Fragmenta
- Edition reference
- Fragmenta, ed. T. Kock, Comicorum Atticorum fragmenta, vol. 3, Leipzig: Teubner, 1888: 348–351, 353.
- CTS identifier
urn:cts:greekLit:tlg0438.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
tit 1
{ΑΥΤΟΝ ΠΕΝΘΩΝ}
1
εἰ δ' οὐχ ἱκανόν σοι, τὸν ἐλέφανθ' ἥκει φέρων
ὁ παῖς. {Β.} τί δ' ἐστὶ τοῦτο, πρὸς θεῶν; {Α.} ῥυτὸν
δίκρουνον, ἡλίκον τι τρεῖς χωρεῖν χόας,
Ἄλκωνος ἔργον. προὔπιεν δέ μοί ποτε
ἐν Κυψέλοις Ἀδαῖος.
tit 2
{ΣΥΝΤΡΟΦΟΙ}
2
Ἐπικούρου δέ με
ὁρᾷς μαθητὴν ὄντα τοῦ σοφοῦ, παρ' ᾧ
ἐν δύ' ἔτεσιν καὶ μησὶν οὐχ ὅλοις δέκα
τάλαντ' ἐγώ σοι κατεπύκνωσα τέτταρα.
{Β.} τοῦτο δὲ τί ἐστιν; εἰπέ μοι. {Α.} καθήγισα.
μάγειρος ἦν κἀκεῖνος, ὦ γῆ καὶ θεοί.
{Β.} ποῖος μάγειρος; {Α.} ἡ φύσις πάσης τέχνης
ἀρχέγονόν ἐστ'. {Β.} ἀρχέγονον, ὦλιτήριε;
{Α.} οὐκ ἔστιν οὐδὲν τοῦ πονεῖν σοφώτερον,
πᾶν εὐχερές τε πρᾶγμα τοῦ λόγου τριβὴν
ἔχοντι τούτου· πολλὰ γὰρ συμβάλλεται.
διόπερ μάγειρον ὅταν ἴδῃς ἀγράμματον
μὴ Δημόκριτόν τε πάντα διανεγνωκότα,
μᾶλλον δὲ κατέχοντα [καταγέλα ὡς κενοῦ]
καὶ τὸν Ἐπικούρου κανόνα, μινθώσας ἄφες
ὡς ἐκ διατριβῆς. τοῦτο δεῖ γὰρ εἰδέναι,
τίν' ἔχει διαφορὰν πρῶτον, ὦ βέλτιστε σύ,
γλαυκίσκος ἐν χειμῶνι καὶ θέρει, πάλιν
ποῖος περὶ δύσιν Πλειάδος συνειδέναι
ἰχθὺς ὑπὸ τροπάς τ' ἐστὶ χρησιμώτατος.
αἱ μεταβολαὶ γὰρ αἵ τε κινήσεις κακὸν
ἠλίβατόν ἐστ' ἀνθρώποις ἀλλοιώματα
ἐν ταῖς τροφαῖς ποιοῦσι, μανθάνεις; τὸ δὲ
ληφθὲν καθ' ὥραν ἀποδίδωσι τὴν χάριν.
τίς παρακολουθεῖ δ' αὐτά; τοιγαροῦν στρόφοι
καὶ πνευμάτια γινόμενα τὸν κεκλημένον
ἀσχημονεῖν ποιοῦσι. παρὰ δ' ἐμοὶ τρέφει
τὸ προσφερόμενον βρῶμα, καὶ λεπτύνεται
ὀρθῶς τε διαπνεῖ. τοιγαροῦν εἰς τοὺς πόρους
ὁ χυμὸς ὁμαλῶς πανταχοῦ συνίσταται.
χυμός, λέγει Δημόκριτος, οὐδὲν πρᾶγμα τὰ
γινόμενα ποιεῖ τὸν φαγόντ' ἀρθριτικόν.
{Β.} καὶ τῆς ἰατρικῆς τι μετέχειν μοι δοκεῖς.
{Α.} καὶ πᾶς ὁ φύσεως ἐντός. ἡ δ' ἀπειρία
τῶν νῦν μαγείρων κατανόει, πρὸς τῶν θεῶν,
οἵα 'στίν. ἅλμην ὅταν ἴδῃς ἐξ ἰχθύων
ὑπεναντίων αὑτοῖσι ποιοῦντας μίαν
καὶ σήσαμ' ὑποτρίβοντας εἰς ταύτην, λαβὼν
ἕκαστον αὐτῶν κατὰ μέρος προσπαρδέτω.
{Β.} ὥς μοι κέχρησαι. {Α.} τί γὰρ ἂν εὖ γένοιτ' ἔτι,
τῆς ἰδιότητος πρὸς ἑτέραν μεμιγμένης
καὶ συμπλεκομένης οὐχὶ συμφώνους ἁφάς;
τὸ ταῦτα διορᾶν ἐστιν ἐμψύχου τέχνης,
οὐ τὸ διανίζειν λοπάδας οὐδ' ὄζειν καπνοῦ.
ἐγὼ γὰρ εἰς τοὐπτάνιον οὐκ εἰσέρχομαι.
{Β.} ἀλλὰ τί; {Α.} θεωρῶ πλησίον καθήμενος,
πονοῦσιν ἕτεροι δ', οἷς λέγω τὰς αἰτίας
καὶ τἀποβαῖνον· ὀξὺ τὸ περίκομμ', ἄνες.
{Β.} ἁρμονικὸς εἶ μάγειρος. {Α.} ἐπίτεινον τὸ πῦρ.
ὁμαλιζέτω τοῖς τάχεσιν· ἡ πρώτη λοπὰς
ζεῖ ταῖς ἐφεξῆς οὐχὶ συμφώνως. νοεῖς
τὸν τύπον; {Β.} Ἄπολλον, μέγα τι φαίνεθ' ἡ τέχνη.
{Α.} εἶτ' οὐδὲν εἰκῆ παρατίθημι, μανθάνεις;
βρῶμ', ἀλλὰ μείξας πάντα κατὰ συμφωνίαν.
{Β.} πῶς; {Α.} ἔστιν αὑτοῖς ἃ διὰ τεττάρων ἔχει
κοινωνίαν, διὰ πέντε, διὰ πασῶν πάλιν.
ταῦτα προσάγω πρὸς αὐτὰ τὰ διαστήματα
καὶ ταῖς ἐπιφοραῖς εὐθὺς οἰκείως πλέκω·
ἐνίοτ' ἐφεστὼς παρακελεύομαι· πόθεν
ἅπτει; τί τούτῳ μιγνύειν μέλλεις; ὅρα,
διάφωνον ἕλκεις· οὐχ ὑπερβήσει σοφόν;
Ἐπίκουρος οὕτω κατεπύκνου τὴν ἡδονήν,
ἐμασᾶτ' ἐπιμελῶς, εἶδε τἀγαθὸν μόνος
ἐκεῖνος οἷόν ἐστιν· οἱ δ' ἐν τῇ στοᾷ
ζητοῦσι συνεχῶς οἷόν ἐστ' οὐκ εἰδότες.
οὐκοῦν ὅ γ' οὐκ ἔχουσιν, ἀγνοοῦσι δέ,
οὐδ' ἂν ἑτέρῳ δοίησαν. {Β.} οὕτω συνδοκεῖ.
ἀφῶμεν οὖν τὰ λοιπά. δῆλα δὴ πάλαι.
tit 3
{ΑΔΗΛΟΥ ΔΡΑΜΑΤΟΣ}
3
νεανίας τις ἐσφαίριζεν εἷς
ἐτῶν ἴσως . . . ἑπτακαίδεκα,
Κῷος· θεοὺς γὰρ φαίνεθ' ἡ νῆσος φέρειν.
ὃς ἐπεί ποτ' ἐμβλέψειε τοῖς καθημένοις,
ἢ λαμβάνων τὴν σφαῖραν ἢ διδούς, ἅμα
πάντες ἐβοῶμεν . . . . . . .
ἡ δ' εὐρυθμία τό τ' ἦθος ἡ τάξις θ' ὅση
ἐν τῷ τι πράττειν ἢ λέγειν ἐφαίνετο.
πέρας ἐστὶ κάλλους, ἄνδρες. οὔτ' ἀκήκοα
ἔμπροσθεν οὔθ' ἑόρακα τοιαύτην χάριν.
κακὸν ἄν τι μεῖζον ἔλαβον, εἰ πλείω χρόνον
ἔμεινα· καὶ νῦν δ' οὐχ ὑγιαίνειν μοι δοκῶ.
{<ΑΥΤΟΝ ΠΕΝΘΩΝ.>}
1
Εἰ δ' οὐχ ἱκανόν σοι, τὸν ἐλέφανθ' ἥκει φέρων
ὁ παῖς. {Β.} τί δ' ἐστὶ τοῦτο, πρὸς θεῶν; {Α.} ῥυτόν
δίκρουνον, ἡλίκον τι τρεῖς χωρεῖν χόας,
Ἄλκωνος ἔργον. προὔπιεν δέ μοί ποτε
ἐν Κυψέλοις Ἀδαῖος.
{<ΣΥΝΤΡΟΦΟΙ.>}
2
Ἐπικούρου δέ με
ὁρᾷς μαθητὴν ὄντα τοῦ σοφοῦ, παρ' ᾧ
ἐν δύ' ἔτεσιν καὶ μησὶν οὐχ ὅλοις δέκα
τάλαντ' ἐγώ σοι κατεπύκνωσα τέτταρα.
{Β.} τοῦτο δὲ τί ἐστιν; εἰπέ μοι. {Α.} καθήγισα.
μάγειρος ἦν κἀκεῖνος. οὐκ ἤδει θεοί.
{Β.} ποῖος μάγειρος; {Α.} ἡ φύσις πάσης τέχνης
ἀρχέγονόν ἐστ', ἀρχέγονον, ὦλιτήριε.
οὐκ ἔστιν οὐδὲν τοῦ πονεῖν σοφώτερον,
ἦν τ' εὐχερὲς τὸ πρᾶγμα τοῦ λόγου τριβήν
ἔχοντι τούτου· πολλὰ γὰρ συμβάλλεται.
διόπερ μάγειρον ὅταν ἴδῃς ἀγράμματον
μὴ Δημόκριτόν τε πάντα διανεγνωκότα
[μᾶλλον δὲ κατέχοντα, καταγέλα ὡς κενοῦ]
καὶ τὸν Ἐπικούρου κανόνα, μινθώσας ἄφες
ὡς ἐκ διατριβῆς. τοῦτο δεῖ γὰρ εἰδέναι,
τίν' ἔχει διαφορὰν πρῶτον, ὦ βέλτιστε σύ,
γλαυκίσκος ἐν χειμῶνι καὶ θέρει, πάλιν
ποῖος περὶ δύσιν Πλειάδος συνειδέναι
ἰχθὺς ὑπὸ τροπάς τ' ἐστὶ χρησιμώτατος.
αἱ μεταβολαὶ γὰρ αἵ τε κινήσεις κακόν
ἠλίβατον ἀνθρώποισιν ἀλλοιώματα
ἐν ταῖς τροφαῖς ποιοῦσι, μανθάνεις; τὸ δέ
ληφθὲν καθ' ὥραν ἀποδίδωσι τὴν χάριν.
τίς παρακολουθεῖ ταῦτα; τοιγαροῦν στρόφοι
καὶ πνευμάτια γιγνόμενα τὸν κεκλημένον
ἀσχημονεῖν ποιοῦσι. παρὰ δ' ἐμοὶ τρέφει
τὸ προσφερόμενον βρῶμα, καὶ λεπτύνεται
ὀρθῶς τε διαπνεῖ. τοιγαροῦν εἰς τοὺς πόρους
ὁ χυμὸς ὁμαλῶς πανταχοῦ συνίσταται.
χυμὸς λέγεις Δημόκριτος οὐδὲν πρᾶγμα τά
γινόμενα ποιεῖ τὸν φαγόντ' ἀρθριτικόν.
{Β.} καὶ τῆς ἰατρικῆς τι μετέχειν μοι δοκεῖς.
{Α.} καὶ πᾶς ὁ φύσεως ἐντός. ἡ δ' ἀπειρία
τῶν νῦν μαγείρων κατανόει πρὸς τῶν θεῶν
οἵα 'στίν. ἅλμην ὅταν ἴδῃς ἐξ ἰχθύων
ὑπεναντίων αὑτοῖσι ποιοῦντας μίαν,
καὶ σήσαμ' ὑποτρίβοντας εἰς ταύτην, λαβών
ἕκαστον αὐτῶν κατὰ μέρος προσπαρδέτω.
{Β.} ὥς μοι κέχρησαι. {Α.} τί γὰρ ἂν εὖ γένοιτ' ἔτι,
τῆς ἰδιότητος πρὸς ἑτέραν μεμιγμένης
καὶ συμπλεκομένης οὐχὶ συμφώνους ἁφάς;
τὸ ταῦτα διορᾶν ἐστιν εὐψύχου τέχνης,
οὐ τοῦ διανίζειν λοπάδας οὐδ' ὄζειν καπνοῦ.
ἐγὼ γὰρ εἰς τοὐπτάνιον οὐκ εἰσέρχομαι.
{Β.} ἀλλὰ τί; {Α.} θεωρῶ πλησίον καθήμενος,
πονοῦσι δ' ἕτεροι. {Β.} σὺ δέ; {Α.} λέγω τὰς αἰτίας
καὶ τἀποβαῖνον· ὀξὺ τὸ περίκομμ', ἄφες.
{Β.} ἁρμονικός, οὐ μάγειρος. {Α.} ἐπίτεινον τὸ πῦρ.
ὁμαλιζέτω τοῖς τάχεσιν· ἡ πρώτη λοπάς
ζεῖ ταῖς ἐφεξῆς οὐχὶ συμφώνως. νοεῖς
τὸν τύπον; {Β.} Ἄπολλον. {Α.} καὶ τί φαίνεται; {Β.} τέχνη.
{Α.} εἶτ' οὐδὲν εἰκῆ παρατίθημι, μανθάνεις;
βρῶμ', ἀλλὰ μίξας πάντα κατὰ συμφωνίαν.
{Β.} πῶς; {Α.} ἔστιν αὑτοῖς ἃ διὰ τεττάρων ἔχει
κοινωνίαν, διὰ πέντε, διὰ πασῶν πάλιν.
ταῦτα προσάγω πρὸς αὐτὰ τὰ διαστήματα,
καὶ ταῖς ἐπιφοραῖς εὐθὺς οἰκείως πλέκω·
ἐνίοτε δ' ἀφεστὼς παρακελεύομαι, πόθεν
ἅπτει; τί τούτῳ μιγνύειν μέλλεις; ὅρα,
διάφωνον ἕλκεις· οὐχ ὑπερβήσει σοφόν;
Ἐπίκουρος οὕτω κατεπύκνου τὴν ἡδονήν,
ἐμασᾶτ' ἐπιμελῶς, εἶδε τἀγαθὸν μόνος
ἐκεῖνος οἷόν ἐστιν· οἱ δ' ἐν τῇ στοᾷ
ζητοῦσι συνεχῶς οἷόν ἐστ' οὐκ εἰδότες.
οὐκοῦν ὅ γ' οὐκ ἔχουσιν, ἀγνοοῦσι δέ,
οὐδ' ἂν ἑτέρῳ δοίησαν. {Β.} οὕτω συνδοκεῖ·
ἀφῶμεν οὖν τὰ λοιπά. δῆλα δὴ πάλαι.
{EX INCERTA FABULA.}
3
Νεανίας τις ἐσφαίριζεν εἷς
ἐτῶν ἴσως . . ἑπτακαίδεκα,
Κῷος· θεοὺς γὰρ φαίνεθ' ἡ νῆσος φέρειν.
ὃς ἐπεί ποτ' ἐμβλέψειε τοῖς καθημένοις,