The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. T. Kock, Comicorum Atticorum fragmenta, vol. 2, Leipzig: Teubner, 1884: 289–293.
CTS identifier
urn:cts:greekLit:tlg0435.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

tit,ante 1

{ΒΟΥΣΙΡΙΣ}

tit 1-2

{ΓΙΓΑΝΤΕΣ}

1

ἐνθυμεῖ δὲ τῆς γῆς ὡς γλυκὺ

ὄζει, καπνός τ' ἐξέρχετ' εὐωδέστερος;

οἰκεῖ τις ὡς ἔοικεν ἐν τῷ χάσματι

λιβανωτοπώλης ἢ μάγειρος Σικελικός.

[παραπλησίαν ὀσμὴν λέγεις ἀμφοῖν γλυκύς.]

2

ὡς σφόδρ' εἴς' Αἰγυπτιώδεις· Σωχάρης, Πααμύλης.

tit 3

{ΘΗΡΑΜΕΝΗΣ}

tit 4-5

{ΟΜΦΑΛΗ}

4

πίνειν μένοντα τὸν καλῶς εὐδαίμονα

κρεῖττον· μάχαι δ' ἄλλοισι καὶ πόνοι μέλοι.

5

ὑμεῖς δ' ἐὰν

ἱππίσκον ἢ τρίμιτον ἔχητε

tit 6

{ΠΥΘΑΓΟΡΙΖΟΥΣΑ}

tit 7

{ΤΑΡΑΝΤΙΝΟΙ}

7

ἔθος ἐστὶν αὐτοῖς, ἄν τιν' ἰδιώτην ποθὲν

λάβωσιν εἰσελθόντα, διαπειρώμενον

τῆς τῶν λόγων ῥώμης ταράττειν καὶ κυκᾶν

τοῖς ἀντιθέτοις, τοῖς πέρασι, τοῖς παρισώμασιν,

τοῖς ἀποπλάνοις, τοῖς μεγέθεσιν νουβυστικῶς.

tit 8

{ΤΙΤΑΝΕΣ}

8

Κόρυδον τὸν χαλκοτύπον πεφύλαξο,

ἢν μή σοι νομιεῖς αὐτὸν μηδὲν καταλείψειν,

μηδ' ὄψον κοινῇ μετὰ τούτου πώποτε δαίσῃ

τοῦ Κορύδου· προλέγω σοι· ἔχει γὰρ χεῖρα κραταιάν,

χαλκῆν, ἀκάματον, πολὺ κρείττω τοῦ πυρὸς αὐτοῦ.

tit 9

{ΧΕΙΡΩΝ}

9

πολλοστῷ δ' ἔτει

ἐκ τῶν πολεμίων οἴκαδ' ἥκων, ξυγγενεῖς

καὶ φράτερας καὶ δημότας εὑρὼν μόλις,

εἰς τὸ κυλικεῖον ἐνεγράφην· Ζεὺς ἔστι μοι

ἑρκεῖος, ἔστι φράτριος, τὰ τέλη τελῶ.

tit 10-11

{ΨΕΥΔΥΠΟΒΟΛΙΜΑΙΟΣ}

10

ἄνθρωπος εἶ δηλονότι καὶ ψυχὴν ἔχεις;

{Β.} κατὰ μὲν Πλάτων' οὐκ οἶδ', ὑπονοῶ δ' ὧδ' ἔχειν.

11

βυβλιοθήκη

tit 12-14

{ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ}

12

εἰς ἐγγύας τρεῖς εἰσπεσὼν ἀνῃρέθην.

{Β.} οὔπω τότ' ἐν Δελφοῖσιν ἦν τὰ γράμματα

τὴν ἐγγύην ἄτην λέγοντ'; {Α.} ἦν· ἀλλ' ἐγὼ

φιλέταιρον εἶχον ἦθος.

13

καρῖδας ἡ ζὰψ ἐκφέρει κἰχθύδια.

14

παρ' Ἀρχεφῶντος ἡδυπότιδας δώδεκα

{<ΓΙΓΑΝΤΕΣ.>}

1

Ἐνθυμεῖσθε τῆς γῆς ὡς γλυκύ

ὄζει, καπνός τ' ἐξέρχετ' εὐωδέστερος;

οἰκεῖ τις ὡς ἔοικεν ἐν τῷ χάσματι

λιβανωτοπώλης ἢ μάγειρος Σικελικός.

[παραπλησίαν ὀσμὴν λέγεις ἀμφοῖν γλυκύς.]

2

Ὡς σφοδρῶς Αἰγυπτιώδης, Σωχάρης, Πααμύλης.

{<ΘΗΡΑΜΕΝΗΣ.>}{<ΟΜΦΑΛΗ.>}

4

Πίνειν μένοντα τὸν καλῶς εὐδαίμονα

κρεῖττον· μάχαι δ' ἄλλοισι καὶ πόνοι μέλοι.

5

Ὑμεῖς δ' ἐὰν ἱππίσκον ἢ τρίμιτον ἔχητε.

{<ΠΥΘΑΓΟΡΙΖΟΥΣΑ.>}{<ΤΑΡΑΝΤΙΝΟΙ.>}

7

Ἔθος ἐστὶν αὐτοῖς, ἄν τιν' ἰδιώτην ποθέν

λάβωσιν εἰσελθόντα, διαπειρώμενον

τῆς τῶν λόγων ῥώμης, ταράττειν καὶ κυκᾶν

τοῖς ἀντιθέτοις, τοῖς πέρασι, τοῖς παρισώμασιν,

τοῖς ἀποπλάνοις, τοῖς μεγέθεσιν νουβυστικῶς.

{<ΤΙΤΑΝΕΣ.>}

8

Κόρυδον τὸν χαλκοτύπον πεφύλαξο,

ἢν μὴ σοὶ νομιεῖς αὐτὸν μηδὲν καταλείψειν,

μηδ' ὄψον κοινῇ μετὰ τούτου πώποτε δαίσῃ

τοῦ Κορύδου· προλέγω σοι· ἔχει γὰρ χεῖρα κραταιάν,

χαλκῆν, ἀκάματον, πολὺ κρείττω τοῦ πυρὸς αὐτοῦ.

{<ΧΕΙΡΩΝ.>}

9

Πολλοστῷ δ' ἔτει

ἐκ τῶν πολεμίων οἴκαδ' ἥκων, ξυγγενεῖς

καὶ φράτερας καὶ δημότας εὑρὼν μόλις,

εἰς τὸ κυλικεῖον ἐνεγράφην· Ζεὺς ἔστι μοι

ἑρκεῖος, ἔστι φράτριος, τὰ τέλη τελῶ.

{<ΨΕΥΔΥΠΟΒΟΛΙΜΑΙΟΣ.>}

10

Ἄνθρωπος εἶ δηλονότι καὶ ψυχὴν ἔχεις;

{Β.} κατὰ μὲν Πλάτων' οὐκ οἶδ', ὑπονοῶ δ' ὧδ' ἔχειν.

{EX INCERTIS FABULIS.}

12

Εἰς ἐγγύας τρεῖς εἰσπεσὼν ἀνῃρέθην.

{Β.} οὔπω τότ' ἐν Δελφοῖσιν ἦν τὰ γράμματα

τὴν ἐγγύην ἄτην λέγοντ'; {Α.} ἦν· ἀλλ' ἐγώ

φιλέταιρον εἶχον ἦθος.

13

Καρῖδας ἡ ζὰψ ἐκφέρει κἰχθύδια.

14

Παρ' Ἀρχεφῶντος ἡδυπότια δώδεκα.