The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. A. Meineke, Fragmenta comicorum Graecorum, vol. 4, Berlin: Reimer, 1841 (repr. Berlin: De Gruyter, 1970): 375– 381, 383–395, 397–428.
CTS identifier
urn:cts:greekLit:tlg0447.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

Emp

1

ἢ λωποδυτεῖν τὰς νύκτας ἢ τοιχωρυχεῖν,

ἢ τῶν ποιούντων ταῦτα κοινωνεῖν τισιν,

ἢ συκοφαντεῖν κατ' ἀγοράν, ἢ μαρτυρεῖν

ψευδῆ. τὸ τοιοῦτον ἐκκαθαίρομεν γένος.

{Β.} ὀρθῶς γε νὴ Δί'. ἀλλὰ δὴ τί τοῦτ' ἐμοί;

{Α.} ὁρῶμεν ὀψωνοῦνθ' ἑκάστης ἡμέρας

οὐχὶ μετρίως βέλτιστέ ς', ἀλλ' ὑπερηφάνως.

οὐκ ἔστιν ἰχθυηρὸν ὑπὸ σοῦ μεταλαβεῖν.

συνῆχας ἡμῶν εἰς τὰ λάχανα τὴν πόλιν.

περὶ τῶν σελίνων μαχόμεθ' ὥσπερ Ἰσθμίοις.

λαγώς τις εἰσελήλυθ', εὐθὺς ἥρπακας.

πέρδικα δ' ἢ κίχλην γε νὴ Δί' οὐκ ἔτι

ἔστιν δι' ὑμᾶς οὐδὲ πετομένην ἰδεῖν.

τὸν ξενικὸν οἶνον ἐπιτετίμηκας πολύ.

2

Οὐ πώποτ' ἰχθῦς οἶδα τιμιωτέρους

ἰδών. Πόσειδον, εἰ δεκάτην ἐλάμβανες

αὐτῶν ἀπὸ τῆς τιμῆς ἑκάστης ἡμέρας,

πολὺ τῶν θεῶν ἂν ἦσθα πλουσιώτατος.

ὅμως δὲ τούτων εἴ με προσγελάσειέ τις,

ἐδίδουν στενάξας ὁπόσον αἰτήσειέ με.

γόγγρον μέν, ὥσπερ ὁ Πρίαμος τὸν Ἕκτορα,

ὅσον εἵλκυσεν, τοσοῦτο καταθεὶς ἐπριάμην.

3

Πουλύπους

ἔχων ἁπάσας ὁλομελεῖς τὰς πλεκτάνας·

οὐ περιβεβρωκὼς αὑτόν ἐστι, φίλτατε.

4

Τὴν νύκτ' ἐκείνην διεκαραδοκήσαμεν.

Ena

tit

{<ΕΝΑΓΙΣΜΑΤΑ.>}

1

Εἰ μὴ συνήθης Φαιδίμῳ γ' ἐτύγχανεν

ὁ Χαβρίου Κτήσιππος, εἰσηγησάμην

νόμον τίν' οὐκ ἄχρηστον, ὡς ἐμοὶ δοκεῖ,

ὥστ' ἐπιτελεσθῆναί ποτ' αὐτῷ τοῦ πατρός

τὸ μνῆμα, κατ' ἐνιαυτὸν ἕνα λίθον

ἁμαξιαῖον· καὶ σφόδρ' εὐτελὲς λέγω.

Epid

tit

{<ΕΠΙΔΙΚΑΖΟΜΕΝΟΣ.>}

1

Ὁ δὲ κανδύταλις

οὗτος τί δύναται, καὶ τί ἔστιν; {Β.} ὥσπερ εἰ

εἴποις ἀορτάς.

Epit

tit

{<ΕΠΙΤΡΟΠΕΥΣ.>}

Epik

tit

{<ΕΠΙΚΛΗΡΟΣ.>}

Eun

tit

{<ΕΥΝΟΥΧΟΣ.>}

Zog

tit

{<ΖΩΓΡΑΦΟΣ.>}

1

Ἄριστον ἐπεχόρευσεν ἐκλελεγμένον,

εἴ τι νέον ἢ ποθεινόν· ὀστρέων γένη

παντοδαπά, λοπάδων παρατεταγμένη φάλαγξ,

ὀπτῶν ἐπῆγε σωρὸς ἀπὸ τοῦ τηγάνου,

τριμμάτια τούτοις ἐν θυΐαις ἀργυραῖς.

2

Οὐ μὴ παραλάβω ς' οὐδαμοῦ, Δράκων, ἐγώ

ἐπ' ἔργον οὗ μὴ διατελεῖς τὴν ἡμέραν

τραπεζοποιῶν ἐν ἀγαθοῖς πολλοῖς χύδην.

οὐ γὰρ βαδίζω πρότερον ἂν μὴ δοκιμάσω

τίς ἔσθ' ὁ θύων, ἢ πόθεν συνίσταται

τὸ δεῖπνον, ἢ κέκληκεν ἀνθρώπους τίνας.

ἔστιν δ' ἁπάντων τῶν γενῶν μοι διαγραφή,

εἰς ποῖα μισθοῦν ἢ φυλάττεσθαί με δεῖ.

οἷον τὸ κατὰ τοὐμπόριον, εἰ βούλει, γένος.

ναύκληρος ἀποθύει τις εὐχήν, ἀποβαλών

τὸν ἱστὸν ἢ πηδάλια συντρίψας νεώς,

ἢ φορτί' ἐξέρριψ' ὑπέραντλος γενόμενος·

ἀφῆκα τὸν τοιοῦτον· οὐδὲν ἡδέως

ποιεῖ γὰρ οὗτος, ἀλλ' ὅσον νόμου χάριν.

ὁμοῦ δὲ ταῖς σπονδαῖσι διαλογίζεται

τοῖς συμπλέουσιν ὁπόσον ἐπιβάλλει μέρος

τιθείς, τά θ' αὑτοῦ σπλάγχν' ἕκαστος ἐσθίει.

ἀλλ' ἕτερος εἰσπέπλευκεν ἐκ Βυζαντίου

τριταῖος, ἀπαθής, εὐπορηκώς, περιχαρής

εἰς δέκ' ἐπὶ τῇ μνᾷ γεγονέναι καὶ δώδεκα,

λαλῶν τὰ ναῦλα καὶ δάνει' ἐρυγγάνων,

ἀφροδίσι' ὑπὸ κόλλοψι μαστροποῖς ποιῶν·

ὑπὸ τοῦτον ὑπέμυξ' εὐθὺς ἐκβεβηκότα,

τὴν δεξιὰν ἐνέβαλον, ἐμνήσθην Διός

σωτῆρος, ἐμπέπηγα τῷ διακονεῖν.

τοιοῦτος ὁ τρόπος. μειράκιον ἐρῶν πάλιν

τὰ πατρῷα βρύκει καὶ σπαθᾷ, πορεύομαι.

ἀπὸ συμβολῶν συνάγοντα νὴ Δί' ἕτερά που

ἐνέβαλεν εἰς τὸν κέραμον ἀνευρημένα,

τὰ κράσπεδ' ἀποθλίβοντα καὶ κεκραγότα

„ὀψάριον ἀγοραῖον ποιεῖν τίς βούλεται;“

ἐῶ βοᾶν· πληγὰς γὰρ ἔνι προσλαμβάνειν

ἐλθόντα καὶ τὴν νύχθ' ὅλην διακονεῖν.

τὸ μισθάριον γὰρ ἂν ἀπαιτῇς, ἁμίδα μοι

ἔνεγκε πρῶτον, φησίν. ὄξος ἡ φακῆ

οὐκ εἶχε. πάλιν ᾔτησας, οἰμώξει μακρά

πρῶτος μαγείρων, φησίν. ἕτερα μυρία

τοιαῦτα καταλέξαιμ' ἄν. οὗ δὲ νῦν ς' ἄγω,

πορνεῖόν ἐστι, πολυτελῶς Ἀδώνια

ἄγους' ἑταίρα μεθ' ἑτέρων πορνῶν χύδην.

σαυτὸν ἀποτάξεις τόν τε κόλπον ἀποτρέχων.

3

Ἀπροσδόκητον οὐδὲν ἀνθρώποις πάθος·

ἐφημέρους γὰρ τὰς τύχας κεκτήμεθα.

Hera

tit

{<ΗΡΑΚΛΗΣ.>}

1

Ἐμὲ μὲν οὐχ ὁρᾷς πεπωκότα

ἤδη τ' ἀκροθώρακ' ὄντα καὶ θυμούμενον,

τονδὶ δὲ ναστόν, Ἀστίωνος μείζονα,

ἤδη σχεδὸν δωδέκατον ἠριστηκότα.

Hero

tit

{<ΗΡΩΣ.>}

Thesau

tit

{<ΘΗΣΑΥΡΟΣ.>}

1

Ὑπολαμβάνω τὸ ψεῦδος ἐπὶ σωτηρίᾳ

λεγόμενον οὐδὲν περιποιεῖσθαι δυσχερές.

Theseu

tit

{<ΘΗΣΕΥΣ.>}

1

Σὲ μὲν καλοῦσι ψωμοκόλαφον δραπέτην.

Kith

tit

{<ΚΙΘΑΡΩΙΔΟΣ.>}

1

Ἐξανίσταμαι

τὸν ἀμφιτάπητα συστορέσας.

2

Λήκυθον ξύστιν τ' ἔχεις;

{Β.} ἐγὼ δὲ καὶ ξύστραν.

Lem

tit

{<ΛΗΜΝΙΑΙ.>}

1

Οὗτοι δεδειπνήκασιν· ὁ δὲ τάλας ἐγώ

κεστρεὺς ἂν εἴην ἕνεκα νηστείας ἄκρας.

Mai

tit

{<ΜΑΙΝΟΜΕΝΟΣ.>}

1

Καὶ προσέτι τοίνυν ἐσχάραν, κλίνην, κάδον,

στρώματα, σίγυνον, ἀσκοπήραν, θύλακον,

ὥστ' οὐ στρατιώτην ἄν τις ἀλλὰ καὶ κύκλον

ἐκ τῆς ἀγορᾶς ὀρθὸν βαδίζειν ὑπολάβοι.

τοσοῦτός ἐσθ' ὁ ῥῶπος ὃν σὺ περιφέρεις.

Mne

tit

{<ΜΝΗΜΑΤΙΟΝ.>}

Pai

tit

{<ΠΑΙΔΕΡΑΣΤΑΙ.>}

1

Ἔγχεον σὺ δὴ πιεῖν.

εὐζωρότερόν γε νὴ Δί', ὦ παῖ, δός; τὸ γάρ

ὑδαρὲς ἅπαν τοῦτ' ἐστὶ τῇ ψυχῇ κακόν.

Pal

tit

{<ΠΑΛΛΑΚΗ.>}

1

Βουβάλια καρπῶν παρθένου φορήματα.

Par

tit

{<ΠΑΡΑΣΙΤΟΣ.>}

1

Εὖ γ' ὁ κατάχρυσος εἶπε πόλλ' Εὐριπίδης·

”νικᾷ δὲ χρεία μ' ἡ ταλαίπωρός τέ μου

γαστήρ.” ταλαιπωρότερον οὐδέν ἐστι γάρ

τῆς γαστρός, εἰς ἣν πρῶτον ἐμβαλεῖς * *

ἀλλ' οὐχ ἕτερον ἀγγεῖον. ἐν πήρᾳ φέροις

ἄρτους ἄν, ἀλλ' οὐ ζωμόν, ἢ διαφθερεῖς.

εἰς σπυρίδα μάζας ἐμβαλεῖς, ἀλλ' οὐ φακῆν,

οἰνάριον εἰς λάγυνον, ἀλλ' οὐ κάραβον.

εἰς τὴν θεοῖς ἐχθρὰν δὲ ταύτην εἰσφόρει

τὰ πάνθ' ἑαυτοῖς μηδὲν ὁμολογούμενα.

κοὐ προστίθημι τἄλλα, διότι πανταχοῦ

διὰ τὴν τάλαιναν πάντα ταύτην γίγνεται.

2

Ὅταν με καλέσῃ πλούσιος δεῖπνον ποιῶν,

οὐ κατανοῶ τὰ τρίγλυφ' οὐδὲ τὰς στέγας,

οὐδὲ δοκιμάζω τοὺς Κορινθίους κάδους,

ἀτενὲς δὲ τηρῶ τοῦ μαγείρου τὸν καπνόν.

κἂν μὲν σφοδρὸς φερόμενος εἰς ὀρθὸν τρέχῃ,

γέγηθα καὶ χαίρω τι καὶ πτερύττομαι·

ἂν δὲ πλάγιος καὶ λεπτός, εὐθέως νοῶ

ὅτι τοῦτό μοι τὸ δεῖπνον ἀλλ' οὐδ' αἷμ' ἔχει.

3

Ἀγνοεῖς ἐν ταῖς ἀραῖς

ὅ τι ἐστίν, εἴ τις μὴ φράσει' ὀρθῶς ὁδόν,

ἢ πῦρ ἐναύσει', ἢ διαφθείρει' ὕδωρ,

ἢ δειπνιεῖν μέλλοντα κωλύσαι τινά;

4

Οὐ δεῖ παρασιτεῖν ὄντα δυσάρεστον σφόδρα.

Pel

tit

{<ΠΕΛΙΑΔΕΣ.>}

1

Τὸ δειπνάριον ἀνθηρὸν ἦν, γλαφυρὸν σφόδρα,

φακῆς κατ' ἄνδρα τρύβλιον μεστὸν μέγα.

{Β.} πρώτιστον οὐκ ἀνθηρόν. {Α.} ἐπὶ ταύτῃ φέρων

εἰς τὸ μέσον ἐπεχόρευσε σαπέρδης μέγας,

ὑπό τι δυσώδης οὗτος ηρος ἀνθίαν,

ὃν πολλὰ * * ταῖς κίχλαις ἤδη λέγει.

Pli

tit

{<ΠΛΙΝΘΟΦΟΡΟΣ.>}

Pol

tit

{<ΠΟΛΥΠΡΑΓΜΩΝ.>}

1

Ὤιμην ἐγὼ τοὺς ἰχθυοπώλας τὸ πρότερον

εἶναι πονηροὺς τοὺς Ἀθήνησιν μόνους.

τόδε δ', ὡς ἔοικε, τὸ γένος ὥσπερ θηρίον

ἐπίβουλόν ἐστι τῇ φύσει καὶ πανταχοῦ.

ἐνταῦθα γοῦν ἔστιν τις ὑπερηκοντικώς,

κόμην τρέφων μὲν πρῶτον ἱερὰν τοῦ θεοῦ,

ὡς φησίν· οὐ διὰ τοῦτό γ', ἀλλ' ἐστιγμένος

πρὸ τοῦ μετώπου παραπέτασμ' αὐτὴν ἔχει.

οὗτος ἀποκρίνετ', ἂν ἐρωτήσῃς πόσου

ὁ λάβραξ, δέκ' ὀβολῶν, οὐχὶ προσθεὶς ὁποδαπῶν.

ἔπειτ' ἐὰν τἀργύριον αὐτῷ καταβάλῃς,

ἐπράξατ' Αἰγιναῖον· ἂν δ' αὐτὸν δέῃ

κέρματ' ἀποδοῦναι, προσαπέδωκεν Ἀττικά.

κατ' ἀμφότερα δὲ τὴν καταλλαγὴν ἔχει.

2

Τί ποτ' ἐστίν; ὡς ῥαγδαῖος ἐξελήλυθεν.

Pyr

tit

{<ΠΥΡΡΑ.>}

1

Δῶρον δ' ἐμαυτῇ παρὰ θεῶν εὑρημένη.

Sap

tit

{<ΣΑΠΦΩ.>}

1

Ἀρχίλοχε, δέξαι τήνδε τὴν μετανιπτρίδα

μεστὴν Διὸς σωτῆρος, ἀγαθοῦ δαίμονος.

Sik

tit

{<ΣΙΚΕΛΙΚΟΣ.>}

1

Οἷον ἀγοράζειν πάντα, μηδὲ ἓν δ' ἔχειν,

εἰ μὴ κικίννους ἀξίους λίτραιν δυοῖν.

Sch

tit

{<ΣΧΕΔΙΑ.>}

1

Θᾶττον πλέκειν κέλευε πόρκων πυκνοτέρους.

Synt

tit

{<ΣΥΝΤΡΟΦΟΙ.>}

1

Ἀγαθὸς βαφεὺς ἔνεστιν ἐν τῷ παιδίῳ·

ταυτὶ γὰρ ἡμῖν δευσοποιὰ παντελῶς

τὰ σπάργαν' ἀποδέδειχεν.

Syno

tit

{<ΣΥΝΩΡΙΣ.>}

1

Ἄριστ' ἀπαλλάττεις ἐπὶ τούτου τοῦ κύβου.

{Β.} ἀστεῖος εἶ. δραχμὴν ὑπόθες. {Α.} κεῖται πάλαι.

πῶς ἂν βάλοιμ' Εὐριπίδην; {Β.} οὐκ ἄν ποτε

Εὐριπίδης γυναῖκα σώσει'. οὐχ ὁρᾷς

ἐν ταῖς τραγῳδίαισιν αὐτὰς ὡς στυγεῖ;

τοὺς δὲ παρασίτους ἠγάπα. λέγει γέ τοι

„Ἀνὴρ γὰρ ὅστις εὖ βίον κεκτημένος

”μὴ τοὐλάχιστον τρεῖς ἀσυμβόλους τρέφει,

„ὄλοιτο, νόστου μή ποτ' εἰς πάτραν τυχών.“

{Α.} πόθεν ἐστὶ ταῦτα, πρὸς θεῶν; {Α.} τί δέ σοι μέλει;

οὐ γὰρ τὸ δρᾶμα, τὸν δὲ νοῦν σκοπούμεθα.

2-3

Ὀργίζεται; παράσιτος ὢν ὀργίζεται;

{Β.} οὐκ ἀλλ' ἀλείψας τὴν τράπεζαν τῇ χολῇ,

ὥσπερ τὰ παιδί' αὑτὸν ἀπογαλακτιεῖ. * * * *

Τότε φάγοις, παράσιθ', {Β.} ὅρα

ὡς διασέσυρκε τὴν τέχνην· οὐκ οἶσθ' ὅτι

μετὰ τὸν κιθαρῳδὸν ὁ παράσιτος κρίνεται;

4

Ἕλκ' ἐς μέσον τὸν φιμὸν ὡς ἂν ἐμβάλῃ.

5

Ἐχήνισας. ποιοῦσι τοῦτο πάντες οἱ

παρὰ Τιμοθέῳ;

Tel

tit

{<ΤΕΛΕΣΙΑΣ.>}

1

Τράγημα, μυρτίδες, πλακοῦς, ἀμύγδαλα.

ἐγὼ δὲ ταῦθ' ἥδιστά γ' ἐπιδορπίζομαι.

Tith

tit

{<ΤΙΘΡΑΥΣΤΗΣ.>}

1

Πρίστις, τραγέλαφος, βατιάκη, λαβρώνιος.

{Β.} ἀνδραπόδι' ἤδη ταῦθ', ὁρᾷς; {Α.} ἥκιστά γε.

ἐκπωμάτων δ' ὀνόματα. {Β.} πρὸς τῆς Ἑστίας;

{Α.} ὁ λαβρώνιος χρυσῶν δέ, παῖδες, εἴκοσιν.

Phr

tit

{<ΦΡΕΑΡ.>}

1

Πολιὸς τεχνίτης ἐστὶν ὁ χρόνος, ὦ ξένε.

χαίρει μεταπλάττων πάντας ἐπὶ τὰ χείρονα.

Phi

tit

{<ΦΙΛΑΔΕΛΦΟΙ.>}

Chr

tit

{<ΧΡΥΣΟΧΟΟΣ.>}

1

Διακύψας ὁρῶ

διὰ τῆς ὀπαίας κεραμίδος καλὴν σφόδρα.

FIF

tit

{FABULARUM INCERTARUM FRAGMENTA.}

1

Ὦ πᾶσι τοῖς φρονοῦσι προσφιλέστατε

Διόνυσε καὶ σοφώταθ', ὡς ἡδύς τις εἶ·

ὃς τὸν ταπεινὸν μέγα φρονεῖν ποιεῖς μόνος,

τὸν τὰς ὀφρῦς αἴροντα συμπείθεις γελᾶν,

τόν τ' ἀσθενῆ τολμᾶν τι, τὸν δειλὸν θρασύν.

2

Οὐκ ἔστιν οὐδὲν τέχνιον ἐξωλέστερον

τοῦ πορνοβοσκοῦ * * * *

κατὰ τὴν ὁδὸν πωλεῖν περιπατῶν βούλομαι

ῥόδα, ῥαφανῖδας, θερμοκυάμους, στέμφυλα,

ἁπλῶς ἅπαντα μᾶλλον ἢ ταύτας τρέφειν.

3

Προιτίδας ἁγνίζων κούρας καὶ τὸν πατέρ' αὐτῶν,

Προῖτον Ἀβαντιάδην, καὶ γραῦν πέμπτην ἐπὶ τοῖσδε,

δᾳδὶ μιᾷ σκίλλῃ τε μιᾷ, πόσα σώματα φωτῶν,

θείῳ τ' ἀσφάλτῳ τε πολυφλοίσβοιο θαλάσσης

ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο.

ἀλλὰ μάκαρ Ἀὴρ διὰ τῶν νεφέων διάπεμψον

Ἀντικύραν, ἵνα τόνδε κόριν κηφῆνα ποιήσω.

4

Ἓν ὀνάριον ἐξ ἀγροῦ μοι καταβαίνει

καθ' ἕκαστον ἐνιαυτὸν ἀγαπητῶς

ὥσπερ κανοῦν μοι πάντ' ἀνεσκευασμένον,

σπονδήν, ὀλάς, ἔλαιον, ἰσχάδας, μέλι.

5

Οὐκ ἔστι βίος ὃς οὐχὶ κέκτηται κακά,

λύπας, μερίμνας, ἁρπαγάς, στρέβλας, νόσους·

τούτων ὁ θάνατος καθάπερ ἰατρὸς φανείς

ἀνέπαυσε τοὺς ἔχοντας ἀναπαύσας ὕπνῳ.

6

Ἣν ὁ πατὴρ ἐφίλησεν οὐδεπώποτε,

παρ' ἧς τὸν ἄρτον ἡ κύων οὐ λαμβάνει,

μέλαινα δ' οὕτως ὥστε καὶ ποιεῖν σκότος.

7

Παρατίθημ' ὁλοσχερῆ

ἄρν' ἐς μέσον συμπτυκτόν, ὠνθυλευμένον,

χοιρίδια περιφόρινα κρομβώσας ὅλα·

Δούρειον ἐπάγω χῆνα τῷ φυσήματι.

8

Δειπνεῖ τε καταδύς, πῶς δοκεῖς; Λακωνικῶς,

ὄξους δὲ κοτύλην. {Β.} πάξ. {Α.} τί πάξ; ὀξὶς μέτρον

χωρεῖ τοσοῦτο τῶν Κλεωναίων.

9

Τέρπομαι γυμνοὺς ὁρῶν

τοὺς ὀξυπείνους καὶ πρὸ τῶν καιρῶν ἀεί

πάντ' εἰδέναι σπεύδοντας.

10

Αὐλὰς θεραπεύειν δ' ἐστίν, ὡς ἐμοὶ δοκεῖ,

ἢ φυγάδος ἢ πεινῶντος ἢ μαστιγίου.

11

Ἐν ἡμέραισιν αὐτὸν ἑπτά σοι, γέρον,

θέλω παρασχεῖν ἢ κολοκύντην ἢ κρίνον.

12

Καὶ νὴ Δί' ὄντως εὐθὺς ἐξέπεμπέ με

ὄρθριον· ἐκόκκυζ' ἀρτίως ἁλεκτρυών.

13

Ἆρ' ἔστιν ἀνοητότατον αἰσχροκερδία·

πρὸς τῷ λαβεῖν γὰρ ὢν ὁ νοῦς τἄλλ' οὐχ ὁρᾷ.

14

Εἰ μὴ τὸ λαβεῖν ἦν, οὐδὲ εἷς πονηρὸς ἦν.

Φιλαργυρία τοῦτ' ἐστίν, ὅταν ἀφεὶς σκοπεῖν

τὰ δίκαια τοῦ κέρδους διὰ παντὸς δοῦλος ᾖς.

15

Ὅστις γὰρ αὐτὸς αὑτὸν οὐκ αἰσχύνεται

συνειδόθ' αὑτῷ φαῦλα διαπεπραγμένῳ,

πῶς τόν γε μηδὲν εἰδότ' αἰσχυνθήσεται;

16

Ὅρκος δ' ἑταίρας ταὐτὸ καὶ δημηγόρου·

ἑκάτερος αὐτῶν ὀμνύει πρὸς ὃν λαλεῖ.

17

Ὃς δ' οὔτ' ἐρυθριᾶν οἶδεν οὔτε δεδιέναι,

τὰ πρῶτα πάσης τῆς ἀναιδείας ἔχει.

18

Εἰ τοῦ πατρὸς δόξαιμι κρεῖττόν σοι λέγειν,

ἐμαυτὸν ἀδικῶ κοὐκέτ' εἰμὶ θεοσεβής,

ὅτι τὸν κατασπείραντα λυπῶ κοὐ φιλῶ.

19

Ἔργον συναγαγεῖν σωρὸν ἐν πολλῷ χρόνῳ,

ἐν ἡμέρᾳ δὲ διαφορῆσαι ῥᾴδιον.

20

Λαμπρῶς ἔνιοι ζῶσιν, οἷς χαλεπώτερον

τοῦ περιποιήσασθαί τι τὸ φυλάξαι βίον.

21

Ἀνδρὸς φίλου καὶ συγγενοῦς γὰρ οἰκίαν

αὑτοῦ νομίζειν δεῖ τὸν ὀρθῶς συγγενῆ.

22

Ἰσχυρότερον κρίνω τὸ χρυσίον πολύ·

τὰ πάντα τούτῳ τέμνεται καὶ πράττεται.

23

Πένητος ἀνδρὸς οὐδὲν εὐτυχέστερον·

τὴν ἐπὶ τὸ χεῖρον μεταβολὴν οὐ προσδοκᾷ.

24

Πενία δὲ συγκραθεῖσα δυσσεβεῖ τρόπῳ

ἄρδην ἀνεῖλε καὶ κατέστρεψεν βίον.

25

Ἄνθρωπός εἰμι, τοῦτο δ' αὐτὸ τῷ βίῳ

πρόφασιν μεγίστην εἰς τὸ λυπεῖσθαι φέρει.

26

Ὥσπερ κυαθίζους' ἐνίοθ' ἡμῖν ἡ τύχη

ἓν ἀγαθὸν ἐπιχέασα τρί' ἐπαντλεῖ κακά.

27ab

Βέβαιον οὐδέν ἐστιν ἐν θνητῷ βίῳ.

Βιοῖ γὰρ οὐδεὶς ὃν προαιρεῖται τρόπον.

28

Ὡς δεινὸν ἡνίκ' ἄν τις ὢν ἐν φροντίσιν

εἰκῆ θεατὴν τὸν τυχόντα λαμβάνῃ.

29

Οὐκ ἔστ' ἀναιδοῦς ζῷον εὐθαρσέστερον.

κακὴ γὰρ αἰδὼς ἔνθα τἀναιδὲς κρατεῖ.

30

Καιρῷ τιθέμενον κέρδος ὡς καρπὸν φέρει.

31

Ἂν γνῷς τί ἐστ' ἄνθρωπος, ἡδίων ἔσει.

32

Ὡς μακάριον φρόνησις ἐν χρηστῷ τρόπῳ.

33

Γυναικὸς ἀγαθῆς ἐπιτυχεῖν οὐ ῥᾴδιον.

34

Κόρης ἀπαλλαττόμεθα ταμιείου πικροῦ.

35-36

Θνητὸς πεφυκὼς μὴ εὐλαβοῦ τεθνηκέναι.

Λύπης δὲ πάσης γίγνετ' ἰατρὸς χρόνος.

37

Ὡς εὐμετάβολός ἐστιν ἀνθρώπων βίος.

38

Παχὺς ὠνθυλευμένος στέατι Σικελικῷ.

39

Τὸ μὲν Ἄργος ἵππος, οἱ δ' ἐνοικοῦντες λύκοι.

40

Ὠιῶν δ' ἐν αὐτῇ διέτρεχεν νεόττια.

43

Μόνος γὰρ ἦν λέγων

ἄκουσμα κἀκρόαμα.

44

Καὶ πόδα βόειον οὐδὲ εἷς ὀπτᾷ.

ἀθετεῖν.Ἀμιϲόν.