Fragmenta
- Edition reference
- Fragmenta, ed. T. Kock, Comicorum Atticorum fragmenta, vol. 2, Leipzig: Teubner, 1884: 416–419.
- CTS identifier
urn:cts:greekLit:tlg0452.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
tit,ante 1
{ΑΡΓΥΡΙΟΥ ΑΦΑΝΙΣΜΟΣ}
tit 1-3
{ΒΑΚΧΙΣ}
1
εἶτ' ἔρχεται
χελιδονείων μετ' ὀλίγον σκληρῶν ἁδρὸς
πινακίσκος.
2
ἀλλ' εἴ τις ὥσπερ χῆνα σιτευτὸν λαβὼν
ἔτρεφέ με—
3
τὸ σκύφος ἔχαιρον δεχόμενος.
tit 4-5
{ΗΡΩΙΝΗ}
4
ἀλλ' οὐδὲ κεραμεύουσι νῦν τοὺς κανθάρους,
ὦ τάλαν, ἐκείνους τοὺς ἁδρούς, ταπεινὰ δὲ
καὶ γλαφυρὰ πάντες, ὡσπερεὶ . . . .
αὐτὰ τὰ ποτήρι', οὐ τὸν οἶνον πιόμενοι.
5
τὴν Θηρίκλειον δεῦρο καὶ τὰ Ῥοδιακὰ
κόμισον λαβὼν τοὺς παῖδας. εἰσοίσεις μόνος
ψυκτῆρα, κύαθον, κυμβία, ῥυτὰ τέτταρα,
ἡδυποτίδας τρεῖς, ἡθμὸν ἀργυροῦν.
tit,ante 6
{ΛΥΤΡΟΥΜΕΝΟΣ}
tit 6
{ΜΝΗΜΑΤΙΟΝ}
6
κρατῆρες, κάδοι,
ὁλκεῖα, κρουνεῖ'. {Β.} ἔστι γὰρ κρουνεῖα; {Α.} ναί.
λουτήρι'. ἀλλὰ τί καθ' ἕκαστον δεῖ λέγειν;
ὄψει γὰρ αὐτός. {Β.} βασιλέως υἱὸν λέγεις
Καρῶν ἀφῖχθαι; {Α.} δηλαδή, Πιξώδαρον.
tit 7-8
{ΠΟΝΤΙΚΟΣ}
7
τοὺς τρεῖς μόνους
σκώληκας ἔτι τούτους μ' ἔασον καταγαγεῖν.
8
διαπίνειν
{<ΑΡΓΥΡΙΟΥ ΑΦΑΝΙΣΜΟΣ.>}{<ΒΑΚΧΕΙΑ.>}
1
Εἶτ' ἔρχεται
χελιδονείων μετ' ὀλίγον σκληρῶν ἁδρὸς
πινακίσκος.
2
Ἀλλ' εἴ τις ὥσπερ χῆνα σιτευτὸν λαβὼν
ἔτρεφέ με.
3
Τὸ σκύφος ἔχαιρον δεχόμενος.
{<ΗΡΩΙΝΗ.>}
4
Ἀλλ' οὐδὲ κεραμεύουσι νῦν τοὺς κανθάρους
ὦ τάλαν, ἐκείνους τοὺς ἁδρούς, ταπεινὰ δὲ
καὶ γλαφυρὰ πάντες, ὡσπερεὶ τὰ ποτήρια
αὔτ' οὐ τὸν οἶνον πιόμενοι.
5
Τὴν Θηρίκλειον δεῦρο καὶ τὰ Ῥοδιακὰ
κόμισον λαβὼν τοὺς παῖδας. εἰσοίσεις μόνος
ψυκτῆρα, κύαθον, κυμβία, ῥυτὰ τέτταρα,
ἡδυποτίδας τρεῖς, ἠθμὸν ἀργυροῦν.
{<ΜΝΗΜΑΤΙΟΝ.>}
6
Κρατῆρες, κάδοι,
ὁλκεῖα, κρουνεῖ'. {Β.} ἔστι γὰρ κρουνεῖα; {Α.} ναί.
λουτήρι'. ἀλλὰ τί καθ' ἕκαστον δεῖ λέγειν;
ὄψει γὰρ αὐτός. {Β.} βασιλέως υἱὸν * *
λέγεις ἀφῖχθαι; {Α.} δηλαδή, Πιξώδαρον.
{<ΠΟΝΤΙΚΟΣ.>}
7
Τρεῖς μόνους
σκώληκας ἔτι τούτους δ' ἔμ' ἔασον καταγαγεῖν.