Fragmenta
- Edition reference
- Fragmenta, ed. T. Kock, Comicorum Atticorum fragmenta, vol. 3, Leipzig: Teubner, 1888: 280–288.
- CTS identifier
urn:cts:greekLit:tlg0411.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
tit 1
{ΑΜΦΙΑΡΕΩΣ}
1
ἐμβαλόντες, ὦ πονηρὲ σύ,
εἰς σακκοπήραν αὐτὸν ἐπιθήσουσί που
ἐφ' ὑποζύγιον.
tit 2
{ΑΝΤΕΥΕΡΓΕΤΩΝ}
2
τοὺς στρωματεῖς ἔλυον.
tit 3
{ΑΠΟΚΑΡΤΕΡΟΥΝΤΕΣ}
3
σπουδάζω
tit 4
{ΑΠΟΛΕΙΠΟΥΣΑ}
4
τὴν ἐπωμίδα
πτύξας διπλῆν ἄνωθεν ἐνεκομβωσάμην.
tit 5
{ΓΡΑΜΜΑΤΕΙΔΙΟΠΟΙΟΣ}
5
ὦ πάντες ἄνθρωποι, τί τὸ ζῆν ἡδέως
παρέντες ἐπιμελεῖσθε τοῦ κακῶς ποιεῖν
πολεμοῦντες ἀλλήλους; πότερα πρὸς τῶν θεῶν
ἐπιστατεῖ τις τοῦ βίου νυνὶ τύχη
ἄγροικος ἡμῶν, οὐδὲ παιδείαν ὅλως
εἰδυῖα, τί τὸ κακόν ποτ' ἢ τί τἀγαθὸν
ἔστ' ἀγνοοῦσα παντελῶς εἰκῆ τέ πως
ἡμᾶς κυλίνδους' ὅντιν' ἂν τύχῃ τρόπον;
οἶμαί γε· πῶς γὰρ μᾶλλον ἂν προείλετο
Ἕλλην ἀληθῶς οὖσα λεπομένους ὁρᾶν
αὐτοὺς ὑφ' αὑτῶν καὶ καταπίπτοντας νεκρούς,
ἐξὸν ἱλαροὺς παίζοντας ὑποπεπωκότας
αὐλουμένους σποδεῖν; λέγ' αὐτή, γλυκυτάτη,
ἔλεγχ' ἄγροικον οὖσαν ἡμῶν τὴν τύχην.. . . . . . . . . . . .
οὐ τοῦτο τὸ ζῆν ἐστι τὸν καλούμενον
θεῶν ἀληθῶς βίον. ὅσῳ δ' ἡδίονα
τὰ πράγματ' ἐν ταῖς πόλεσιν ἦν ἂν ἢ τὰ νῦν,
εἰ μεταβαλόντες τὸν βίον διήγομεν·
πίνειν Ἀθηναίους ἅπαντας τοὺς μέχρι
ἐτῶν τριάκοντ', ἐξιέναι τοὺς ἱππέας
ἐπὶ κῶμον εἰς Κόρινθον ἡμέρας δέκα,
στεφάνους ἔχοντας καὶ μύρον πρὸ ἡμέρας,
τοὺς τὴν ῥάφανον πωλοῦντας ἕψειν Μεγαρέων,
εἰς τὸ βαλανεῖον ἀπιέναι τοὺς συμμάχους,
κεραννύναι τὸν οἶνον Εὐβοῆς. τρυφὴ
καὶ βίος ἀληθῶς. ἀλλ' ἀπαιδεύτῳ τύχῃ
δουλεύομεν.
tit 6-7
{ΔΙΑΒΟΛΟΣ}
6
καὶ κλῄεθ' ἡ θύρα μοχλοῖς· ἀλλ' οὐδὲ εἷς
τέκτων ὀχυρὰν οὕτως ἐποίησεν θύραν,
δι' ἧς γαλῆ καὶ μοιχὸς οὐκ εἰσέρχεται.
7
μέγα,
ὦ Φορμίων, γλωττόκομον· οὐκ ὀφθαλμιῶ.
tit 8-12
{ΕΚΥΡΑ}
8
ὀλίγαις ἐραστὴς γέγον' ἑταίραισιν, Σύρα,
βέβαιος.
9
σύ με παντάπασιν ἥγησαι λίθον.
10
οἱ γὰρ ἀτυχοῦντες τὸν χρόνον κερδαίνομεν,
(ὁπόσον ἂν ἀγνοῶ)μεν ἠτυχηκότες.
11
οὕτως ἕκαστός ἐστι παρὰ τὰ πράγματα
ἢ σεμνὸς ἢ ταπεινός.
12
Μυκόνιος φαλακρός
tit 13
{ΕΝΝΕΑ}
13
μαρσίπιόν τι μικρόν
tit 14-23
{ΕΠΙΔΙΚΑΖΟΜΕΝΟΣ}
23
μυρίας δίκας
tit 24
{ΙΕΡΕΙΑ}
24
καινόν γέ φασι Χαιρεφῶντ' ἐν τοῖς γάμοις
ὡς τὸν Ὀφέλαν ἄκλητον εἰσδεδυκέναι.
σπυρίδα λαβὼν γὰρ καὶ στέφανον, ὡς ἦν σκότος,
φάσκων παρὰ τῆς νύμφης ὁ τὰς ὄρνεις φέρων
ἥκειν, δεδείπνηχ', ὡς ἔοικεν, εἰσπεσών.
tit 25
{ΠΡΟΙΚΙΖΟΜΕΝΗ Η ΙΜΑΤΙΟΠΩΛΙΣ}
25
πλὴν τό γ' οἰνάριον πάνυ
ἦν ὀξὺ καὶ πονηρόν, ὥστ' ᾐσχυνόμην.
τὰ λοιπὰ μὲν γὰρ ὀξαλείους χωρία
συκᾶς φέρει, τοὐμὸν δὲ καὶ τὰς ἀμπέλους.
tit 26
{ΣΦΑΤΤΟΜΕΝΗ}
26
καλῶ δ' Ἄρη Νίκην τ' ἐπ' ἐξόδοις ἐμαῖς,
καλῶ δὲ Χαιρεφῶντα· κἂν γὰρ μὴ καλῶ,
ἄκλητος ἥξει.
tit 27
{ΑΔΗΛΟΥ ΔΡΑΜΑΤΟΣ}
27
οἶδ' ὅτι καλοῦμεν ῥάφανον, ὑμεῖς δ' οἱ ξένοι
κράμβην· γυναιξὶ διαφέρειν οἴει δέ τι;
{<ΑΜΦΙΑΡΕΩΣ.>}
1
Ἐμβαλόντες, ὦ πονηρὲ σύ,
εἰς σακκοπήραν αὐτὸν ἐπιθήσουσί που
ἐφ' ὑποζύγιον.
{<ΑΝΤΕΥΕΡΓΕΤΩΝ.>}{<ΑΠΟΛΕΙΠΟΥΣΑ.>} Τὴν ἐπωμίδαπτύξας διπλῆν ἄνωθεν ἐνεκομβωσάμην.{<ΑΠΟΚΑΡΤΕΡΟΥΝΤΕΣ.>}{<ΓΡΑΜΜΑΤΕΙΔΙΟΠΟΙΟΣ.>}
5
Ὦ πάντες ἄνθρωποι, τί τὸ ζῆν ἡδέως
παρέντες ἐπιμελεῖσθε τοῦ κακῶς ποιεῖν
πολεμοῦντες ἀλλήλους; πότερα πρὸς τῶν θεῶν
ἐπιστατεῖ τις τοῦ βίου νυνὶ τύχη
ἄγροικος ἡμῶν, οὔτε παιδείαν ὅλως
εἰδυῖα, τί τὸ κακόν ποτ' ἢ τί τἀγαθόν
ἔστ' ἀγνοοῦσα παντελῶς εἰκῆ τέ πως
ἡμᾶς κυλίνδους' ὅντιν' ἂν τύχῃ τρόπον;
οἶμαί γε· πῶς γὰρ μᾶλλον ἂν προείλετο
Ἕλλην ἀληθῶς οὖσα λεπομένους ὁρᾶν
αὐτοὺς ὑφ' αὑτῶν καὶ καταπίπτοντας νεκρούς,
ἐξὸν ἱλαροὺς παίζοντας ὑποπεπωκότας
αὐλουμένους ὡδί; λέγ' αὐτή, γλυκυτάτη,
ἔλεγχ' ἄγροικον οὖσαν ἡμῶν τὴν τύχην.
* * * *
5
Οὐ τοῦτο τὸ ζῆν ἐστι τὸν καλούμενον
θεῶν ἀληθῶς βίον. ὅσῳ δ' ἡδίονα
τὰ πράγματ' ἐν ταῖς πόλεσιν ἦν ἂν ἢ τὰ νῦν,
εἰ μεταβαλόντες τὸν βίον διήγομεν;
πίνειν Ἀθηναίους ἅπαντας, τοὺς μέχρι
ἐτῶν τριάκοντ' ἐξιέναι, τοὺς δ' ἱππέας
ἐπὶ κῶμον εἰς Κόρινθον ἡμέρας δέκα,
στεφάνους ἔχοντας καὶ μύρον πρὸ ἡμέρας,
τοὺς τὴν ῥάφανον πωλοῦντας ἕψειν Μεγαρέων,
εἰς τὸ βαλανεῖον ἀπιέναι τοὺς συμμάχους,
κεραννύναι τὸν οἶνον Εὐβοῆς. τρυφή
καὶ βίος ἀληθῶς. ἀλλ' ἀπαιδεύτῳ τύχῃ
δουλεύομεν.
{<ΔΙΑΒΟΛΟΣ.>}
6
Καὶ κλείεθ' ἡ θύρα μοχλοῖς· ἀλλ' οὐδὲ εἷς
τέκτων ὀχυρὰν οὕτως ἐποίησεν θύραν,
δι' ἧς γαλῆ καὶ μοιχὸς οὐκ εἰσέρχεται.
Μέγα,
7
ὦ Φορμίων, γλωττόκομον, οὐκ ὀφθαλμιῶ.
{<ΕΚΥΡΑ.>}
8
Ὀλίγαις ἐραστὴς γέγον' ἑταίραις, ὦ Σύρα,
βέβαιος.Σύ με παντάπασιν ἡγεῖ λίθον.
11
Οὕτως ἕκαστός ἐστι διὰ τὰ πράγματα
ἢ σεμνὸς ἢ ταπεινός.
{<ΕΝΝΕΑ.>}{<ΕΠΙΔΙΚΑΖΟΜΕΝΟΣ.>}* * * μόνος ἐπίσταται φιλεῖν φίλους.ἐγὼ γάρ εἰμι τῶν ἐμῶν ἐμὸς μόνος.{<ΙΕΡΕΙΑ.>}
24
Καινόν γέ φασι Χαιρεφῶντ' ἐν τοῖς γάμοις
ὡς τὸν Ὀφέλαν ἄκλητον εἰσδεδυκέναι.
σπυρίδα λαβὼν γὰρ καὶ στέφανον, ὡς ἦν σκότος,
φάσκων παρὰ τῆς νύμφης ὁ τὰς ὄρνεις φέρων
ἥκειν, δεδείπνηχ', ὡς ἔοικεν, εἰσπεσών.
tit 25
{<ΠΡΟΙΚΙΖΟΜΕΝΗ Η ΙΜΑΤΙΟΠΩΛΙΣ.>}
25
Πλὴν τό γ' οἰνάριον πάνυ
ἦν ὀξὺ καὶ πονηρόν, ὥστ' ᾐσχυνόμην.
τὰ λοιπὰ μὲν γὰρ ὀξαλείους χωρία
συκᾶς φέρει, τοὐμὸν δὲ καὶ τὰς ἀμπέλους.
{<ΣΦΑΤΤΟΜΕΝΗ.>}
26
Καλῶ δ' Ἄρη Νίκην τ' ἐπ' ἐξόδοις ἐμαῖς,
καλῶ δὲ Χαιρεφῶντα· κἂν γὰρ μὴ καλῶ,
ἄκλητος ἥξει.
{EX INCERTA FABULA.}
27
Οἶδ' ὅτι καλοῦμεν ῥάφανον, ὑμεῖς δ' οἱ ξένοι
κράμβην· γυναιξὶ διαφέρειν οἴει δὲ τί;
<ὁ μῦθόϲ ἐϲμεν Πάμφιλ' ἤδη γραῦϲ γέρων> ΑΠΟΛ[ΛΟ]ΔΩΡΟΥοὐκ εὖ λογίζ[η]ι πλοῦτ[ο]ν, ὦ Κλ?[ἀνδρὸϲ [ὁ]μόνοι[α]ν καὶ γυναικὸϲ ![ἐκ τ?ο?ῦ? [!!]λειν θ[!]α?υτ[!]ϲ ὁμονο[ιἐ?π?ὰν ὁ μὲν θ?λ?[ιβό]μενοϲ οἴκαδ' [εἰϲφέρηιπάνθ', ἡ [γ]υ[νὴ δὲ] μηθαμοῦ τα[!!!!]![!]ι?ἀ?λ?λην? ὁ?μ?ό?τ[ιμ]οϲ εἰϲ τὸ κοιν?[!!!!!!!!]ϲ?κατά[μα]θε τ[ὴ]ν μέλιτταν, ὡ[ϲ οὐδὲν πον]εῖἔξωθεν, ἀλλ' [ἐϲ] ταὐτὸ ταχὺ δ[πολύ· [τ]ὸ γὰρ ε[ἰϲ]ενεχθὲν α?θ?[!!!!]ζ[ἐπὰν δ' ἀναγκαϲθέντεϲ ἀν[θρ]ώ?π?ω?[ϲυνζῶ[ϲιν α]ὑτοῖϲ ἑκάτεροϲ ![!!]!!![!!]!!ποία[ν] κ?[α]τ?[ὰ λό]γ?ον οὐϲίαν ϲώϲειεν ἄν;τοδο?![!!!!!!]!α?ϲ?υτετ?α?!αγω?ϲ?μ?εϲτι[‵—′