Fragmenta
- Edition reference
- Fragmenta, ed. T. Kock, Comicorum Atticorum fragmenta, vol. 3, Leipzig: Teubner, 1888: 326–329.
- CTS identifier
urn:cts:greekLit:tlg0425.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
tit 1
{ΑΙΤΩΛΟΣ}
1
ἄνθρωπος ὢν ἔπταικας· ἐν δὲ τῷ βίῳ
τέρας ἐστὶν εἴ τις ηὐτύχηκε διὰ βίου.
tit 2-3
{ΑΝΔΡΟΦΟΝΟΣ}
2
τῶν φιλοσόφων τοὺς σώφρονας ἐνταυθοῖ καλῶ,
τοὺς ἀγαθὸν αὑτοῖς οὐ διδόντας οὐδὲ ἕν,
τοὺς τὸν φρόνιμον ζητοῦντας ἐν τοῖς περιπάτοις
καὶ ταῖς διατριβαῖς ὥσπερ ἀποδεδρακότα.
ἄνθρωπ' ἀλάστωρ, διὰ τί συμβολὰς ἔχων
νήφεις; τί τηλικοῦτον ἀδικεῖς τοὺς θεούς;
τί τἀργύριον, ἄνθρωπε, τιμιώτερον
σαυτοῦ τέθεικας ἢ πέφυκε τῇ φύσει;
ἀλυσιτελὴς εἶ τῇ πόλει πίνων ὕδωρ·
τὸν γὰρ γεωργὸν καὶ τὸν ἔμπορον κακοῖς.
ἐγὼ δὲ τὰς προσόδους μεθύων καλὰς ποιῶ.
ἔπειθ' ἕωθεν περιάγεις τὴν λήκυθον,
καταμανθάνων τοὔλαιον, ὥστε περιφέρειν
ὡρολόγιον δόξεις τι, οὐχὶ λήκυθον.
3
ἐξὸν γυναῖκ' ἔχοντα κατακεῖσθαι καλὴν
καὶ Λεσβίου χυτρῖδε λαμβάνειν δύο·
ὁ φρόνιμός ἐστι τοῦτο, τοῦτο τἀγαθόν.
Ἐπίκουρος ἔλεγε ταῦθ' ἃ νῦν ἐγὼ λέγω.
εἰ τοῦτον ἔζων πάντες ὃν ἐγὼ ζῶ βίον,
οὔτ' ἄτοπος ἦν ἂν οὔτε μοιχὸς οὐδὲ εἷς.
tit 4
{ΕΥΕΡΓΕΤΑΙ}
4
εὖ γ', ὦ Σιβύνη, τὰς νύκτας οὐ καθεύδομεν,
οὐδ' ἀνατετράμμεθ', ἀλλὰ κάεται λύχνος,
καὶ βυβλίον ἐν ταῖς χερσί, καὶ φροντίζομεν
τί Σόφων καταλέλοιπ' ἢ τί Σημωνακτίδης
ὁ Χῖος, ἢ Τυνδάριχος ὁ Σικυώνιος,
ἢ Ζωπυρῖνος. {Β.} αὐτὸς εὕρηκας δὲ τί;
{Α.} τὰ μέγιστα. {Β.} ποῖα ταῦτα; {Α.} τοὺς τεθνηκότας—
tit 5-6
{ΣΥΝΕΞΑΠΑΤΩΝ}
5
ἀπολώλεκας τὸ μειράκιόν μου παραλαβών,
ἀκάθαρτε, καὶ πέπεικας ἐλθεῖν εἰς βίον
ἀλλότριον αὐτοῦ, καὶ πότους ἑωθινοὺς
πίνει διὰ σὲ νῦν, πρότερον οὐκ εἰθισμένος.
{Β.} εἶτ' εἰ μεμάθηκε, δέσποτα, ζῆν, ἐγκαλεῖς;
{Α.} ζῆν δ' ἐστὶ τὸ τοιοῦθ'; {Β.} ὡς λέγουσί γ' οἱ σοφοί.
ὁ γοῦν Ἐπίκουρός φησιν εἶναι τἀγαθὸν
τὴν ἡδονὴν δήπουθεν· οὐκ ἔστιν δ' ἔχειν
ταύτην ἑτέρωθεν, ἐκ δὲ τοῦ ζῆν παγκάλως
ἴσως ἅπαντας εὐτυχεῖν δώσεις ἐμοί.
{Α.} ἑόρακας οὖν φιλόσοφον, εἰπέ μοι, τινὰ
μεθύοντ' ἐπὶ τούτοις θ' οἷς λέγεις ζηλούμενον;
{Β.} ἅπαντας· οἱ γοῦν τὰς ὀφρῦς ἐπηρκότες
καὶ τὸν φρόνιμον ζητοῦντες ἐν τοῖς περιπάτοις
καὶ ταῖς διατριβαῖς ὥσπερ ἀποδεδρακότα,
οὕτως, ἐπὰν γλαυκίσκος αὐτοῖς παρατεθῇ,
ἴσασιν οὗ δεῖ πρῶτον ἅψασθαι τόπου
καὶ τὴν κεφαλὴν ζητοῦσιν ὥσπερ πράγματος,
ὥστ' ἐκπεπλῆχθαι πάντας.
tit 7-8
{ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ}
7
πολλῶν σφόδρ' ὄντων χἀτέρων ἐν τῷ βίῳ
ἐφ' οἷς ἅπαντες εἰκότως θορυβούμεθα,
μάλιστ' ἐμοὶ δήπουθε κινοῦσιν χολὴν
οἱ τῶν τρόπων φάσκοντες ἐπιεικῶς ἐρᾶν
καὶ λανθάνειν δοκοῦντες, ὅτι πεπλασμένως
τὸ πρᾶγμα περιπέττουσι κοὐκ ἀληθινῶς.
τίνα γὰρ ἔχει, πρὸς τῆς Ἀθηνᾶς, διαφορὰν
ὁ τῶν νεωτέρων τε καὶ λείων τρόπος
παρ' ὃν οἱ δασεῖς ἔχουσι καὶ προβεβηκότες;
{<ΑΙΤΩΛΟΣ.>}
1
Ἄνθρωπος ὢν ἔπταικας· ἐν δὲ τῷ βίῳ
τέρας ἐστὶν εἴ τις εὐτύχηκε διὰ βίου.
{<ΑΝΔΡΟΦΟΝΟΣ.>}
2
Τῶν φιλοσόφων τοὺς σώφρονας ἐνταυθοῖ καλῶ,
τοὺς ἀγαθὸν αὑτοῖς οὐ διδόντας οὐδὲ ἕν,
τοὺς τὸν φρόνιμον ζητοῦντας ἐν τοῖς περιπάτοις
καὶ ταῖς διατριβαῖς ὥσπερ ἀποδεδρακότα.
ἄνθρωπ' ἀλάστωρ, διὰ τί συμβολὰς ἔχων
νήφεις; τί τηλικοῦτον ἀδικεῖς τοὺς θεούς;
τί τἀργύριον, ἄνθρωπε, τιμιώτερον
αὐτοῦ τέθεικας ἢ πέφυκε τῇ φύσει;
ἀλυσιτελὴς εἶ τῇ πόλει πίνων ὕδωρ·
τὸν γὰρ γεωργὸν καὶ τὸν ἔμπορον κακοῖς.
ἐγὼ δὲ τὰς προσόδους μεθύων καλὰς ποιῶ.
ἔπειθ' ἕωθεν περιάγεις τὴν λήκυθον,
καταμανθάνων τοὔλαιον, ὥστε περιφέρειν
ὡρολόγιον δόξει τις, οὐχὶ λήκυθον.
3
Ἐξὸν γυναῖκ' ἔχοντα κατακεῖσθαι καλήν,
καὶ Λεσβίου χυτρῖδε λαμβάνειν δύο·
ὁ φρόνιμός ἐστι τοῦτο, τοῦτο τἀγαθόν.
Ἐπίκουρος ἔλεγε ταῦθ' ἃ νῦν ἐγὼ λέγω.
εἰ τοῦτον ἔζων πάντες ὃν ἐγὼ ζῶ βίον,
οὔτ' ἄτοπος ἦν ἂν οὔτε μοιχὸς οὐδὲ εἷς.
{<ΕΥΕΡΓΕΤΑΙ.>}
4
Εὖ γ' ὦ Σιβύνη, τὰς νύκτας οὐ καθεύδομεν,
οὐδ' ἀναγεγράμμεθ', ἀλλὰ κάεται λύχνος,
καὶ βιβλί' ἐν ταῖς χερσί, καὶ φροντίζομεν
τί Σόφων καταλέλοιπ' ἢ τί Σημωνακτίδης
ὁ Χῖος, ἢ Τυνδάριχος ὁ Σικυώνιος,
ἢ Ζωπυρῖνος. {Β.} αὐτὸς εὕρηκας δὲ τί;
{Α.} τὰ μέγιστα. {Β.} ποῖα ταῦτα; {Α.} τοὺς τεθνηκότας—
{<ΣΥΝΕΞΑΠΑΤΩΝ.>}
5
Ἀπολώλεκας τὸ μειράκιόν μου παραλαβών,
ἀκάθαρτε, καὶ πέπεικας ἐλθεῖν εἰς βίον
ἀλλότριον αὐτοῦ, καὶ πότους ἑωθινούς
πίνει διὰ σὲ νῦν πρότερον οὐκ εἰθισμένον.
{Β.} εἶτ' εἰ μεμάθηκε, δέσποτα, ζῆν ἐγκαλεῖς;
{Α.} ζῆν δ' ἐστὶ τὸ τοιοῦθ'; {Β.} ὡς λέγουσιν οἱ σοφοί.
ὁ γοῦν Ἐπίκουρός φησιν εἶναι τἀγαθόν
τὴν ἡδονὴν δήπουθεν. οὐκ ἔστιν δ' ἔχειν
ταύτην ἑτέρωθεν, ἐκ δὲ τοῦ ζῆν παγκάλως
εὔσως ἅπαντας ἦ τυχὸν δώσεις ἐμοί.
{Α.} ἑόρακας οὖν φιλόσοφον εἰπέ μοί τινα
μεθύοντ' ἐπὶ τούτοις θ' οἷς λέγεις κηλούμενον;
{Β.} ἅπαντας. οἱ γὰρ τὰς ὀφρῦς ἐπηρκότες
καὶ τὸν φρόνιμον ζητοῦντες ἐν τοῖς περιπάτοις
καὶ ταῖς διατριβαῖς ὥσπερ ἀποδεδρακότα,
οὕτως ἐπὰν γλαυκίσκος αὐτοῖς παρατεθῇ,
ἴσασιν οὗ δεῖ πρῶτον ἅψασθαι τόπου,
καὶ τὴν κεφαλὴν ζητοῦσιν ὥσπερ πράγματος,
ὥστ' ἐκπεπλῆχθαι πάντας.
{EX INCERTIS FABULIS.}
7
Πολλῶν σφόδρ' ὄντων χἀτέρων ἐν τῷ βίῳ
ἐφ' οἷς ἅπαντες εἰκότως θορυβούμεθα,
μάλιστ' ἐμοὶ δήπουθε κινοῦσιν χολήν
οἱ τῶν τρόπων φάσκοντες ἐπιεικῶς ἐρᾶν
καὶ λανθάνειν δοκοῦντες, ὅτι πεπλασμένως
τὸ πρᾶγμα παρακεντοῦσι κοὐκ ἀληθινῶς.
τίνα γὰρ ἔχει, πρὸς τῆς Ἀθηνᾶς, διαφοράν
ὁ τῶν νεωτέρων τε καὶ λείων τρόπος
παρ' ὃν οἱ δασεῖς ἔχουσι καὶ προβεβηκότες;