The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. A. Meineke, Fragmenta comicorum Graecorum, vol. 3, Berlin: Reimer, 1840 (repr. Berlin: De Gruyter, 1970): 322– 323, 325–330, 332, 334–340.
CTS identifier
urn:cts:greekLit:tlg0450.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

Ger

2

κοινῇ τε χναύειν τευθίσιν σηπίδια,

πιλεῖν τε πολλὰς πλεκτάνας ἐπιστρόφως,

πίνειν τε πολλὰς κύλικας εὐζωρεστέρας.

3

Καὶ συναγώγιμον

συμπόσιον ἐπιπληροῦσιν.

Emp

tit

{<ΕΜΠΟΛΗ.>}

1

Ἔπειτά γ' εἰσιόντ', ἐὰν λυπούμενος

τύχῃ τις ἡμῶν, ἐκολάκευσεν ἡδέως,

ἐφίλησεν, οὐχὶ συμπιέσασα τὸ στόμα,

ὥσπερ πολέμιον, ἀλλὰ τοῖσι στρουθίοις

χαυνοῦς' ὁμοίως ἧσε, παρεμυθήσατο,

ἐποίησέ θ' ἱλαρὸν εὐθέως τ' ἀφεῖλε πᾶν

αὐτοῦ τὸ λυποῦν κἀπέδειξεν ἵλεων.

2

Κοινωνεῖ γάρ, ὦ μειράκιον, ἡ

ἐν τοῖσιν αὐλοῖς μουσικὴ κἀν τῇ λύρᾳ

τοῖς ἡμετέροισι παιγνίοις· ὅταν γὰρ εὖ

συναρμόσῃ τις τοῖς συνοῦσι τὸν τρόπον,

τόθ' ἡ μεγίστη τέρψις ἐξευρίσκεται.

Eph

tit

{<ΕΦΗΒΟΙ.>}

1

Χόνδρος μετὰ ταῦτ' εἰσῆλθε, μύρον Αἰγύπτιον,

φοινικίνου βῖκός τις ὑπανεῴγνυτο,

ἴτρια τραγήμαθ' ἧκε, πυραμοῦς, ἄμης,

ᾠῶν ἑκατόμβη. πάντα ταῦτ' ἐχναύομεν.

ἐμασώμεθ' οὕτως ἀνδρικῶς ὅς' εἴχομεν·

καὶ γὰρ παραμασύντας τινὰς παραβόσκομεν.

2

Οὐ κύλικας ἐπὶ τὰ δεῖπνα Χαιρήμων φέρει;

οὐ κυμβίοισι πεπολέμηκ' Εὐριπίδης;

3

Φιάλην ἑκατέρᾳ

ἔδωκε κεράσας ζωρότερον Ὁμηρικῶς.

Kir

tit

{<ΚΙΡΚΗ.>}

1

Οἶνον πίοις ἂν ἀσφαλέστερον πολύ

ὑδαρῆ. {Β.} μὰ τὴν γῆν, ἀλλὰ τρία καὶ τέτταρα.

{Α.} οὕτως ἄκρατον, εἰπέ μοι, πίει; τί φῄς;

Kyd

tit

{<ΚΥΔΩΝ.>}

1

Θύννου τεμάχη, γλάνιδος, γαλεοῦ,

ῥίνης, γόγγρου, κέφαλος, πέρκη,

σαῦρος, φυκίς, βρίγκος, τρίγλη,

κόκκυξ, φάγρος, μύλλος, λεβίας,

σπάρος, αἰολίας, θρίττα, χελιδών,

καρίς, τευθίς, ψῆττα, δρακαινίς,

πουλυπόδειον, σηπία, ὀρφῶς,

κωβιός, ἀφύαι, βελόναι, κεστρεῖς.

2

Καὶ μετὰ δεῖπνον κόκκος * *

ἐρέβινθος * * * κύαμος,

χόνδρος, τυρός,

μέλι, σησαμίδες, βράχος, βρυγμός,

μνοῦς, πυραμίδες, μῆλον, κάρυον,

γάλα, κανναβίδες, κόγχαι, χυλός,

Διὸς ἐγκέφαλος.

Nau

tit

{<ΝΑΥΑΓΟΣ.>}

1

Ἔπειτ' ἀναστὰς εὔστοχος νεανίας,

τῶν ἐξ Ἀκαδημίας τις ὑπὸ Πλάτωνα καί

Βρυσωνοθρασυμαχειοληψικερμάτων

πληγεὶς ἀνάγκῃ, ληψιλογομίσθῳ τέχνῃ

συνών τις, οὐκ ἄσκεπτα δυνάμενος λέγειν,

εὖ μὲν μαχαίρᾳ ξύστ' ἔχων τριχώματα,

εὖ δ' ὑποκαθιεὶς ἄτομα πώγωνος βάθη,

εὖ δ' ἐν πεδίλῳ πόδα τιθεὶς ὑπὸ ξυρόν,

κνήμης ἱμάντων ἰσομέτροις ἑλίγμασιν,

ὄγκῳ τε χλανίδος εὖ τεθωρακισμένος,

σχῆμ' ἀξιόχρεων ἐπικαθεὶς βακτηρίᾳ

ἀλλότριον, οὐκ οἰκεῖον, ὡς ἐμοὶ δοκεῖ,

ἔλεξεν „Ἄνδρες τῆς Ἀθηναίων χθονός.“

Hom

tit

{<ΟΜΟΙΟΙ Η ΟΒΕΛΙΑΦΟΡΟΙ.>}

1

Ἀλλ' ἀγόρασον εὐτελῶς·

ἅπαν γὰρ ἱκανόν ἐστι. {Β.} φράζε δή ποτε.

{Α.} μὴ πολυτελῶς, ἀλλὰ καθαρείως ὅ τι ἂν ᾖ,

ὁσίας ἕνεκ', ἀρκεῖ τευθίδι' ἣ σηπίδια·

κἂν κάραβός τις ᾖ λαβεῖν, εἷς ἀρκέσει

ἢ δύ' ἐπὶ τὴν τράπεζαν. ἐγχελύδια

Θήβηθεν ἐνίοτ' ἔρχεται, τούτων λαβέ.

ἀλεκτρυόνιον, φάττιον, περδίκιον,

τοιαῦτα. δασύπους ἂν ἐπέλθῃ τις, φέρε.

{Β.} ὡς μικρολόγος εἶ. {Α.} σὺ δέ γε λίαν πολυτελής.

πάντως κρέ' ἡμῖν ἐστί. {Β.} πότερ' ἔπεμψέ τις;

{Α.} οὐκ ἀλλ' ἔθυσεν ἡ γυνή. {Β.} τὸ μοσχίον

τὸ τῆς Κορώνης αὔριον δειπνήσομεν.

2

Διονυσίου δ' εἰ δράματ' ἐκμαθεῖν δέοι,

καὶ Δημοφῶντος ἅττ' ἐποίησεν εἰς Κότυν,

ῥήσεις τε κατὰ δεῖπνον Θεόδωρός μοι λέγοι,

Λάχητί τ' οἰκήσαιμι τὴν ἑξῆς θύραν,

κυμβία τε παρέχοιμ' ἑστιῶν Εὐριπίδῃ.

Pel

tit

{<ΠΕΛΤΑΣΤΗΣ.>}

1

Τοιαῦθ' ὑθλῶν δειπνεῖ καὶ ζῇ

θαυμαζόμενος μετὰ μειρακίων,

οὐ γιγνώσκων ψήφων ἀριθμούς,

σεμνὸς σεμνῶς χλανίδ' ἕλκων.

2

Οὐ Μενεκράτης μὲν ἔφασκεν εἶναι Ζεὺς θεός;

Νικόστρατος δ' Ἁργεῖος ἕτερος Ἡρακλῆς;

3

Ἔνθ' ὄνων ἵππων στάσεις

καὶ γεύματ' οἴνων.

Sap

tit

{<ΣΑΠΦΩ.>}

1

Ὅταν γὰρ ὢν νέος

ἀλλότριον ἐλθὼν ὄψον ἐσθίειν μάθῃ,

ἀσύμβολόν τε χεῖρα προσβάλῃ βορᾷ,

διδόναι νόμιζ' αὐτὸν σὺ τῆς νυκτὸς λόγον.

Phi

tit

{<ΦΙΛΥΡΑ.>}

1

Πότερον ἐγώ

τὴν βατίδα τεμάχη κατατεμὼν ἕψω; τί φῄς;

ἢ Σικελικῶς ὀπτὴν ποιήσω; {Β.} Σικελικῶς.

2

Παππία, βούλει δραμών

εἰς τὴν ἀγορὰν καταγοράσαι μοι; {Β.} φράζε τί.

{Α.} ἰχθῦς φρονοῦντας, ὦ πάτερ. μή μοι βρέφη.

{Β.} οὐκ οἶσθ' ὁτιὴ τἀργύριόν ἐστ' ἰσάργυρον;

3

Ὡς σκαιὸς εἶ κἄγροικος αἰσχροεπῶν· ἔα,

ἐπαρίστερ' ἐν τῷ στόματι τὴν γλῶτταν φορεῖς.

Eif

tit

{EX INCERTIS FABULIS.}

1-2

Φιλῶ γε Πράμνιον οἶνον Λέσβιον.

Πολλὴ δὲ Λεσβία σταγὼν ἐκπίνεται

ἄγαν.

3

Κάρυα, ῥόας, φοίνικας, ἕτερα νώγαλα,

σταμνάριά τ' οἴνου μικρὰ τοῦ φοινικίνου,

ᾠάρια, τοιαῦθ' ἕτερα πολλὰ παίγνια.

4

Οἴνου σε πλῆθος πόλλ' ἀναγκάζει λαλεῖν.

{Β.} οὐκοῦν μεθύοντάς φασι τἀληθῆ λέγειν.

5

Ἵν' ὥσπερ οἱ μύκητες ἀποπνίξαιμί σε.

ὡς ἐγὼ σκιρτῶ πάλαιὅπου ῥοδόπνοα στρώματ' ἐστὶ καὶ μύροιςλοῦμαι ψακαστοῖς.