Fragmenta
- Edition reference
- Fragmenta, ed. T. Kock, Comicorum Atticorum fragmenta, vol. 2, Leipzig: Teubner, 1884: 411–416.
- CTS identifier
urn:cts:greekLit:tlg0424.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
tit 1-2
{ΤΥΡΡΗΝΟΣ}
1
ὁ Πυθόδηλος οὑτοσὶ
ὁ Βαλλίων προσέρχετ' ἐπικαλούμενος,
μεθύουσά τ' ἐξόπισθεν ἡ σοφωτάτη
ἀποτυμπανισχὰς κατὰ πόδας πορεύεται.
2
οἶνος οὐκ ἔνεστιν
αὐτοῖς πρὸς ἑταίρους πρόφασιν ἐπὶ κῶμόν τινας,
ὅπερ ποιεῖν εἴωθε Γρυλίων ἀεί.
tit 3-4
{ΦΙΛΕΥΡΙΠΙΔΗΣ}
3
οὕτω γὰρ ἐπὶ τοῖς μέλεσι τοῖς Εὐριπίδου
ἄμφω νοσοῦσιν, ὥστε τἄλλ' αὐτοῖς δοκεῖν
εἶναι μέλη γιγγραντὰ καὶ κακὸν μέγα.
4
ἄλλον δ' ἰχθὺν
μεγέθει πίσυνόν τινα τοῖσδε τόποις
ἥκει κομίσας
γλαῦκός τις ἐν πόντῳ γαλεοὺς
σῖτον ὀψοφάγων καὶ λίχνων ἀνδρῶν
ἀγάπημα φέρων κατ' ὤμων.
τίνα τῷδ' ἐνέπω τὴν σκευασίαν;
πότερον χλωρῷ τρίμματι βρέξας,
ἢ τῆς ἀγρίας ἅλμης πάσμασι
σῶμα λιπάνας
πυρὶ παμφλέκτῳ παραδώσω;
ἔφα τις ὡς ἐν ἅλμῃ θερμῇ
τοῦτο φάγοι γ' ἑφθὸν ἀνὴρ Μοσχίων φίλαυλος.
βοᾷ δ' ὄνειδος ἴδιον, ὦ Καλαίδη·
σὺ μὲν ἀμφὶ σῦκα καὶ ἀμφὶ τάριχ' ἀγάλλει,
τοῦ δ' ἐν ἅλμῃ παρεόντος οὐ γεύει χαρίεντος ὄψου.
tit 5
{ΦΙΛΙΝΝΑ}
5
γυναικὶ δὴ πίστευε μὴ πίνειν ὕδωρ.
tit 6-8
{ΧΑΛΚΙΔΙΚΟΣ}
6
ὅτε τοῦ παρασιτεῖν πρῶτον ἠράσθην μετὰ
Φιλοξένου τῆς Πτερνοκοπίδος νέος ἔτ' ὤν,
πληγὰς ὑπέμενον κονδύλων καὶ τρυβλίων
ὀστῶν τε τὸ μέγεθος τοσαύτας ὥστε με
ἐνίοτε τοὐλάχιστον ὀκτὼ τραύματα
ἔχειν· ἐλυσιτέλει γάρ· ἥττων εἰμὶ γὰρ
τῆς ἡδονῆς. ἔπειτα καὶ τρόπον τινὰ
τὸ πρᾶγμά μοι λυσιτελὲς εἶναι νενόμικα.
οἷον φίλερίς τίς ἐστι καὶ μάχεταί τί μοι·
μετεβαλόμην πρὸς τοῦτον, ὅσα τ' εἴρηκέ με
κακῶς ὁμολογῶν εὐθέως οὐ βλάπτομαι.
πονηρὸς ὤν τε χρηστὸς εἶναί φησί τις·
ἐγκωμιάζων τοῦτον ἀπέλαβον χάριν.
γλαύκου βεβρωκὼς τέμαχος ἑφθὸν τήμερον
αὔριον ἕωλον τοῦτ' ἔχων οὐκ ἄχθομαι.
τοιοῦτος ὁ τρόπος ἐστὶν ἡ φύσις τέ μου.
7
τρύβλια, χύτρα, λοπάδιον, ὀξίς, χοῦς, ἁμίς,
λεκάνη, θυΐα, κάνθαρος, σείσων, λύχνος.
{Β.} ὑπηρεσία σοι παντελής, γραῦ, κεραμίων.
8
ζωμὸν ποιῶ
θερμὸν ἰχθὺν ἐπαναπλάττων, ἡμίβρωτα λείψανα
συντιθείς, οἴνῳ διαίνων, ἔντερ' ἁλὶ καὶ σιλφίῳ
σφενδονῶν, ἀλλᾶντα τέμνω, παραφέρω χορδῆς τόμον,
ῥύγχος εἰς ὄξος πιέζων, ὥστε πάντας ὁμολογεῖν
τῶν γάμων κρείττω γεγονέναι τὴν ἕωλον ἡμέραν.
tit 9-10
{ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ}
9
εἰ Μελέαγρος μὲν συγγενεῖς αὑτοῦ δύο
διὰ δέρμ' ὕειον μαχομένους ἀπέκτονεν.
10
ὅταν δανείζῃ τις πονηρῷ χρήματα
ἀνὴρ δικαίως τὸν τόκον λύπας ἔχει.
{<ΤΥΡΡΗΝΟΣ.>}
1
Ὁ Πυθόδηλος οὑτοσὶ
ὁ Βαλλίων προσέρχετ' ἐπικαλούμενος,
μεθύουσά τ' ἐξόπισθεν ἡ σοφωτάτη
ἀποτυμπανισχὰς κατὰ πόδας πορεύεται.
2
Οἶνος οὐκ ἔνεστι
αὐτοῖς πρὸς ἑταίρους πρόφασιν ἐπὶ κῶμόν τινας,
ὅπερ ποιεῖν εἴωθε Γρυλλίων ἀεί.
{<ΦΙΛΕΥΡΙΠΙΔΗΣ.>}
4
Ἄλλον δ' ἰχθὺν
μεγέθει πίσυνόν τινα τοῖσδε τόποις
ἥκει κομίσας
γλαῦκός τις ἐν πόντῳ γαλεοὺς
σῖτον ὀψοφάγων καὶ λίχνων ἀνδρῶν
ἀγάπημα φέρων κατὰ τῶν ὤμων.
τίνα τῷδ' ἐνέπω τὴν σκευασίαν;
πότερον χλωρῷ τρίμματι βρέξας,
ἢ τῆς ἀγρίας ἅλμης πάσμασι
σῶμα λιπάνας
πυρὶ παμφλέκτῳ παραδώσω;
ἔφα τις ὡς ἅλμῃ θερμῇ
τοῦτο φάγοι γ' ἑφθὸν ἀνὴρ Μοσχίων φίλαυλος.
βοᾷ δ' ὄνειδος ἴδιον, ὦ Καλαίδη·
σὺ μὲν ἀμφὶ σῦκα καὶ ἀμφὶ τάριχ' ἀγάλλει,
τοῦ δ' ἐν ἅλμῃ παρεόντος οὐ γεύει χαρίεντος ὄψου.
{<ΦΙΛΙΝΝΑ.>}
5
Γυναικὶ δὴ πίστευε μὴ πίνειν ὕδωρ.
{<ΧΑΛΚΙΔΙΚΟΣ>}
6
Ὅτε τοῦ παρασιτεῖν πρῶτον ἠράσθην μετὰ
Φιλοξένου τῆς Πτερνοκοπίδος νέος ἔτ' ὤν,
πληγὰς ὑπέμενον κονδύλων καὶ τρυβλίων
ὀστῶν τε τὸ μέγεθος τοσαύτας ὥστε με
ἐνίοτε τοὐλάχιστον ὀκτὼ τραύματα
ἔχειν· ἐλυσιτέλει γάρ· ἥττων εἰμὶ γὰρ
τῆς ἡδονῆς. ἔπειτα καὶ τρόπον τινὰ
τὸ πρᾶγμά μοι λυσιτελὲς εἶναι νενόμικα.
οἷον φίλερίς τίς ἐστι καὶ μάχεταί τί μοι·
μετεβαλόμην πρὸς τοῦτον, ὅσα τ' εἴρηκέ με
κακῶς ὁμολογῶν εὐθέως οὐ βλάπτομαι.
πονηρὸς ὤν τε χρηστὸς εἶναί φησί τις,
ἐγκωμιάζων τοῦτον ἀπέλαβον χάριν.
γλαύκου βεβρωκὼς τέμαχος ἑφθὸν τήμερον
αὔριον ἕωλον τοῦτ' ἔχων οὐκ ἄχθομαι.
τοιοῦτος ὁ τρόπος ἐστὶν ἡ φύσις τέ μου.
8
Ζωμὸν ποιῶ
θερμὸν ἰχθὺν ἐπαναπλάττων, ἡμίβρωτα λείψανα
συντιθείς, οἴονται ἄνω ἔντερ' ἁλὶ καὶ σιλφίῳ
σφενδονῶν, ἀλλᾶντα τέμνω, παραφέρω χορδῆς τόμον,
ῥύγχος εἰς ὄξος πιέζων, ὥστε πάντας ὁμολογεῖν
τῶν γάμων κρείττω γεγονέναι τὴν ἕωλον ἡμέραν.
7
Τρύβλια, χύτρα, λοπάδιον, ὀξίς, χοῦς, ἁμίς,
λεκάνη, θυΐα, κάνθαρος, σείσων, λύχνος.
{Β.} ὑπηρεσία σοι παντελής, γραῦ, κεραμίων.
{EX FABULIS INCERTIS.}Ὅταν δανείζῃ τις πονηρῷ χρήματαἀνήρ, δικαίως ἀντὶ τῶν τόκων ἔχειλύπας.
3
οὕτω γὰρ ἐπὶ τοῖς μέλεσι τοῖς Εὐριπίδου
ἄμφω νοσοῦσιν, ὥστε τἄλλ' αὐτοῖς δοκεῖν
εἶναι μέλη γιγγραντὰ καὶ κακὸν μέγα.