The Greek Library Catalogue

Anonymous

Fragmentum

Edition reference
Fragmentum, ed. T. Kock, Comicorum Atticorum fragmenta, vol. 3, Leipzig: Teubner, 1888: 357–358.
CTS identifier
urn:cts:greekLit:tlg0440.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

tit 1

{ΑΡΕΟΠΑΓΙΤΗΣ}

1

σύ μου καταφρονεῖς, ὅτι μάγειρός εἰμ', ἴσως·

ὅσον δ' ἀπὸ ταύτης τῆς τέχνης εἴργασμ' ἐγώ,

οὐδεὶς ὑποκριτής ἐσθ' ὅλως εἰργασμένος.

καπνιζομένη τυραννὶς αὕτη 'σθ' ἡ τέχνη.

ἀβυρτακοποιὸς παρὰ Σέλευκον ἐγενόμην·

παρ' Ἀγαθοκλεῖ δὲ πρῶτος εἰσήνεγκ' ἐγὼ

τῷ Σικελιώτῃ τὴν τυραννικὴν φακῆν.

τὸ μέγιστον οὐκ εἴρηκα· Λαχάρους τινός,

ὅτ' ἦν ὁ λιμός, ἑστιῶντος τοὺς φίλους,

ἀνάληψιν ἐποίης' εἰσενέγκας κάππαριν.

{Β.} γυμνὴν Ἀθηνᾶν τότ' ἐποίησε Λαχάρης

οὐδὲν ἐνοχλοῦσαν· σὲ δ' ἐνοχλοῦντα νῦν ἐγώ.

{<ΑΡΕΟΠΑΓΙΤΗΣ.>}

1

Ὅσον ἀπὸ ταύτης τῆς τέχνης εἴργασμ' ἐγώ,

οὐδεὶς ὑποκριτής ἐσθ' ὅλως εἰργασμένος.

καπνιζομένη τυραννὶς αὕτη 'σθ' ἡ τέχνη.

ἀβυρτακοποιὸς παρὰ Σέλευκον ἐγενόμην·

παρ' Ἀγαθοκλεῖ δὲ πρῶτος εἰσήνεγκ' ἐγώ,

τῷ Σικελιώτῃ τὴν τυραννικὴν φακῆν.

τὸ μέγιστον οὐκ εἴρηκα· Λαχάρους τινός,

ὅτ' ἦν ὁ λιμός, ἑστιῶντος τοὺς φίλους,

ἀνάληψιν ἐποίης' εἰσενέγκας κάππαριν.