Fragmenta
- Edition reference
- Fragmenta, ed. T. Kock, Comicorum Atticorum fragmenta, vol. 2, Leipzig: Teubner, 1884: 408–410.
- CTS identifier
urn:cts:greekLit:tlg0432.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
tit 1-2
{ΚΙΘΑΡΩΙΔΟΣ}
1
τήνδ' ἐγὼ
μεστὴν ἅπαξ ἐπονομάσας προπίομαι
πίστωμα φιλίας συγγενέσι. πιὼν ἐρῶ
τὰ λοιπά· πνίγομαι γάρ. {Β.} ἀλλ' ἐπιρρόφει.
2
γόγγρων τε λευκῶν πᾶσι τοῖς κολλώδεσι
βρόχθιζε. τούτοις γὰρ τρέφεται τὸ πνεῦμα καὶ
τὸ φωνάριον ἡμῶν περίσαργον γίνεται.
tit 3
{ΚΟΡΙΝΘΙΟΙ}
3
εἰ τοῖς μεθυσκομένοις ἑκάστης ἡμέρας
ἀλγεῖν συνέβαινε τὴν κεφαλὴν πρὸ τοῦ πιεῖν
τὸν ἄκρατον, ἡμῶν οὐδὲ εἷς ἔπινεν ἄν.
νυνὶ δὲ πρότερον τοῦ πόνου τὴν ἡδονὴν
προλαμβάνοντες ὑστεροῦμεν τἀγαθοῦ.
tit 4
{ΠΑΝΔΡΟΣΟΣ}
4
λάβ' ὕδωρ κατὰ χειρός. {Β.} μηδαμῶς· καλῶς ἔχει.
{Α.} λάβ', ὦγάθ'· οὐδὲν χεῖρον. ἡ παῖς, ἐπιτίθει
ἐπὶ τὴν τράπεζαν κάρυα καὶ τραγήματα.
tit 5
{ΑΔΗΛΟΥ ΔΡΑΜΑΤΟΣ}
5
οἶνος Λέσβιος
ὃν αὐτὸς ἐποίησεν ὁ Μάρων μοι δοκῶ.
{<ΚΙΘΑΡΩΙΔΟΣ.>} Τήνδ' ἐγώμεστὴν ἅπαξ ἐπονομάσας προπίομαι
1
συγγενέσι πίστωμα φιλίας, πιὼν δ' ἐρῶ
τὰ λοιπά· πνίγομαι γάρ. {Β.} ἀλλ' ἐπιρρόφει.
2
Γόγγρων τε λευκῶν πᾶσι τοῖς κολλώδεσι
βρόχθιζε τούτοις γὰρ τρέφεται τὸ πνεῦμα καί
τὸ φωνάριον ἡμῶν περίσαρκον γίγνεται.
{<ΚΟΡΙΝΘΙΟΙ.>}
3
Εἰ τοῖς μεθυσκομένοις ἑκάστης ἡμέρας
ἀλγεῖν συνέβαινε τὴν κεφαλὴν πρὸ τοῦ πιεῖν
τὸν ἄκρατον, ἡμῶν οὐδὲ εἷς ἔπινεν ἄν.
νυνὶ δὲ πρότερον τοῦ πόνου τὴν ἡδονήν
προλαμβάνοντες ὑστεροῦμεν τἀγαθοῦ.
{<ΠΑΝΔΡΟΣΟΣ.>}
4
Λάβ' ὕδωρ κατὰ χειρός. {Β.} μηδαμῶς. καλῶς ἔχει.
{Α.} λάβ' ὦγάθ'. οὐδὲν χεῖρον. ἡ παῖς ἐπιτίθει
ἐπὶ τὴν τράπεζαν κάρυα καὶ τραγήματα.
{EX INCERTA FABULA.} Οἶνος Λέσβιος,ὃν αὐτὸς ἐποίησεν ὁ Μάρων ἐμοὶ δοκῶ.