The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. T. Kock, Comicorum Atticorum fragmenta, vol. 2, Leipzig: Teubner, 1884: 419.
CTS identifier
urn:cts:greekLit:tlg0448.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

tit 1-2

{ΨΑΛΤΡΙΑ}

1

ὑπερῃσχυνόμην

μέλλων ἀσύμβολος πάλιν δειπνεῖν· πάνυ

αἰσχρὸν γάρ. {Β.} ἀμέλει· τὸν Τιθύμαλλον γοῦν ἀεὶ

ἐρυθρότερον κόκκου περιπατοῦντ' ἔσθ' ὁρᾶν·

οὕτως ἐρυθριᾷ συμβολὰς οὐ κατατιθείς.

2

ἐπεὶ δὲ θᾶττον ἦμεν ἠριστηκότες,

(ὁ παῖς) περιεῖλε τὰς τραπέζας, νίμματα

ἐπέχει τις, ἀπενιζόμεθα, τοὺς στεφάνους πάλιν

τοὺς ἰρίνους λαβόντες ἐστεφανούμεθα.

{<ΨΑΛΤΡΙΑ.>} Ὑπερῃσχυνόμην

1

μέλλων ἀσύμβολος πάλιν δειπνεῖν· πάνυ

αἰσχρὸν γάρ. {Β.} ἀμέλει· τὸν Τιθύμαλλον γοῦν ἀεὶ

ἐρυθρότερον κόκκου περιπατοῦντ' ἔσθ' ὁρᾶν·

οὕτως ἐρυθριᾷ συμβολὰς οὐ κατατιθείς.

2

Ἐπεὶ δὲ θᾶττον ἦμεν ἠριστηκότες,

ὁ παῖς περιεῖλε τὰς τραπέζας, νίμματα

ἐπέχει τις, ἀπενιζόμεθα, τοὺς στεφάνους πάλιν

τοὺς ἰρίνους λαβόντες ἐστεφανούμεθα.