Fragmenta
- Edition reference
- Fragmenta, ed. T. Kock, Comicorum Atticorum fragmenta, vol. 3, Leipzig: Teubner, 1888: 330–331.
- CTS identifier
urn:cts:greekLit:tlg0454.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
tit 1
{ΜΝΗΣΙΠΤΟΛΕΜΟΣ}
1
ἐπ' ἀλφίτου πίνοντα τοῦ θέρους ποτὲ
ἰδὼν Σέλευκον ἡδέως τὸν βασιλέα
ἔγραψα, καὶ παρέδειξα τοῖς πολλοῖς ὅτι,
κἂν τὸ τυχὸν ᾖ πραγμάτιον ἢ σφόδρ' εὐτελές,
σεμνὸν δύναται τοῦθ' ἡ δύναμις ἡ 'μὴ ποιεῖν.
‘γέροντα Θάσιον τόν τε γῆς ἀπ' Ἀτθίδος
ἑσμὸν μελίσσης τῆς ἀκραχόλου γλυκὺν
συγκυρκανήσας ἐν σκύφῳ χυτῆς λίθου,
Δήμητρος ἀκτῇ πᾶν γεφυρώσας ὑγρὸν
κατῃσίμωσε πῶμα, καύματος λύσιν.’
tit 2
{ΥΠΟΒΑΛΛΟΜΕΝΑΙ}
2
καὶ τῶν ῥυτῶν τὰ μέγιστα τῶν ὄντων τρία
πίνειν δεήσει τήμερον πρὸς κλεψύδραν
κρουνιζόμενον. ἀμφότερα δ' οἰωνίζομαι·
ἔστιν δ' ἐλέφας. {Β.} ἐλέφαντας περιάγει; {Α.} [ῥυτὸν]
χωροῦντα δύο χόας, ὃν οὐδ' ἂν ἐλέφας ἐκπίοι.
ἐγὼ τοῦτο πέπωκα πολλάκις.
{Β.} οὐδὲν ἐλέφαντος γὰρ διαφέρεις οὐδὲ σύ.
{Α.} ἕτερον τριήρης· τοῦτ' ἴσως χωρεῖ χόα.. . . . . . . . . . . .
{Β.} ὁ Βελλεροφόντης ἐστὶν ἀπὸ τοῦ Πηγάσου
τὴν πύρπνοον χίμαιραν εἰσηκοντικώς.
{Α.} εἶεν· δέχου καὶ τοῦτο.
{<ΜΝΗΣΙΠΤΟΛΕΜΟΣ.>}
1
Ἐπ' ἀλφίτου πίνοντα τοῦ θέρους ποτέ
ἰδὼν Σέλευκον ἡδέως τὸν βασιλέα
ἔγραψα, καὶ παρέδειξα τοῖς πολλοῖς ὅτι
κἂν τὸ τυχὸν ᾖ πραγμάτιον ἢ σφόδρ' εὐτελές,
σεμνὸν δύναται τοῦθ' ἡ δύναμις ἡ 'μὴ ποιεῖν.
„γέροντα Θάσιον τόν τε γῆς ἀπ' Ἀτθίδος
ἑσμὸν μελίσσης τῆς ἀκραχόλου γλυκύν,
συγκυρκανήσας ἐν σκύφῳ χυτῆς λίθου,
Δήμητρος ἀκτῇ πᾶν γεφυρώσας ὑγρόν
κατῃσίμωκα πῶμα, καύματος λύσιν.“
{<ΥΠΟΒΑΛΛΟΜΕΝΑΙ.>}
2
Καὶ τῶν ῥυτῶν τὰ μέγιστα τῶν ὄντων τρία
πίνειν δεήσει τήμερον πρὸς κλεψύδραν
κρουνιζόμενον. ἀμφότερα δ' οἰωνίζομαι·
ἔστι δ' ἐλέφας. {Β.} ἐλέφαντα περιάγει; {Α.} ῥυτόν
χωροῦν δύο χόας· οὐδ' ἂν ἐλέφας ἐκπίοι.
ἐγὼ δὲ τοῦτο γ' ἐκπέπωκα πολλάκις.
{Β.} οὐδὲν ἐλέφαντος γὰρ διαφέρεις οὐδὲ σύ.
{Α.} ἕτερον τριήρης· τοῦτ' ἴσως χωρεῖ χόα.
* * * *
2
{Β.} ὁ Βελλεροφόντης ἔστιν ἀπὸ τοῦ Πηγάσου
τὴν πύρπνοον χίμαιραν εἰσηκοντικώς.
{Α.} εἶεν. δέχου καὶ τοῦτο.