Fragmenta
- Edition reference
- Fragmenta, ed. T. Kock, Comicorum Atticorum fragmenta, vol. 1, Leipzig: Teubner, 1880: 11–17, 19–21, 23–30, 32–43, 45, 47– 109, 113–130.
- CTS identifier
urn:cts:greekLit:tlg0434.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
tit 1-14
{ΑΡΧΙΛΟΧΟΙ}
1
κἀγὼ γὰρ ηὔχουν Μητρόβιος ὁ γραμματεὺς
σὺν ἀνδρὶ θείῳ καὶ φιλοξενωτάτῳ
καὶ πάντ' ἀρίστῳ τῶν Πανελλήνων πρώτῳ
Κίμωνι λιπαρὸν γῆρας εὐωχούμενος
αἰῶνα πάντα συνδιατρίψειν. ὁ δὲ λιπὼν
βέβηκε πρότερος.
2
οἷον σοφιστῶν σμῆνος ἀνεδιφήσατε.
3
ἤδη δέλφακες, χοῖροι δὲ τοῖσιν ἄλλοις.
4
εὕδοντι πρωκτὸς αἱρεῖ.
5
Δωδωναίῳ κυνὶ βωλοκόπῳ, τίτθη, γεράνῳ προσεοικώς.
6
εἶδες τὴν Θασίαν ἅλμην οἷ' ἄττα βαΰζει,
ὡς εὖ καὶ ταχέως ἀπετείσατο καὶ παραχρῆμα;
οὐ μέν τοι παρὰ κωφὸν ὁ τυφλὸς ἔοικε λαλῆσαι.
7
ἔνθα Διὸς μεγάλου θᾶκοι πεσσοί τε καλοῦνται.
8
ἡ μὲν δὴ πίννῃσι καὶ ὀστρείοισιν ὁμοίη.
9
ὠμολίνοις κόμη βρύους', ἀτιμίας πλέως.
10
Ἐρασμονίδη Βάθιππε τῶν ἀωρολείων.
tit 15-20
{ΒΟΥΚΟΛΟΙ}
15
ὃς οὐκ ἔδωκ' αἰτοῦντι Σοφοκλέει χορόν,
τῷ Κλεομάχου δ', ὃν οὐκ ἂν ἠξίουν ἐγὼ
ἐμοὶ διδάσκειν οὐδ' ἂν εἰς Ἀδώνια.
16
ἐν Καρὶ τὸν κίνδυνον ἐν ἐμοὶ δὴ δοκεῖ
πρώτῳ πεπειρᾶσθαι.
17
καὶ πρὸς τὸν οὐρανὸν σκια-
μαχῶν ἀπο-
κτίννυσι ταῖς ἀπειλαῖς.
tit 21
{ΒΟΥΣΙΡΙΣ}
21
ὁ βοῦς ἐκεῖνος χἠ μαγὶς καὶ τἄλφιτα.
tit 22-35
{ΔΗΛΙΑΔΕΣ}
22
Ὑπερβορέους αἴθρια τιμῶντας στέφη.
23
ἐτήσιοι γὰρ πρόσιτ' ἀεὶ πρὸς τὴν τέχνην.
24
ἦν ἆρ' ἀληθὴς ὁ λόγος, ὡς δὶς παῖς γέρων.
25-26
ἵνα σιωπῇ τῆς τέχνης ῥάζωσι τὸν λοιπὸν χρόνον.
ἔρραζε πρὸς τὴν γῆν, ὁ δ' ἠσκάριζε κἀπέπαρδε.
27
τῷ δ' ὑποτρίψας τι μέρος πνῖξον καθαρύλλως.
28-29
εἴ τις δ' ὑμῶν κάλλει προκριθῇ.
πρὶν παροῦσα διδάσκῃ.
30
τούτοισι δ' ὄπισθεν ἴτω δίφρον φέρων Λυκοῦργος
ἔχων καλάσιριν.
tit 36
{ΔΙΔΑΣΚΑΛΙΑΙ}
36
ὅτε σὺ τοὺς καλοὺς θριάμβους ἀναρύτους' ἀπηχθάνου.
tit 37-48
{ΔΙΟΝΥΣΑΛΕΞΑΝΔΡΟΣ}
37
ἔνεισιν ἐνταυθοῖ μάχαιραι κουρίδες,
αἷς κείρομεν τὰ πρόβατα καὶ τοὺς ποιμένας.
38
στολὴν δὲ δὴ τίν' εἶχε; τοῦτό μοι φράσον.
{Β.} θύρσον, κροκωτόν, ποικίλον, καρχήσιον.
39
οὐκ ἀλλὰ βόλιτα χλωρὰ κᾠσπωτὴν πατεῖν.
40
ἐν σαργανίσιν ἄξω ταρίχους Ποντικούς.
41
νακότιλτος ὡσπερεὶ κωδάριον ἐφαινόμην.
42
παραστάδας καὶ πρόθυρα βούλει ποικίλα.
43
ὁ δ' ἠλίθιος ὥσπερ πρόβατον βῆ βῆ λέγων βαδίζει.
44
τῶν βδελλολαρύγγων ἀνεπαγγέλτων αὐτῷ φοιτήσας ἐπὶ δεῖπνον.
45
οὐ γάρ τοι σύγε πρῶτος ἄκλητος φοιτᾷς ἐπὶ δεῖπνον ἄνηστις;
46
χηνοβοσκοί, βουκόλοι
47
κλίνην τὴν παράπυξον
48
ἡ γελγόπωλις
tit 49-64
{ΔΡΑΠΕΤΙΔΕΣ}
49
τὸν Κερκυόνα θ' ἕωθεν ἀποπατοῦντ' ἐπὶ
τοῖς λαχάνοις εὑρὼν ἀπέπνιξα.
50
δέχεσθε φιάλας τάσδε βαλανειομφάλους.
51
οὗτος, καθεύδεις; {Β.} οὐκ ἀναστήσεις βοῶν.
52
οἱ δὲ πυππάζουσι περιτρέχοντες, ὁ δ' ὄνος ὕεται.
53
φέρε νῦν σοι
ἐξ αἰθρίας καταπυγοσύνην μυὸς ἀστράψω Ξενοφῶντος.
54
τοὺς ὧδε μόνον στασιάζοντας καὶ βουλομένους τινὰς εἶναι.
55
ποδαπὰς ὑμᾶς εἶναι φάσκων, ὦ μείρακες, οὐκ ἂν ἁμάρτοιν;
56
Πανδιονίδα πόλεως βασιλεῦ
τῆς ἐριβώλακος, οἶσθ' ἣν λέγομεν,
καὶ κύνα καὶ πόλιν ἣν παίζουσιν.
57-58
Λάμπωνα, τὸν οὐ βροτῶν
ψῆφος δύναται φλεγυρὰ δείπνου φίλων ἀπείργειν. * * *
νῦν δ' αὖθις ἐρυγγάνει·
βρύκει γὰρ ἅπαν τὸ παρόν, τρίγλῃ δὲ κἂν μάχοιτο.
tit,ante 65
{ΕΜΠΙΜΠΡΑΜΕΝΟΙ Η ΙΔΑΙΟΙ}
tit 65-70
{ΕΥΝΕΙΔΑΙ}
65
ἥβης ἐκείνης, νοῦ δὲ τοῦδε καὶ φρενῶν.
66
ἐπίσχες αὐτοῦ, μὴ πέρα προβῇς λόγου.
69-70
Δωροῖ συκοπέδιλε.
τέκτονες εὐπαλάμων ὕμνων.
tit 71-84
{ΘΡΑΙΤΤΑΙ}
71
ὁ σχινοκέφαλος Ζεὺς ὅδε προσέρχεται
Περικλέης, τᾠδεῖον ἐπὶ τοῦ κρανίου
ἔχων, ἐπειδὴ τοὔστρακον παροίχεται.
72
ἐς τὸν καλιόν, ἢν τύχῃ, καθείργνυται.
73
ὅτι τοὺς κόρακος τἀξ Αἰγύπτου χρυσία κλέπτοντας ἔπαυσαν.
74
Πανὶ κακὸν δεῦρο μαστάω τινὰ
ποτὲ χαλκοῦν ἢ ξύλινον καὶ χρύσεον προσῆν.
οὐδαμῶς ξύλινος ἐκεῖνος * * * * * * * *
ἀλλὰ χαλκοῦς ὢν ἀπέδρα. πότερα Δαιδάλειος ἦν;
ἤ τις ἔκλεψεν αὐτόν;
76
τὴν πέρυσι βουλὴν ἐφεστώς.
77
ὀκτώπουν ἀνεγείρεις.
78
ἀπέφρησαν
79
ἀρκυωρός
80
δίλογχον
81
κακόδουλος
82
κύβηβον
tit 85-94
{ΚΛΕΟΒΟΥΛΙΝΑΙ}
85
Ἀκέστορα γὰρ ὅμως εἰκὸς λαβεῖν
πληγάς, ἐὰν μὴ συστρέψῃ τὰ πράγματα.
86
ἐπέδωκε βαλάνων ἄβακα τῶν ἐκ Φιττέως.
87
ἔστιν ἄκμων καὶ σφῦρα νεανίᾳ εὔτριχι πώλῳ.
90
ἐπισμῇ
91
ἰποῦμεν
92
παροψωνεῖν
93
σκάλωψ
94
φέροικος
tit 95
{ΛΑΚΩΝΕΣ}
95
φοβερὸν ἀνθρώποις τόδ' αὖ
κταμένοις ἐπ' αἰζηοῖσι καυχᾶσθαι μέγα.
tit 96-106
{ΜΑΛΘΑΚΟΙ}
96
ἀμοργὸν ἔνδον βρυτίνην νήθειν τινά.
97
τίς ἄρ' ἐρῶντά μ' οἶδεν, ὦ Γνήσιππ', ἐγὼ πολλῇ χολῇ.
οἴομαι γὰρ μηδὲν οὕτως μῶρον εἶναι καὶ κενόν.
98
παντοίοις γε μὴν κεφαλὴν ἀνθέμοις ἐρέπτομαι
λειρίοις, ῥόδοις, κρίνεσιν, κοσμοσανδάλοις, ἴοις,
καὶ σισυμβρίοις, ἀνεμωνῶν κάλυξί τ' ἠριναῖς,
ἑρπύλλῳ, κρόκοις, ὑακίνθοις, ἑλειχρύσου κλάδοις,
οἰνάνθῃσιν, ἡμεροκαλλεῖ τε τῷ φιλουμένῳ,
ἀνθρύσκου φόβῃ, * * * * * * * * *
τῷ τ' ἀειφρούρῳ μελιλώτῳ κάρα πυκάζομαι,
καὶ κύτισος αὐτόματος παρὰ Μέδοντος ἔρχεται.
100
λευκοὺς ὑπὸ ποσσὶν ἔχων πίλους.
tit 107-120
{ΝΕΜΕΣΙΣ}
107
ὄρνιθα τοίνυν δεῖ σε γίγνεσθαι μέγαν.
108
Λήδα, σὸν ἔργον· δεῖ ς' ὅπως εὐσχήμονος
ἀλεκτρυόνος μηδὲν διοίσεις τοὺς τρόπους,
ἐπὶ τῷδ' ἐπῴζους', ὡς ἂν ἐκλέψῃς καλὸν
ἡμῖν τι καὶ θαυμαστὸν ἐκ τοῦδ' ὄρνεον.
109
ὥστ' οὖν ἐσθίων τοῖς σιτίοισιν ἥδομαι.
ἅπαντα δ' εἶναί μοι δοκεῖ ῥοδωνιὰ
καὶ μῆλα καὶ σέλινα καὶ σισύμβρια.
110
Σπάρτην λέγω γε σπαρτίδα τὴν σπάρτινον.
111
μόλ' ὦ Ζεῦ ξένιε καὶ μακάριε.
112
Ψύρα τε τὴν Σπάρτην ἄγεις.
113-114
τἄλλα πάντ' ὀρνίθια.
ὄρνιθα φοινικόπτερον.
115
ἐν τῷ κύφωνι τὸν αὐχέν' ἔχων.
116
τῷ δὲ κοττάβῳ προθέντας ἐν πατρικοῖσι νόμοις τὸ κεινέου
ὀξυβάφοις βάλλειν μὲν τῷ πόντῳ δὲ βάλλοντι νέμω πλεῖ-
στα τύχης.
120
ἀπόκινον
tit 121-134
{ΝΟΜΟΙ}
121
ὁ δὲ Ζεὺς ὀσταφίσιν ὕσει τάχα.
122
ἀλλὰ μὰ Δί' οὐκ οἶδ' ἔγωγε γράμματ' οὐδ' ἐπίσταμαι,
ἀλλ' ἀπὸ γλώττης φράσω σοι· μνημονεύω γὰρ καλῶς.
123
οὐκ ἀπερρήσεις σὺ θᾶττον; ἀποτιλῶ σε τήμερον.
124
χρυσίδι σπένδων γέγραφε τοῖς ὄφεσι πιεῖν διδούς.
125
καὶ δρόσον βάλλων ἕωθεν χλιαρὸς ταγηνίας.
126
ἦ πρεσβῦται πάνυ γηραλέοι σκήπτροισιν ἄκασκα προβῶντες.
127
νῦν γὰρ δή σοι πάρα μὲν θεσμοὶ
τῶν ἡμετέρων, πάρα δ' ἄλλ' ὅ τι χρῇς.
128
ὑμῶν εἷς μὲν ἕκαστος ἀλώπηξ δωροδοκεῖται.
129
τυρῷ καὶ μίνθῃ παραλεξάμενος καὶ ἐλαίῳ.
131
σανδάλια Τυρρηνικά
132
σχοίνινον ἡθμόν
tit 135-150
{ΟΔΥΣΣΗΣ}
135
οὔπω '/πιον τοιοῦτον οὐδὲ πίομαι
Μάρωνα.
136
{ΚΥΚΛΩΨ.} πώποτ' εἶδες, εἰπέ μοι,
τὸν ἄνδρα; {ΟΔΥΣΣ.} Λαέρτα φίλον παῖδ'; ἐν Πάρῳ,
σικυὸν μέγιστον σπερματίαν ὠνούμενον.
137
οἱ δ' ἀλυσκάζουσιν ὑπὸ ταῖς κλινίσιν.
138-139
τίνες αὖ πόντον κατέχους' αὖραι; νέφος οὐράνιον τόδ' ὁρῶμαι.
ὡς ἂν μᾶλλον τοῖς πηδαλίοις ἡ ναῦς ἡμῶν πειθαρχῇ.
140
ἐπ' ἀριστέρ' ἀεὶ τὴν ἄρκτον ἔχων λάμπουσαν, ἕως ἂν ἐφεύρῃς.
141
τῆ νῦν τόδε πῖθι λαβὼν ἤδη, καὶ τοὔνομά μ' εὐθὺς ἐρώτα.
142
ἧσθε πανημέριοι χορταζόμενοι γάλα λευκόν,
πυὸν δαινύμενοι, κἀμπιμπλάμενοι πυριάτῃ.
143
ἀνθ' ὧν πάντας ἑλὼν ὑμᾶς ἐρίηρας ἑταίρους,
φρύξας, ἑψήσας, κἀπ' ἀνθρακιᾶς ὀπτήσας
εἰς ἅλμην τε καὶ ὀξάλμην κᾆτ' ἐς σκοροδάλμην
χλιαρὸν ἐμβάπτων, ὃς ἂν ὀπτότατός μοι ἁπάντων
ὑμῶν φαίνηται, κατατρώξομαι, ὦ στρατιῶται.
144
σιγάν νυν ἅπας ἔχε σιγάν,
καὶ πάντα λόγον τάχα πεύσει·
ἡμῖν δ' Ἰθάκη πατρίς ἐστιν,
πλέομεν δ' ἅμ' Ὀδυσσέι θείῳ.
145
νεοχμόν τι παρῆχθαι ἄθυρμα.
146
οὐκ ἰδίᾳ τάδ' οὐκετὸν θοι τἀπὶ Χαριξένης.
147
τέμαχος ὀρφὼ χλιαρόν
148
δέλφακας μεγάλους
tit 151-159
{ΠΑΝΟΠΤΑΙ}
152
μισεῖς γὰρ τὰς γυναῖκας, πρὸς παιδικὰ δὲ τρέπῃ νῦν.
153
κρανία δισσὰ φορεῖν, ὀφθαλμοὶ δ' οὐκ ἀριθμητοί.
154
ἀλλοτριογνώμοις ἐπιλήσμοσι μνημονικοῖσιν.
157
διὰ πάντων ἀγών
158
γέγηθα τὸν ἄνδρα
159
σκευωρόν
tit 160-168
{ΠΛΟΥΤΟΙ}
160
αὐτόματα τοῖσι θεὸς ἀνίει τἀγαθά.
161
ἐγὼ γάρ εἰμι θυννὶς ἢ μελαινὰς ἢ
καὶ θύννος, ὀρφώς, γλαῦκος, ἔγχελυς, κύων.
162
ἄρξει γὰρ αὐτοῖς διποδία καλῶς.
163
περὶ σιαγόνος βοείας μαχόμενος.
164
ἆρ' ἀληθῶς τοῖς ξένοισιν ἔστιν, ὡς λέγους', ἐκεῖ
πᾶσι τοῖς ἐλθοῦσιν ἐν τῇ κοπίδι θοινᾶσθαι καλῶς;
ἐν δὲ ταῖς λέσχαισι φύσκαι προσπεπατταλευμέναι
κατακρέμανται, τοῖσι πρεσβύταισιν ἀποδάκνειν ὀδάξ;
165
οἷς δὴ βασιλεὺς Κρόνος ἦν τὸ παλαιόν,
ὅτε τοῖς ἄρτοις ἠστραγάλιζον, μᾶζαι δ' ἐν ταῖσι παλαίστραις
Αἰγιναῖαι κατεβέβληντο δρυπεπεῖς βώλοις τε κομῶσαι.
166
μὴ ξυντυχίᾳ βαρυνόμενοι
167
ἀνανεοῦσθαι
168
ἀναπηρίαν
tit 169-180
{ΠΥΛΑΙΑ}
169
οἱ δ' αὖθ' ἡμεῖς, ὡς ὁ παλαιὸς
λόγος, αὐτομάτους ἀγαθοὺς ἰέναι
κομψῶν ἐπὶ δαῖτα θεατῶν.
170
ᾗ Διονυσίοις ἀκύλοις παίζους' ἀνέμενοι τρόπα.
172
ἄνδρας σοφοὺς χρὴ τὸ παρὸν πρᾶγμα καλῶς εἰς δύναμιν
τίθεσθαι.
175
γλῶσσαν εὐέρων βοτῶν.
177
αὐτὸ δείξει
178
Γοργῶπις
179
κορωνιδεύς
tit 181-204
{ΠΥΤΙΝΗ}
181
ἀλλ' ἐπανατρέψαι βούλομαί σου τὸν λόγον.
πρότερον ἐκεῖνος πρὸς ἑτέραν γυναῖκ' ἔχων
τὸν νοῦν, κακὰς εἴποι πρὸς ἑτέραν· ἀλλ'
ἅμα μὲν τὸ γῆρας, ἅμα δέ μοι δοκεῖ
οὐδέποτ' αὐτοῦ πρότερον.
182
γυνὴ δ' ἐκείνου πρότερον ἦ, νῦν δ' οὐκέτι.
183
νῦν δ' ἢν ἴδῃ Μενδαῖον ἡβῶντ' ἀρτίως
οἰνίσκον, ἕπεται κἀκολουθεῖ καὶ λέγει,
οἴμ' ὡς ἁπαλὸς καὶ λευκός. ἆρ' οἴσει τρία;
184
τὸν δ' ἴσον ἴσῳ φέροντ'· ἐγὼ δ' ἐκτήκομαι.
185
τὴν μὲν παρασκευὴν ἴσως γιγνώσκετε.
186
ἄναξ Ἄπολλον, τῶν ἐπῶν τῶν ῥευμάτων.
καναχοῦσι πηγαί, δωδεκάκρουνον τὸ στόμα,
Ἰλισὸς ἐν τῇ φάρυγι· τί ἂν εἴποιμ' ἔτι;
εἰ μὴ γὰρ ἐπιβύσει τις αὐτοῦ τὸ στόμα,
ἅπαντα ταῦτα κατακλύσει ποιήμασιν.
187
πῶς τις αὐτόν, πῶς τις ἂν
ἀπὸ τοῦ πότου παύσειε, τοῦ λίαν πότου;
ἐγᾦδα. συντρίψω γὰρ αὐτοῦ τοὺς χόας,
καὶ τοὺς καδίσκους συγκεραυνώσω σποδῶν,
καὶ τἄλλα πάντ' ἀγγεῖα τὰ περὶ τὸν πότον,
κοὐδ' ὀξύβαφον οἰνηρὸν ἔτι κεκτήσεται.
188
ἀτὰρ ἐννοοῦμαι δῆτα τῆς μοχθηρίας
τῆς ἠλιθιότητος τῆς ἐμῆς.
189
ὄψει γὰρ αὐτὴν ἐντὸς οὐ πολλοῦ χρόνου
παρὰ τοῖσι δεσμώταισι καταπιττουμένην.
190
ἆρ' ἀραχνίων μεστὴν ἔχεις τὴν γαστέρα.
191
ἀλλ' οὐδὲ λάχανον οὐδὲν οὐδ' ὀστοῦν ἔτι
ὁρῶ.
192
ὡς λεπτός, ἦ δ' ὅς, ἔσθ' ὁ τῆς χορδῆς τόμος.
193
τοὺς μὲν ἐκ προχοιδίου,
τοὺς δ' ἐκ καδίσκου.
194
ἀπὸ ποτέρου τὸν καῦνον ἀριθμήσεις;
195
ληρεῖς ἔχων· γελοῖος ἔσται Κλεισθένης κυβεύων
ἐν τῇδε τῇ κάλλους ἀκμῇ.
196
Ὑπέρβολον δ' ἀποσβέσας ἐν τοῖς λύχνοισι γράψον.
197
οὐ δύνανται πάντα ποιοῦσαι νεωσοίκων λαχεῖν,
οὐδὲ κάννης.
198
ὦ λιπερνῆτες πολῖται, τἀμὰ δὴ ξυνίετε
ῥήματα.
199
οἶνός τοι χαρίεντι πέλει ταχὺς ἵππος ἀοιδῷ,
ὕδωρ δὲ πίνων οὐδὲν ἂν τέκοι σοφόν.
tit,ante 205
{ΣΑΤΥΡΟΙ}
tit 205-217
{ΣΕΡΙΦΙΟΙ}
205
αἶρε δεῦρο τοὺς βρικέλους.
206
οὕτω σταθερῶς τοῖς λωποδύταις ὁ πόρος πεινῶσι παφλάζει.
207
ἐς Συρίαν δ' ἐνθένδ' ἀφικνεῖ μετέωρος ὑπ' αὔρας.
{Β.} ἱμάτιον μοχθηρόν, ὅταν βορρᾶς καταπνεύσῃ.
208
εἶτα Σάκας ἀφικνεῖ καὶ Σιδονίους καὶ Ἐρεμβούς,
ἔς τε πόλιν δούλων, ἀνδρῶν νεοπλουτοπονήρων,
αἰσχρῶν, Ἀνδροκλέων, Διονυσοκουρώνων.
209
οἰκοῦσιν φεύγοντες, ἀίδρυτον κακὸν ἄλλοις.
211
χαίρετε πάντες ὅσοι πολύβωτον ποντίαν Σέριφον.
213
πολυτρήτοις φῳσί
214
ἀμοργοί
tit 218-227
{ΤΡΟΦΩΝΙΟΣ}
218
οὐ σῖτον ἄρασθ', οὐχ ὕπνου λαχεῖν μέρος.
219
ξίφιζε καὶ σπόδιζε καὶ διαρρικνοῦ.
220
χαίρετε δαίμονες, οἳ Λεβάδειαν Βοιώτιον οὖθαρ ἀρούρης—
221
οὐδ' Αἰξωνίδ' ἐρυθρόχρων ἐσθίειν ἔτι τρίγλην,
οὐδὲ τρυγόνος, οὐδὲ δεινοῦ φυὴν μελανούρου—
222
ἔγειρε δὴ νῦν, Μοῦσα, Κρητικὸν μέλος.
χαῖρε δή, Μοῦσα· χρονία μὲν ἥκεις, ὅμως δ'
ἦλθες· οὐ πρίν γε δεῖν, ἴσθι σαφές, ἀλλ' ὅπως—
224
ἐπέθηκεν ἐπιστολήν
225
παρεῖαι ὄφεις
227
λυχνοκαΐαν
tit,ante 228
{ΧΕΙΜΑΖΟΜΕΝΟΙ}
tit 228-249
{ΧΕΙΡΩΝΕΣ}
228
οἰκῶ δὲ νῆσον, ὡς μὲν ἀνθρώπων λόγος,
ἐσπαρμένος κατὰ πᾶσαν Αἴαντος πόλιν.
229
ὄνοι δ' ἀπωτέρω κάθηνται τῆς λύρας.
231
οἷς ἦν μέγιστος ὅρκος
ἅπαντι λόγῳ κύων, ἔπειτα χήν, θεοὺς δ' ἐσίγων.
232
ἄγε δὴ πρὸς ἕω πρῶτον ἁπάντων ἵστω καὶ λάμβανε χερσὶν
σχῖνον μεγάλην.
233
καὶ πρῶτον μὲν παρὰ ναυτοδικῶν ἀπάγω τρία κνώδαλ' ἀναιδῆ
[Πεισίαν, Ὀσφύωνα, Διειτρέφη.]
234
ἐξ ἀσαμίνθου κύλικος λείβων.
235
σκῆψιν μὲν Χείρωνες ἐλήλυμεν, ὡς ὑποθήκας—
236
Κλειταγόρας ᾄδειν, ὅταν Ἀδμήτου μέλος αὐλῇ.
237
ταῦτα δυοῖν ἐτέοιν ἡμῖν μόλις ἐξεπονήθη.
238
μακάριος ἦν ὁ πρὸ τοῦ βίος
βροτοῖσι πρὸς τὰ νῦν, ὃν εἶχον ἄνδρες
ἀγανόφρονες ἡδυλόγῳ σοφίᾳ βροτῶν περισσοκαλλεῖς.
239
ἁπαλὸν δὲ σισύμβριον ἢ ῥόδον ἢ κρίνον παρ' οὖς ἐθάκει·
μετὰ χερσὶ δὲ μῆλον ἔχων σκίπωνά τ' ἠγόραζον.
240
Στάσις δὲ καὶ πρεσβυγενὴς Κρόνος ἀλλήλοισι μιγέντε
μέγιστον τίκτετον τύραννον,
ὃν δὴ κεφαληγερέταν θεοὶ καλέουσιν.
241
Ἥραν τέ οἱ Ἀσπασίαν τίκτει Καταπυγοσύνη
παλλακὴν κυνώπιδα.
244
δωροδοκούντων αἲξ οὐρανία
245
Βοῦθος περιφοιτᾷ
246
Ἰθακησία ὀρτυγομήτρα
249
βιβλιαγράφον
tit 250-272
{ΩΡΑΙ}
250
ἀλλ' ἦν ὅτ' ἐν φώσωνι τὴν ἴσην ἔχων
μετ' ἐμοῦ διῆγες οἴναρον, ἕλκων τῆς τρυγός.
251
μῶν βδελυγμία ς' ἔχει;
πτερὸν ταχέως τις καὶ λεκάνην ἐνεγκάτω.
252
ταῦτ' αὐτὰ πράττω, 'φασκ' ἀνὴρ οὐδὲν ποιῶν.
253
ἴσως πυρορραγὲς κακῶς τ' ὠπτημένον.
254
ἔδει παρέχειν ὅ τι τις εὔξαιτ' ἐμβραχύ.
255
ἐκεῖνος αὐτὸς ἐκμεμαγμένος.
256
ἴτω δὲ καὶ τραγῳδίας
ὁ Κλεομάχου διδάσκαλος,
παρατιλτριῶν ἔχων χορὸν
λυδιστὶ τιλλουσῶν μέλη
πονηρά.
257
ἐφθάρη μαρίλης τὴν φάρυγα πλέαν ἔχων.
258
μακάριος τῶν παιδικῶν
259
ὥσπερ ὁ Περσικὸς ὥραν πᾶσαν καναχῶν ὁλόφωνος ἀλέκτωρ.
260
οὐδὲ πρὸς εἶδος ἄρ' ἦν οὐδὲν προσιδόντι τεκμαρτόν.
264
ψήφισμα ἔθηκεν
265
γαλιδέως
268
ξυστίς
269
προσκεφάλαιον
271
φελλέα
272
ὡραΐζεσθαι
tit 273-455
{ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ}
273
πιεῖν δὲ θάνατος οἶνον ἢν ὕδωρ ἐπῇ.
ἀλλ' ἴσον ἴσῳ μάλιστ' ἀκράτου δύο χόας
πίνους' ἀπ' ἀγκύλης ἐπονομάζους' ἅμα
ἵησι λάταγας τῷ Κορινθίῳ πέει.
274
πρὸς τοῦ Σόλωνος καὶ Δράκοντος οἷσι νῦν
φρύγουσιν ἤδη τὰς κάχρυς τοῖς κύρβεσιν.
275
τῇ μάστιγι κνάψειν εὖ μάλα
ἢ συμπατῆσαι.
276
τοὺς ἐξοδίους ὑμῖν ἵν' αὐλῶ τοὺς νόμους.
277
τὴν χεῖρα μὴ 'πίβαλλε, μὴ κλάων καθῇς.
278
εἰ πρῶτος ἔλθοις κἂν καθίζεσθαι λάβοις.
279
ἐφ' ᾧ τ' ἔμ' αὐτὴν συγκαθεύδειν τῷ πατρί.
280
ὁ τάλαρος ὑμῖν διάπλεως ἔσται γάρου.
281
ποιμὴν καθέστηκ' αἰπόλος καὶ βουκόλος.
282
τοῦτον μὲν οὖν καλῶς διεπηνίκισας λόγον.
283
ἔχων τὸ πρόσωπον καρίδος μασθλητίνης.
284
ἄκουε, σίγα, πρόσεχε τὸν νοῦν, δεῦρ' ὅρα.
285
ἄκουέ νυν καὶ τήνδε τὴν ἐπιστολήν.
286
καὶ μὴ πρόσισχε βαρβάροισι βουκόλοις.
287
ἡ παῖς γὰρ ἔμπαις ἐστὶν ὡς ἠνδρωμένη.
288
οὐδ' ὑδατοπωτῶν οὐδὲ κοιλοφθαλμιῶν.
289
τούτου δ' ἁπάσας ἀποτεμῶ τὰς μηχανάς.
290
ἀνδρῶν ἀρίστων πᾶσα γαργαίρει πόλις.
291
ἀλλ' οὖν θεῷ σπείσαντ' ἄμυστιν δεῖ πιεῖν.
292
ὅνπερ Φιλοκλέης τὸν λόγον διέφθορεν.
293
ὦ μεγίστη γλῶττα τῶν Ἑλληνίδων.
294
ἄρχων εἰμὶ νῦν Ἀθηναίοις ἐγώ.
295
δασὺν ἔχων
τὸν πρωκτὸν ἅτε κυρήβι' ἐσθίων.
296
ὃς τὴν πίτυν
ἔκαμπτεν ἑστὼς χαμάθεν ἄκρας τῆς κόμης
καθέλκων.
297
ἀλλ' εἴσιθ' εἴσω καὶ πιοῦ-
σα χυλὸν ἀναπαύου κακῶν.
298
ὡς ἄνω τὴν μασχάλην αἴρωμεν ἐμπεπωκότες.
299
ὁ δὲ μετ' Εὐδήμου τρέχων
κώμυθα τὴν λοιπὴν ἔχει τῶν πρωίων.
300
πάλαι γὰρ αὐτὸ
λόγοισι προάγει Περικλέης, ἔργοισι δ' οὐδὲ κινεῖ.
301
γαυριῶσαι δ' ἀναμένουσιν ὧδ' ἐπηγλαϊσμέναι
μείρακες φαιδραὶ τράπεζαι τρισκελεῖς σφενδάμνιναι.
302
ὡς δὲ μαλακὸν καὶ τέρεν τὸ χρωτίδιον ἦν, ὦ θεοί·
καὶ γὰρ ἐβλίμαζον αὐτήν, ἡ δ' ἐφρόντιζ' οὐδὲ ἕν.
303
γλαῦκον οὐ πρὸς παντὸς ἀνδρός ἐστιν ἀρτῦσαι καλῶς.
304
εὐπρόσωπος ἦσθ' ὀνόματος οὐδὲν ἐπὶ χεῖρας φέρων.
305
καὶ Πολυμνήστει' ἀείδει μουσικήν τε μανθάνει.
306
ἀφυπνίζεσθαι χρὴ πάντα θεατήν,
ἀπὸ μὲν βλεφάρων αὐθημερινῶν ποιητῶν λῆρον ἀφέντα.
307
τίς δὲ σύ; κομψός τις ἔροιτο θεατής.
ὑπολεπτολόγος, γνωμοδιώκτης, εὐριπιδαριστοφανίζων.
309
κἀνθένδ' ἐπὶ τέρματα γῆς ἥξεις καὶ Κισθήνης ὄρος ὄψει.
310
οὗτοι δ' εἰσὶν συοβοιωτοί, κρουπεζοφόρον γένος ἀνδρῶν.
311
κοκκύζειν τὸν ἀλεκτρυόν' οὐκ ἀνέχονται.
312
λόγος τις ὑπῆλθ' ἡμᾶς ἀμαθὴς συοβαύβαλος.
313
ταῖς ῥαφανῖσι δοκεῖ, τοῖς δ' ἄλλοις οὐ λαχάνοισιν.
314
ταυτὶ καὶ τολμᾷς σὺ λέγειν ῥοδοδάκτυλος οὖσα;
315
χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύβηλιν.
316
μισηταὶ δὲ γυναῖκες ὀλίσβοισιν χρήσονται.
317
ἔσθιε καὶ σῇ γαστρὶ δίδου χάριν, ὄφρα σε λιμὸς
ἐχθαίρῃ, Κοννᾶς δὲ πολυστέφανος νικήσει.
318
φαίνεσθαι χρυσῆν, κατ' ἀγροὺς δ' αὖθις αὖ μολυβδίνην.
319
πονηροὺς ἀνθρώπους * * *
πηνικίζων ἐξαπατᾷ.
320
τρίγλην δ' εἰ μὲν ἐδηδοκοίη τένθου τινὸς ἀνδρός.
321
χαῖρ' ὦ χρυσόκερως βαβάκτα κήλων,
Πάν, Πελασγικὸν Ἄργος ἐμβατεύων.
322
τῶν αἰσχρῶν φίλοισι χαριζόμενον πονηρὸν αὐτὸν εἶναι.
323
χαῖρ', ὦ μέγ' ἀχρειόγελως ὅμιλε ταῖς ἐπίβδαις,
τῆς ἡμετέρας σοφίας κριτὴς ἄριστε πάντων,
εὐδαίμον' ἔτικτέ σε μήτηρ ἰκρίων ψόφησις.
324a
εὔιε κισσοχαῖτ' ἄναξ χαῖρ', ἔφασκ' Ἐκφαντίδης. * * *
324b
πάντα φορητά, πάντα τολμητὰ τῷδε τῷ χορῷ. * * *
324c
πλὴν Ξενίου νόμοισι καὶ Σχοινίωνος, ὦ Χάρων.
325
αὐτομάτη δὲ φέρει τιθύμαλλον καὶ σφάκον πρὸς αὐτῷ
ἀσφάραγον κύτισόν τε· νάπαισι δ' ἀνθέρικος ἐνηβᾷ·
καὶ φλόμον ἄφθονον ὥστε παρεῖναι πᾶσι τοῖς ἀγροῖσιν.
327
ἀλλὰ τάδ' ἔστ' ἀνεκτέον· καὶ γὰρ ἡνίκ' εὐθένει ...
342
ἀπορεῖν καὶ σφακελίζειν τῷ δεινῷ
343
ἄνθρωπος λυπησίλογος
346
εὐιπποτάτη Μαραθών
347
Λέρνη θεατῶν
352
Ψύρα τὸν Διόνυσον ἄγοντες
353
στημονίας κικίννους
355
ἀνελκταῖς ὀφρύσι σεμνόν
356
ἀναπηδᾶν ἐν δήμῳ
357
ἁπαλὸς εἴσπλους λιμένος
358
ἐφιππάσασθαι λόγοις
359
μηδὲν ὑπέρφευ
360
ἆρά γε, ὦ 'τάν, ἐθελήσετε;
361
σφάττε δαῖρε κόπτε.
365
ἄξιος λαβεῖν ὁ μισθός
366
ὥρκωσε καὶ ὁρκώτης δ' ἐγώ.
367
ἀποκεῖσθαι πόρρω
369
ἀφήλικα γέροντα
370
οἰναγωγὸν πλοῖον
371
ἰσχάδα κοπτήν
372
ἐρίων πιναρῶν πόκον
373
ἅγιος
374
ἀγροβόας ἀνήρ
375
ἀγυιεῖς
376
Ἀδώνιον
377
αἴγλη
378
αἰγυπτιάζειν
379ab
αἱμυλοπλόκος et αἱμυλόφρων
380
ἀλαζών
381
ἀμφίκαυστις
382
ἄναλτον
383
ἀνεξικώμη
384
ἀνεπτερῶσθαι
385
ἄνοργοι
386
ἀνταναγνῶναι
387
ἀπαλλάξας
388
ἀποκριπάμενος
389
ἀρρενώπας
390
ἅψω
391
βαδίζου
392
βαδισματίας
393
Βασιλεία
394
Βολβός
395
Βρέα
396
βῶσον
397
γαστροχάρυβδις
398
γλύφειν
399
γονατίζειν
400
δασύποδα
401
Δεξώ
402
διάλαος
403
δουλοπρεπέστατα
404
δυσβράκανον
405
δυσθαλής
406
δωδεκέται
407
ἐθέλεχθρον
408
ἐλλοπίδας
409
ἐναύεσθαι
410
ἐπιλησμονή
411
ἐρρῶσθαι
412
εὐζωρότερον (εὔζωρον)
413
εὐθανάτως
414
εὐπινής
415
ἐφετίνδα
416
ἡμίλουτοι
417
θεόθυτα
418
θηλάστριαν
419
ἰωνόκυσος
420
καλαμώμενον
421
κύαθος
422
λαυροστάται
423
λεπάσται
424
μάσμα
425
μελαγχρής
426
μεσόκοπον
427
μετεκβολή
428
μηνυτήν
429
μικρολογήσομαι
430
μίξοφρυν
431
μναρόν
432
οἰνωμένοι
433
ὅμαιμος
434
παναγάθη
435
πανεύφρονα
436
πολύμιτος
437
πρίονες
438
πρότηθυς
439
πωγωνίας
440
ῥύγχος
441
ῥύδην
442
Σάγρα
443
σαυνίον
444
σκῖρον
445
στρωματίτης
446
σφίγκτας
447
σχιζίας
448
ταμιεῖον
449
τοκῶσα
450
τροπαῖον
451
φαγᾶς
452
χαλαίρυπος
453
χειρονομησείοντας
454
ψευδομαρτύριον
455
ὠνυχισμένον
tit 456-462
{ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ}
457
σκανδάληθρ' ἱστὰς ἐπῶν
458
ἐν δὲ διχοστασίῃ καὶ Ἀνδροκλέης πολεμαρχεῖ
459
τίς δέ ς' ἐτύφλωσεν; τίς ἀφείλετο λαμπάδος αὐγάς;
460
Ἐπειοῦ δειλότερος
461
κεράμιον οἰνηρόν
462
κυρηβάσασθαι
{<ΑΡΧΙΛΟΧΟΙ.>}
1
Κἀγὼ γὰρ ἤυχουν Μητρόβιος ὁ γραμματεύς
σὺν ἀνδρὶ θείῳ καὶ φιλοξενωτάτῳ
καὶ πάντ' ἀρίστῳ τῶν Πανελλήνων πρόμῳ
Κίμωνι, λιπαρὸν γῆρας εὐωχούμενος
αἰῶνα πάντα συνδιατρίψειν· ὁ δὲ λιπών
βέβηκε πρότερος.
2
Οἷον σοφιστῶν σμῆνος ἀνεδιφήσατε.
Εἶδες τὴν Θασίαν ἅλμην οἷ' ἄττα βαΰζει;
6
ὡς εὖ καὶ ταχέως ἀπετίσατο καὶ παραχρῆμα.
οὐ μέντοι παρὰ κωφὸν ὁ τυφλὸς ἔοικε λαλῆσαι.
7
Ἔνθα Διὸς μεγάλου θᾶκος πεσσοί τε καλοῦνται.
8
Ἡ μὲν δὴ πίννῃσι καὶ ὀστρείοισιν ὁμοίη.
5
Δωδωναίῳ κυνὶ βωλοκόπῳ τίτθη γεράνῳ προσεοικώς.
Ἤδη δέλφακες, χοῖροι δὲ τοῖσιν ἄλλοις.
9
Ὠμολίνοις κόμη βρύους', ἀτιμίας πλέως.
10
Ἐρασμονίδη Βάθιππε τῶν ἀωρολείων.
{<ΒΟΥΚΟΛΟΙ.>}
15
Ὃς οὐκ ἔδωκ' αἰτοῦντι Σοφοκλέει χορόν,
τῷ Κλεομάχῳ δ', ὃν οὐκ ἂν ἠξίουν ἐγώ
ἐμοὶ διδάσκειν οὐδ' ἂν εἰς Ἀδώνια.
16
Καὶ πρὸς τὸν οὐρανὸν σκιαμαχῶν * * *
* * * * * ἀποκτίννυσι ταῖς ἀπειλαῖς.
16
Ἐν Καρὶ τὸν κίνδυνον ἐν ἐμοὶ δὴ δοκεῖ
πρώτῳ πειρᾶσθαι.
{<ΒΟΥΣΙΡΙΣ.>}
21
Ὁ βοῦς ἐκεῖνος χἠ μαγὶς καὶ τἄλφιτα.
{<ΔΗΛΙΑΔΕΣ.>}
28-29
Τούτοισι δ' ὄπισθεν ἴτω φέρων δίφρον Λυκοῦργος
ἔχων καλάσιριν.
25-26
Ἵνα σιωπῇ τῆς τέχνης ῥάζωσι τὸν λοιπὸν χρόνον.
Ἔρραζε πρὸς τὴν γῆν, ὁ δ' ἠσκάριζε κἀπέπαρδεν.
22
Ὑπερβορέους αἴθρια τιμῶντας στέφη.
23
Ἐτήσιοι γὰρ πρόσιτ' ἀεὶ πρὸς τὴν τέχνην.
27
Τῷ δ' ὑποτρίψας τι μέρος πνῖξον καθαρύλλως.
28-29
Εἴ τις δ' ὑμῶν κάλλει προκριθῇ.
Πρὶν παροῦσα διδάσκῃ.
{<ΔΙΔΑΣΚΑΛΙΑΙ.>}
36
Ὅτε σὺ τοὺς καλοὺς θριάμβους ἀναρύτους' ἀπηχθάνου.
{<ΔΙΟΝΥΣΑΛΕΞΑΝΔΡΟΣ.>}
38
Στολὴν δὲ δὴ τίν' εἶχε; τοῦτό μοι φράσον.
{Β.} Θύρσον, κροκωτόν, ποικίλον, καρχήσιον.
37
Ἔνεισι δ' ἐνταυθοῖ μάχαιραι κουρίδες,
αἷς κείρομεν τὰ πρόβατα καὶ τοὺς ποιμένας.
45
Οὐ γάρ τοι σύγε πρῶτος ἄκλητος φοιτᾷς ἐπὶ δεῖπνον
ἄνηστις.
44
Τῶν βδελλολαρύγγων ἀνεπαγγέλτων αὐτῷ φοιτήσας ἐπὶ δεῖπνον.
43
Ὁ δ' ἠλίθιος ὥσπερ πρόβατον βῆ βῆ λέγων βαδίζει.
Οὐκ ἀλλὰ βόλιτα χλωρὰ κᾠσπώτην πατεῖν.Ἐν σαργανίσιν ἄξω ταρίχους Ποντικούς.Νακότιλτος ὡσπερεὶ κωδάριον ἐφαινόμην.Παραστάδας καὶ πρόθυρα βούλει ποικίλα.{<ΔΡΑΠΕΤΙΔΕΣ.>}
57-58
Λάμπωνα, τὸν οὐ βροτῶν
ψῆφος δύναται φλεγυρὰ δείπνου φίλων ἀπείργειν. * * *
νῦν δ' αὖθις ἐρυγγάνει·
βρύκει γὰρ ἅπαν τὸ παρόν, τρίγλῃ δὲ κἂν μάχοιτο.
56
Πανδιονίδα πόλεως βασιλεῦ
τῆς ἐριβώλακος, οἶσθ' ἣν λέγομεν,
καὶ κύνα καὶ πόλιν ἣν παίζουσιν.
53
Φέρε νῦν σοι
ἐξ αἰθρίας καταπυγοσύνην μυὸς ἀστράψω Ξενοφῶντος.
54
Τοὺς ὧδε μόνον στασιάζοντας καὶ βουλομένους τινὰς εἶναι.
55
Ποδαπὰς ὑμᾶς εἶναι φάσκων, ὦ μείρακες, οὐκ ἂν ἁμάρτοιν;
52
Οἱ δὲ πυππάζουσι περιτρέχοντες, ὁ δ' ὄνος ὕεται.
49
Τὸν Κερκύονά θ' ἕωθεν ἀποπατοῦντ' ἐπὶ
τοῖς λαχάνοις εὑρὼν ἀπέπνιξα.
50
Δέχεσθε φιάλας τάσδε βαλανειομφάλους.
51
Οὗτος, καθεύδεις; {Β.} οὐκ ἀναστήσεις βοῶν.
{<ΕΜΠΙΠΡΑΜΕΝΟΙ Η ΙΔΑΙΟΙ.>}{<ΕΥΝΕΙΔΑΙ.>}Ἥβης ἐκείνης νοῦ τ' ἐκείνου καὶ φρενῶν.Δωροῖ συκοπέδιλε.Τέκτονες εὐπαλάμων ὕμνων.Ἐπίσχες αὐτοῦ, μὴ πέρα προβῇς λόγου.{<ΘΡΑιΤΤΑΙ.>}Ὁ σχινοκέφαλος Ζεὺς ὁδὶ προσέρχεται
71
ὁ Περικλέης, τᾠδεῖον ἐπὶ τοῦ κρανίου
ἔχων, ἐπειδὴ τοὔστρακον παροίχεται.
Πανὶ κακὸν δεῦρο μαστάω τινὰ