Fragmenta
- Edition reference
- Fragmenta, ed. T. Kock, Comicorum Atticorum fragmenta, vol. 3, Leipzig: Teubner, 1888: 276–277.
- CTS identifier
urn:cts:greekLit:tlg0416.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
tit 1
{ΔΙΑΜΑΡΤΑΝΩΝ}
1
Νικοστράτην τιν' ἤγαγον πρῴην σφόδρα
γρυπήν, Σκοτοδίνην ἐπικαλουμένην, ὅτι
δῖνόν ποτ' ἦρεν ἀργυροῦν ἐν τῷ σκότῳ.
{Β.} δῖνον καὶ δεινόν, ὦ θεοί.
tit 2-3
{ΘΗΣΑΥΡΟΣ}
2
πρῶτον ὠμῶν κειμένων
τῶν ἰχθύων πάρεισιν οἱ κεκλημένοι·
‘δίδου κατὰ χειρός.’ ‘τοὔψον οὐκ εἴσει λαβών;’
τὰς λοπάδας ἐπιθεὶς ἐπὶ τὸ πῦρ τοὺς ἄνθρακας
ἔρραν' ἐλαίῳ πάντα καὶ ποιῶ φλόγα.
ἐν ᾧ τὸ λάχανον αἵ τε τῶν παροψίδων
πάντ' ἄνδρα δριμύτητες εὐφραίνουσί μου,
ἑφθὸν τὸν ἰχθὺν ἀποδίδωμ', ἔχοντα τοὺς
χυμοὺς ἐν αὑτῷ τήν τε τῆς ἅλμης ἀκμήν,
εἰς ἣν ἂν ἐμβάψαιτο πᾶς ἐλεύθερος·
ἐλᾳδίου κοτύλη τε παραναλωμένη
σέσωκέ μοι τρίκλινα πεντήκοντ' ἴσως.
3
δραχμῶν τριῶν γλαυκίσκον . . . . .
γόγγρου κεφαλὴν καὶ τὰ πρῶτα τεμάχια
δραχμῶν πάλιν πέντ'. ὢ ταλαιπώρου βίου.
δραχμῆς τραχήλους. ἀλλὰ νὴ τὸν ἥλιον,
κἀμοὶ τράχηλον ἕτερον εἴ ποθεν λαβεῖν
ἦν καὶ πρίασθαι δυνατόν, ὃν ἔχω τοῦτον ἄν,
πρὶν εἰσενεγκεῖν ταῦτα δεῦρ', ἀπηγξάμην.
οὐδεὶς δεδιακόνηκεν ἐπιπονώτερον
ἅμα μὲν πρίασθαι πολλὰ καὶ πολλοῦ σφόδρα,
ἅμα δ' εἴ τι χρηστὸν ἀγοράσαιμ' ἀπωλλύμην,
‘κατέδοντ' ἐκεῖνοι τοῦτο’ πρὸς ἐμαυτὸν λέγων,
‘διαπυτιοῦς' οἶνον δὲ τοιοῦτον χαμαί’.
οἴμοι.
{<ΔΙΑΜΑΡΤΑΝΩΝ.>}
1
Νικοστράτην τίν' ἤγαγον πρώην σφόδρα
γρυπήν, Σκοτοδείνην ἐπικαλουμένην, ὅτι
δεῖνόν ποτ' ἦρεν ἀργυροῦν ἐν τῷ σκότῳ.
{Β.} δεῖνον καὶ δεινόν, ὦ θεοί.
{<ΘΗΣΑΥΡΟΣ.>}
2
Πρῶτον ὠμῶν κειμένων
τῶν ἰχθύων πάρεισιν οἱ κεκλημένοι·
„δίδου κατὰ χειρός.“ ”τοὔψον οἰχήσει λαβών.”
τὰς λοπάδας ἐπιθεὶς ἐπὶ τὸ πῦρ τοὺς ἄνθρακας
ἔρραν' ἐλαίῳ πάντα καὶ ποιῶ φλόγα.
ἐν ᾧ τὸ λάχανον αἵ τε τῶν παροψίδων
τὸν ἄνδρα δριμύτητες εὐφραίνουσί μοι,
ἑφθὸν τὸν ἰχθὺν ἀποδίδωμ', ἔχοντα τούς
χυμοὺς ἐν αὑτῷ τήν τε τῆς ἅλμης ἀκμήν,
εἰς ἣν ἂν ἐμβάψαιτο πᾶς ἐλεύθερος·
ἐλαδίου κοτύλης τε παραναλωμένης
σέσωκά μοι τρίκλινα πεντήκοντ' ἴσως.
3
Δραχμῶν τριῶν γλαυκίσκον . . . .
γόγγρου κεφαλὴν καὶ τὰ πρῶτα τεμάχια
δραχμῶν πάλιν πέντ'. ὢ ταλαιπώρου βίου.
δραχμῆς τραχήλους. ἀλλὰ νὴ τὸν ἥλιον,
κἀμοὶ τράχηλον ἕτερον εἴ ποθεν λαβεῖν
ἦν καὶ πρίασθαι δυνατόν, ὃν ἔχω τοῦτον ἄν,
πρὶν εἰσενεγκεῖν ταῦτα δεῦρ', ἀπηγξάμην.
οὐδεὶς δεδιηκόνηκεν ἐπιπονώτερον.
ἅμα μὲν πρίασθαι πολλὰ καὶ πολλοῦ σφόδρα,
ἅμα δ' εἴ τι χρηστὸν ἀγοράσαιμ' ἀπωλλύμην,
„κατέδοντ' ἐκεῖνοι τοῦτο“ πρὸς ἐμαυτὸν λέγων,
διαπυτιοῦς' οἶνον δὲ τοιοῦτον χαμαί.
οἴμοι.