The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. A. Meineke, Fragmenta comicorum Graecorum, vol. 2.1, Berlin: Reimer, 1839 (repr. Berlin: De Gruyter, 1970): 15–20, 22, 26–27, 29–31, 33–44, 46–49, 51, 53, 56–57, 60–64, 67–69, 72–75, 77, 80, 82, 84–90, 92–105, 107–111, 113, 116–119, 122–127, 129–130, 132–133, 135–137, 141–142, 144–157, 161–167, 172, 174, 176–179, 181–187, 189, 192, 194–195, 198, 202, 206, 210–212, 215, 217–218, 221–222, 225–226, 230–232.
CTS identifier
urn:cts:greekLit:tlg0434.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

Thr

2

ποτὲ χαλκοῦν ἢ ξύλινον καὶ χρύσεον προσῆν.

οὐδαμῶς ξύλινος ἐκεῖνος * * * *

ἀλλὰ χαλκοῦς ὢν ἀπέδρα. πότερα Δαιδάλειος ἦν;

ἤ τις ἔκλεψεν αὐτόν;

3

Ὅτι τοὺς κόρακας τἀξ Αἰγύπτου χρυσία κλέπτοντας ἔπαυσεν.

4

Ἐς τὸν καλιόν, ἢν τύχῃ, καθείργνυται.

6

Τὴν πέρυσι βουλὴν ἐφεστώς.

Kle

tit

{<ΚΛΕΟΒΟΥΛΙΝΑΙ.>}

1

— —Ἀκέστορα γὰρ ὅμως εἰκὸς λαβεῖν

πληγάς, ἐὰν μὴ συστρέφῃ τὰ πράγματα.

2

Ἐπέδωκε βαλάνων ἄβακα τῶν ἐκ Φελλέως.

3

Ἔστιν ἄκμων καὶ σφῦρα νεανίᾳ εὔτριχι πώλῳ.

4

Ἐκβάλλοντες τῆς αἴθης πέπλους.

Lak

tit

{<ΛΑΚΩΝΕΣ.>}

1

Φοβερὸν ἀνθρώποις τόδ' αὖ

κταμένοις ἐπ' αἰζηοῖσι καυχᾶσθαι μέγα.

Mal

tit

{<ΜΑΛΘΑΚΟΙ.>}

1

Παντοίοις γε μὴν κεφαλὴν ἀνθέμοις ἐρέπτομαι,

λειρίοις, ῥόδοις, κρίνεσιν, κοσμοσανδάλοις, ἴοις,

καὶ σισυμβρίοις, ἀνεμωνῶν κάλυξί τ' ἠριναῖς,

ἑρπύλλῳ, κρόκοις, ὑακίνθοις, ἑλιχρύσου κλάδοις,

οἰνάνθῃσιν, ἡμεροκαλλεῖ τε τῷ φιλουμένῳ,

ἀνθρύσκου φόβῃ, * * * * *

τῷ τ' ἀειφρούρῳ μελιλώτῳ κάρα πυκάζομαι,

καὶ δὴ κύτισος αὐτόματος παρὰ Μέδοντος ἔρχεται.

2

Τίς ἄρ' ἐρῶντά μ' οἶδεν, ὦ Γνήσιππ', ἐγὼ πολλῇ χολῇ.

οἴομαι γὰρ μηδὲν οὕτως μῶρον εἶναι καὶ κενόν.

4

Ἀμοργὸν ἔνδον βρυτίνην νήθειν τινά.

5

Λευκοὺς ὑπὸ ποσσὶν ἔχων πίλους.

Nem

tit

{<ΝΕΜΕΣΙΣ.>}

1

Ὄρνιθα τοίνυν δεῖ σε γίγνεσθαι μέγαν.

2

Λήδα, σὸν ἔργον· δεῖ ς' ὅπως εὐσχήμονος

ἀλεκτρυόνος μηδὲν διοίσεις τοὺς τρόπους,

ἐπὶ τῷδ' ἐπώζους', ὡς ἂν ἐκλέψῃς καλόν

ἡμῖν τι καὶ θαυμαστὸν ἐκ τοῦδ' ὄρνεον.

3-4

Τἄλλα πάντ' ὀρνίθια.

Ὄρνιθα φοινικόπτερον.

5

Ὥς τ' οὖν ἐσθίων τοῖς σιτίοις ἥδομαι.

ἅπαντα δ' εἶναί μοι δοκεῖ ῥοδωνιά,

καὶ μῆλα καὶ σέλινα καὶ σισύμβρια.

7

Ψύρα τε τὴν Σπάρτην ἄγεις.

8

Ἐν τῷ κύφωνι τὸν αὐχέν' ἔχων.

9

Σπάρτην λέγω γε σπαρτίδα τὴν σπάρτινον.

10

Μόλ' ὦ Ζεῦ ξένιε καὶ μακάριε.

Nom

tit

{<ΝΟΜΟΙ.>}

1

Ἀλλὰ μὰ Δί' οὐκ οἶδ' ἔγωγε γράμματ' οὐδ' ἐπίσταμαι,

ἀλλ' ἀπὸ γλώττης φράσω σοι· μνημονεύω γὰρ καλῶς.

2

Νῦν γὰρ δή σοι πάρα μὲν θεσμοί

τῶν ἡμετέρων, πάρα δ' ἄλλ' ὅ τι χρῆς.

3

Ὑμῶν εἷς μὲν ἕκαστος ἀλώπηξ δωροδοκεῖται.

4

Τυρῷ καὶ μίνθῃ παραλεξάμενος καὶ ἐλαίῳ.

5

Ἦ πρεσβῦται πάνυ γηραλέοι σκήπτροισιν ἄκασκα προ- βῶντες.

6

Οὐκ ἀπερρήσεις σὺ θᾶττον; ἀποτιλῶ σε τήμερον.

7

Χρυσίδι σπένδων γέγραφε τοῖς ὄφεσι πιεῖν διδούς.

8

Καὶ δρόσον βάλλων ἕωθεν χλιαρὸς ταγηνίας.

11

Ὁ δὲ Ζεὺς ὀσταφίσιν ὕσει τάχα.

Ody

tit

{<ΟΔΥΣΣΗΣ.>}

1-2

Τίνες αὖ πόντον κατέχους' αὖραι; νέφος οὐράνιον τόδ' ὁρῶμαι. * * * *

Ὡς ἂν μᾶλλον τοῖς πηδαλίοις ἡ ναῦς ἡμῶν πειθαρχῇ.

3

Ἐπ' ἀριστέρ' ἀεὶ τὴν ἄρκτον ἔχων λάμπουσαν ἕως ἂν ἐφεύρῃς.

4

Ἧσθε πανημέριοι χορταζόμενοι γάλα λευκόν,

[πῦον δαινύμενοι, κἀμπιπλάμενοι πυριάτῃ.]

5

Ἀνθ' ὧν πάντας ἑλὼν ὑμᾶς ἐρίηρας ἑταίρους

φρύξας, ἑψήσας, κἀπ' ἀνθρακιᾶς ὀπτήσας

εἰς ἅλμην τε καὶ ὀξάλμην κᾆτ' ἐς σκοροδάλμην

χλιαρὸν ἐμβάπτων, ὃς ἂν ὀπτότατός μοι ἁπάντων

ὑμῶν φαίνηται, κατατρώξομαι ὦ στρατιῶται.

6

Τῆ νῦν τόδε πῖθι λαβὼν ἤδη, καὶ τοὔνομά μ' εὐθὺς ἐρώτα.

7

Οὔπω '/πιον τοσοῦτον οὐδὲ πίομαι

μάρωνα.

8

Πώποτ' εἶδές μοι τὸν ἄνδρα παῖδα Λαέρτα φίλον;

{Β.} ἐν Πάρῳ σικυὸν μέγιστον σπερματίαν ὠνούμενον.

9

Οὐκ ἰδίᾳ τάδ' οὐκετόνθοι τἀπὶ Χαριξένης.

10

Οἱ δ' ἀλυσκάζουσιν ἐπὶ ταῖς κλινίσιν.

11

Τέμαχος ὀρφὼ χλιαρόν.

15

Σιγάν νυν ἅπας ἔχε σιγάν

καὶ πάντα λόγον τάχα πεύσει·

ἡμῖν δ' Ἰθάκη πατρίς ἐστιν,

πλέομεν δ' ἅμ' Ὀδυσσέϊ θείῳ.

16

Νεοχμόν τι παρῆχθαι ἄθυρμα.

Pan

tit

{<ΠΑΝΟΠΤΑΙ.>}

2

Κρανία δισσὰ φορεῖν, ὀφθαλμοὶ δ' οὐκ ἀριθμητοί.

3

Ἀλλοτριογνώμοις ἐπιλήσμοσι μνημονικοῖσιν.

4

Ἀριστόδημος ὣς ἀσχημονῶν,

ἐν τοῖς Κιμωνίοις ἀνὴρ ἐρειπίοις.

5

Μισεῖς γὰρ τὰς γυναῖκας, πρὸς παιδικὰ δὲ τρέπῃ νῦν.

Plou

tit

{<ΠΛΟΥΤΟΙ.>}

1

Ἆρ' ἀληθῶς τοῖς ξένοισιν ἔστιν, ὡς λέγους', ἐκεῖ

πᾶσι τοῖς ἐλθοῦσιν ἐν τῇ κοπίδι θοινᾶσθαι καλῶς;

ἐν δὲ ταῖς λέσχαισι φύσκαι προσπεπατταλευμέναι

κατακρέμανται, τοῖσι πρεσβύταισιν ἀποδάκνειν ὀδάξ;

2

Οἷς δὴ βασιλεὺς Κρόνος ἦν τὸ παλαιόν,

ὅτε τοῖς ἄρτοις ἠστραγάλιζον, μᾶζαι δ' ἐν ταῖσι παλαί- στραις

Αἰγιναῖαι κατεβέβληντο δρυπεπεῖς, βώλοις τε κομῶσαι.

3

Ἐγὼ γάρ εἰμι θυννὶς ἢ μελαίνας ἢ

καὶ θύννος, ὀρφώς, γλαῦκος, ἔγχελυς, κύων.

4

Περὶ σιαγόνος βοείας μαχόμενος.

5

Ἄρξει γὰρ αὐτοῖς διποδία καλῶς.

6

Αὐτόματα τοῖσι θεὸς ἀνίει τἀγαθά.

7

Μὴ ξυντυχίᾳ βαρυνόμενοι.

Pyl

tit

{<ΠΥΛΑΙΑ.>}

1

Οἱ δ' αὖθ' ἡμεῖς, ὡς ὁ παλαιὸς

λόγος, αὐτομάτους ἀγαθοὺς ἰέναι

κομψῶν ἐπὶ δαῖτα θεατῶν.

3

Ἄνδρας σοφοὺς χρὴ τὸ παρὸν πρᾶγμα καλῶς εἰς δύνα-

μιν τίθεσθαι.

4

Ἧι Διονυσίοις ἀκύλοις παίζους' ἀνέμενοι τρόπα.

Pyt

tit

{<ΠΥΤΙΝΗ.>}

1

Ἀλλ' ἐπανατρέψαι βούλομαι εἰς τὸν λόγον.

πρότερον ἐκεῖνος πρὸς ἑτέραν γυναῖκ' ἔχων

τὸν νοῦν, κακὰς εἴποι πρὸς ἑτέραν· ἀλλ'

ἅμα μὲν τὸ γῆρας, ἅμα δέ μοι δοκεῖ

οὐδέποτ' αὐτοῦ πρότερον.

2

Γυνὴ δ' ἐκείνου πρότερον ἦ, νῦν δ' οὐκέτι.

3

Νῦν δ' ἢν ἴδῃ Μενδαῖον ἡβῶντ' ἀρτίως

οἰνίσκον, ἕπεται κἀκολουθεῖ καὶ λέγει,

οἴμ' ὡς ἁπαλὸς καὶ λευκός. ἆρ' οἴσει τρία;

4

Τὴν μὲν παρασκευὴν ἴσως γιγνώσκετε

5

Τὸν δ' ἴσον ἴσῳ φέροντ', ἐγὼ δ' ἐκτήκομαι.

6

Ὕδωρ δὲ πίνων οὐδὲν ἂν τέκοι σοφόν.

7

Ἄναξ Ἄπολλον, τῶν ἐπῶν τῶν ῥευμάτων.

καναχοῦσι πηγαί, δωδεκάκρουνον τὸ στόμα,

Ἰλισσὸς ἐν τῇ φάρυγι· τί ἂν εἴποιμί σοι;

εἰ μὴ γὰρ ἐπιβύσει τις αὐτοῦ τὸ στόμα,

ἅπαντα ταῦτα κατακλύσει ποιήμασιν.

8

Πῶς τις αὐτόν, πῶς τις ἄν

ἀπὸ τοῦ πότου παύσειε, τοῦ λίαν πότου;

{Β.} ἐγῷδα. συντρίψω γὰρ αὐτοῦ τοὺς χόας,

καὶ τοὺς καδίσκους συγκεραυνώσω σποδῶν,

καὶ τἄλλα πάντ' ἀγγεῖα τὰ περὶ τὸν πότον,

κοὐδ' ὀξύβαφον οἰνηρὸν ἔτι κεκτήσεται.

9

Ἀτὰρ ἐννοοῦμαι δῆτα τὰς μοχθηρίας

τῆς ἠλιθιότητος τῆς ἐμῆς.

11

Ὦ λιπερνῆτες πολῖται, τἀμὰ δὴ ξυνίετε.

12

Οὐ δύνανται πάντα ποιοῦσαι νεωσοίκων λαχεῖν,

οὐδὲ κάννης.

13

Ληρεῖς ἔχων· γράφ' αὐτόν

ἐν ἐπεισοδίῳ. γελοῖος ἔσται Κλεισθένης κυβεύων

ἐν τῇδε τοῦ κάλλους ἀκμῇ.

14

Ὑπέρβολον δ' ἀποσβέσας ἐν τοῖς λύχνοισι γράψον.

15

Ὡς λεπτός, ἦ δ' ὅς, ἔσθ' ὁ τῆς χορδῆς τόμος.

16

Τοὺς μὲν ἐκ προχοιδίου,

τοὺς δ' ἐκ καδίσκου.

17

Ὄψει γὰρ αὐτὴν ἐκτὸς οὐ πολλοῦ χρόνου

παρὰ τοῖσι δεσμώταισι καταπιττουμένην.

18

Ἆρ' ἀραχνίων μεστὴν ἔχεις τὴν γαστέρα.

19

Ἀλλ' οὐδὲ λάχανον οὐδὲν οὐδ' ὀστοῦν ἔτι

ὁρῶ.

20

Ἀπὸ προτέρου τὸν καῦνον ἀριθμήσεις.

Sat

tit

{<ΣΑΤΥΡΟΙ.>}

Ser

tit

{<ΣΕΡΙΦΙΟΙ.>}

1

Ἐς Συρίαν δ' ἐνθένδ' ἀφικνεῖ μετέωρος ὑπ' αὔρας.

ἱμάτιον μοχθηρόν, ὅταν βορρᾶς καταπνεύσῃ.

2

Εἶτα Σάκας ἀφικνεῖ καὶ Σιδονίους καὶ Ἐρεμβούς,

ἔς τε πόλιν δούλων, ἀνδρῶν νεοπλουτοπονήρων,

αἰσχρῶν, Ἀνδροκλέων, Διονυσιοκουροπυρώνων.

3

Οἰκοῦσι φεύγοντες ἀΐδρυτον κακόν.

4

Οὕτω σταθερῶς τοῖς λωποδύταις ὁ πόρος πεινῶσι πα- φλάζει.

5

Κἀνθένδ' ἐπὶ τέρματα γῆς ἥξεις καὶ Κισθήνης ὄρος ὄψει.

6

Χαίρετε πάντες ὅσοι πολύβωτον ποντίαν Σέριφον.

Tro

tit

{<ΤΡΟΦΩΝΙΟΣ.>}

1

Οὐδ' Αἰξωνίδ' ἐρυθρόχρων ἐσθίειν ἔτι τρίγλην,

οὐδὲ τρυγόνος, οὐδὲ δεινοῦ φυὴν μελανούρου.

2

Οὐ σῖτον ἄρασθ', οὐχ ὕπνου λαχεῖν μέρος.

3

Χαίρετε δαίμονες, οἳ Λεβάδειαν Βοιώτιον οὖθαρ ἀρούρης.

4

Ξίφιζε καὶ σπόδιζε καὶ διαρρικνοῦ.

10

{Α.} Ἔγειρε δὴ νῦν Μοῦσα κρητικὸν μέλος.

{Β.} Χαῖρε δὴ Μοῦσα, χρονία μὲν ἥκεις, ὅμως δ'

ἦλθες οὐ πρίν γε δεῖν, ἴσθι σαφές, ἀλλ' ὅπως—

Cheim

tit

{<ΧΕΙΜΑΖΟΜΕΝΟΙ.>}

Cheir

tit

{<ΧΕΙΡΩΝΕΣ.>}

1

Μακάριος ἦν ὁ πρὸ τοῦ βίος

βροτοῖσι πρὸς τὰ νῦν, ὃν εἶχον ἄνδρες

ἀγανόφρονες ἡδυλόγῳ σοφίᾳ βροτῶν περισσοκαλλεῖς.

2

Ἁπαλὸν δὲ σισύμβριον ἢ κρίνον ἢ ῥόδον παρ' οὖς ἐθάκει·

παρὰ χερσὶ δὲ μῆλον ἔχων * * * σκίπωνά τ' ἠγόραζεν.

3

Στάσις δὲ καὶ πρεσβυγενὴς Κρόνος ἀλλήλοισι μιγέντε

μέγιστον τίκτετον τύραννον,

ὃν δὴ κεφαληγερέταν θεοὶ καλοῦσιν.

4

Ἥραν τέ οἱ Ἀσπασίαν τίκτει καταπυγοσύνην

παλλακὴν κυνώπιδα.

5

Οἰκέω δὲ νῆσον, ὡς μὲν ἀνθρώπων λόγος,

ἐσπαρμένος κατὰ πᾶσαν Αἴαντος πόλιν.

6

Ὡς ὄνος ἀπωτέρω κάθηνται τῆς λύρας.

7

Ἄγε δὴ πρὸς ἕω πρῶτον ἁπάντων ἵστω καὶ λάμβανε χερσίν

σχῖνον μεγάλην.

8

Καὶ πρῶτον μὲν οὖν παρὰ ναυτοδικῶν ἀπάγω τρία κνώ- δαλ' ἀναιδῆ,

Πεισίαν, Ὀσφύωνα, Διϊτρέφη.

9

Σκῆψιν μὲν Χείρωνες ἐλήλυμεν, ὡς ὑποθήκας—

10

Κλειταγόρας ᾄδειν, ὅταν Ἀδμήτου μέλος αὐλῇ.

11

Οἷς ἦν μέγιστος ὅρκος

ἅπαντι λόγῳ κύων, ἔπειτα χήν· θεοὺς δ' ἐσίγων.

12

Τὴν μουσικὴν

ἀκορέστους ἐπιφέρειν ὀργὰς βροτοῖς σώφροσιν.

13

Ἐξ ἀσαμίνθου κύλικος λείβων.

22

Ταῦτα δυοῖν ἐν ἐτοῖν ἡμῖν μόλις ἐξεπονήθη.

Hor

tit

{<ὯΡΑΙ.>}

1

Ὥσπερ ὁ Περσικὸς ὥραν πᾶσαν καναχῶν ὁλόφωνος ἀλέ- κτωρ.

2

Ἴτω δὲ καὶ τραγῳδίας

ὁ Κλεομάχου διδάσκαλος, παρατιλτριῶν

ἔχων χορὸν Λυδιστὶ τιλλουσῶν μέλη

πονηρά.

3

Οὐδὲ πρὸς εἶδος ἄρ' ἦν οὐδὲν προσιδόντι τεκμαρτόν

4

Ἀλλ' ἦν ὅτ' ἐν φώσσωνι τὴν ἴσην ἔχων

μετ' ἐμοῦ διῆγες, οἴναρον ἕλκων τῆς τρυγός.

5

Ἐκεῖνος αὐτὸς ἐκμεμαγμένος.

6a

Μῶν βδελυγμία ς' ἔχει;

πτερὸν ταχέως τις καὶ λεκάνην ἐνεγκάτω.

8

Ταῦτα πράσσω, '/φασκ' ἀνὴρ οὐδὲν ποιῶν.

9

Ἐφθάρη μαρίλης τὴν φάρυγα πλέαν ἔχων.

10

Ἴσως πυρορραγὲς κακῶς τ' ὠπτημένον.

11

Ἔδει παρέχειν ὅ τι τις εὔξαιτ' ἔμβραχυ.

IFF

tit

{INCERTARUM FABULARUM FRAGMENTA.}

5

Ἀφυπνίζεσθαι * * χρὴ πάντα θεατήν,

ἀπὸ μὲν βλεφάρων αὐθημερινῶν ποιητῶν λῆρον ἀφέντα.

8

Ῥοθίαζε κἀνάπιπτε.

9

Γαυριῶσαι δ' ἀναμένουσιν ὧδ' ἐπηγλαϊσμέναι

μείρακες φαιδραὶ τράπεζαι τρισκελεῖς σφενδάμνιναι.

10

Ταῖς ῥαφανῖσι δοκεῖ, τοῖς δ' ἄλλοις οὐ λαχάνοις.

11

Ὁ τάλαρος ὑμῖν διάπλεως ἔσται γάρου.

12

Γλαῦκον οὐ πρὸς παντὸς ἀνδρός ἐστιν ἀρτῦσαι καλῶς.

14

Τρίγλη δ' εἰ μὲν ἐδηδοκοίη τένθου τινὸς ἀνδρός.

16

Πιεῖν δὲ θάνατος οἶνον ἢν ὕδωρ ἐπῇ.

ἀλλ' ἴσον ἴσῳ μάλιστ' ἀκράτου δύο χόας

πίνους' ἀπ' ἀγκύλης ἐπονομάζουσα

ἵησι λάταγας τῷ Κορινθίῳ πέει.

17

Ταυτὶ καὶ τολμᾷς σὺ λέγειν ῥοδοδάκτυλος οὖσα;

20

Ποιμὴν καθέστηκ' αἰπόλος καὶ βουκόλος.

22

Χαῖρε χρυσόκερω βαβάκτα κήλων,

Πάν, Πελασγικὸν Ἄργος ἐμβατεύων.

23

Ὡς δὲ μαλακὸν καὶ τέρεν τὸ χρωτίδιόν ἐστ' ὦ θεοί·

καὶ γὰρ ἐβλίμαζον αὐτήν, ἡ δ' ἐφρόντιζ' οὐδὲ ἕν.

24

Τοῦτον μὲν οὖν καλῶς διεπηνίκισας λόγον.

26

Ἔχων τὸ πρόσωπον καρίδος μασθλητίνης.

27

Δασὺν ἔχων

τὸν πρωκτὸν ἅτε κυρήβι' ἐσθίων—

29

Εὐπρόσωπος ἦσθ' ὀνόματος μηδὲν ἐπὶ χεῖρας φέρων.

31

Κοκκύζειν τὸν ἀλεκτρυόν' οὐκ ἀνέχονται.

33b

Λόγος τις ὑπῆλθ' ἡμᾶς ἀμαθὴς συβαύβαλος.

40

Ἄκουε, σίγα, πρόσεχε τὸν νοῦν, δεῦρ' ὅρα.

51

Χαῖρ', ὦ μέγ' ἀχρειόγελως ὅμιλε, ταῖς ἐπίβδαις,

τῆς ἡμετέρας σοφίας κριτὴς ἄριστε πάντων,

εὐδαίμον' ἔτικτέ σε μήτηρ ἰκρίων ψόφησις.

52

Εὔιε κισσοχαῖτ' ἄναξ χαῖρ', ἔφασκ' Ἐκφαντίδης.

Πάντα φορητὰ πάντα τολμητὰ τῷδε τῷ χορῷ.

Πλὴν Ξενίου νόμοισι καὶ Σχοινίωνος, ὦ Χάρον.

53

Ἄρχων εἰμὶ νῦν Ἀθηναίοις ἐγώ.

62

Χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύβηλιν.

63

Ὡς ἄνω τὴν μασχάλην αἴρωμεν ἐμπεπωκότες.

78

Μίσηται δὲ γυναῖκες ὀλίσβοισιν χρήσονται.

82

Καὶ μὴ προσίσχε βαρβάροισι βουκόλοις.

107

Οὐχ ὑδατοπωτῶν οὐδὲ κοιλοφθαλμιῶν.

111

Ἀλλ' εἴσιθ' εἴσω καὶ πιοῦ-

σα χυλὸν ἀναπαύου κακῶν.

116

Τῇ μάστιγι κνάψειν εὖ μάλα

ἢ συμπατῆσαι—

129

Τούτου δ' ἁπάσας ἀποτεμῶ τὰς μηχανάς.

135

Αὐτομάτη δὲ φέρει τιθύμαλλον καὶ σφάκον πρὸς αὐτῷ

ἀσφάραγον κύτισόν τε· νάπαισι δ' ἀνθέρικος ἐνηβᾷ·

καὶ φλόμον ἄφθονον ὥστε παρεῖναι πᾶσι τοῖς ἀγροῖσιν.

138

Ὃς τὴν πίτυν

ἔκαμπτεν ἑστὼς χαμόθεν ἄκρας τῆς κόμης

καθέλκων.

139a

Πρὸς τοῦ Σόλωνος καὶ Δράκοντος οἷσι νῦν

φρύγουσιν ἤδη τὰς κάχρυς τοῖς κύρβεσιν.

139b

Πάλαι γὰρ αὐτὸ

λόγοισι προάγει Περικλέης, ἔργοισι δ' οὐδὲ κινεῖ.

141

Ἀνδρῶν ἀρίστων πᾶσα γαργαίρει πόλις.

142

Καὶ Πολυμνήστει' ἀείδει μουσικήν τε μανθάνει.

143

Ἔσθιε καὶ σῇ γαστρὶ δίδου χάριν, ὄφρα σὲ λιμός

ἐχθαίρῃ, Κοννᾶς δὲ φιλοστέφανός σε φιλήσει.

153

Οὗτοι δ' εἰσὶν συοβοιωτοί, κρουπεζοφόρον γένος ἀνδρῶν.

154

Ἀλλ' οὖν θεῷ σπείσαντ' ἄμυστιν δεῖ πιεῖν.

155

Τίς δὲ σύ; κομψός τις ἔροιτο θεατής.

ὑπολεπτολόγος, γνωμοδιώκτης, εὐριπιδαριστοφανίζων.

156

Ὅνπερ Φιλοκλέης τὸν λόγον διέφθορεν

170

Τοὺς ἐξοδίους ὑμῖν ἵν' αὐλῶ τοὺς νόμους.

172

Ἄκουε νῦν καὶ τήνδε τὴν ἐπιστολήν.

173

Ἀλλὰ τάδ' ἔστ' ἀνεκτέον· καὶ γὰρ ἡνίκ' εὐθένει.

174

Ἐφ' ᾧ τ' ἐμαυτὴν συγκαθεύδειν τῷ πατρί.

176-177

Τὴν χεῖρα μὴ 'πίβαλλε, μὴ κλάων κάθῃ.

Εἰ πρῶτος ἔλθοις κἂν καθίζεσθαι λάβοις.

178

Φαίνεσθαι χρυσῆν, κατ' ἀγροὺς δ' αὖθις αὖ μολυβδίνην.

ἄκομψον καὶ φαῦλον.–⏑⏑ εἶτ' ἀμφιετηριζομέναιϲὥραιϲ τε καὶ χρόνῳ μακρῷ.εὐθὺϲ γὰρ ᾑμῴδειϲ ἀκούων τῶν ἐπῶντοὺϲ προϲθίουϲ ὀδόνταϲ.νικῷ μὲν ὁ τῇδε πόλει λέγων τὸ λῷϲτον.ἀμπαλίνωροϲ.παλινῳδικοὶ ὕμνοι. καὶ πάντ' ἀναρροφεῖ . . . . . . . . . ταῦτ' εὐθὺϲ ὑποκαθήμενοιἀναρροφοῦϲιν ἄνδρεϲ.Μυρτῷον πέλαγοϲ.λυχνοκαυ(ϲ)τεῖν.βούλει μονῳδήϲωμεν αὐτοῖϲ ἕν γέ τι;. . . . . . . . . . . . .οὐκ ἂν μονῳδήϲειεν ἐκπεπληγμένοϲ.ἀναγωγή.ἀνεκάϲ.ἀνεφθάρη.ἀντίδοϲιϲ.αὐτόνομοι.<λαγοὺϲ> (l. <λαγὼϲ>) πατρικὸϲ ὢν ξένοϲτάδε πυνθάνομαί ϲου.ἄγουϲιν ἑορτὴν οἱ κλέπται.ὥϲτε δίκαϲ τ' ἀδίκουϲ νικᾶν ἐπὶ κέρδεϲιν αἰϲχροῖϲ. γλῶττάν τέ ϲοιδίδωϲιν ἐν δήμῳ φορεῖνκαλῶν λόγων ἀείνων,ᾗ πάντα κινήϲειϲ λέγων.ἀκοῦϲαι ὀργῶ.ἄκοϲ περίαπτον.ἄμαχον πνῖγοϲ.ἀναιδὲϲ καὶ θραϲὺ βλέπειν.ἐκϲκυζᾶν.ἀνημέρωτοϲ γῆ.ἄνθρωποϲ φιλοπραγματίαϲ.ἀνομίαν.⏑–⏑ τὸν θεὸν δ' ἐμοῦ κλύων ϲέβε,ὡϲ ὄντα –⏒ μάντιν ἀψευδέϲτατον.— — — —Π]υλαίαΔηλιάδ[εϲΠλοῦτο[ιΝέμεϲιϲΔραπέτι[δεϲΒουκόλο[ι{Βουκόλοι}{Δηλιάδεϲ}{Διονυϲαλέξανδροϲ} ̲Δ>ιονυϲ[αλέξανδροϲ η̅ [ ̲Κ>ΡΑΤ[ΕΙΝΟΥ — — — — ]! ]ζητ( ) ]παν ]α?υτον μη κ]ρ?ίϲιν ὁ Ἑρμ(ῆϲ)ἀπέρχ]εται κ(αὶ) οὗτοιμ(ὲν) πρ(ὸϲ) τοὺϲ θεατάϲτινα π(ερὶ) τῶν ποιη(τῶν)διαλέγονται κ(αὶ)παραφανέντα τὸνΔιόνυϲον ἐπιϲκώ(πτουϲι) (καὶ)χλευάζου(ϲιν)· ὁ δ(ὲ) πα-ραγενομένων〈 〉αὐτῶιπαρὰ μ(ὲν) Ἥ?ρ?α?[ϲ] τυραννίδο(ϲ)ἀκινήτου, πα[ρ]ὰ δ' Ἀθηνᾶϲεὐτ?υχί(αϲ) κ(α)τ(ὰ) πόλεμο(ν), τῆϲδ' Ἀφροδί(τηϲ) κάλλιϲτό(ν) τε κ(αὶ)ἐπέραϲτον αὐτὸν ὑπάρ-χειν, κρίνει ταύτην νικᾶν.