Fragmenta
- Edition reference
- Fragmenta, ed. T. Kock, Comicorum Atticorum fragmenta, vol. 2, Leipzig: Teubner, 1884: 420–422.
- CTS identifier
urn:cts:greekLit:tlg0444.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
tit 1
{ΑΥΛΗΤΡΙΣ}
1
ἐπὰν κυάθους πίῃ τις, ὦ Κρίτων, δέκα,
ἀεὶ παρ' ἕκαστον ἐνδελεχῶς τὸ ποτήριον
πίνει τὸ λοιπόν, τοὺς λογισμοὺς δ' ἐξεμεῖ.
ταῦτα σκόπει πρὸς σαυτόν.
tit 2
{ΕΠΙΚΛΗΡΟΣ}
2
βούλομαι δεῖξαι σαφῶς
ὡς σεμνόν ἐστι τοῦτο καὶ νενομισμένον
καὶ τῶν θεῶν εὕρημα, τὰς δ' ἄλλας τέχνας
οὐδεὶς θεῶν κατέδειξεν, ἀλλ' ἄνδρες σοφοί.
τὸ γὰρ παρασιτεῖν εὗρεν ὁ Ζεὺς ὁ φίλιος,
ὁ τῶν θεῶν μέγιστος ὁμολογουμένως.
οὗτος γὰρ εἰς τὰς οἰκίας εἰσέρχεται
οὐχὶ διακρίνας τὴν πενιχρὰν ἢ πλουσίαν,
οὗ δ' ἂν καλῶς ἐστρωμένην κλίνην ἴδῃ
παρακειμένην τε τὴν τράπεζαν πάνθ' ἃ δεῖ
ἔχουσαν, ἤδη συγκατακλιθεὶς κοσμίως
ἀριστίσας ἑαυτόν, ἐντραγών, πιών,
ἀπέρχετ' οἴκαδ' οὐ καταβαλὼν συμβολάς.
κἀγὼ ποιῶ νῦν τοῦτ'· ἐπὰν κλίνας ἴδω
ἐστρωμένας καὶ τὰς τραπέζας εὐτρεπεῖς
καὶ τὴν θύραν ἀνεῳγμένην, εἰσέρχομαι
ἐνθάδε σιωπῇ, καὶ ποιήσας εὐσταλῆ
ἐμαυτόν, ὥστε μὴ 'νοχλεῖν τὸν συμπότην,
πάντων ἀπολαύσας τῶν παρατεθέντων, πιών,
ἀπέρχομ' οἴκαδ' ὥσπερ ὁ Ζεὺς ὁ φίλιος.
ὅτι δ' ἦν τὸ πρᾶγμ' ἔνδοξον ἀεὶ καὶ καλόν,
ἐκεῖθεν ἂν γνοίη τις ἔτι σαφέστερον.
τὸν Ἡρακλέα τιμῶσα λαμπρῶς ἡ πόλις
ἐν ἅπασι τοῖς δήμοις θυσίας ποιουμένη,
εἰς τὰς θυσίας ταύτας παρασίτους τῷ θεῷ
οὐ πώποτ' ἀπεκλήρωσεν, οὐδὲ παρέλαβεν
εἰς ταῦτα τοὺς τυχόντας, ἀλλὰ κατέλεγεν
ἐκ τῶν πολιτῶν δώδεκ' ἄνδρας ἐπιμελῶς
ἐκλεξαμένη τοὺς ἐκ δύ' ἀστῶν γεγονότας,
ἔχοντας οὐσίας, καλῶς βεβιωκότας.
εἶθ' ὕστερον τὸν Ἡρακλέα μιμούμενοι
τῶν εὐπόρων τινὲς παρασίτους ἑλόμενοι
τρέφειν παρεκάλουν οὐχὶ τοὺς χαριεστάτους
ἐκλεγόμενοι, τοὺς δὲ κολακεύειν δυναμένους
καὶ πάντ' ἐπαινεῖν· οἷς ἐπειδὰν προσερύγῃ,
ῥαφανῖδας ἢ σαπρὸν σίλουρον καταφαγών,
ἴα καὶ ῥόδα φασὶν αὐτὸν ἠριστηκέναι.
ἐπὰν δ' ἀποπάρδῃ μετά τινος κατακείμενος
τούτων, προσάγων τὴν ῥῖνα δεῖθ' αὑτῷ φράσαι,
πόθεν τὸ θυμίαμα τοῦτο λαμβάνει.
διὰ τοὺς τοιούτους τοὺς ἀσελγῶς χρωμένους
τὸ τίμιον καὶ τὸ καλὸν αἰσχρόν ἐστι νῦν.
t,post 2
{ΜΑΙΝΟΜΕΝΟΣ ΝΕΚΡΟΣ}
tit,ante 3
{ΠΑΝΗΓΥΡΙΣΤΑΙ}
tit 3
{ΑΔΗΛΟΥ ΔΡΑΜΑΤΟΣ}
3
ἐγὼ μὲν οὖν τὸν νόμον ἐμαυτῷ τουτονὶ
τίθεμαι δοκιμάζων, ὥσπερ εἴρηται ποιεῖν·
κρεῖττον γάρ ἐστιν εὖ τεθραμμένην λαβεῖν
γυναῖκ' ἄπροικον ἢ κακῶς μετὰ χρημάτων,
τὴν ἐσομένην καὶ ταῦτα μέτοχον τοῦ βίου.
{<ΑΥΛΗΤΡΙΣ.>}
1
Ἐπὰν κυάθους πίνῃ τις, ὦ Κρίτων, δέκα,
ἀεὶ παρ' ἕκαστον ἐνδελεχῶς τὸ ποτήριον,
πίνει τὸ λοιπόν, τοὺς λογισμοὺς δ' ἐξεμεῖ.
ταῦτα σκόπει πρὸς σαυτόν.
{<ΕΠΙΚΛΗΡΟΣ.>}
2
Βούλομαι δεῖξαι σαφῶς
ὡς σεμνόν ἐστι τοῦτο καὶ νενομισμένον
καὶ τῶν θεῶν εὕρημα, τὰς δ' ἄλλας τέχνας
οὐδεὶς θεῶν κατέδειξεν, ἀλλ' ἄνδρες σοφοί.
τὸ γὰρ παρασιτεῖν εὗρεν ὁ Ζεὺς ὁ φίλιος,
ὁ τῶν θεῶν μέγιστος ὁμολογουμένως.
οὗτος γὰρ εἰς τὰς οἰκίας εἰσέρχεται
οὐχὶ διακρίνας τὴν πενιχρὰν ἢ πλουσίαν,
οὗ δ' ἂν καλῶς ἐστρωμένην κλίνην ἴδῃ
παρακειμένην τε τὴν τράπεζαν πάνθ' ἃ δεῖ
ἔχουσαν, ἤδη συγκατακλιθεὶς κοσμίως
ἀριστίσας ἑαυτόν, ἐντραγών, πιών,
ἀπέρχετ' οἴκαδ' οὐ καταβαλὼν συμβολάς.
κἀγὼ ποιῶ νῦν τοῦτ'· ἐπὰν κλίνας ἴδω
ἐστρωμένας καὶ τὰς τραπέζας εὐτρεπεῖς
καὶ τὴν θύραν ἀνεῳγμένην, εἰσέρχομαι
ἐνθάδε σιωπῇ καὶ ποιήσας εὐσταλῆ
ἐμαυτόν, ὥστε μὴ 'νοχλεῖν τὸν συμπότην.
πάντων ἀπολαύσας τῶν παρατεθέντων, πιών,
ἀπέρχομ' οἴκαδ' ὥσπερ ὁ Ζεὺς ὁ φίλιος.
ὅτι δ' ἦν τὸ πρᾶγμ' ἔνδοξον ἀεὶ καὶ καλόν,
ἐκεῖθεν ἂν γνοίη τις ἔτι σαφέστερον.
τὸν Ἡρακλέα τιμῶσα λαμπρῶς ἡ πόλις
ἐν ἅπασι τοῖς δήμοις θυσίας ποιουμένη,
εἰς τὰς θυσίας ταύτας παρασίτους τῷ θεῷ
οὐ πώποτ' ἀπεκλήρωσεν, οὐδὲ παρέλαβεν
εἰς ταῦτα τοὺς τυχόντας, ἀλλὰ κατέλεγεν
ἐκ τῶν πολιτῶν δώδεκ' ἄνδρας ἐπιμελῶς
ἐκλεξαμένη τοὺς ἐκ δυναστῶν γεγονότας,
ἔχοντας οὐσίας, καλῶς βεβιωκότας.
εἶθ' ὕστερον τὸν Ἡρακλέα μιμούμενοι
τῶν εὐπόρων τινὲς παρασίτους ἑλόμενοι
τρέφειν παρεκάλουν, οὐχὶ τοὺς χαριεστάτους
ἐκλεγόμενοι τοὺς δὲ κολακεύειν δυναμένους
καὶ πάντ' ἐπαινεῖν, οἷς ἐπειδὴ προσερύγοι,
ῥαφανῖδας ἢ σαπρὸν σίλουρον καταφαγών,
ἴα καὶ ῥόδ' ἔφασαν αὐτὸν ἠριστηκέναι.
ἐπεὶ δ' ἀποπάρδοι μετά τινος κατακείμενος
τούτων, προσάγων τὴν ῥῖν' ἐδεῖτ' αὐτοῦ φράσαι,
πόθεν τὸ θυμίαμα τοῦτο λαμβάνεις;
διὰ τοὺς τοιούτους τοὺς ἀσελγῶς χρωμένους
τὸ τίμιον καὶ τὸ καλὸν αἰσχρόν ἐστι νῦν.
{EX INCERTA FABULA.}
3
Ἐγὼ μὲν οὖν τὸν νόμον ἐμαυτῷ τουτονὶ
τίθεμαι δοκιμάζων, ὥσπερ εἴρηται ποιεῖν·
κρεῖττον γάρ ἐστιν εὖ τεθραμμένην λαβεῖν
γυναῖκ' ἄπροικον ἢ κακῶς μετὰ χρημάτων,
τὴν ἐσομένην καὶ ταῦτα μέτοχον τοῦ βίου.