γάλα;

κοὐ μὰ Δία τίτθας εἰσάγουσι βασκάνους,

καὶ παιδαγωγοὺς αὖθις, ὧν μεῖζον (κακὸν

οὐκ ἔστιν οὐδέν, μετά) γε μαίας νὴ Δία·

αὗται δ' ὑπερβάλλουσι, μετά γε νὴ Δία

τοὺς μητραγυρτοῦντάς γε· πολὺ γὰρ αὖ γένος

μιαρώτατον τοῦτ' ἔστιν, εἰ μὴ νὴ Δία

τοὺς ἰχθυοπώλας βούλεταί τις λέγειν,

. . . μετά γε τοὺς τραπεζίτας· ἔθνος

τούτου γὰρ οὐδέν ἐστιν ἐξωλέστερον.

tit 160

{ΜΝΗΜΑΤΑ}

160

τῶν Πυθαγοριστῶν δ' ἔτυχον ἄθλιοί τινες

ἐν τῇ χαράδρᾳ τρώγοντες ἅλιμα καὶ κακὰ

τοιαῦτα συλλέγοντες ἐν τῷ κωρύκῳ.

tit 161

{ΜΟΙΧΟΙ}

161

οὐκ ἔστιν οὐδὲν θηρίον τῶν ἰχθύων

ἀτυχέστερον· τῷ μὴ γὰρ ἀποχρῆν ἀποθανεῖν

αὐτοῖς ἁλοῦσιν, εἶτα κατεδηδεσμένοις

εὐθὺς ταφῆναι, παραδοθέντες ἄθλιοι

τοῖς ἰχθυοπώλαις τοῖς κακῶς ἀπολουμένοις

σήπονθ', ἕωλοι κείμενοι δύ' ἡμέρας

ἢ τρεῖς· μόλις δ' ἐάν ποτ' ὠνητὴν τυφλὸν

λάβωσιν, ἔδοσαν τῶν νεκρῶν ἀναίρεσιν

τούτῳ· κομίσας δ' ἐξέβαλεν . . οἴκαδε

τὴν πεῖραν ἐν τῇ ῥινὶ τῆς ὀσμῆς λαβών.

tit 162

{ΜΥΛΩΝ}

162

βυβλιδίου κόλλημα

tit 163-165

{ΜΥΣΤΙΣ}

163

σὺ δ' ἀλλὰ πῖθι. {Β.} τοῦτο μέν σοι πείσομαι·

καὶ γὰρ ἐπαγωγόν, ὦ θεοί, τὸ σχῆμά πως

τῆς κύλικός ἐστιν ἄξιόν τε τοῦ κλέους

τοῦ τῆς ἑορτῆς. οὗ μὲν ἦμεν ἄρτι γὰρ

ἐξ ὀξυβαφίων κεραμεῶν ἐπίνομεν·

τούτῳ δέ, τέκνον, πολλὰ κἀγάθ' οἱ θεοὶ

τῷ δημιουργῷ δοῖεν, ὃς ἐποίησέ σε,

τῆς συμμετρίας καὶ τῆς ἀφελείας εἵνεκα.

164

ταῖς εὐτελείαις οἱ θεοὶ χαίρουσι γάρ·

τεκμήριον δ'· ὅταν γὰρ ἑκατόμβας τινὲς

θύωσιν, ἐπὶ τούτοις ἅπασιν ὕστατος

. . . πάντων καὶ λιβανωτὸς ἐπετέθη,

ὡς τἄλλα μὲν τὰ πολλὰ παραναλούμενα

δαπάνην ματαίαν οὖσαν αὐτῶν εἵνεκα,

τὸ δὲ μικρὸν αὐτὸ τοῦτ' ἀρεστὸν τοῖς θεοῖς.

165

βούλει καὶ σύ, φιλτάτη, πιεῖν;

{Β.} καλῶς ἔχει μοι. {Α.} τοιγαροῦν φέρε . . .

μέχρι γὰρ τριῶν δεῖν φασι τιμᾶν τοὺς θεούς.

tit 166-167

{ΝΕΑΝΙΣΚΟΙ}

166

ἐγὼ τέως μὲν ᾠόμην τὰς Γοργόνας

εἶναί τι λογοποίημα, πρὸς ἀγορὰν δ' ὅταν

ἔλθω, πεπίστευκ'· ἐμβλέπων γὰρ αὐτόθι

τοῖς ἰχθυοπώλαις, λίθινος εὐθὺς γίνομαι,

ὥστ' ἐξ ἀνάγκης ἔστ' ἀποστραφέντι μοι

λαλεῖν πρὸς αὐτούς· ἂν ἴδω γὰρ ἡλίκον

ἰχθὺν ὅσου τιμῶσι, πήγνυμαι σαφῶς.

167

ὁ πλοῦτός ἐστι παρακάλυμμα τῶν κακῶν,

ὦ μῆτερ, ἡ πενία δὲ περιφανές τε καὶ

ταπεινόν.

tit 168-170

{ΝΕΟΤΤΙΣ}

168

παῖς ὢν μετ' ἀδελφῆς εἰς Ἀθήνας ἐνθάδε

ἀφικόμην ἀχθεὶς ὑπό τινος ἐμπόρου,

Σύρος τὸ γένος ὤν· περιτυχὼν δ' ἡμῖν ὁδὶ

κηρυττομένοις ὀβολοστάτης ὢν ἐπρίατο,

ἄνθρωπος ἀνυπέρβλητος εἰς πονηρίαν,

τοιοῦτος οἷος μηδὲν εἰς τὴν οἰκίαν

μηδ' ὧν ὁ Πυθαγόρας ἐκεῖνος ἤσθιεν,

ὁ τρισμακαρίτης, εἰσφέρειν ἔξω θύμου.

169

ὁ δεσπότης δὲ πάντα τὰ παρὰ τοῦ πατρὸς

ἀπέλαβεν ὥσπερ ἔλαβεν. {Β.} ἠγάπησεν ἂν

τὸ ῥῆμα τοῦτο παραλαβὼν Δημοσθένης.

tit 171

{ΟΒΡΙΜΟΣ}

171

ἂν κελεύῃ με σταθμοῦχος— {Β.} ὁ σταθμοῦχος δ' ἐστὶ τίς;

ἀποπνίξεις δέ με καινὴν πρός με διάλεκτον λαλῶν.

{Α.} εἰ 'πιτάττοι μοι στέγαρχος—

tit 172

{ΟΙΝΟΜΑΟΣ Η ΠΕΛΟΨ}

172

τί δ' ἂν Ἕλληνες μικροτράπεζοι

φυλλοτρῶγες δράσειαν; ὅπου

τέτταρα λήψει κρέα μίκρ' ὀβολοῦ.

παρὰ δ' ἡμετέροις προγόνοισιν ὅλους

ὀπτῶσιν βοῦς, ἐλάφους, ἄρνας·

τὸ τελευταῖον δ' ὁ μάγειρος ὅλον

τέρας ὀπτήσας μεγάλῳ βασιλεῖ

θερμὴν παρέθηκε κάμηλον.

tit,ante 173

{ΟΙΩΝΙΣΤΗΣ}

tit 173-174

{ΟΜΟΙΟΙ}

173

εὖ δ' ἐγίνεθ' ὅτι φακῆν

ἕψειν μ' ἐδίδασκε τῶν ἐπιχωρίων τις εἷς.

174

εἶτ' ἐπεισῆγεν χορείαν ἢ τράπεζαν δευτέραν,

καὶ παρέθηκε γέμουσαν πέμμασι παντοδαποῖς.

ὡς δ' ἐδείπνησαν, συνάψαι βούλομαι γὰρ τἀν μέσῳ,

καὶ Διὸς σωτῆρος ἦλθε θηρίκλειον ὄργανον,

τῆς τρυφερᾶς ἀπὸ Λέσβου σεμνοπότου σταγόνος

πλῆρες, ἀφρίζον, ἕκαστος δεξιτερᾷ δ' ἔλαβεν.

tit 175

{ΟΜΟΠΑΤΡΙΟΙ}

175

ἐν Ἡλίου μέν φασι γίνεσθαι πόλει

φοίνικας, ἐν Ἀθήναις δὲ γλαῦκας. ἡ Κύπρος

ἔχει πελείας διαφόρους, ἡ δ' ἐν Σάμῳ

Ἥρα τὸ χρυσοῦν, φασίν, ὀρνίθων γένος,

τοὺς καλλιμόρφους καὶ περιβλέπτους ταὧς.

tit 176-178

{ΟΜΦΑΛΗ}

176

πῶς γὰρ ἄν τις εὐγενὴς γεγὼς

δύναιτ' ἂν ἐξελθεῖν ποτ' ἐκ τῆσδε στέγης;

ὁρῶν μὲν ἄρτους τούσδε λευκοσωμάτους

ἰπνὸν κατέχοντας ἐν πυκναῖς διεξόδοις,

ὁρῶν δὲ μορφὴν κριβάνοις ἠλλαγμένους,

μίμημα χειρὸς Ἀττικῆς, οὓς δημόταις

Θεαρίων ἔδειξεν.

177

ἐν χύτρᾳ δέ μοι

ὅπως ὕδωρ ἕψοντα μηδέν' ὄψομαι·

οὐ γὰρ κακὸν ἔχω μηδ' ἔχοιμ'· ἐὰν δ' ἄρα

στρέφῃ με περὶ τὴν γαστέρ' ἢ τὸν ὀμφαλόν,

παρὰ Φερτάτου δακτύλιος ἔστι μοι δραχμῆς.

178

οὐ φιλοτάριχος οὐδαμῶς εἰμ', ὦ κόρη.

tit 179

{ΟΜΩΝΥΜΟΙ}

179

οἷα δ' ἡ χώρα φέρει

διαφέροντα πάσης, Ἱππόνικε, τῆς οἰκουμένης,

τὸ μέλι, τοὺς ἄρτους, τὰ σῦκα. {Β.} σῦκα μὲν νὴ τὸν Δία

πάνυ φέρει. {Α.} βοσκήματ', ἔρια, μύρτα, θύμα, πυρούς, ὕδωρ,

ὥστε καὶ γνοίην ἂν εὐθὺς Ἀττικὸν πίνων ὕδωρ.

tit 180

{ΟΡΦΕΥΣ}

180

βύστραν τιν' ἐκ φύλλων τινῶν.

tit 181

{ΠΑΙΔΕΡΑΣΤΗΣ}

181

τῆς τε βελτίστης μεσαῖον θυννάδος Βυζαντίας

τέμαχος ἐν τεύτλου λακιστοῖς κρύπτεται στεγάσμασιν.

tit 182-186

{ΠΑΡΑΣΙΤΟΣ}

182

ἄλλος ἐπὶ τούτῳ μέγας

ἥξει τις ἰσοτράπεζος εὐγενής— {Β.} τίνα

λέγεις; {Α.} Καρύστου θρέμμα, γηγενής, ζέων—

{Β.} εἶτ' οὐκ ἂν εἴποις; ὕπαγε. {Α.} κάκκαβον λέγω.

σὺ δ' ἴσως ἂν εἴποις λοπάδ'. {Β.} ἐμοὶ δὲ τοὔνομα

οἴει διαφέρειν, εἴτε κάκκαβόν τινες

χαίρουσιν ὀνομάζοντες εἴτε σίττυβον;

πλὴν ὅτι λέγεις ἀγγεῖον οἶδα.

183

οἷα δ' ἐστὶν οἶσθα σύ,

γύναι· σκόροδα, τυρός, πλακοῦντες, πράγματα

ἐλευθέρι', οὐ τάριχος, οὐδ' ἡδύσμασιν

ἀρνεῖα καταπεπλησμέν', οὐδὲ θρυμματὶς

τεταραγμένη καὶ λοπάδες, ἀνθρώπων φθοραί.

καὶ μὴν ῥαφάνους γ' ἕψουσι λιπαράς, ὦ θεοί,

ἔτνος θ' ἅμ' αὐτοῖς πίσινον.

184

ἐγὼ περὶ τὴν ὀψωνίαν μὲν οὐ πάνυ

ἐσπούδακ', οὐδ' αὖ συνέτεμον λίαν πάνυ,

ὡς ἄν τις ἄλλως ἐξενεχθεῖσιν ὅπου

τοῦ διαλάβοι κραιπάλην ἑλληνικῶς.

185

χοιρίων

σκέλη καπύρ'. {Β.} ἀστεῖόν γε νὴ τὴν Ἑστίαν

ἄριστον. {Α.} ἑφθὸς τυρὸς ἐπεδόνει πολύς.

186

τάριχος ἀντακαῖον ἐν μέσῳ

πῖον, ὁλόλευκον, θερμόν.

tit 187

{ΠΑΡΕΚΔΙΔΟΜΕΝΗ}

187

ὄμνυμι δ' ὑμῖν, ἄνδρες, αὐτὸν τὸν θεόν,

ἐξ οὗ τὸ μεθύειν πᾶσιν ἡμῖν γίνεται,

ἦ μὴν ἑλέσθαι τοῦτον ἂν ζῆν τὸν βίον

ἢ τὴν Σελεύκου τοῦ βασιλέως ὑπεροχήν.

ῥοφεῖν φακῆν ἐσθ' ἡδὺ μὴ δεδοικότα,

μαλακῶς καθεύδειν ἄθλιον δεδοικότα.

tit 188-189

{ΠΑΡΟΙΜΙΑΙ}

188

ἐγὼ γὰρ ἄν τι τῶν ὑμετέρων φάγοιμι,

μύκητας ὠμοὺς ἂν φαγεῖν ἐμοὶ δοκῶ

καὶ στρυφνὰ μῆλα κεἴ τι πνίγει βρῶμά τι.

189

στίμμιν, κάτοπτρα, κρωβύλους, κεκρυφάλους.

tit 190

{ΠΛΟΥΣΙΟΙ}

190

Εὔθυνος δ' ἔχων

σανδάλια καὶ σφραγῖδα καὶ μεμυρισμένος

ἐλογίζετο τῶν πραγμάτων οὐκ οἶδ' ὅ τι·

Φοινικίδης δὲ Ταυρέας θ' ὁ φίλτατος,

ἄνδρες πάλαι ὀψοφάγοι τοιοῦτοί τινες,

οἷοι καταβροχθίζειν ἐν ἀγορᾷ τὰ τεμάχη,

ὁρῶντες ἐξέθνῃσκον ἐπὶ τῷ πράγματι,

ἔφερόν τε δεινῶς τὴν ἀνοψίαν πάνυ.

κύκλους δὲ συναγείροντες ἔλεγον ἂν τάδε,

ὡς οὐ βιωτόν ἐστιν οὐδ' ἀνασχετὸν

τῆς μὲν θαλάττης ἀντιποιεῖσθαί τινας

ὑμῶν ἀναλίσκειν τε πολλὰ χρήματα,

ὄψου δὲ μηδὲν . . εἰσπλεῖν μηδὲ γρῦ.

τί οὖν ὄφελος τῶν νησιαρχῶν ἐστι; δεῖ

νόμῳ κατακλῇσαι τοῦτο, παραπομπὴν ποιεῖν

τῶν ἰχθύων. νυνδὶ Μάτων συνήρπακεν

τοὺς ἁλιέας, καὶ Διογείτων νὴ Δία

ἅπαντας ἀναπέπεικεν ὡς αὑτὸν φέρειν,

κοὐ δημοτικόν γε τοῦτο δρᾷ τοσαῦτα φλῶν.

γάμοι δ' ἐκείνοις καὶ πότοι νεανικοὶ

ἦσαν.

tit 191

{ΠΟΙΗΣΙΣ}

191

μακάριόν ἐστιν ἡ τραγῳδία

ποίημα κατὰ πάντ', εἴ γε πρῶτον οἱ λόγοι

ὑπὸ τῶν θεατῶν εἰσιν ἐγνωρισμένοι,

πρὶν καί τιν' εἰπεῖν· ὥσθ' ὑπομνῆσαι μόνον

δεῖ τὸν ποιητήν· Οἰδίπουν γὰρ ἂν μόνον

φῶ, τἄλλα πάντ' ἴσασιν· ὁ πατὴρ Λάιος,

μήτηρ Ἰοκάστη, θυγατέρες, παῖδες τίνες,

τί πείσεθ' οὗτος, τί πεποίηκεν. ἂν πάλιν

εἴπῃ τις Ἀλκμέωνα, καὶ τὰ παιδία

πάντ' εὐθὺς εἴρηχ', ὅτι μανεὶς ἀπέκτονεν

τὴν μητέρ', ἀγανακτῶν δ' Ἄδραστος εὐθέως

ἥξει πάλιν τ' ἄπεισι . . . . .

ἔπειθ' ὅταν μηδὲν δύνωντ' εἰπεῖν ἔτι,

κομιδῇ δ' ἀπειρήκωσιν ἐν τοῖς δράμασιν,

αἴρουσιν ὥσπερ δάκτυλον τὴν μηχανήν,

καὶ τοῖς θεωμένοισιν ἀποχρώντως ἔχει.

ἡμῖν δὲ ταῦτ' οὐκ ἔστιν, ἀλλὰ πάντα δεῖ

εὑρεῖν, ὀνόματα καινά, τὰ διῳκημένα

πρότερον, τὰ νῦν παρόντα, τὴν καταστροφήν,

τὴν εἰσβολήν. ἂν ἕν τι τούτων παραλίπῃ

Χρέμης τις ἢ Φείδων τις, ἐκσυρίττεται·

Πηλεῖ δὲ ταῦτ' ἔξεστι καὶ Τεύκρῳ ποιεῖν.

tit 192

{ΠΟΝΤΙΚΟΣ}

192

ὅστις ὠψώνηκ' ἴσως

τούτους μεγαλείως ταῖς κάκιστ' ἀπολουμέναις

ὑπογάστρι' ἐλθών, ὅσα Ποσειδῶν ἀπολέσαι.

τάττειν τε γεννικῶς παρασκευάζεται

πλευρὰν μετ' αὐτῶν.

tit 193

{ΠΡΟΒΑΤΕΥΣ}

193

Βοιώτιαι μὲν ἐγχέλεις, μῦς Ποντικοί,

θύννοι Μεγαρικοί, μαινίδες Καρύστιαι,

φάγροι δ' Ἐρετρικοί, Σκύριοι δὲ κάραβοι.

tit 194

{ΠΡΟΒΛΗΜΑ}

194

{Α.} ἰχθύσιν ἀμφίβληστρον ἀνὴρ πολλοῖς περιβάλλειν

οἰηθείς, μεγάλῃ δαπάνῃ μίαν εἵλκυσε πέρκην·

καὶ ταύτην ψευσθεὶς ἄλλην κεστρεὺς ἴσον αὐτὴν

ἦγεν. βουλομένη δ' ἕπεται πέρκη μελανούρῳ.

{Β.} κεστρεύς, ἀνήρ, μελάνουρος, οὐκ οἶδ' ὅτι λέγεις·

οὐδὲν λέγεις γάρ. {Α.} ἀλλ' ἐγὼ σαφῶς φράσω.

ἔστι τις ὃς τὰ μὲν ὄντα διδοὺς οὐκ οἶδε δεδωκὼς

οἷσι δέδωκ', οὐδ' αὐτὸς ἔχων ὧν οὐδὲν ἐδεῖτο.

{Β.} διδούς τις οὐκ ἔδωκεν οὐδ' ἔχων ἔχει;

οὐκ οἶδα τούτων οὐδέν. {Α.} οὐκοῦν ταῦτα καὶ

ὁ γρῖφος ἔλεγεν· ὅσα γὰρ οἶσθ' οὐκ οἶσθα νῦν,

οὐδ' ὅσα δέδωκας, οὐδ' ὅς' ἀντ' αὐτῶν ἔχεις.

τοιοῦτο τοῦτ' ἦν. {Β.} τοιγαροῦν κἀγώ τινα

εἰπεῖν πρὸς ὑμᾶς βούλομαι γρῖφον. {Α.} λέγε.

{Β.} πίννη καὶ τρίγλη φωνὰς ἰχθῦ δύ' ἔχουσαι

πόλλ' ἐλάλουν, περὶ ὧν δὲ πρὸς ὅν τ' ᾤοντο λέγειν τι

οὐκ ἐλάλουν· οὐδὲν γὰρ ἐμάνθανεν, ὥστε πρὸς ὃν μὲν

ἦν αὐταῖς ὁ λόγος, πρὸς δ' αὑτὰς πολλὰ λαλούσας

αὐτὰς ἀμφοτέρας ἡ Δημήτηρ ἐπιτρέψει.

tit 195

{ΠΡΟΓΟΝΟΙ}

195

τὸν τρόπον μὲν οἶσθά μου

ὅτι τῦφος οὐκ ἔνεστιν, ἀλλὰ τοῖς φίλοις

τοιουτοσί τίς εἰμι, τύπτεσθαι μύδρος,

τύπτειν κεραυνός, ἐκτυφλοῦν τιν' ἀστραπή,

φέρειν τιν' ἄρας ἄνεμος, ἀποπνῖξαι βρόχος,

θύρας μοχλεύειν σεισμός, εἰσπηδᾶν ἀκρίς,

δειπνεῖν ἄκλητος μυῖα, μὴ 'ξελθεῖν φρέαρ,

ἄγχειν, φονεύειν, μαρτυρεῖν, ὅς' ἂν μόνον

τύχῃ τις εἰπών, ταῦτ' ἀπροσκέπτως ποιεῖν

ἅπαντα. καὶ καλοῦσί μ' οἱ νεώτεροι

διὰ ταῦτα πάντα σκηπτόν· ἀλλ' οὐδὲν μέλει

τῶν σκωμμάτων μοι· τῶν φίλων γὰρ ὢν φίλος

ἔργοισι χρηστὸς οὐ λόγοις ἔφυν μόνον.

tit,ante 196

{[ΠΥΡΑΥΝΟΣ]}

tit 196-197

{ΣΑΠΦΩ}

196

{Σ.} ἔστι φύσις θήλεια βρέφη σῴζους' ὑπὸ κόλποις

αὑτῆς, ὄντα δ' ἄφωνα βοὴν ἵστησι γεγωνὸν

καὶ διὰ πόντιον οἶδμα καὶ ἠπείρου διὰ πάσης

οἷς ἐθέλει θνητῶν, τοῖς δ' οὐδὲ παροῦσιν ἀκούειν

ἔξεστιν, κωφὴν δ' ἀκοῆς αἴσθησιν ἔχουσιν . . . .

{Β.} ἡ μὲν φύσις γὰρ ἣν λέγεις ἐστὶν πόλις,

βρέφη δ' ἐν αὑτῇ διατρέφει τοὺς ῥήτορας.

οὗτοι κεκραγότες δὲ τὰ διαπόντια

τἀκ τῆς Ἀσίας καὶ τἀπὸ Θρᾴκης λήμματα

ἕλκουσι δεῦρο, νεμομένων δὲ πλησίον

αὐτῶν κάθηται λοιδορουμένων τ' ἀεὶ

ὁ δῆμος οὐδὲν οὔτ' ἀκούων οὔθ' ὁρῶν.

{Σ.} πῶς γὰρ γένοιτ' ἄν, ὦ πάτερ, . . . .

ῥήτωρ ἄφωνος, ἢν μὴ ἁλῷ τρὶς παρανόμων;

{Β.} καὶ μὴν ἀκριβῶς ᾠόμην ἐγνωκέναι

τὸ ῥηθέν . . . . ἀλλὰ δὴ λέγε.

{Σ.} θήλεια μέν νύν ἐστι φύσις ἐπιστολή,

βρέφη δ' ἐν αὑτῇ περιφέρει τὰ γράμματα·

ἄφωνα δ' ὄντα ταῦτα τοῖς πόρρω λαλεῖ

οἷς βούλεθ', ἕτερος δ' ἂν τύχῃ τις πλησίον

ἑστὼς ἀναγινώσκοντος, οὐκ ἀκούεται.

197

βυβλιογράφος

tit 198

{ΣΚΛΗΡΙΑΙ}

198

ἔστιν παρ' αὐτὴν τὴν δίφορον συκῆν κάτω

tit 199-201

{ΣΚΥΘΑΙ Η ΤΑΥΡΟΙ}

199

ἐπὶ κῶμον δοκεῖ

ἴωμεν ὥσπερ ἔχομεν. {Β.} οὐκοῦν δᾷδα καὶ

στεφάνους λαβόντες. Χαιρεφῶν οὕτως . .

μεμάθηκε κωμάζειν ἄδειπνος.

200

ταχὺ γὰρ γίνεται

κἀκκλησιαστὴς οἰκόσιτος.

201

σαράβαρα καὶ χιτῶνας πάντες ἐνδεδυκότες.

tit 202-205

{ΣΤΡΑΤΙΩΤΗΣ Η ΤΥΧΩΝ}

202

. . ἐν Κύπρῳ φής, εἰπέ μοι, διήγετε

πολὺν χρόνον; {Β.} τὸν πάνθ' ἕως ἦν ὁ πόλεμος.

{Α.} ἐν τίνι τόπῳ μάλιστα; λέγε γάρ. {Β.} ἐν Πάφῳ.

οὗ πρᾶγμα τρυφερὸν διαφερόντως ἦν ἰδεῖν

ἄλλως τ' ἄπιστον. {Α.} ποῖον; {Β.} ἐρριπίζετο

ὑπὸ τῶν περιστερῶν, ὑπ' ἄλλου δ' οὐδενός,

δειπνῶν ὁ βασιλεύς. {Α.} πῶς; ἐάσας τἄλλα γὰρ

ἐρήσομαί σε τοῦθ'. {Β.} ὅπως; ἠλείφετο

ἐκ τῆς Συρίας ἥκοντι τοιούτου μύρῳ

καρποῦ σύχν' οἷόν φασι τὰς περιστερὰς

τρώγειν. διὰ τὴν ὀσμὴν δὲ τούτου πετόμεναι

παρῆσαν, οἷαί τ' ἦσαν ἐπικαθιζάνειν

ἐπὶ τὴν κεφαλήν· παῖδες δὲ παρακαθήμενοι

ἐσόβουν. ἀπαίρουσαι δὲ μικρόν, οὐ πολύ,

τοῦ μήτ' ἐκεῖσε μήτε δεῦρο παντελῶς,

οὕτως ἀνερρίπιζον, ὥστε σύμμετρον

αὐτῷ τὸ πνεῦμα, μὴ περίσκληρον, ποιεῖν.

203

ἐκ τῶν μαγειρείων βαδίζων ἐμβαλὼν

εἰς τοὔψον.

204

ὅστις ἄνθρωπος δὲ φὺς

ἀσφαλές τι κτῆμ' ὑπάρχειν τῷ βίῳ λογίζεται,

πλεῖστον ἡμάρτηκεν· ἢ γὰρ εἰσφορά τις ἥρπακεν

τἄνδοθεν πάντ', ἢ δίκῃ τις περιπεσὼν ἀπώλετο,

ἢ στρατηγήσας προσῶφλεν, ἢ χορηγὸς αἱρεθεὶς

ἱμάτια χρυσᾶ παρασχὼν τῷ χορῷ ῥάκος φορεῖ,

ἢ τριηραρχῶν ἀπήγξατ', ἢ πλέων ἥλωκέ ποι,

ἢ βαδίζων ἢ καθεύδων κατακέκοφθ' ὑπ' οἰκετῶν.

οὐ βέβαιον οὐδέν ἐστι, πλὴν ὅς' ἂν καθ' ἡμέραν

εἰς ἑαυτὸν ἡδέως τις εἰσαναλίσκων τύχῃ.

οὐδὲ ταῦτα σφόδρα τι· καὶ γὰρ τὴν τράπεζαν ἁρπάσαι

κειμένην ἄν τις προσελθών· ἀλλ' ὅταν τὴν ἔνθεσιν

ἐντὸς ἤδη τῶν ὀδόντων τυγχάνῃς κατεσπακώς,

τοῦτ' ἐν ἀσφαλεῖ νόμιζε τῶν ὑπαρχόντων μόνον.

205

τῶν ταὧν μὲν ὡς ἅπαξ τις ζεῦγος ἤγαγεν μόνον,

σπάνιον ὂν τὸ χρῆμα, πλείους εἰσὶ νῦν τῶν ὀρτύγων·

χρηστὸν ἄνθρωπον δ' ἐάν τις ἕνα μόνον ζητῶν ἴδῃ,

ὄψετ' ἐκ τούτου πονηροὺς πέντε παῖδας γεγονότας.

tit 206

{ΤΙΜΩΝ}

206

ἥκω πολυτελῶς ἀγοράσας εἰς τοὺς γάμους,

λιβανωτὸν ὀβολοῦ τοῖς θεοῖς καὶ ταῖς θεαῖς

πάσαισι, τοῖς δ' ἥρωσι τὰ ψαίστ' ἀπονέμων.

ἡμῖν δὲ τοῖς θνητοῖς ἐπριάμην κωβιούς.

ὡς προσβαλεῖν δ' ἐκέλευσα τὸν τοιχωρύχον,

τὸν ἰχθυοπώλην, ‘προστίθημι’, φησί, ‘σοὶ

τὸν δῆμον αὐτῶν· εἰσὶ γὰρ Φαληρικοί.’

ἄλλοι δ' ἐπώλουν, ὡς ἔοικ', Ὀτρυνικούς.

tit 207-208

{ΤΡΑΥΜΑΤΙΑΣ}

207

μὴ μεστὰς ἀεὶ

ἕλκωμεν, ἀλλὰ καὶ λογισμὸς εἰς μέσον

παταξάτω τις, καί τι καὶ μελίσκιον,

στροφὴ λόγων παρελθέτω τις. ἡδύ τοι

ἐστὶν μεταβολὴ παντὸς ἔργου πλὴν ἑνός

. . . . . παραδίδου δ' ἑξῆς ἐμοὶ

τὸν ἀρκεσίγυιον, ὡς ἔφασκ' Εὐριπίδης.

{Α.} Εὐριπίδης γὰρ τοῦτ' ἔφασκεν; {Β.} ἀλλὰ τίς;

{Α.} Φιλόξενος δήπουθεν. {Β.} οὐδὲν διαφέρει,

ὦ 'τάν· ἐλέγχεις μ' ἕνεκα συλλαβῆς μιᾶς.

208

κατεσκευασμένος

λαμπρότατον ἰατρεῖον εὐχάλκοις πάνυ

λουτηρίοισιν, ἐξαλείπτροις, κυλιχνίσιν,

σικύαισιν, ὑποθέτοισιν.

tit 209

{ΤΡΙΤΑΓΩΝΙΣΤΗΣ}

209

πολύ γ' ἐστὶ πάντων τῶν ποιητῶν διάφορος

ὁ Φιλόξενος. πρώτιστα μὲν γὰρ ὀνόμασιν

ἰδίοισι καὶ καινοῖσι χρῆται πανταχοῦ·

ἔπειτα τὰ μέλη μεταβολαῖς καὶ χρώμασιν

ὡς εὖ κέκραται. θεὸς ἐν ἀνθρώποισιν ἦν

ἐκεῖνος, εἰδὼς τὴν ἀληθῶς μουσικήν·

οἱ νῦν δὲ κισσόπλεκτα καὶ κρηναῖα καὶ

ἀνθεσιπότατα μέλεα μελέοις ὀνόμασιν

ποιοῦσιν ἐμπλέκοντες ἀλλότρια μέλη.

tit 210-211

{ΤΥΡΡΗΝΟΣ}

210

ἀρετὴ τὸ προῖκα τοῖς φίλοις ὑπηρετεῖν.

{Β.} λέγεις ἔσεσθαι τὸν Τιθύμαλλον πλούσιον·

εἰ πράξεται γὰρ μισθὸν ἐκ τοῦ σοῦ λόγου

παρ' οἷς ἐδείπνει προῖκα, συλλέξει συχνά.

211

δήμου δ' Ἁλαιεύς ἐστιν. {Β.} ἓν γὰρ τοῦτό μοι

τὸ λοιπόν ἐστι, καὶ κακῶς ἀκούσομαι.

{Α.} τί δῆτα τοῦτο; {Β.} θρᾷτταν ἢ ψῆττάν τιν' ἢ

μύραιναν ἢ κακόν τί μοι δώσει μέγα

θαλάττιον.

tit 212-213

{ΥΔΡΙΑ}

212

οὗτος δ' ὃν λέγω

ἐν γειτόνων αὐτῷ κατοικούσης τινὸς

ἰδὼν ἑταίρας εἰς ἔρωτ' ἀφίκετο,

ἀστῆς, ἐρήμου δ' ἐπιτρόπου καὶ συγγενῶν,

ἦθός τι χρυσοῦν πρὸς ἀρετὴν κεκτημένης,

ὄντως ἑταίρας· αἱ μὲν ἄλλαι τοὔνομα

βλάπτουσι τοῖς τρόποις γὰρ ὄντως ὂν καλόν.

tit,ante 214

{ΥΠΝΟΣ}

tit 214

{ΦΑΩΝ}

214

στρώματα,

κλίνας, τύλας.

tit 215

{ΦΙΛΕΤΑΙΡΟΣ}

215

κομψός γε μικρὸς κρωμακίσκος οὑτοσὶ

γαλαθηνός.

tit 216

{ΦΙΛΙΣΚΟΣ}

216

σκεῦός (τι) ὁλοσίδηρον

tit 217-218

{ΦΙΛΟΘΗΒΑΙΟΣ}

217

πάντ' ἔστιν ἡμῖν· ἥ τε γὰρ συνώνυμος

τῆς ἔνδον οὔσης ἔγχελυς Βοιωτία

τμηθεῖσα κοίλοις ἐν βυθοῖσι κακκάβης

χλιαίνετ', αἴρεθ', ἕψεται, παφλάζεται,

προσκάεθ'· ὥστε μηδ' ἂν εἰ χαλκοῦς ἔχων

μυκτῆρας εἰσέλθοι τις, ἐξελθεῖν πάλιν

εἰκῆ· τοσαύτην ἐξακοντίζει πνοήν.

{Β.} λέγεις μάγειρον ζῶντα; {Α.} πλησίον δέ γε

ταύτης ἄσιτος ἡμέραν καὶ νύχθ' ὅλην

κεστρεύς, λοπισθείς . . . πασθείς, στραφείς,

χρωσθείς, ὁμοῦ τι πρὸς τέλος δρόμου περῶν,

σίζει κεκραγώς, παῖς δ' ἐφέστηκε ῥανῶν

ὄξει, Λίβυς τε καυλὸς ἐξηρασμένος

ἀκτῖσι θείαις σιλφίου παραστατεῖ.

{Β.} εἶτ' οὐκ ἐπῳδούς φασιν ἰσχύειν τινές;

ἐγὼ γὰρ ἤδη τρεῖς ὁρῶ μασωμένους,

σοῦ ταῦτα συστρέφοντος. {Α.} ἥ τε σύννομος

τῆς κυφονώτου σῶμ' ἔχουσα σηπίας,

ξιφηφόροισι χερσὶν ἐξωπλισμένη

τευθὶς μεταλλάξασα λευκαυγῆ φύσιν

σαρκὸς πυρωτοῖς ἀνθράκων ῥαπίσμασιν,

ξανθαῖσιν αὔραις σῶμα πᾶν ἀγάλλεται,

δείπνου προφήτην λιμὸν ἐκκαλουμένη.

. . . . . ὥστε γ' εἴσιθι·

μὴ μέλλε, χώρει· δεῖ γὰρ ἠριστηκότας

πάσχειν, ἐάν τι καὶ παθεῖν ἡμᾶς δέῃ.

218

οὐ δεινόν ἐστι προσφάτους μὲν ἂν τύχῃ

πωλῶν τις ἰχθῦς, συναγαγόντα τὰς ὀφρῦς

τοῦτον σκυθρωπάζοντά θ' ἡμῖν προσλαλεῖν,

ἐὰν σαπροὺς κομιδῇ δέ, παίζειν καὶ γελᾶν;

τοὐναντίον γὰρ πᾶν ἔδει τούτους ποιεῖν·

τὸν μὲν γελᾶν, τὸν δ'…

tit 219

The complete text is available when the reading interface loads.