The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. T. Kock, Comicorum Atticorum fragmenta, vol. 3, Leipzig: Teubner, 1888: 288–295.
CTS identifier
urn:cts:greekLit:tlg0412.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

tit 1

{ΑΔΕΛΦΟΙ}

1

ἀπραγμόνως ζῆν ἡδύ· μακάριος βίος

καὶ σεμνός, ἂν ᾖ μεθ' ἑτέρων ἀπραγμόνων

ἐν θηρίοις δὲ καὶ πιθήκοις ὄντα δεῖ

εἶναι πίθηκον· ὢ ταλαιπώρου βίου.

tit 2

{ΑΦΑΝΙΖΟΜΕΝΟΣ}

2

. . στρατιώτην ἔργον ἄχρι γήρως λαβεῖν

ἔστιν διηυτυχηκότ', ἂν μὴ δειλὸς ᾖ.

tit 3

{ΓΑΛΑΤΑΙ}

3

τοῖς γὰρ μεριμνῶσίν τε καὶ λυπουμένοις

ἅπασα νὺξ ἔοικε φαίνεσθαι μακρά.

tit 4-5

{ΔΙΑΜΑΡΤΑΝΩΝ}

4

ὅτε μειράκιον ἦν, τοὺς ἀώρους ἠλέουν,

νυνὶ δ' ὅταν γέροντος ἐκφορὰν ἴδω,

κλάω· πρὸς ἐμὲ γάρ ἐστι τοῦτ', ἐκεῖνο δ' οὔ.

5

καθίσω

tit 6

{ΚΙΘΑΡΩΙΔΟΣ}

6

οὐ πανταχοῦ Φρύξ εἰμι· τοῦ ζῆν ἢν ὁρῶ

κρεῖττον τὸ μὴ ζῆν, χρήσομαι τῷ κρείττονι.

tit 7-8

{ΛΑΚΑΙΝΑ}

7

μὴ καταφρόνει, Φιλῖν', ἐθῶν γεροντικῶν,

οἷς ἔνοχος, εἰς τὸ γῆρας ἂν ἔλθῃς, ἔσει.

ἀλλὰ μέγα τοῦθ' οἱ πατέρες ἠλαττώμεθα·

ὑμεῖς μὲν ὠνειδίσατ', ἐάν τι μὴ ποιῇ

ὁ πατὴρ προθύμως, ‘οὐ γέγονας αὐτὸς νέος;’

τῷ δὲ πατρὶ πρὸς τὸν υἱόν, ἂν ἀγνωμονῇ,

οὐκ ἔστιν εἰπεῖν ‘οὐ γέγονας αὐτὸς γέρων;’

8

φυσικόν γε τοῦθ'· ἕκαστος ἐν ταῖς ἀτυχίαις

ἥδιστα πρὸς τοὺς ὁμοπαθεῖς ὀδύρεται.

tit 9-10

{ΠΑΙΔΙΟΝ}

9

οὐδέποτ' ἀθυμεῖν τὸν κακῶς πράττοντα δεῖ,

ἄνδρες, τὰ βελτίω δὲ προσδοκᾶν ἀεί.

10

ταχύ γε στρατιώτης γέγονας ἀντ' ἐλευθέρου.

tit 11

{ΠΑΡΑΛΟΓΙΖΟΜΕΝΟΙ}

11

οὐ δεῖ λέγειν γὰρ μακάριον τὸν χρήματα

ἔχοντα πλεῖστα, τὸν δὲ μὴ λυπούμενον.

tit 12

{ΣΥΝΕΦΗΒΟΙ}

12

σχιστὸν χιτωνίσκον τιν' ἐνδέδυκας;

tit 13-23

{ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ}

13

δεῖ τὸν ἀκροατὴν καὶ συνετὸν ὄντως κριτὴν

πρὸ τῶν λεγομένων τὸν βίον διασκοπεῖν,

ποῖός τις ὁ λέγων καὶ πόθεν, καὶ τὴν ἀκμὴν

ἐκ παιδὸς αὐτοῦ πρὸς τί καταθέμενος.

αὑτοῦ προδότης κακός τε τῆς ὥρας φύλαξ·

μάλισθ' ὁ τοιοῦτος ἀνατρέπει πᾶσαν πόλιν.

οὐδὲν γὰρ αἰσχρόν ἐστιν αὐτὸν ἀποτυχεῖν.

πράττουσι πάντα· τὴν γὰρ αἰσχύνην πάλαι

πᾶσαν ἀπολωλέκασι καθ' ἑτέρας θύρας.

ὅθεν ἐπιχειρεῖ πάντ' ἀπηρυθριακότως

ἕκαστος αὐτῶν, πρὸς δὲ πάντ' ἐστὶν θρασύς,

ψεύδετ', ἐπιορκεῖ, μαρτυρεῖ, δικορραφεῖ,

κλέπτει, τελωνεῖ, ῥᾳδιουργεῖ· τὸ δὲ πέρας,

οὐ πόλιν ὅλην φυλὴν δὲ μαλακὸς ἀνατρέπει·

ἐπεὶ κατὰ μέρος τὰς πόλεις, ὦ φίλε, θεῶ,

ὑπὸ Λαισποδιῶν γάρ εἰσιν ἀνατετραμμέναι,

σκόπει· νεῶν δὲ κατάλογον δόξεις μ' ἐρεῖν.

14

εἰς οἰκίαν ὅταν τις εἰσίῃ φίλου,

ἔστιν θεωρεῖν, Νικοφῶν, τὴν τοῦ φίλου

εὔνοιαν εὐθὺς εἰσιόντα τὰς θύρας.

ὁ θυρωρὸς ἱλαρὸς πρῶτόν ἐστιν, ἡ κύων

ἔσηνε καὶ προσῆλθ', ὑπαντήσας δέ τις

δίφρον εὐθέως ἔθηκε, κἂν μηδεὶς λέγῃ

μηδέν.

15

μισῶ τύχην συνοῦσαν ἀτυχεῖ σώματι·

ὅστις γὰρ εὐπορῶν, παρὸν ζῆν ἡδέως,

κακῶς διάγει, τί ἄν τις ἄλλ' ἢ τῇ τύχῃ

μέμφοιτο, διότι δυστυχεῖ συνδυστυχεῖ.

16

οὐκ οἶδ' ὅτῳ πέποιθας· ἀργυρίῳ, πάτερ;

ὃ καιρὸς ὁ τυχὼν τοῖς μὲν οὐ κεκτημένοις

ἔδωκε, τῶν κεκτημένων δ' ἀφείλετο;

17

χαλεπὸν τύχη 'στὶ πρᾶγμα, χαλεπόν· ἀλλὰ δεῖ

αὐτὴν φέρειν κατὰ τρόπον ὥσπερ φορτίον.

18

χρόνον γὰρ εἰς τὰ πράγματ' ἂν λάβῃς,

ἅπαντα λήξει καὶ κατασταλήσεται.

19

μάστιγος οὔσης ὅρκον οἰκέτῃ δίδως;

20

ἐργοδοτῶν

21

μέλασμα

22

ῥάξαι

23

συντύχημα

tit 24-27

{ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ ΚΑΙ ΨΕΥΔΕΠΙΓΡΑΦΑ}

26

ἐγὼ γὰρ (ἔγωγ' ἂν Mein.) οὐ τὸν πλοῦτον ἴδοιμι ὅσος ἐστίν,

ἀλλ' ὅστις αὐτὸν κέκτηται, εἰ ὑπέρτερός ἐστιν ὧν ἔχει.

{<ΑΔΕΛΦΟΙ.>}

1

Ἀπραγμόνως ζῆν ἡδύ· μακάριος βίος

καὶ σεμνός, ἂν ᾖ μεθ' ἑτέρων ἀπραγμόνων·

ἐν θηρίοις δὲ καὶ πιθήκοις ὄντα δεῖ

εἶναι πίθηκον. ὢ ταλαιπώρου βίου.

{<ΑΦΑΝΙΖΟΜΕΝΟΣ.>}

2

Στρατιώτην ἔργον ἄχρι γήρως λαβεῖν

ἔστιν διευτυχηκότ', ἂν μὴ δειλὸς ᾖ.

{<ΓΑΛΑΤΑΙ.>}

3

Τοῖς γὰρ μεριμνῶσίν τε καὶ λυπουμένοις

ἅπασα νὺξ ἔοικε φαίνεσθαι μακρά.

{<ΔΙΑΜΑΡΤΑΝΩΝ.>}

4

Ὅτε μειράκιον ἦν, τοὺς ἀώρους ἠλέουν,

νυνὶ δ' ὅταν γέροντος ἐκφορὰν ἴδω,

κλάω· πρὸς ἐμὲ γάρ ἐστι τοῦτ', ἐκεῖνο δ' οὔ.

{<ΚΙΘΑΡΩΙΔΟΣ.>}

6

Οὐ πανταχοῦ Φρύξ εἰμι· τοῦ ζῆν ἢν ὁρῶ

κρεῖττον τὸ μὴ ζῆν, χρήσομαι τῷ κρείττονι.

{<ΛΑΚΑΙΝΑ.>}

7

Μὴ καταφρόνει, Φιλῖν', ἐθῶν γεροντικῶν,

οἷς ἔνοχος, εἰς τὸ γῆρας ἂν ἔλθῃς, ἔσει.

ἀλλὰ μέγα τοῦθ' οἱ πατέρες ἠλαττώμεθα·

ὑμεῖς μὲν ὠνειδίσατ', ἐάν τι μὴ ποιῇ

ὁ πατὴρ προθύμως, οὐ γέγονας αὐτὸς νέος;

τῷ δὲ πατρὶ πρὸς τὸν υἱόν, ἂν ἀγνωμονῇ,

οὐκ ἔστιν εἰπεῖν, οὐ γέγονας αὐτὸς γέρων;

Φυσικὸν τοῦθ' ἕκαστον ἐν ταῖς ἀτυχίαις

8

ἥδιστα τοῦθ' ὃ τοὺς ὁμοιοπαθεῖς ὀδύρεται.

{<ΠΑΙΔΙΟΝ.>}

9

Οὐδέποτ' ἀθυμεῖν τὸν κακῶς πράττοντα δεῖ,

ἄνδρες, τὰ βελτίω δὲ προσδοκᾶν ἀεί.

10

Ταχύ γε στρατιώτης γέγονας ἀντ' ἐλευθέρου.

{<ΠΑΡΑΛΟΓΙΖΟΜΕΝΟΙ.>}

11

Οὐ δεῖ λέγειν γὰρ μακάριον τὸν χρήματα

ἔχοντα πλεῖστα, τὸν δὲ μὴ λυπούμενον.

{<ΣΥΝΕΦΗΒΟΙ.>}

12

Σχιστὸν χιτωνίσκον τίν' ἐνδέδυκας.

{FABULARUM INCERTARUM FRAGMENTA.}

13

Δεῖ τὸν ἀκροατὴν καὶ συνετὸν ὄντως κριτήν

πρὸ τοῦ λεγομένου τὸν βίον διασκοπεῖν,

ποῖός τις ὁ λέγων καὶ πόθεν, καὶ τὴν ἀκμήν

ἐκ παιδὸς αὐτοῦ πρὸς τί καταθέμενος.

αὑτοῦ προδότης κακός τε τῆς ὥρας φύλαξ

μάλισθ' ὁ τοιοῦτος ἀνατρέπει πᾶσαν πόλιν.

οὐδὲν γὰρ αἰσχρόν ἐστιν αὐτὸν ἀποτυχεῖν.

πράττουσι πάντα· τὴν γὰρ αἰσχύνην πάλαι

πᾶσαν ἀπολωλέκασι καθ' ἑτέρας θύρας.

ὅθεν ἐπιχειρεῖ πάντ' ἀπηρυθριακότως

ἕκαστος αὐτῶν, πρὸς δὲ πάντ' ἐστὶν θρασύς,

ψεύδετ', ἐπιορκεῖ, μαρτυρεῖ, δικορραφεῖ,

κλέπτει, τελωνεῖ, ῥᾳδιουργεῖ· τὸ δὲ πέρας,

οὐ πόλιν ὅλην φυλὴν δὲ μαλακὸς ἀνατρέπει.

ἐπεὶ κατὰ μέρος τὰς πόλεις, ὦ φίλε Θέων,

ὑπὸ λαισποδιῶν γάρ εἰσιν ἀνατετραμμέναι,

σκόπει· νεῶν δὲ κατάλογον δόξεις μ' ἐρεῖν.

14

Εἰς οἰκίαν ὅταν τις εἰσίῃ φίλου,

ἔστιν θεωρεῖν, Νικοφῶν, τὴν τοῦ φίλου

εὔνοιαν εὐθὺς εἰσιόντα τὰς θύρας.

ὁ θυρωρὸς ἱλαρὸς πρῶτόν ἐστιν, ἡ κύων

ἔσηνε καὶ προσῆλθ', ὑπαντήσας δέ τις

δίφρον εὐθέως ἔθηκε, κἂν μηδεὶς λέγῃ

μηδέν.

15

Μισῶ τύχην συνοῦσαν ἀτυχεῖ σώματι·

ὅστις γὰρ εὐπορῶν, παρὸν ζῆν ἡδέως,

κακῶς διάγει, τί ἄν τις ἄλλ' ἢ τῇ τύχῃ

μέμφοιτο, διότι δυστυχεῖ σὺν τῇ τύχῃ.

16

Οὐκ οἶδ' ὅτῳ πέποιθας ἀργυρίῳ, πάτερ,

ὃ καιρὸς ὁ τυχὼν τοῖς μὲν οὐ κεκτημένοις

ἔδωκε, τῶν κεκτημένων δ' ἀφείλετο.

17

Χαλεπὸν τύχη 'στὶ πρᾶγμα, χαλεπόν· ἀλλὰ δεῖ

αὐτὴν φέρειν κατὰ τρόπον ὥσπερ φορτίον.

Μάστιγος οὔσης ὅρκον οἰκέτῃ δίδως;

18

Χρόνον γὰρ εἰς τὰ πράγματ' ἂν λάβῃς,

ἅπαντα λήξει καὶ κατασταλήσεται.