The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. T. Kock, Comicorum Atticorum fragmenta, vol. 3, Leipzig: Teubner, 1888: 379–382.
CTS identifier
urn:cts:greekLit:tlg0437.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

tit 1-2

{ΑΠΑΓΧΟΜΕΝΟΣ}

1

παράσιτον αὐτόσιτον· αὑτὸν γοῦν τρέφων

τὰ πλεῖστα συνερανιστὸς εἶ τῷ δεσπότῃ.

2

καὶ σκάφην λαβών τινα

τῶν ἐσχαριτῶν τῶν καθαρῶν

tit 3-4

{ΑΠΟΛΕΙΠΟΥΣΑ}

3

τὸ γὰρ ἐνδελεχῶς μεθύειν τίν' ἡδονὴν ἔχει,

ἀποστεροῦντα ζῶνθ' ἑαυτὸν τοῦ φρονεῖν,

ὃ μέγιστον ἡμῶν ἀγαθὸν ἔσχεν ἡ φύσις;

4

πάλιν ἡ τοῦ βίου

ὑγρότης με τοῦ σοῦ τέθαιφε· τὴν ἀσωτίαν

ὑγρότητα γὰρ νῦν προσαγορεύουσίν τινες.

tit 5-7

{ΨΕΥΔΥΠΟΒΟΛΙΜΑΙΟΣ}

5

Λάχης. {Β.} ἐγὼ δὲ πρὸς σέ. {Α.} πρόαγε. {Β.} ποῖ;

{Α.} ὅποι μ' ἐρωτᾷς; ὡς Φιλουμένην, παρ' ᾗ

τἀπιδόσιμ' ἡμῖν ἐστιν, ἧς ἐχθὲς πιεῖν

κυάθους ἕκαστον ἐβιάσω σὺ δώδεκα.

6

εἰσῆλθεν ἡμίκραιρα τακερὰ δέλφακος·

ταύτης μὰ τὸν Δί' οὐχὶ κατέλιπον δ' ἐγὼ

οὐδέν.

7

καὶ πλεκτάνην στιφρὰν σφόδρ', ἐν τούτοις τέ που

αἰσχυνόμενον ἧπαρ καπρίσκου σκατοφάγου.

tit 8-11

{ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ}

8

ἐγὼ δὲ πρὸς τὰ θερμὰ ταῦθ' ὑπερβολῇ

τοὺς δακτύλους δήπουθεν Ἰδαίους ἔχω,

καὶ τὸν λάρυγγ' ἥδιστα πυριῶ τεμαχίοις.

{Β.} κάμινος, οὐκ ἄνθρωπος.

9

χλωρὸν ἐρέβινθόν τινα

ἐκοττάβιζον κενὸν ὅλως. {Β.} τράγημα δὲ

ἔστιν πιθήκου τοῦτο δήπου δυστυχοῦς.

10

τὸν πλακοῦντα κόμμιδι,

οὐ μέλιτι διεκόσμει.

{<ΑΠΑΓΧΟΜΕΝΟΣ.>}

1

Παράσιτον αὐτόσιτον· αὑτὸν γοῦν τρέφων

τὰ πλεῖστα συνερανιστὸς εἶ τῷ δεσπότῃ.

2

Καὶ σκάφην λαβών τινα

τῶν ἐσχαριτῶν τῶν καθαρῶν.

{<ΑΠΟΛΙΠΟΥΣΑ.>}

4

Πάλιν ἡ τοῦ βίου

ὑγρότης με τοῦ σοῦ τέθαφε· τὴν ἀσωτίαν

ὑγρότητα γὰρ νῦν προσαγορεύουσιν τινές.

3

Τὸ γὰρ ἐνδελεχῶς μεθύειν τίν' ἡδονὴν ἔχει,

ἀποστεροῦντα ζῶνθ' ἑαυτὸν τοῦ φρονεῖν,

ὃ μέγιστον ἡμῶν ἀγαθὸν ἔσχεν ἡ φύσις;

{<ΨΕΥΔΥΠΟΒΟΛΙΜΑΙΟΣ.>}

5

Λάχης. {Β.} ἐγὼ δὲ πρὸς σέ. {Α.} πρόαγε. {Β.} ποῖ;

{Α.} ὅποι μ' ἐρωτᾶς; ὡς Φιλουμένην, παρ' ᾗ

τἀπιδόσιμ' ἡμῖν ἐστιν, ἧς ἐχθὲς πιεῖν

κυάθους ἕκαστον ἐβιάσω σὺ δώδεκα.

7

Καὶ πλεκτάνην στιφρὰν σφόδρ', ἐν τούτοις τέ που

αἰσχυνόμενον ἧπαρ καπρίσκου σκατοφάγου.

6

Εἰσῆλθεν ἡμίκραιρα τακερὰ δέλφακος·

ταύτης μὰ τὸν Δί' οὐχὶ κατέλιπον δ' ἐγώ

οὐδέν.

{EX INCERTIS FABULIS.}

8

Ἐγὼ δὲ πρὸς τὰ θερμὰ ταῦθ' ὑπερβολῇ

τοὺς δακτύλους δήπουθεν Ἰδαίους ἔχω,

καὶ τὸν λάρυγγ' ἥδιστα πυριῶ τεμαχίοις.

{Β.} κάμινος, οὐκ ἄνθρωπος.

9

Χλωρὸν ἐρέβινθόν τινα

ἐκοττάβιζον κενὸν ὅλως. {Β.} τράγημα δέ

ἔστιν πιθήκου τοῦτο δήπου δυστυχοῦς.

10

Τὸν πλακοῦντα κόμμιδι,

οὐ μέλιτι, διεκόσμει.