The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. A. Meineke, Fragmenta comicorum Graecorum, vol. 3, Berlin: Reimer, 1840 (repr. Berlin: De Gruyter, 1970): 3–13, 15–27, 29–30, 32–36, 39–41, 43–59, 61–64, 66–106, 108–112, 114–126, 128–157.
CTS identifier
urn:cts:greekLit:tlg0410.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

Archo

1

γέγονας; ἐκείνων τῶν νόμων μεθεκτέον

ἐστίν. βάδιζ' ἐπὶ δεῖπνον εἰς τὰ φιλίτια,

ἀπόλαυε τοῦ ζωμοῦ, ῥόφει, τοὺς βύστακας

μὴ καταφρόνει, μηδ' ἕτερ' ἐπιζήτει καλά,

ἐν τοῖς δ' ἐκείνων ἔθεσιν ἴσθ' ἀρχαϊκός.

Ask

tit

{<ΑΣΚΛΗΠΙΟΣ.>}

1

Τὴν δὲ γραῦν τὴν ἀσθενοῦσαν πάνυ πάλαι, τὴν βρυτικήν,

ῥιζίον τρίψας τι μικρὸν δελεάσας τε γεννικῇ

τὸ μέγεθος κοίλῃ λεπάστῃ τοῦτ' ἐποίης' ἐκπιεῖν.

Aso

tit

{<ΑΣΩΤΟΙ.>}

Aulete

tit

{<ΑΥΛΗΤΗΣ.>}

1

Ποίαν, φράσον γάρ, ᾖδε τὴν συναυλίαν

ταύτην; ἐπίσταται γάρ, ἀλλ' ηὔλουν ἔτι

μαθόντες, ὥστε τοὺς αὐλοὺς σύ τε

αὐτὴ τελετῆ ψεθείθαμεν συντυγχάνεις

αὐλῶν πέραινε. δέξεται δὲ τἄλλα σοι.

ἡδύ τι κοινόν ἐστιν, οὗ χωρὶς πάλιν

συννεύματ' οὐ προβλήμαθ' οἷς σημαίνεται

ἕκαστα.

Auletr

tit

{<ΑΥΛΗΤΡΙΣ Η ΔΙΔΥΜΑΙ.>}

1

Ὁ μὲν Μενέλεως ἐπολέμης' ἔτη δέκα

τοῖς Τρωσὶ διὰ γυναῖκα τὴν ὄψιν καλήν,

Φοινικίδης δὲ Ταυρέᾳ δι' ἔγχελυν.

Aut

tit

{<ΑΥΤΟΥ ΕΡΩΝ.>}

1

Τροφαλίδας τε λινοσάρκους, μανθάνεις; τυρὸν λέγω.

Aphrodis

tit

{<ΑΦΡΟΔΙΣΙΟΣ.>}

1

{Α.} Πότερ', ὅταν μέλλω λέγειν σοι τὴν χύτραν, χύτραν λέγω,

ἢ τροχοῦ ῥύμαισι τευκτὸν κοιλοσώματον κύτος

πλαστὸν ἐκ γαίης, ἐν ἄλλῃ μητρὸς ὀπτηθὲν στέγῃ,

νεογενοῦς ποίμνης δ' ἐν αὑτῇ πνικτὰ γαλατοθρέμμονα

τακεροχρῶτ' εἴδη κύουσαν; {Β.} Ἡράκλεις, ἀποκτενεῖς

ἆρά μ', εἰ μὴ γνωρίμως μοι πάνυ φράσεις κρεῶν χύτραν.

{Α.} εὖ λέγεις. ξουθῆς μελίσσης νάμασιν δὲ συμμιγῆ

μηκάδων αἰγῶν ἀπόρρουν θρόμβον, ἐγκαθήμενον

εἰς πλατὺ στέγαστρον ἁγνῆς παρθένου Δηοῦς κόρης,

λεπτοσυνθέτοις τρυφῶντα μυρίοις καλύμμασιν;

ἢ σαφῶς πλακοῦντα φράζω σοι; {Β.} πλακοῦντα βού- λομαν.

{Α.} Βρομιάδος δ' ἱδρῶτα πηγῆς; {Β.} οἶνον εἰπὲ συν- τεμών.

{Α.} λιβάδα νυμφαίαν δροσώδη; {Β.} παραλιπὼν ὕδωρ φάθι.

{Α.} κασιόπνουν δ' αὔραν δι' αἴθρας; {Β.} σμύρναν εἰπέ, μὴ μακράν,

μηδὲ τοιοῦτ' ἄλλο μηδέν, μηδὲ τοὔμπαλιν λέγων,

ὅτι δοκεῖ τοῦτ' ἔργον εἶναι μεῖζον, ὥς φασίν τινες,

αὐτὸ μὲν μηδέν, παρ' αὐτὸ δ' ἄλλα συστρέφειν πυκνά.

2

Πενθεῖν δὲ μετρίως τοὺς προσήκοντας φίλους·

οὐ γὰρ τεθνᾶσιν, ἀλλὰ τὴν αὐτὴν ὁδόν,

ἣν πᾶσιν ἐλθεῖν ἔστ' ἀναγκαίως ἔχον,

προεληλύθασιν. εἶτα χἡμεῖς ὕστερον

εἰς ταὐτὸ καταγωγεῖον αὐτοῖς ἥξομεν,

κοινῇ τὸν ἄλλον συνδιατρίψοντες χρόνον.

Aphrodit

tit

{<ΑΦΡΟΔΙΤΗΣ ΓΟΝΑΙ.>}

1

Τονδὶ λέγω, σὺ δ' οὐ συνίης· κότταβος

τὸ λυχνίον ἐστί. πρόσεχε τὸν νοῦν· ᾠὰ μὲν

καὶ πέμμα καὶ τράγημα νικητήριον.

{Β.} περὶ τοῦ; γελοῖον. κοτταβιεῖτε τίνα τρόπον;

{Α.} ἐγὼ διδάξω καθ' ὅσον ἂν τὸν κότταβον

ἀφεὶς ἐπὶ τὴν πλάστιγγα ποιήσῃ πεσεῖν—

{Β.} πλάστιγγα ποίαν; {Γ.} τοῦτο τοὐπικείμενον

ἄνω τὸ μικρόν, τὸ πινακίσκιον, λέγει.

τοῦτ' ἐστὶ πλάστιγξ. {Α.} οὗτος ὁ κρατῶν γίγνεται.

{Β.} πῶς δ' εἴσεταί τις τοῦτ'; {Α.} ἐὰν θίγῃ μόνον

αὐτῆς, ἐπὶ τὸν μάνην πεσεῖται καὶ ψόφος

ἔσται πάνυ πολύς. {Β.} πρὸς θεῶν, τῷ κοττάβῳ

πρόσεστι καὶ μάνης τις ὥσπερ οἰκέτης; * * * * * * * *

{Β.} Ὧι δεῖ λαβὼν τὸ ποτήριον δεῖξον νόμῳ.

{Α.} αὐλητικῶς δεῖ καρκινοῦν τοὺς δακτύλους,

οἶνόν τε μικρὸν ἐγχέαι, καὶ μὴ πολύν·

ἔπειτ' ἀφήσεις. {Β.} τίνα τρόπον; {Α.} δεῦρο βλέπε.

τοιοῦτον. {Β.} ὦ Πόσειδον, ὡς ὑψοῦ σφόδρα.

{Α.} οὕτω ποιήσεις. {Β.} ἀλλ' ἐγὼ μὲν σφενδόνῃ

οὐκ ἂν ἐφικοίμην αὐτός'. {Α.} ἀλλὰ μάνθανε.

Bak

tit

{<ΒΑΚΧΑΙ.>}

1

Ἐπεὶ δὲ τοῦτ' οὐκ ἔστι, κακοδαίμων σφόδρα

ὅστις γαμεῖ γυναῖκα, πλὴν ἐν τοῖς Σκύθαις·

ἐκεῖ μόνον γὰρ οὐχὶ φύετ' ἄμπελος.

Bat

tit

{<ΒΑΤΑΛΟΣ.>}

Boi

tit

{<ΒΟΙΩΤΙΑ.>}

1

Καὶ περὶ μὲν ὄψου γ' ἠλίθιον τὸ καὶ λέγειν

ὥσπερ πρὸς ἀπλήστους. ἀλλὰ ταυτὶ λάμβανε,

παρθένε, τὰ μῆλα. {Β.} καλά γε. {Α.} καλὰ δῆτ', ὦ θεοί·

νεωστὶ γὰρ τὸ σπέρμα τοῦτ' ἀφιγμένον

εἰς τὰς Ἀθήνας ἐστὶ παρὰ τοῦ βασιλέως.

{Β.} παρ' Ἑσπερίδων, ᾤμην γε. {Γ.} νὴ τὴν Φωσφόρον,

φησὶν τὰ χρυσᾶ μῆλα ταῦτ' εἶναι. {Β.} τρία

μόνον ἐστίν. {Α.} ὀλίγον ἐστὶ τὸ καλὸν πανταχοῦ

καὶ τίμιον.

2

Ἐνεγκεῖν ἐξ ἀγροῦ μοι τῶν ῥοῶν

τῶν σκληροκόκκων.

3

Καλέσας τε παρατίθησιν ἐν παροψίδι

βολβούς.

Bom

tit

{<ΒΟΜΒΥΛΙΟΣ.>}

1

Ἀγγεῖον ἀλφιτήριον κόϊξ.

3

Τὰς προσφόρους

ἡμῖν τροφάς, σκορόδια, τυρόν, κρόμμυα,

κάππαριν * * * πάντα ταῦτ' ἐστὶν δραχμῆς.

Bous

tit

{<ΒΟΥΣΙΡΙΣ.>}

1

Βότρυς, ῥόας, φοίνικας, ἕτερα νώγαλα.

Bout

tit

{<ΒΟΥΤΑΛΙΩΝ.>}

1

{Α.} Καὶ μὴν ἑστιάσω τήμερον

ὑμᾶς ἐγώ· σὺ δ' ἀγοράσεις ἡμῖν λαβών,

Πίστ', ἀργύριον. {Β.} ἄλλως γὰρ οὐκ ἐπίσταμαι

χρηστῶς ἀγοράζειν. {Α.} φράζε δή, Φιλούμενε,

ὄψῳ τίνι χαίρεις; {Φ.} πᾶσι. {Α.} καθ' ἕκαστον λέγε,

ἰχθὺν τίν' ἡδέως φάγοις ἄν; {Φ.} εἰς ἀγρόν

ἦλθεν φέρων πότ' ἰχθυοπώλης μαινίδας

καὶ τριγλίδας, καὶ νὴ Δί' ἤρεσεν σφόδρα

ἡμῖν ἅπασιν. {Α.} εἶτα καὶ νῦν, εἰπέ μοι,

τούτων φάγοις ἄν; {Φ.} κἄν τις ἄλλος μικρὸς ᾖ·

τοὺς γὰρ μεγάλους τούτους ἅπαντας νενόμικα

ἀνθρωποφάγους ἰχθῦς. {Α.} τί φής, ὦ φίλτατε,

ἀνθρωποφάγους; πῶς; {Π.} ὧν γ' ἂν ἄνθρωπος φάγοι,

δῆλον ὅτι. ταῦτα δ' ἐστὶν Ἑλένης βρώματα,

ἅ φησιν οὗτος, μαινίδας καὶ τριγλίδας.

Byz

tit

{<ΒΥΖΑΝΤΙΟΣ.>}

Gam

tit

{<ΓΑΜΟΣ.>}

1

Κογχίον τε μικρὸν ἀλλᾶντός τε προστετμημένον.

2

Πατάνια, σεῦτλον, σίλφιον, χύτρας, λύχνους,

κορίαννα, κρόμμυ', ἅλας, ἔλαιον, τρύβλιον.

3

Ἐκτεμὼν χορδῆς μεσαῖον.

Gan

tit

{<ΓΑΝΥΜΗΔΗΣ.>}

1

Ὁρᾷς, ἐν τῇδε μὲν

ὁ τῶν Φρυγῶν τύραννος οἰκῶν τυγχάνει,

γέρων ἀπ' ὀργῆς, Λαομέδων καλούμενος.

2

Οἴμοι περιπλοκὰς

λίαν ἐρωτᾷς. {Β.} ἀλλ' ἐγὼ σαφῶς φράσω.

τῆς ἁρπαγῆς τοῦ παιδὸς εἰ ξύνοισθά τι,

ταχέως λέγειν χρὴ πρὶν κρέμασθαι. {Α.} πότερά μοι

γρῖφον προβάλλεις τοῦτον εἰπεῖν, δέσποτα,

τῆς ἁρπαγῆς τοῦ παιδὸς εἰ ξύνοιδά τι,

ἢ τί δύναται τὸ ῥηθέν; {Β.} ἔξω τις δότω

ἱμάντα ταχέως. {Α.} οἷον οὐκ ἔγνων ἴσως.

ἔπειτα τοῦτο ζημιοῖς με; μηδαμῶς·

ἅλμης δ' ἐχρῆν τι περιφέρειν ποτήριον.

{Β.} οἶσθ' οὖν ὅπως δεῖ τοῦτό ς' ἐκπιεῖν; {Α.} ἐγὼ

κομιδῆ γε. {Β.} πῶς; {Α.} ἐνέχυρον ἀποφέροντά σου.

{Β.} οὐκ ἀλλ' ὀπίσω τὼ χεῖρε ποιήσαντα δεῖ

ἕλκειν ἀπνευστί.

Glau

tit

{<ΓΛΑΥΚΟΣ.>}

Gor

tit

{<ΓΟΡΓΥΘΟΣ.>}

1

Ἧττόν τ' ἀποσταίην ἂν ὧν προειλόμην

ἢ Καλλιμέδων γλαύκου πρόοιτ' ἂν κρανίον.

Deu

tit

{<ΔΕΥΚΑΛΙΩΝ.>}

1

Τάριχος ἀντακαῖον εἴ τις βούλετ' ἢ

Γαδειρικόν, Βυζαντίας δὲ θυννίδος

ὀσμαῖσι χαίρει.

2

Σησαμίδας ἢ μελίπηκτα ἢ τοιοῦτό τι.

Del

tit

{<ΔΗΛΙΑ.>}

Did

tit

{<ΔΙΔΥΜΟΙ.>}

1

Ἀπέλαυσα πολλῶν καὶ καλῶν ἐδεσμάτων,

πιών τε προπόσεις τρεῖς ἴσως ἢ τέτταρας

ἐστρηνίων πως, καταβεβρωκὼς σιτία

ἴσως ἐλεφάντων τεττάρων.

2

Ὁ γὰρ παράσιτός ἐστιν, ἂν ὀρθῶς σκοπῇς,

κοινωνὸς ἀμφοῖν, τῆς τύχης καὶ τοῦ βίου.

οὐδεὶς παράσιτος εὔχετ' ἀτυχεῖν τοὺς φίλους,

τοὐναντίον δὲ πάντας εὐτυχεῖν ἀεί.

ἔστιν πολυτελὴς τῷ βίῳ τις, οὐ φθονεῖ,

μετέχειν δὲ τούτων εὔχετ' αὐτῷ συμπαρών.

κἀστὶν φίλος γενναῖος ἀσφαλής θ' ἅμα,

οὐ μάχιμος, οὐ πάροξυς, οὐχὶ βάσκανος,

ὀργὴν ἐνεγκεῖν ἀγαθός· ἂν σκώπτῃς, γελᾷ·

ἐρωτικός, γελοῖος, ἱλαρὸς τῷ τρόπῳ,

πάλιν στρατιώτης ἀγαθὸς εἰς ὑπερβολήν,

ἂν ᾖ τὸ σιτάρχημα δεῖπνον εὐτρεπές.

3

Τὸ ποτήριόν μοι τὸ μέγα προσφέρει λαβών.

ἐπεχεάμην ἄκρατον, οὐχὶ παιδίου,

κυάθους θεῶν τε καὶ θεαινῶν μυρίους·

ἔπειτ' ἐπὶ τούτοις πᾶσι τῆς σεμνῆς θεᾶς,

καὶ τοῦ γλυκυτάτου βασιλέως διμοιρίαν.

4

Οἰνογευστεῖ, περιπατεῖ

ἐν τοῖς στεφάνοις.

Dip

tit

{<ΔΙΠΛΑΣΙΟΙ.>}

1

{Α.} Τί οὖν ἐνέσται τοῖς θεοῖσιν; {Β.} οὐδὲ ἕν,

ἂν μὴ κεράσῃ τις. {Α.} ἴσχε, τὸν ᾠδὸν λάμβανε.

ἔπειτα μηδὲν τῶν ἀπηρχαιωμένων

τούτων περάνῃς, τὸν Τελαμῶνα, μηδὲ τὸν

παιῶνα, μηδ' Ἁρμόδιον.

2

Οὐδεὶς πώποτε,

ὦ δέσποτ', ἀπέθαν' ἀποθανεῖν πρόθυμος ὤν,

τοὺς γλιχομένους δὲ ζῆν κατασπᾷ τοῦ σκέλους

ἄκοντας ὁ Χάρων εἰς τὸ πορθμεῖόν τ' ἄγει

σιτιζομένους καὶ πάντ' ἔχοντας ἀφθόνως.

ὁ δὲ λιμός ἐστιν ἀθανασίας φάρμακον.

Dra

tit

{<ΔΡΑΠΕΤΑΓΩΓΟΣ.>}

1

Κοσμίως ποιῶν τὴν ἔνθεσιν

μικρὰν μὲν ἐκ τοῦ πρόσθε, μεστὴν δ' ἔνδοθεν

τὴν χεῖρα, καθάπερ αἱ γυναῖκες, κατέφαγεν

πάμπολλα καὶ ταχύτατα.

Dyse

tit

{<ΔΥΣΕΡΩΤΕΣ.>}

1

Ἐκεῖσε διαπλέω

ὅθεν διεσπάσθημεν, ἐρρῶσθαι λέγων

ἅπασιν, ἵπποις, σιλφίῳ, συνωρίσιν,

καυλῷ, κέλησι; μασπέτοις, πυρετοῖς, ὀποῖς.

Dysp

tit

{<ΔΥΣΠΡΑΤΟΣ.>}

1

Ὁρᾶν τε κείμενα

ἄμητας ἡμιβρῶτας ὀρνίθειά τε,

ὧν οὐδὲ λειφθέντων θέμις δούλῳ φαγεῖν,

ὥς φασιν αἱ γυναῖκες.

2

Σικελῶν τε τέχναις ἡδυνθεῖσαι

δαιτὸς διαθρυμματίδες.

Dod

tit

{<ΔΩΔΩΝΙΣ.>}

1

Πόθεν οἰκήτωρ; ἤ τις Ἰώνων

τρυφεραμπεχόνων ἁβρὸς ἡδυπαθὴς

ὄχλος ὥρμηται;

Epid

tit

{<ΕΠΙΔΑΥΡΙΟΣ.>}

1

Ἐπαίζομεν μὲν ἀρτίως τοῖς ἀστρίχοις.

Epik

tit

{<ΕΠΙΚΛΗΡΟΣ.>}

1

Ὦ γῆρας, ὡς ἅπασιν ἀνθρώποισιν εἶ

ποθεινόν, ὡς εὔδαιμον, εἶθ' ὅταν παρῇς,

ἀχθηρόν, ὡς μοχθηρόν, εὖ λέγει τέ σε

οὐδείς, κακῶς δὲ πᾶς τις ὃς σοφῶς λέγει.

Euth

tit

{<ΕΥΘΥΔΙΚΟΣ.>}

1

Ἔπειτα πουλύπους τετμημένος

ἐν βατανίοισιν ἑφθός.

2

Ἐγὼ ξενιτευόμενος ἐστρατευόμην.

3

Πάνυ συχνὴ σφύραινα. {Β.} κέστραν ἀττικιστὶ δεῖ λέγειν.

Eup

tit

{<ΕΥΠΛΟΙΑ.>}

1

Λύπη γὰρ ἀνθρώποισι καὶ τὸ ζῇν κακῶς

ὥσπερ πονηρὼ ζωγράφω τὰ χρώματα

πρώτιστον ἀφανίζουσιν ἐκ τοῦ σώματος.

Eph

tit

{<ΕΦΕΣΙΑ.>}

1

Δύστηνος ὅστις ζῇ θαλάττιον βίον·

τῶν γὰρ πλεόντων ζητεῖν. στάδια ἑκατὸν

ἐλθεῖν που δὴ κρεῖττον ἢ πλεῦσαι πλέθρον.

πλεῖς τὴν θάλατταν σχοινίων πωλουμένων;

2

Ἐν γῇ πένεσθαι μᾶλλον ἢ πλουτοῦντα πλεῖν.

Zak

tit

{<ΖΑΚΥΝΘΙΟΣ.>}

1

Εἶτ' οὐ δικαίως εἰμὶ φιλογύνης ἐγὼ

καὶ τὰς ἑταίρας ἡδέως πάσας ἔχω;

τουτὶ γὰρ αὐτὸ πρῶτον ὃ σὺ ποιεῖς παθεῖν,

μαλακαῖς καλαῖς τε χερσὶ τριφθῆναι πόδας,

πῶς οὐχὶ σεμνόν ἐστι;

Zog

tit

{<ΖΩΓΡΑΦΟΣ.>}

Hen

tit

{<ΗΝΙΟΧΟΣ.>}

1

Ἀνδρὸς διαφέρει τοῦτ' ἀνήρ· ὃ μὲν κακῶς

πράττων τὸ λυποῦν ἤγαγ' εἰς παράστασιν,

ὃ δ' ἐμφρόνως δεξάμενος ἤνεγκεν καλῶς.

Tha

tit

{<ΘΑΜΥΡΑΣ.>}

1

Καὶ σοῦ γ' ἐπώνυμός τις ἐν φήμαις βροτῶν

Θρῄκης κατάρδων ποταμὸς ὠνομασμένος,

Στρυμών, μεγίστας ἐγχέλεις κεκτημένος.

The

tit

{<ΘΕΟΓΟΝΙΑ.>}

Tho

tit

{<ΘΟΡΙΚΙΟΙ Η ΔΙΟΡΥΤΤΩΝ.>}

1

Λοῦται δ' ἀληθῶς; {Β.} ἀλλὰ τί;

ἐκ χρυσοκολλήτου γε κάλπιδος μύρῳ

Αἰγυπτίῳ μὲν τοὺς πόδας καὶ τὰ σκέλη,

φοινικίνῳ δὲ τὰς γνάθους καὶ τιτθία,

σισυμβρίνῳ δὲ τὸν ἕτερον βραχίονα,

ἀμαρακίνῳ δὲ τὰς ὀφρῦς καὶ τὴν κόμην,

ἑρπυλλίνῳ δὲ τὸ γόνυ καὶ τὸν αὐχένα.

Iat

tit

{<ΙΑΤΡΟΣ.>}

1

Ἅπαν τὸ λυποῦν ἐστιν ἀνθρώπῳ νόσος

ὀνόματ' ἔχουσα πολλά.

Hip

tit

{<ΙΠΠΕΙΣ.>}

1

Πῶς οὖν διαιτώμεσθα; {Β.} τὸ μὲν ἐφίππιον

στρῶμ' ἐστὶν ἡμῖν, ὁ δὲ καλὸς πῖλος καλὸς

ψυκτήρ· τί βούλει; πάντ', Ἀμαλθείας κέρας.

2

Τῶν δ' ἀκοντίων

συνδοῦντες ὀρθὰ τρία λυχνείῳ χρώμεθα.

Kai

tit

{<ΚΑΙΝΕΥΣ.>}

1

Εἰ τῇ δῆλος φιάλην Ἄρεος,

κατὰ Τιμόθεον, ξυστόν τε βέλος.

Kare

tit

{<ΚΑΡΕΣ.>}

1

Οὐχ ὁρᾷς ὀρχούμενον

ταῖς χερσὶ τὸν βάκηλον; οὐδ' αἰσχύνεται

ὁ τὸν Ἡράκλειτον πᾶσιν ἐξηγούμενος,

ὁ τὴν Θεοδέκτου μόνος ἀνευρηκὼς τέχνην,

ὁ τὰ κεφάλαια συγγράφων Εὐριπίδῃ.

Kari

tit

{<ΚΑΡΙΝΗ.>}

1

Τρίποδα καὶ κάδον

παραθέμενος ψυκτῆρά τ' οἴνου * *

μεθύσκεται.

2

Πότος ἔσται * *

σφοδρότερος· οὐκοῦν, εἰ φράσαι τις, οὐκ ἔτι

ἔξεστι κυαθίζειν γάρ * * * *

τὸν δὲ κάδον ἔξω καὶ τὸ ποτήριον λαβὼν

ἀπόφερε τἄλλα πάντα.

Kep

tit

{<ΚΗΠΟΥΡΟΣ.>}

Kitharo

tit

{<ΚΙΘΑΡΩΙΔΟΣ.>}

1-2

Οὐ ψεῦδος οὐδέν φησιν.* * * *

Ὀφθαλμὸν ὤρυττέν τις ὥσπερ ἰχθύος

Μάτων προσελθών.

3

Εἰσδυόμενος εἰς πόρκον, ὅθεν ἔξω πάλιν

οὐ ῥᾳδίως ἔξειμι τὴν αὐτὴν ὁδόν.

4

Στειλεάν,

ῥαφανῖδα, σικύους τέτταρας.

Kithari

tit

{<ΚΙΘΑΡΙΣΤΗΣ.>}

1

Οὐκ ἐφύσων οἱ Λάκωνες ὡς ἀπόρθητοί ποτε,

νῦν δ' ὁμηρεύους' ἔχοντες πορφυροῦς κεκρυφάλους;

Kle

tit

{<ΚΛΕΟΦΑΝΗΣ.>}

1

Τὸ δὲ τυραννεῖν ἐστιν *

ἢ τί ποτε τὸ σπουδαῖον; ἀκολουθεῖν ἐρεῖς

ἐν τῷ Λυκείῳ μετὰ σοφιστῶν, νὴ Δία,

λεπτῶν ἀσίτων συκίνων, λέγονθ' ὅτι

τὸ πρᾶγμα τοῦτ' οὐκ ἔστιν εἴπερ γίγνεται·

οὐδ' ἔστι γάρ πω γιγνόμενον ὃ γίγνεται,

οὐδ' εἰ πρότερον ἦν, ἔστιν ὅ γε νῦν γίγνεται·

ἔστιν γὰρ οὐκ ὂν οὐδέν· ὃ δὲ μὴ γέγονέ πω,

οὐκ ἔστιν ὥσπερ γέγονεν, ὁ δὲ μὴ γέγονέ πω·

ἐκ τοῦ γὰρ εἶναι γέγονεν· εἰ δ' οὐκ ἦν ὅθεν,

πῶς ἐγένετ' ἐξ οὐκ ὄντος; οὐχ οἷόν τε γάρ.

εἰ δ' αὐτόθεν πη γέγονεν, οὐκ ἔσται * *

κεἴποι δέ πω τις· εἴ ποθεν γενήσεται

τοὐκ ὄν, εἰς οὐκ ὂν γὰρ οὐ δυνήσεται.

ταυτὶ δ' ὅ τι ἐστὶν οὐδ' ἂν ἁπόλλων μάθοι.

Kna

tit

{<ΚΝΑΦΕΥΣ.>}

1

Ὅστις τέχνην κατέδειξε πρῶτος τῶν θεῶν,

οὗτος μέγιστον εὗρεν ἀνθρώποις κακόν·

ὅταν γὰρ ἀπορῆταί τις, ἂν μὲν ἀργὸς ᾖ,

ἐλθὼν ἀπεκινδύνευσεν ἡμέραν μίαν,

ὥστ' ἢ γεγονέναι λαμπρὸν ἢ τεθνηκέναι.

ἡμεῖς δ' ἔχοντες ἀρραβῶνα τὴν τέχνην

τοῦ ζῆν, ἀεὶ πεινῶμεν ἐπὶ ταῖς ἐλπίσιν,

ἐξόν τε μικρὸν διαπορηθῆναι χρόνον,

τὸν βίον ἅπαντα τοῦτο δρᾶν αἱρούμεθα.

Knoi

tit

{<ΚΝΟΙΘΙΔΕΥΣ Η ΓΑΣΤΡΩΝ.>}

1

Ἐγὼ πρότερον μὲν τοὺς κελεύοντας λέγειν

γρίφους παρὰ πότον ᾠόμην ληρεῖν σαφῶς

λέγοντας οὐδέν· ὁπότε προστάττοιτό τις

εἰπεῖν ἐφεξῆς ὅ τι φέρων τις μὴ φέρει,

ἐγέλων νομίζων λῆρον· οὐκ ἂν γενόμενον

οὐδέποτέ γ' ᾤμην πρᾶγμα παντελῶς λέγειν,

ἐνέδρας δ' ἕνεκα. νυνὶ δὲ τοῦτ' ἔγνωχ' ὅτι

ἀληθὲς ἦν· φέρομεν γὰρ ἄνθρωποι δέκα

ἔρανόν τιν', οὐ φέρει δὲ τούτων τὴν φορὰν

οὐδείς. σαφῶς οὖν ὅ τι φέρων τις μὴ φέρει,

τοῦτ' ἔστιν, ἦν θ' ὁ γρῖφος ἐνταῦθα ῥέπων.

καὶ τοῦτο μὲν δὴ κἄστι συγγνώμην ἔχον·

ἀλλ' οἷα λογοποιοῦσιν ἐν τῷ πράγματι

οἱ τἀργύριον μὴ κατατιθέντες, ὡς σφόδρα

Φίλιππος. ἆρ' ἦν εὐτυχής τις νὴ Δία.

2

Ἄτοπόν γε κηρύττουσιν ἐν τοῖς ἰχθύσιν

κήρυγμ', ὅπου καὶ νῦν τις ἐκεκράγει μέγα

μέλιτος γλυκυτέρας μεμβράδας φάσκων ἔχειν.

εἰ τοῦτο τοιοῦτ' ἐστίν, οὐδὲν κωλύει

τοὺς μελιτοπώλας αὖ λέγειν βοᾶν θ' ὅτι

πωλοῦσι τὸ μέλι σαπρότερον τῶν μεμβράδων.

Kori

tit

{<ΚΟΡΙΝΘΙΑ.>}

1

Ἔπειτα κἀκροκώλιον

ὕειον Ἀφροδίτῃ. {Β.} γελοῖον. {Α.} ἀγνοεῖς.

ἐν τῇ Κύπρῳ δ' οὕτω φιληδεῖ ταῖς ὑσίν,

ὦ δέσποθ', ὥστε σκατοφαγεῖν ἀπεῖρξε τὸ

ζῷον * * * τοὺς δὲ βοῦς ἠνάγκασεν.

Koro

tit

{<ΚΟΡΟΠΛΑΘΟΣ.>}

1

Γύναι, πρὸς αὐλὸν ἦλθες. ὀρχήσει πάλιν

τὴν ἴγδιν. τὴν θυΐαν ἀγνοεῖς;

Kou

tit

{<ΚΟΥΡΙΣ.>}

1

Ἐλθών τε πρὸς τὸν τεμαχοπώλην περίμενε,

παρ' οὗ φέρειν εἴωθα· κἂν οὕτω τύχῃ,

Εὔθυνος * * ἀπολοπίζων αὐτόθι

χρηστόν τι περιμένων κέλευσόν μοι τεμεῖν.

2

Ὁ μὲν ἀγρῷ τρεφόμενος

θαλάττιον . . οὗτος οὐδὲν ἐσθίει,

πλὴν τῶν παρὰ γῆν, γόγγρον τιν' ἢ νάρκην τιν' ἢ

θύννης τὰ πρὸς τῇ {Β.} ποῖα; {Α.} τὰ κάτωθεν λέγω.

{Β.} τούτους φάγοις ἄν; {Γ.} τοὺς γὰρ ἄλλους νενόμικα

ἀνθρωποφάγους ἰχθῦς. {Α.} τὸ δεῖνα δ' ἐσθίεις;

τουτὶ κακόνωτα πλοῖα. {Γ.} Κωπᾷδας λέγεις.

{Β.} ἀγρίως γε. {Γ.} παρὰ λίμνην γεωργῶν τυγχάνω·

τὰ δ' ἐγχέλεια γράψομαι λιποταξίου·

κομιδῆ γὰρ οὐκ ἦν οὐδαμοῦ

Kyb

tit

{<ΚΥΒΕΥΤΑΙ.>}

Kyk

tit

{<ΚΥΚΛΩΨ.>}

1

Ἔστω δ' ὑμῖν κεστρεὺς τμητός,

νάρκη πνικτή, πέρκη σχιστή,

τευθὶς σακτή, συνόδων ὀπτός,

γλαύκου προτομή, γόγγρου κεφαλή,

βατράχου γαστήρ, θύννου λαγόνες,

βατίδος νῶτον, κέστρας ὀσφύς,

ψήττας κίσχος, μαινίς, καρίς,

τρίγλη, φυκίς·

τῶν τοιούτων μηδὲν ἀπέστω.

2

Τῶν χερσαίων δ' ὑμῖν ἥξει

παρ' ἐμοῦ ταυτί·

βοῦς ἀγελαῖος, τράγος ἠλιβάτας,

αἲξ οὐρανία, κριὸς τομίας,

κάπρος ἐκτομίας, ὗς οὐ τομίας,

δέλφαξ, δασύπους, ἔριφοι, * *

τυρὸς χλωρός, τυρὸς ξηρός,

τυρὸς κοπτός, τυρὸς ξυστός,

τυρὸς τμητός, τυρὸς πηκτός.

Kory

tit

{<ΚΩΡΥΚΟΣ.>}

1

Ἐν ὅσῳ δ' ἀκροῶμαί σου, κέλευσόν μοί τινα

φέρειν ἀπονίψασθαι. {Β.} δότω τις δεῦρ' ὕδωρ

καὶ σμῆμα.

2

Τῶν θαλαττίων δ' ἀεὶ

ὄψων ἓν ἔχομεν, διὰ τέλους δὲ τοῦθ', ἅλας.

* * * * ἐπὶ δὲ τούτοις πίνομεν

οἰνάριον εἶδος, νὴ Δί', οἰκίας τρόπον

Πόσειδος οἷον τοῖς παροῦσι συμφέρει

ἁπαξάπασιν ὀξυβάφῳ ποτηρίῳ.

3

Πρῶτον μὲν ὥσπερ πυθαγορίζων ἐσθίει

ἔμψυχον οὐδέν, τῆς δὲ πλείστης τοὐβολοῦ

μάζης μελαγχρῆ μερίδα λαμβάνων λέπει.

Lampa

tit

{<ΛΑΜΠΑΣ.>}

1

Τράπεζα φυστημινεὶς ἀλλὰ μὴν δαίμονος

ἀγαθοῦ μετάνιπτρον, ἐντραγεῖν, σπονδή, κρότος.

Lampo

tit

{<ΛΑΜΠΩΝ.>}

1

Κεστρεῖς ἔχων ἄλλους στρατιώτας τυγχάνεις

νήστεις.

2

Ὁ δεῖν' Ἰᾶπυξ, κέρασον εὐζωρέστερον.

Lep

tit

{<ΛΕΠΤΙΝΙΣΚΟΣ.>}

1

Οἶνον Θάσιον πίνοις ἄν; {Β.} εἴ τις ἐγχέαι.

{Α.} πρὸς ἀμυγδάλας δὲ πῶς ἔχεις; {Β.} εἰρηνικῶς.

μαλακὰς σφόδρα, δι' ἃς μέλιτι προσπαίζειν βία.

{Α.} μελίπηκτα δ' εἴ σοι προσφέροι; {Β.} τρώγοιμι καὶ

ᾠὸν δὲ καταπίνοιμ' ἄν. {Α.} ἄλλου δεῖ τινος;

Leu

tit

{<ΛΕΥΚΑΔΙΟΣ.>}

1

Ἀστάφιδος, ἁλῶν, σιραίου, σιλφίου, τυροῦ, θύμου,

σησάμου, νίτρου, κυμίνου, ῥοῦ, μέλιτος, ὀριγάνου,

βατανίων, ὄξους, ἐλαῶν, εἰς ἀβυρτάκην χλόης,

καππάριδος, ᾠῶν, ταρίχους, καρδάμων, θρίων, ὀποῦ.

2

Ἐνταῦθ' ἀναρίστητος εὐθὺς κιθαριεῖ.

Leo

tit

{<ΛΕΩΝΙΔΗΣ.>}

1

Ἀλλὰ πρὶν δεδειπνάναι

ἡμᾶς παρέσται.

Lem

tit

{<ΛΗΜΝΙΑΙ.>}

1

Παρετέθη τρίπους

πλακοῦντα χρηστόν, ὦ πολυτίμητοι θεοί,

ἔχων ἐν ἀργυρῷ τε τρυβλίῳ μέλι.

2

Εἶτ' ἔστιν ἢ γένοιτ' ἂν ἡδίων τέχνη,

ἢ πρόσοδος ἄλλη τοῦ κολακεύειν εὐφυῶς;

ὁ ζωγράφος πονεῖ τι καὶ πικραίνεται,

ὁ γεωργὸς ἐν ὅσοις ἐστὶ κινδύνοις πάλιν.

πρόσεστι πᾶσιν ἐπιμέλεια καὶ πόνος.

ἡμῖν δὲ μετὰ γέλωτος ὁ βίος καὶ τρυφῆς·

οὗ γὰρ τὸ μέγιστον ἔργον ἐστὶ παιδιά,

ἁδρὸν γελάσαι, σκῶψαί τιν', ἐκπιεῖν πολύν,

οὐχ ἡδύ; ἐμοὶ μὲν μετὰ τὸ πλουτεῖν δεύτερον.

Lyd

tit

{<ΛΥΔΟΣ.>}

1

Κολχὶς ἄνθρωπος πάροινος.

Lyk

tit

{<ΛΥΚΩΝ.>}

1

Καὶ τἄλλα δεινούς φασι τοὺς Αἰγυπτίους

εἶναι τὸ νομίσαι τ' ἰσόθεον τὴν ἔγχελυν·

πολὺ τῶν θεῶν γάρ ἐστι τιμιωτέρα·

τῶν μὲν γὰρ εὐξαμένοισιν ἔσθ' ἡμῖν τυχεῖν,

τούτων δὲ δραχμὰς τοὐλάχιστον δώδεκα

ἢ πλέον ἀναλώσασιν ὀσφρέσθαι μόνον.

οὕτως ἔσθ' ἅγιον παντελῶς τὸ θηρίον.

Mal

tit

{<ΜΑΛΘΑΚΗ.>}

1

Ἔρχεται,

μετέρχεθ' αὕτη, προσέρχετ', οὐ μετέρχεται,

ἥκει, πάρεστι, ῥύπτεται, προσέρχεται,

σμῆται, κτενίζετ', ἐκβέβηκε, τρίβεται,

λοῦται, σκοπεῖται, στέλλεται, μυρίζεται,

κοσμεῖτ', ἀλείφετ'· ἂν δ' ἔχῃ τι ἀπάγχεται.

Mei

tit

{<ΜΕΙΛΑΝΙΩΝ.>}

1

Τοῦτον ἐγὼ κρίνω μετανιπτρίδα τῆς Ὑγιείας

πίνειν ζωροτέρῳ χρώμενον οἰνοχόῳ.

Mele

tit

{<ΜΕΛΕΑΓΡΟΣ.>}

1

Ἀσκοπυτίνην τινα

δίψους ἀρωγόν.

Meli

tit

{<ΜΕΛΙΤΤΑ.>}

1

Ἐπὶ χρήμασιν δ' ὢν ἔμπορος φρονεῖ μέγα,

ὧν ἐστι πάντων ἐνίοτ' ἄνεμος κύριος.

Met

tit

{<ΜΕΤΟΙΚΟΣ.>}

1

Προσέλαβον ἐλθὼν τουτονὶ

τραπεζοποιόν, ὃς πλυνεῖ σκεύη, λύχνους

ἑτοιμάσει, σπονδὰς ποιήσει, τἄλλ' ὅσα

τούτῳ προσήκει.

Med

tit

{<ΜΗΔΕΙΑ.>}

1

Ἦν χιτὼν ἀμόργινος,

ἕτερος δὲ περιηγητός ἐστιν οὑτοσί.

Metra

tit

{<ΜΗΤΡΑΓΥΡΤΗΣ.>}

1

Τήν τε παῖδ' ἀλείμματα

παρὰ τῆς θεοῦ λαβοῦσαν εἶτα τοὺς πόδας

ἐκέλευ' ἀλείφειν πρῶτον, εἶτα τὰ γόνατα.

ὡς θᾶττον ἡ παῖς δ' ἥψατ' αὐτοῦ τῶν ποδῶν

ἔτριψέ τ', ἀνεπήδησεν.

Metro

tit

{<ΜΗΤΡΟΦΩΝ.>}

Mid

tit

{<ΜΙΔΩΝ.>}

Min

tit

{<ΜΙΝΩΣ.>}

Mis

tit

{<ΜΙΣΟΠΟΝΗΡΟΣ.>}

1

Εἶτ' οὐ σοφοὶ δῆτ' εἰσὶν οἱ Σκύθαι σφόδρα,

οἳ γενομένοισιν εὐθέως τοῖς παιδίοις

διδόασιν ἵππων καὶ βοῶν πίνειν γάλα;

οὐ μὰ Δία τιτθὰς εἰσάγουσι βασκάνους,

καὶ παιδαγωγοὺς αὖθις, ὧν μεῖζον [κακὸν

οὐκ ἔστιν οὐδέν, μετά] γε μαίας νὴ Δία·

αὗται δ' ὑπερβάλλουσι, μετά γε νὴ Δία

τοὺς μητραγυρτοῦντάς γε· πολὺ γὰρ αὖ γένος

μιαρώτατον τοῦτ' ἐστίν, εἰ μὴ νὴ Δία

τοὺς ἰχθυοπώλας βουλεταί γέ τις λέγειν,

μετά γε τοὺς τραπεζίτας· ἔθνος

τούτου γὰρ οὐδέν ἐστιν ἐξωλέστερον.

Mne

tit

{<ΜΝΗΜΑΤΑ.>}

1

Τῶν Πυθαγορικῶν δ' ἔτυχον ἄθλιοί τινες

ἐν τῇ χαράδρᾳ τρώγοντες ἅλιμα καὶ κακὰ

τοιαῦτα συλλέγοντες ἐν τῷ κωρύκῳ.

Moi

tit

{<ΜΟΙΧΟΙ.>}

1

Οὐκ ἔστιν οὐδὲν θηρίον τῶν ἰχθύων

ἀτυχέστερον· τῷ μὴ γὰρ ἀποχρῆν ἀποθανεῖν

αὐτοῖς ἁλοῦσιν, εἶτα κατεδηδεσμένοις

εὐθὺς ταφῆναι, παραδοθέντες ἄθλιοι

τοῖς ἰχθυοπώλαις τοῖς κακῶς ἀπολουμένοις

σήπονθ', ἕωλοι κείμενοι δύ' ἡμέρας

ἢ τρεῖς· μόλις δ' ἐάν ποτ' ὠνητὴν τυφλὸν

λάβωσιν, ἔδωκαν τῶν νεκρῶν ἀναίρεσιν

τούτῳ· κομίσας δ' ἐξέβαλεν * * οἴκαδε,

τὴν πεῖραν ἐν τῇ ῥινὶ τῆς ὀσμῆς λαβών.

Myl

tit

{<ΜΥΛΩΝ.>}

Mys

tit

{<ΜΥΣΤΙΣ.>}

1

Σὺ δ' ἀλλὰ πῖθι. {Β.} τοῦτο μέν σοι πείσομαι

καὶ γὰρ ἐπαγωγόν, ὦ θεοί, τὸ σχῆμά πως

τῆς κύλικός ἐστιν ἄξιόν τε τοῦ κλέους

τοῦ τῆς ἑορτῆς. οὗ μὲν ἦμεν ἄρτι γὰρ

ἐξ ὀξυβαφίων κεραμέων ἐπίνομεν·

τούτῳ δέ, τέκνον, πολλὰ κἀγάθ' οἱ θεοὶ

τῷ δημιουργῷ δοῖεν, ὃς ἐποίησέ σε,

τῆς συμμετρίας καὶ τῆς ἀφελείας οὕνεκα.

2

Ταῖς εὐτελείαις οἱ θεοὶ χαίρουσι γάρ·

τεκμήριον δ' ὅταν γὰρ ἑκατόμβας τινὲς

θύωσιν, ἐπὶ τούτοις ἅπασιν ὕστατος

πάντων καὶ λιβανωτὸς ἐπετέθη,

ὡς τἄλλα μὲν τὰ πολλὰ παραναλούμενα

δαπάνην ματαίαν οὖσαν αὐτῶν οὕνεκα,

τὸ δὲ μικρὸν αὐτὸ τοῦτ' ἀρεστὸν τοῖς θεοῖς.

3

Βούλει καὶ σύ, φιλτάτη,

πιεῖν; {Β.} καλῶς ἔχοιμι. {Α.} τοιγαροῦν φέρε·

μέχρι γὰρ τριῶν δεῖν φασὶ τιμᾶν τοὺς θεούς.

Nea

tit

{<ΝΕΑΝΙΣΚΟΙ.>}

1

Ἐγὼ τέως μὲν ᾠόμην τὰς Γοργόνας

εἶναί τι λογοποίημα, πρὸς ἀγορὰν δ' ὅταν

ἔλθω πεπίστευκ'· ἐμβλέπων γὰρ αὐτόθι

τοῖς ἰχθυοπώλαις, λίθινος εὐθὺς γίγνομαι,

ὥστ' ἐξ ἀνάγκης ἔστ' ἀποστραφέντι μοι

λαλεῖν πρὸς αὐτούς· ἂν ἴδω γὰρ ἡλίκον

ἰχθὺν ὅσου τιμῶσι, πήγνυμαι σαφῶς.

2

Ὁ πλοῦτός ἐστι παρακάλυμμα τῶν κακῶν,

ὦ μῆτερ, ἡ πενία δὲ περιφανές τε καὶ

ταπεινόν.

Neo

tit

{<ΝΕΟΤΤΙΣ.>}

1

Παῖς ὢν μετ' ἀδελφῆς εἰς Ἀθήνας ἐνθάδε

ἀφικόμην ἀχθεὶς ὑπό τινος ἐμπόρου,

Σύρος τὸ γένος ὤν· περιτυχὼν δ' ἡμῖν ὁδὶ

κηρυττομένοις ὀβολοστάτης ὢν ἐπρίατο,

ἄνθρωπος ἀνυπέρβλητος εἰς πονηρίαν,

τοιοῦτος οἷος μηδὲν εἰς τὴν οἰκίαν

μηδ' ὧν ὁ Πυθαγόρας ἐκεῖνος ἤσθιεν

ὁ τρισμακαρίτης, εἰσφέρειν ἔξω θύμου.

2

Ὁ δεσπότης δὲ πάντα τὰ παρὰ τοῦ πατρὸς

ἀπέλαβεν ὥσπερ ἔλαβεν. {Β.} ἠγάπησεν ἂν

τὸ ῥῆμα τοῦτο παραλαβὼν Δημοσθένης.

Obr

tit

{<ΟΒΡΙΜΟΣ.>}

1

Ἂν κελεύῃ με σταθμοῦχος— {Β.} ἦ σταθμοῦχος δ' ἔστι τίς;

ἀποπνίξεις δέ με καινὴν πρός με διάλεκτον λαλῶν.

{Α.} εἴ τι τάττοι μοι στέγαρχος—

Oin

tit

{<ΟΙΝΟΜΑΟΣ Η ΠΕΛΟΨ.>}

1

Τί δ' ἂν Ἕλληνες μικροτράπεζοι

φυλλοτρῶγες δράσειαν; ὅπου

τέτταρα λήψει κρέα μίκρ' ὀβολοῦ.

παρὰ δ' ἡμετέροις προγόνοισιν ὅλους

βοῦς ὤπτων, σῦς, ἐλάφους, ἄρνας·

τὸ τελευταῖον δ' ὁ μάγειρος ὅλον

τέρας ὀπτήσας μεγάλῳ βασιλεῖ

θερμὴν παρέθηκε κάμηλον.

Homoi

tit

{<ΟΜΟΙΟΙ.>}

1

Εἶτ' ἐπεισῆγεν χορείαν ἢ τράπεζαν δευτέραν,

καὶ παρέθηκε γέμουσαν πέμμασι παντοδαποῖς.

ὡς δ' ἐδείπνησαν, συνάψαι βούλομαι γὰρ τἀν μέσῳ,

καὶ Διὸς σωτῆρος ἦλθε θηρίκλειον ὄργανον,

τῆς τρυφερᾶς ἀπὸ Λέσβου σεμνοπότου σταγόνος

πλῆρες, ἀφρίζον, ἕκαστος δεξιτερᾷ δ' ἔλαβεν.

2

Εὖ δ' ἐγίγνεθ' ὅτι φακῆν

ἕψειν μ' ἐδίδασκε τῶν ἐπιχωρίων τις εἷς.

Homop

tit

{<ΟΜΟΠΑΤΡΙΟΙ.>}

1

Ἐν Ἡλίου μέν φασι γίγνεσθαι πόλει

φοίνικας, ἐν Ἀθήναις δὲ γλαῦκας, ἡ Κύπρος

ἔχει πελείας διαφόρους, ἡ δ' ἐν Σάμῳ

Ἥρα τὸ χρυσοῦν, φασίν, ὀρνίθων γένος,

τοὺς καλλιμόρφους καὶ περιβλέπτους ταὧς.

Omph

tit

{<ΟΜΦΑΛΗ.>}

1

Πῶς γὰρ ἄν τις εὐγενὴς γεγὼς

δύναιτ' ἂν ἐξελθεῖν ποτ' ἐκ τῆσδε στέγης;

ὁρῶν μὲν ἄρτους λευκοσωμάτους ἰπνὸν

καταμπέχοντας ἐν πυκναῖς διεξόδοις,

ὁρῶν δὲ μορφὴν κριβάνοις ἠλλαγμένους,

μίμημα χειρὸς ἀττικῆς, οὓς δημόταις

Θεαρίων ἔδειξεν.

2

Ἐν χύτρᾳ δέ μοι

ὅπως ὕδωρ ἕψοντα μηδέν' ὄψομαι·

οὐ γὰρ κακὸν ἔχω μηδ' ἔχοιμ'· ἐὰν δ' ἄρα

στρέφῃ με περὶ τὴν γαστέρ' ἢ τὸν ὀμφαλόν,

παρὰ Φερτάτου δακτύλιός ἐστί μοι δραχμῆς.

3

Οὐ φιλοτάριχος οὐδαμῶς εἰμ', ὦ κόρη.

Homon

tit

{<ΟΜΩΝΥΜΟΙ.>}

1

Οἷα δ' ἡ χώρα φέρει

διαφέροντα πάσης, Ἱππόνικε, τῆς οἰκουμένης,

τὸ μέλι, τοὺς ἄρτους, τὰ σῦκα. {Β.} σῦκα μὲν νὴ τὸν Δία

πάνυ φέρει. {Α.} βοσκήματ', ἔρια, μύρτα, θύμα, πυρούς, ὕδωρ,

ὥστε καὶ γνοίην ἂν εὐθὺς Ἀττικὸν πίνων ὕδωρ.

Orph

tit

{<ΟΡΦΕΥΣ.>}

1

Βύστραν τιν' ἐκ φύλλων τινῶν.

Pai

tit

{<ΠΑΙΔΕΡΑΣΤΗΣ.>}

1

Τῆς τε βελτίστης μεσαῖον θυννάδος Βυζαντίας

τέμαχος ἐν τεύτλου λακιστοῖς κρύπτεται στεγάσμασιν.

Para

tit

{<ΠΑΡΑΣΙΤΟΣ.>}

1

Ἄλλος ἐπὶ τούτῳ μέγας

ἥξει τις ἰσοτράπεζος εὐγενής. {Β.} τίνα

λέγεις; {Α.} Καρύστου θρέμμα, γηγενής, ζέων.

{Β.} εἶτ' οὐκ ἂν εἴποις; ὕπαγε. {Α.} κάκκαβον λέγω.

σὺ δ' ἴσως ἂν εἴποις λοπάδ'. {Β.} ἐμοὶ δὲ τοὔνομα

οἴει διαφέρειν, εἴτε κάκκαβόν τινες

χαίρουσιν ὀνομάζοντες εἴτε σίττυβον;

πλὴν ὅτι λέγεις ἀγγεῖον οἶδα.

2

Χοιρίων

σκέλη καπύρ'. {Β.} ἀστεῖόν γε νὴ τὴν Ἑστίαν

ἄριστον. {Α.} ἑφθὸς τυρὸς ἐπεδόνει πολύς.

3

Τάριχος ἀντακαῖον ἐν μέσῳ

πῖον, ὁλόλευκον, θερμόν.

4

Ἐγὼ περὶ τὴν ὀψωνίαν μὲν οὐ πάνυ

ἐσπούδακ', οὐδ' αὖ συνέτεμον λίαν πάνυ,

ὡς ἄν τις ἄλλως ἐξενεχθεῖσιν ὅπου

τοῦ διαβάλοι κραιπάλην ἑλληνικῶς.

5

Οἷα δ' ἐστὶν οἶσθα σὺ

γύναι; σκόροδα, τυρός, πλακοῦντες, πράγματα

ἐλευθέρι', οὐ τάριχος, οὐδ' ἡδύσμασιν

ἄρνεια καταπεπλησμέν', οὐδὲ θρυμματίς

τεταραγμένη καὶ λοπάδες, ἀνθρώπων φθοραί.

καὶ μὴν ῥαφάνους γ' ἕψουσι λιπαράς, ὦ θεοί,

ἔτνος θ' ἅμ' αὐτοῖς πίσινον.

Pare

tit

{<ΠΑΡΕΚΔΙΔΟΜΕΝΗ.>}

1

Ὄμνυμι δ' ὑμῖν, ἄνδρες, αὐτὸν τὸν θεόν

ἐξ οὗ τὸ μεθύειν πᾶσιν ὑμῖν γίγνεται,

ἦ μὴν ἑλέσθαι τοῦτον ἂν ζῆν τὸν βίον

ἢ τὴν Σελεύκου τοῦ βασιλέως ὑπεροχήν.

ῥοφεῖν φακῆν ἐσθ' ἡδὺ μὴ δεδοικότα,

μαλακῶς καθεύδειν ἄθλιον δεδοικότα.

Paroi

tit

{<ΠΑΡΟΙΜΙΑΙ.>}

1

Ἐγὼ γὰρ ἂν εἰ τῶν ὑμετέρων φάγοιμί τι,

μύκητας ὠμοὺς ἂν φαγεῖν ἐμοὶ δοκῶ

καὶ στρυφνὰ μῆλα κεἴ τι πνίγει βρῶμά τι.

2

Στῖμιν, κάτοπτρα, κρωβύλους, κεκρυφάλους.

Plou

tit

{<ΠΛΟΥΣΙΟΙ.>}

1

Εὔθυνος δ' ἔχων

σανδάλια καὶ σφραγῖδα καὶ μεμυρισμένος

τῶν πραγμάτων οὐκ οἶδ' ὅ τι ἐλογίζετο

Φοινικίδης δὲ Ταυρέας θ' ὁ φίλτατος,

ἄνδρες πάλαι ὀψοφάγοι τοιοῦτοί τινες,

οἷοι καταβροχθίζειν ἐν ἀγορᾷ τὰ τεμάχη,

ὁρῶντες ἐξέθνησκον ἐπὶ τῷ πράγματι,

ἔφερόν τε δεινῶς τὴν ἀνοψίαν πάνυ.

κύκλους δὲ συναγείροντες ἔλεγον ἂν τάδε,

ὡς οὐ βιωτόν ἐστιν οἰδ' ἀνασχετόν

τῆς μὲν θαλάττης ἀντιποιεῖσθαί τινας

ὑμῶν ἀναλίσκειν τε πολλὰ χρήματα,

ὄψου δὲ μηδὲν μήποτ' εἰσπλεῖν μηδὲ γρῦ.

τί οὖν ὄφελος τῶν νησιαρχῶν ἐστι; δεῖ

νόμῳ κατακλεῖσαι τοῦτο, παραπομπὴν ποιεῖν

τῶν ἰχθύων. νυνὶ δὲ Μάτων συνήρπακεν

τοὺς ἁλιέας, καὶ Διογείτων νὴ Δία

ἅπαντας ἀναπέπεικεν ὡς αὑτὸν φέρειν,

κοὐ δημοτικόν γε τοῦτο δρᾷ τοιαῦτα φλῶν.

γάμοι δ' ἐκείνοις καὶ πότοι νεανικοί

ἦσαν.

Poi

tit

{<ΠΟΙΗΣΙΣ.>}

1

Μακάριόν ἐστιν ἡ τραγῳδία

ποίημα κατὰ πάντ', εἴ γε πρῶτον οἱ λόγοι

ὑπὸ τῶν θεατῶν εἰσιν ἐγνωρισμένοι,

πρὶν καί τιν' εἰπεῖν· ὡς ὑπομνῆσαι μόνον

δεῖ τὸν ποιητήν· Οἰδίπουν γὰρ ἂν μόνον

φῶ, τἄλλα πάντ' ἴσασιν· ὁ πατὴρ Λάϊος,

μήτηρ Ἰοκάστη, θυγατέρες, παῖδες τίνες,

τί πείσεθ' οὗτος, τί πεποίηκεν. ἂν πάλιν

εἴπῃ τις Ἀλκμαίωνα, καὶ τὰ παιδία

πάντ' εὐθὺς εἴρηχ', ὅτι μανεὶς ἀπέκτονεν

τὴν μητέρ', ἀγανακτῶν δ' Ἄδραστος εὐθέως

ἥξει πάλιν τ' ἄπεισι * * * *

ἔπειθ' ὅταν μηδὲν δύνωντ' εἰπεῖν ἔτι,

κομιδῇ δ' ἀπειρήκωσιν ἐν τοῖς δράμασιν,

αἴρουσιν ὥσπερ δάκτυλον τὴν μηχανήν,

καὶ τοῖς θεωμένοισιν ἀποχρώντως ἔχει.

ἡμῖν δὲ ταῦτ' οὐκ ἔστιν, ἀλλὰ πάντα δεῖ

εὑρεῖν, ὀνόματα καινά, τὰ διῳκημένα

πρότερον, τὰ νῦν παρόντα, τὴν καταστροφήν,

τὴν εἰσβολήν. ἂν ἕν τι τούτων παραλίπῃ

Χρέμης τις ἢ Φείδων τις ἐκσυρίττεται·

Πηλεῖ δὲ ταῦτ' ἔξεστι καὶ Τεύκρῳ ποιεῖν.

Pon

tit

{<ΠΟΝΤΙΚΟΣ.>}

1

Ὅστις ὠψώνηκ' ἴσως

τούτους μεγαλείως ταῖς κάκιστ' ἀπολουμέναις

ὑπογάστρι' ἐλθών, ὅσα Ποσειδῶν ἀπολέσαι.

τάττειν τε γεννικῶς παρασκευάζεται

πλευρὰν μετ' αὐτῶν.

Proba

tit

{<ΠΡΟΒΑΤΕΥΣ.>}

1

Βοιώτιαι μὲν ἐγχέλεις, μῦς Ποντικοί,

γλαῦκοι Μεγαρικοί, μαινίδες Καρύστιαι,

φάγροι δ' Ἐρετρικοί, Σκύριοι δὲ κάραβοι.

Probl

tit

{<ΠΡΟΒΛΗΜΑ.>}

1

{Α.} Ἰχθύσιν ἀμφίβληστρον ἀνὴρ πολλοῖς ἐπιβάλλων,

οἰηθείς, μεγάλῃ δαπάνῃ μίαν εἵλκυσε πέρκην·

καὶ ταύτην ψευσθεὶς ἄλλην κεστρεὺς ἴσον αὐτήν

ἦγεν. βουλομένη δ' ἕπεται πέρκη μελανούρῳ.

{Β.} κεστρεύς, ἀνήρ, μελάνουρος, οὐκ οἶδ' ὅ τι λέγεις·

οὐδὲν λέγεις γάρ. {Α.} ἀλλ' ἐγὼ σαφῶς φράσω.

ἔστι τις ὃς τὰ μὲν ὄντα διδοὺς οὐκ οἶδε δεδωκώς

οἷσι δέδωκ', οὐδ' αὐτὸς ἔχων ὧν οὐδὲν ἐδεῖτο.

{Β.} διδούς τις οὐκ ἔδωκεν οὐδ' ἔχων ἔχει;

οὐκ οἶδα τούτων οὐδέν. {Α.} οὐκοῦν ταῦτα καὶ

ὁ γρῖφος ἔλεγεν· ὅσα γὰρ οἶσθ' οὐκ οἶσθα νῦν,

οὐδ' ὅσα δέδωκας, οὐδ' ὅς' ἀντ' αὐτῶν ἔχεις.

τοιοῦτο τοῦτ' ἦν. {Β.} τοιγαροῦν κἀγώ τινα

εἰπεῖν πρὸς ὑμᾶς βούλομαι γρῖφον. {Α.} λέγε.

{Β.} πίννη καὶ τρίγλη φωνὰς ἰχθῦ δύ' ἔχουσαι

πόλλ' ἐλάλουν, περὶ ὧν δὲ πρὸς ὅν τ' ᾤοντο λέγειν τι

οὐκ ἐλάλουν· οὐδὲν γὰρ ἐμάνθανεν, ὥστε πρὸς ὃν μέν

ἦν αὐταῖς ὁ λόγος, πρὸς δ' αὑτὰς πολλὰ λαλούσας

αὐτὰς ἀμφοτέρας ἡ Δημήτηρ ἐπιτρέψει.

Prog

tit

{<ΠΡΟΓΟΝΟΙ.>}

1

Τὸν τρόπον μὲν οἶσθά μου

ὅτι τῦφος οὐκ ἔνεστιν, ἀλλὰ τοῖς φίλοις

τοιουτοσί τίς εἰμι, τύπτεσθαι μύδρος,

τύπτειν κεραυνός, ἐκτυφλοῦν τιν' ἀστραπή,

φέρειν τίν' ἄρας ἄνεμος, ἀποπνῖξαι βρόχος,

θύρας μοχλεύειν σεισμός, εἰσπηδᾶν ἀκρίς,

δειπνεῖν ἄκλητος μυῖα, μὴ 'ξελθεῖν φρέαρ,

ἄγχειν, φονεύειν, μαρτυρεῖν, ὅς' ἂν μόνον

τύχῃ τις εἰπών, ταῦτ' ἀπροσκέπτως ποιεῖν

ἅπαντα. καὶ καλοῦσί μ' οἱ νεώτεροι

διὰ ταῦτα πάντα σκηπτόν· ἀλλ' οὐδὲν μέλει

τῶν σκωμμάτων μοι· τῶν φίλων γὰρ ὢν φίλος

ἔργοισι χρηστὸς οὐ λόγοις ἔφυν μόνον.

Pyr

tit

{<ΠΥΡΑΥΝΟΣ.>}

1

Ἐς κόρακας, ἥξω φέρων

δεῦρο τὸν Πάρνηθ' ὅλον.

Sap

tit

{<ΣΑΠΦΩ.>}

1

{Σ.} Ἔστι φύσις θήλεια βρέφη σώζους' ὑπὸ κόλποις

αὑτῆς, ὄντα δ' ἄφωνα βοὴν ἵστησι γεγωνόν

καὶ διὰ πόντιον οἶδμα καὶ ἠπείρου διὰ πάσης

οἷς ἐθέλει θνητῶν, τοῖς δ' οὐδὲ παροῦσιν ἀκούειν

ἔξεστιν, κωφὴν δ' ἀκοῆς αἴσθησιν ἔχουσιν. * * * *

{Β.} Ἡ μὲν φύσις γὰρ ἣν λέγεις ἐστὶν πόλις,

βρέφη δ' ἐν αὑτῇ διατρέφει τοὺς ῥήτορας.

οὗτοι κεκραγότες δὲ τὰ διαπόντια

τἀκ τῆς Ἀσίας καὶ τἀπὸ Θρᾴκης λήμματα

ἕλκουσι δεῦρο, νεμομένων δὲ πλησίον

αὐτῶν κάθηται λοιδορουμένων τ' ἀεί

ὁ δῆμος οὐδὲν οὔτ' ἀκούων οὔθ' ὁρῶν.

{Σ.} πῶς γὰρ γένοιτ' ἂν ὦ πάτερ ῥήτωρ *

ἄφωνος, ἢν μὴ ἁλῷ τρὶς παρανόμων;

{Β.} καὶ μὴν ἀκριβῶς ᾠόμην ἐγνωκέναι

τὸ ῥηθέν· ἀλλὰ δὴ λέγε. * * * *

{Σ.} Θήλεια μέν νύν ἐστι φύσις ἐπιστολή,

βρέφη δ' ἐν αὑτῇ περιφέρει τὰ γράμματα·

ἄφωνα δ' ὄντα ταῦτα τοῖς πόρρω λαλεῖ

οἷς βούλεθ', ἕτερος δ' ἂν τύχῃ τις πλησίον

ἑστὼς ἀναγιγνώσκοντος οὐκ ἀκούσεται.

Skl

tit

{<ΣΚΛΗΡΙΑΙ.>}

1

Ἔστιν παρ' αὐτὴν τὴν δίφορον συκῆν κάτω.

Sky

tit

{<ΣΚΥΘΑΙ Η ΤΑΥΡΟΙ.>}

1

Ἐπὶ κῶμον, εἰ δοκεῖ,

ἴωμεν ὥσπερ ἔχομεν. {Β.} οὐκοῦν δᾷδα καὶ

στεφάνους λαβόντες Χαιρεφῶν οὕτως * *

μεμάθηκε κωμάζειν ἄδειπνος.

2

Ταχὺ γὰρ γίγνεται

κἀκκλησιαστὴς οἰκόσιτος.

3

Σαράβαρα καὶ χιτῶνας πάντες ἐνδεδυκότες.

Str

tit

{<ΣΤΡΑΤΙΩΤΗΣ Η ΤΥΧΩΝ.>}

1

Ὅστις ἄνθρωπος δὲ φύς

ἀσφαλές τι κτῆμ' ὑπάρχειν τῷ βίῳ λογίζεται,

πλεῖστον ἡμάρτηκεν· ἢ γὰρ εἰσφορά τις ἥρπακεν

τἄνδοθεν πάντ', ἢ δίκῃ τις περιπεσὼν ἀπώλετο,

ἢ στρατηγήσας προσῶφλεν, ἢ χορηγὸς αἱρεθείς

ἱμάτια χρυσᾶ παρασχὼν τῷ χορῷ ῥάκος φορεῖ,

ἢ τριηραρχῶν ἀπήγξατ', ἢ πλέων ἥλωκέ ποι,

ἢ βαδίζων ἢ καθεύδων κατακέκοφθ' ὑπ' οἰκετῶν.

οὐ βέβαιον οὐδέν ἐστι, πλὴν ὅς' ἂν καθ' ἡμέραν

εἰς ἑαυτὸν ἡδέως τις εἰσαναλίσκων τύχῃ.

οὐδὲ ταῦτα σφόδρα τι· καὶ γὰρ τὴν τράπεζαν ἁρπάσαι

κειμένην ἄν τις προσελθών· ἀλλ' ὅταν τὴν ἔνθεσιν

ἐντὸς ἤδη τῶν ὀδόντων τυγχάνῃς κατεσπακώς,

τοῦτ' ἐν ἀσφαλεῖ νόμιζε τῶν ὑπαρχόντων μόνον.

2

Ἐν τῇ Κύπρῳ φής, εἰπέ μοι, διήγετε

πολὺν χρόνον; {Β.} τὸν πάνθ' ἕως ἦν ὁ πόλεμος.

{Α.} ἐν τίνι τόπῳ μάλιστα; λέγε γάρ. {Β.} ἐν Πάφῳ.

οὗ πρᾶγμα τρυφερὸν διαφερόντως ἦν ἰδεῖν

ἄλλως τ' ἄπιστον. {Α.} ποῖον; {Β.} ἐρριπίζετο

ὑπὸ τῶν περιστερῶν, ὑπ' ἄλλου δ' οὐδενός,

δειπνῶν ὁ βασιλεύς. {Α.} πῶς; ἐάσας τἄλλα γάρ

ἐρήσομαί σε τοῦτο· πῶς; {Β.} ἠλείφετο

ἐκ τῆς Συρίας ἥκοντι τοιούτῳ μύρῳ

καρποῦ σύχν' οἷόν φασι τὰς περιστεράς

τρώγειν. διὰ τὴν ὀσμὴν δὲ τούτου πετόμεναι

παρῆσαν, οἷαί τ' ἦσαν ἐπικαθιζάνειν

ἐπὶ τὴν κεφαλήν· παῖδες δὲ παρακαθήμενοι

ἐσόβουν. ἐπαίρουσαι δὲ μικρόν, οὐ πολύ,

τοῦ μήτ' ἐκεῖσε μήτε δεῦρο παντελῶς,

οὕτως ἀνερρίπιζον, ὥστε σύμμετρον

αὐτῷ τὸ πνεῦμα, μὴ περίσκληρον, ποιεῖν.

3

Τῶν ταὧν μὲν ὡς ἅπαξ τις ζεῦγος ἤγαγεν μόνον,

σπάνιον ὂν τὸ χρῆμα, πλείους εἰσὶ νῦν τῶν ὀρτύγων,

χρηστὸν ἄνθρωπον δ' ἐάν τις ἕνα μόνον ζητῶν ἴδῃ,

ὄψετ' ἐκ τούτου πονηροὺς πέντε παῖδας γεγονότας.

4

Ἐκ τῶν μαγειρείων βαδίζων ἐμβαλὼν

εἰς τοὔψον.

Tim

tit

{<ΤΙΜΩΝ.>}

1

Ἥκω πολυτελῶς ἀγοράσας εἰς τοὺς γάμους,

λιβανωτὸν ὀβολοῦ τοῖς θεοῖς καὶ ταῖς θεαῖς

πάσαισι, τοῖς δ' ἥρωσι τὰ ψαίστ' ἀπονέμων.

ἡμῖν δὲ τοῖς θνητοῖς ἐπριάμην κωβιούς.

ὡς προσβαλεῖν δ' ἐκέλευσα τὸν τοιχωρύχον,

τὸν ἰχθυοπώλην, Προστίθημι, φησί, σοί

τὸν δῆμον αὐτῶν· εἰσὶ γὰρ Φαληρικοί.

ἄλλοι δ' ἐπώλουν, ὡς ἔοικ', Ὀτρυνικούς.

Trau

tit

{<ΤΡΑΥΜΑΤΙΑΣ.>}

1

Μὴ μεστὰς ἀεί

ἕλκωμεν, ἀλλὰ καὶ λογισμὸς εἰς μέσον

παταξάτω τις, καί τι καὶ μελίσκιον,

στροφὴ λόγων παρελθέτω τις. ἡδύ τοι

ἐστὶν μεταβολὴ παντὸς ἔργου πλὴν ἑνός.* * * *

* * * Παραδίδου δ' ἑξῆς ἐμοὶ

τὸν ἀρκεσίγυιον, ὡς ἔφασκ' Εὐριπίδης.

{Α.} Εὐριπίδης γὰρ τοῦτ' ἔφασκεν; {Β.} ἀλλὰ τίς;

{Α.} Φιλόξενος δήπουθεν. {Β.} οὐδὲν διαφέρει,

ὦ τᾶν· ἐλέγχεις μ' ἕνεκα συλλαβῆς μιᾶς.

2

Κατεσκευασμένος

λαμπρότατον ἰατρεῖον εὐχάλκοις πάνυ

λουτηρίοισιν, ἐξαλείπτροις, κυλιχνίσιν,

σικύαισιν, ὑποθέτοισιν.

Tri

tit

{<ΤΡΙΤΑΓΩΝΙΣΤΗΣ.>}

1

Πολύ γ' ἐστὶ πάντων τῶν ποιητῶν διάφορος

ὁ Φιλόξενος. πρώτιστα μὲν γὰρ ὀνόμασιν

ἰδίοισι καὶ καινοῖσι χρῆται πανταχοῦ·

ἔπειτα τὰ μέλη μεταβολαῖς καὶ χρώμασιν

ὡς εὖ κέκραται. θεὸς ἐν ἀνθρώποισιν ἦν

ἐκεῖνος, εἰδὼς τὴν ἀληθῶς μουσικήν·

οἱ νῦν δὲ κισσόπλεκτα καὶ κρηναῖα καὶ

ἀνθεσιπότατα μέλεα μελέοις ὀνόμασιν

ποιοῦσιν ἐμπλέκοντες ἀλλότρια μέλη.

Tyr

tit

{<ΤΥΡΡΗΝΟΣ.>}

1

Ἀρετὴ τὸ προῖκα τοῖς φίλοις ὑπηρετεῖν.

{Β.} λέγεις ἔσεσθαι τὸν Τιθύμαλλον πλούσιον·

εἰσπράξεται γὰρ μισθὸν ἐκ τοῦ σοῦ λόγου

παρ' οἷς ἐδείπνει προῖκα σύλλεξιν συχνήν.

2

Δήμου δ' Ἁλαεύς ἐστιν. {Β.} ἓν γὰρ τοῦτό μοι

τὸ λοιπόν ἐστι, καὶ κακῶς ἀκούσομαι.

{Α.} τί δῆτα τοῦτο; {Β.} θρᾷτταν ἢ ψῆττάν τιν' ἢ

μύραιναν ἢ κακόν τί μοι δώσει μέγα

θαλάττιον.

Hyd

tit

{<ΥΔΡΙΑ.>}

1

Οὗτος δ' ὃν λέγω

ἐν γειτόνων αὐτῷ κατοικούσης τινὸς

ἰδὼν ἑταίρας εἰς ἔρωτ' ἀφίκετο,

ἀστῆς, ἐρήμου δ' ἐπιτρόπου καὶ συγγενῶν,

ἦθός τι χρυσοῦν πρὸς ἀρετὴν κεκτημένης,

ὄντως ἑταίρας· αἱ μὲν ἄλλαι τοὔνομα

βλάπτουσι τοῖς τρόποις γὰρ ὄντως ὂν καλόν.

Hyp

tit

{<ΥΠΝΟΣ.>}

Pha

tit

{<ΦΑΩΝ.>}

Phile

tit

{<ΦΙΛΕΤΑΙΡΟΣ.>}

1

Κομψός γε μικρὸς κρωμακίσκος οὑτοσί

γαλαθηνός.

Phili

tit

{<ΦΙΛΙΣΚΟΣ.>}

Philoth

tit

{<ΦΙΛΟΘΗΒΑΙΟΣ.>}

1

Πάντ' ἐστὶν ἡμῖν· ἥ τε γὰρ συνώνυμος

τῆς ἔνδον οὔσης ἔγχελυς Βοιωτία

τμηθεῖσα κοίλοις ἐν βυθοῖσι κακκάβης

χλιαίνετ', αἴρεθ', ἕψεται, παφλάζεται,

προσκάεθ'· ὥστε μηδ' ἂν εἰ χαλκοῦς ἔχων

μυκτῆρας εἰσέλθοι τις, ἐξελθεῖν πάλιν

εἰκῆ· τοσαύτην ἐξακοντίζει πνοήν.

{Β.} λέγεις μάγειρον ζῶντα; {Α.} πλησίον δέ γε

ταύτης ἄσιτος ἡμέραν καὶ νύχθ' ὅλην

κεστρεύς, λεπισθείς, πασθείς, στραφείς, χρωσθείς,

ὁμοῦ τι πρὸς τέλος μέρος δρόμου περῶν,

σίζει κεκραγώς, παῖς δ' ἐφέστηκε ῥανῶν

ὄξει, Λίβυς τε καυλὸς ἐξηρασμένος

ἀκτῖσι θείαις σιλφίου παραστατεῖ.

{Β.} εἶτ' οὐκ ἐπῳδούς φασιν ἰσχύειν τινές;

ἐγὼ γὰρ ἤδη τρεῖς ὁρῶ μασωμένους,

σοῦ ταῦτα συστρέφοντος. {Α.} ἥ τε σύννομος

τῆς κυφονώτου σῶμ' ἔχουσα σηπίας,

ξιφηφόροισι χερσὶν ἐξωπλισμένη

τευθὶς μεταλλάξασα λευκαυγῆ φύσιν

σαρκὸς πυρωτοῖς ἀνθράκων ῥαπίσμασιν,

ξανθαῖσιν αὔραις σῶμα πᾶν ἀγάλλεται,

δείπνου προφήτην λιμὸν ἐκκαλουμένη.

* * * * ὥστε γ' εἴσιθι·

μὴ μέλλε, χώρει· δεῖ γὰρ ἠριστηκότας

πάσχειν, ἐάν τι καὶ παθεῖν ἡμᾶς δέῃ.

2

Οὐ δεινόν ἐστι προσφάτους μὲν ἂν τύχῃ

πωλῶν τις ἰχθῦς, συναγαγόντα τὰς ὀφρῦς

τοῦτον σκυθρωπάζοντά θ' ἡμῖν προσλαλεῖν,

ἐὰν σαπροὺς κομιδῇ δέ, παίζειν καὶ γελᾶν;

τοὐναντίον γὰρ πᾶν ἔδει τούτους ποιεῖν·

τὸν μὲν γελᾶν, τὸν δ' ἕτερον οἰμώζειν μακρά.

Philok

tit

{<ΦΙΛΟΚΤΗΤΗΣ.>}

1

Σοφόν γέ τοί τι πρὸς τὸ βουλεύειν ἔχει

τὸ γῆρας, ὡς δὴ πόλλ' ἰδόν τε καὶ παθόν.

Philom

tit

{<ΦΙΛΟΜΗΤΩΡ.>}

1

Ἔμμητρον ἂν ᾖ τὸ ξύλον, βλάστην ἔχει.

Μητρόπολίς ἐστιν οὐχὶ Πατρόπολις πόλις.

Μήτραν τινὲς πωλοῦσιν ἥδιστον κρέας.

Μητρᾶς ὁ Χῖός ἐστι τῷ δήμῳ φίλος.

Philop

tit

{<ΦΙΛΟΠΑΤΩΡ.>}

1

Γεγάμηκε δήπου. {Β.} τί σὺ λέγεις; ἀληθινῶς

γεγάμηκεν, ὃν ἐγὼ ζῶντα περιπατοῦντά τε

κατέλιπον;

Philot

tit

{<ΦΙΛΩΤΙΣ.>}

1

Οὐκοῦν τὸ μὲν γλαυκίδιον ὥσπερ ἄλλοτε

ἕψειν ἐν ἅλμῃ; {Β.} φημί. {Α.} τὸ δὲ λαβράκιον;

{Β.} ὀπτᾶν ὅλον. {Α.} τὸν γαλεόν; {Β.} ἐν ὑποτρίμματι

ζέσαι. {Α.} τὸ δ' ἐγχέλειον; {Β.} ἅλες, ὀρίγανον,

ὕδωρ. {Α.} ὁ γόγγρος; {Β.} ταὐτόν. {Α.} ἡ βατίς; {Β.} χλόη.

{Α.} πρόσεστι θύννου τέμαχος. {Β.} ὀπτήσεις. {Α.} κρέας

ἐρίφειον; {Β.} ὀπτόν. {Α.} θάτερον; {Β.} τἀναντία.

{Α.} ὁ σπλήν; {Β.} σεσάχθω. {Α.} νῆστις; {Β.} ἀπολεῖ μ' οὑτοσί.

Phr

tit

{<ΦΡΕΑΡΡΙΟΣ.>}

1

Στακτὴ δυοῖν μναῖν οὐκ ἀρέσκει μ' οὐδαμῶς.

Chr

tit

{<ΧΡΥΣΙΣ.>}

1

Τῷ σατραποπλούτῳ δ', ὡς λέγουσι, νυμφίῳ,

κεκτημένῳ τάλαντα, παῖδας, ἐπιτρόπους,

ζεύγη, καμήλους, στρώματ', ἀργυρώματα,

φιάλας, τριήρεις, τραγελάφους, καρχήσια,

γαυλοὺς ὁλοχρύσους. {Β.} πλοῖα; {Α.} τοὺς κάδους μὲν οὖν

καλοῦσι γαυλοὺς πάντες οἱ προγάστορες.

2

Τέτταρες δ' αὐλητρίδες

ἔχουσι μισθὸν καὶ μάγειροι δώδεκα,

καὶ δημιουργοὶ μέλιτος αἰτοῦσαι σκάφας.

IFF

tit

{INCERTARUM FABULARUM FRAGMENTA.}

1-3

Τὸ δεῖπνόν ἐστι μᾶζα κεχαρακωμένη

ἀχύροις, πρὸς εὐτέλειαν ἐξωπλισμένη,

καὶ βολβὸς εἷς τις καὶ παροψίδες τινές,

σόγχος τις ἢ μύκης τις ἢ τοιαῦθ' ἃ δή

δίδωσιν ἡμῖν ὁ τόπος ἄθλι' ἀθλίοις.

τοιοῦτος ὁ βίος, ἀπύρετος, φλέγμ' οὐκ ἔχων. * * * *

Οὐδεὶς κρέως παρόντος ἐσθίει θύμον,

οὐδ' οἱ δοκοῦντες πυθαγορίζειν. * * * *

Τίς γὰρ οἶδ' ἡμῶν τὸ μέλλον ὅ τι παθεῖν

πέπρωθ' ἑκάστῳ τῶν φίλων; ταχὺ δὴ λαβών

ὄπτα μύκητας πρινίνους τουσδὶ δύο.

4

Τοῦ γάρ τις ἄλλου πρὸς θεῶν οὕνεκα

εὔξαιτο πλουτεῖν εὐπορεῖν τε χρημάτων,

ἢ τοῦ δύνασθαι παραβοηθεῖν τοῖς φίλοις,

σπείρειν τε καρπὸν Χάριτος ἡδίστης θεῶν;

τοῦ μὲν πιεῖν γὰρ καὶ φαγεῖν τὰς ἡδονάς

ἔχομεν ὁμοίας· οὐχὶ τοῖς λαμπροῖσι δέ

δείπνοις τὸ πεινῆν παύεται.

5

Οὗτοι δὲ πρὸς τὰ δεῖπνα τῶν ἐν τῇ πόλει

ἀφορῶσι * * * καὶ πέτονται δεξιῶς

ἐπὶ ταῦτ' ἄκλητοι

οὓς ἐκ κοινοῦ

ἔδει τρέφειν τὸν δῆμον, ἀεί θ' ὡσπερεί

Ὀλυμπίασί φασι ταῖς μυίαις ποιεῖν

βοῦν τοῖς ἀκλήτοις προκατακόπτειν πανταχοῦ.

6

Οἴμοι κακοδαίμων, τὸν τράχηλον ὡς ἔχω.

7

Σφαῖραν λαβών

τῷ μὲν διδοὺς ἔχαιρε, τὸν δ' ἔφευγ' ἅμα,

τοῦ δ' ἐξέκρουσε, τὸν δ' ἀνέστησεν πάλιν,

κλαγκταῖσι φωναῖς * * * *

ἔξω, μακράν, παρ' αὐτόν, ὑπὲρ αὐτόν, κάτω,

ἄνω, βραχεῖαν ἀπόδοσιν ἐγκαταστρέφει.

8

Φαινίνδα παίζων ᾔεις ἐν Φαινεστίου.

9

Ἐς μακαρίαν τὸ λουτρόν, ὡς διέθηκέ με.

ἑφθὸν κομιδῇ πεποίηκεν, ἀποκναίσειεν ἄν

κἂν ὁστισοῦν μου λαβόμενος τοῦ δέρματος.

οὕτω στερεόν τι πρᾶγμα θερμόν ἐσθ' ὕδωρ.

10

Τὸ δὲ

ζῆν εἰπέ μοι τί ἐστί; {Β.} τὸ πίνειν φήμ' ἐγώ.

ὁρᾷς παρὰ ῥείθροισι χειμάρροις ὅσα

δένδρων ἀεὶ τὴν νύκτα καὶ τὴν ἡμέραν

βρέχεται μέγεθος καὶ κάλλος οἷα γίγνεται,

τὰ δ' ἀντιτείνονθ' οἱονεὶ δίψαν τινά

ἢ ξηρασίαν σχόντ' αὐτόπρεμν' ἀπόλλυται.

11

Ἐξ Ἤλιδος μάγειρος, ἐξ Ἄργους λέβης,

Φλιάσιος οἶνος, ἐκ Κορίνθου στρώματα,

ἰχθῦς Σικυῶνος, Αἰγίου δ' αὐλητρίδες,

τυρὸς Σικελικός,

μύρον ἐξ Ἀθηνῶν, ἐγχέλεις Βοιώτιαι.

12

Κρύψαι, Φειδία,

ἅπαντα τἄλλα τις δύναιτ' ἂν πλὴν δυοῖν,

οἶνόν τε πίνων εἰς ἔρωτά τ' ἐμπεσών.

ἀμφότερα μηνύει γὰρ ἀπὸ τῶν βλεμμάτων

καὶ τῶν λόγων ταῦθ', ὥστε τοὺς ἀρνουμένους

μάλιστα τούτους καταφανεῖς ποιεῖ.

13

Οἴνῳ * * τὸν οἶνον ἐξελαύνειν,

σάλπιγγι τὴν σάλπιγγα, τῷ κήρυκι τὸν βοῶντα,

κόπῳ κόπον, ψόφῳ ψόφον, τριωβόλῳ δὲ πόρνην,

αὐθαδίαν αὐθαδίᾳ, Καλλίστρατον μαγείρῳ,

στάσιν στάσει, μάχῃ μάχην, ὑπωπίοις δὲ πύκτην,

πόνῳ πόνον, δίκῃ δίκην, γυναικὶ τὴν γυναῖκα.

14

Μεταλλάξαι διάφορα βρώματα

ἔσθ' ἡδύ, καὶ τῶν πολλάκις θρυλουμένων

διάμεστον ὄντα τὸ παραγεύσασθαί τινος

καινοῦ, παρέσχε διπλασίαν τὴν ἡδονήν.

15

Ἄλλοι δὲ καὶ δὴ βακχίου παλαιγενοῦς

ἀφρῷ σκιασθὲν χρυσοκόλλητον δέπας

μεστόν, κύκλῳ χορεῦον, ἕλκουσι γνάθοις

ὁλκοῖς ἀπαύστοις, παντελῶς ἐστραμμένον

τἄνω κάτω δεικνύντες.

17-18

Ἐὰν μὲν ἄρα πέπερι φέρῃ τις πριάμενος,

στρεβλοῦν γράφουσι τοῦτον ὡς κατάσκοπον.* * * *

Νῦν δεῖ περιόντα πέπερι καὶ καρπὸν βλίτου

ζητεῖν.

19

Οὑτοσὶ δέ σοι

τοῦ λευκοτάτου πάντων ἐλαίου Σαμιακοῦ

ἔστιν μετρητής.

20

Ἓν νόσημα τοῦτ' ἔχει·

ἀεὶ γὰρ ὀξύπεινός ἐστι. {Β.} Θετταλὸν λέγεις

κομιδῇ τὸν ἄνδρα.

21

Νήττας, σχαδόνας, κάρυ' ἐντραγεῖν, ᾤ', ἐγκρίδας,

ῥαφανῖδας ἀπλύτους, γογγυλίδας, χόνδρον, μέλι.

22

Ἀεὶ δὲ πρὸς Μούσαισι καὶ λόγοις πάρει,

ὅπου τε σοφίας ἔργον ἐξετάζεται.

23-24

Βίος θεῶν γάρ ἐστιν ὅταν ἔχῃς ποθέν

τἀλλότρια δειπνεῖν μὴ προσέχων λογίσμασιν.* * * *

Μακάριος ὁ βίος· δεῖ μ' ἀεὶ καινὸν πόρον

εὑρεῖν…

25-26

Ἄ…

The complete text is available when the reading interface loads.